πυρὶ καὶ θείῳ κατακλυσθέντων, εὐσεβῶν κλοπὴ παραδοξοτέρα, στήλη ἁλὸς τὴν πρὸς τὸ κακὸν ἐπιστροφὴν θριαμβεύουσα· Ἰωσὴφ τε πιπρασκόμενος, καὶ ἐρώμενος, καὶ σωφρονῶν, καὶ παρὰ Θεοῦ σοφιζόμενος, καὶ ἐλευθερούμενος, καὶ δυναστεύων, καὶ σιτοδοτῶν ἐπ' οἰκονομίᾳ μείζονι· Μωϋσῆς θεοφανείας ἀξιούμενος, καὶ νομοθετούμενος καὶ νομοθετῶν, καὶ Θεὸς Φαραὼ γινόμενος, καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας τῷ Ἰσραὴλ ἐξηγούμενος· Αἰγυπτίων τε ἀριθμούμεναι μάστιγες, καὶ σωτηρία τῶν πονουμένων ἐν μέσοις τοῖς Αἰγυπτίοις· θάλασσά τε ὑποχωροῦσα ῥάβδῳ, καὶ συνιοῦσα λόγῳ, καὶ τοὺς μὲν ὡς ξηρὰ παραπέμπουσα, τοὺς δὲ κατὰ τὴν φύσιν ἑαυτῆς ἐπιῤῥέουσα.
overwhelmed by a deluge of fire and brimstone, the still more marvellous stealing away of the pious, a pillar of salt triumphing over the turning back towards evil; and Joseph being sold, and loved, and practising chastity, and made wise by God, and set free, and exercising rule, and distributing corn for a greater dispensation; Moses counted worthy of a theophany, and receiving the law and giving the law, and becoming a god to Pharaoh, and leading the way for Israel towards the land of the promise; and the numbered plagues of the Egyptians, and the preservation of those who were worn down with toil in the midst of the Egyptians; and the sea retreating before a rod, and coming together again at a word, and escorting the one party across as dry land, while flowing upon the other according to its own nature.
ΙΘʹ. Τἆλλα τε, ὅσα τούτοις ἐπηκολούθησε, στύλος νεφέλης ἐπισκιάζων ἡμέρας, στύλος πυρὸς φωτίζων νυκτὸς, καὶ ὁδηγοῦντες ἀμφότεροι· ἄρτος ὑόμενος ἐν ἐρήμῳ, ὄψον ἐξ οὐρανοῦ πεμπόμενον· ὁ μὲν τῇ χρείᾳ σύμμετρος, τὸ δὲ καὶ ὑπὲρ τὴν χρείαν· ὕδωρ ἐκ πέτρας, τὸ μὲν ἐκδιδόμενον, τὸ δὲ γλυκαινόμενον· Ἀμαλὴκ εὐχῇ καταπολεμούμενος, καὶ χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι· ἥλιός τε ἱστάμενος, καὶ σελήνη κατεχομένη, καὶ Ἰορδάνης ἀνακοπτόμενος· τείχη κατασειόμενα ἱερέων περιόδῳ, καὶ σαλπίγγων ἤχῳ, καὶ ἀριθμῷ δύναμιν ἔχοντι· γῆ καὶ πόκος, ἐναλλὰξ ὑόμενά τε καὶ ἄβροχα διαμένοντα· δύναμις ἐν θριξὶ, στρατιᾶς ὅλης ἀντίῤῥοπος· λογάδες ὀλίγοι λάπτοντες, καὶ νικᾷν πιστευόμενοι, καὶ νικῶντες, κατὰ τὰς ἐλπίδας, ὁ βραχὺς ἀριθμὸς τὰς πλείονας χιλιάδας. Τί με δεῖ καταριθμεῖν ἕκαστα, ὅσα δι' αὐτοῦ Χριστοῦ κατὰ τὴν σωτήριον αὐτοῦ παρουσίαν καὶ σάρκωσιν, ὅσα μετ' ἐκεῖνόν τε καὶ δι' ἐκείνου τοῖς ἱεροῖς ἀποστόλοις αὐτοῦ, καὶ ὑπηρέταις τοῦ λόγου τεθαυματούργηται; Πόσαι ταῦτα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι;
XIX. And all the other things that followed these: a pillar of cloud overshadowing by day, a pillar of fire giving light by night, and both guiding the way; bread rained down in the desert, a relish sent from heaven, the one proportioned to the need, the other even beyond the need; water from a rock, the one gushing forth, the other sweetened; Amalek warred down by prayer, and by an ineffable and mystical figure of hands; and the sun standing still, and the moon held back, and the Jordan checked in its course; walls shaken down by the circuit of priests, and the sound of trumpets, and a number possessing power; earth and fleece, alternately rained upon and remaining unwetted; strength in hairs, counterbalancing a whole army; a few chosen men lapping, and trusted to conquer, and conquering, according to expectations, the small number overcoming the many thousands. Why need I recount each of the things, all that has been wondrously wrought through Christ Himself during His saving presence and incarnation, and all that has been wrought after Him and through Him by His holy apostles and ministers of the word? How many books and memories carry these things?
Κʹ Τὰ δὲ δὴ νῦν, δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν,
XX. But as for the things of the present time, come, hear, and I will recount them, all you who fear God,