Migne Reading Room

PG 35 · cols. 560–569 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:560Read from the page
ἐπιμελείας, ἢ τὴν ὑπάρχουσαν διασώσασθαι· κα⟨ὶ⟩ πρὸ μὲν συντριβῆς ἡγεῖται ὕβρις, αἱ Παροιμίαι καλῶς φασι, πρὸ δὲ δόξης ταπείνωσις· ἢ, ἵνα σαφέστερον εἴπω, ὕβρει μὲν ἕπεται συντριβὴ, ταπεινώσει δὲ εὐδοξία· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ἀντεισάγει τὰ ἐναντία τοῖς ἐναντίοις ὁ πάντα δικαίως ἐπιμετρῶν. Ταῦτα εἰδὼς καὶ ὁ θεῖος Δαβὶδ, ἕν τι τῶν ἀγαθῶν καὶ τὸ συνεστάλθαι τίθεται· καὶ χάριν ὁμολογεῖ τῷ συστείλαντι, ὡς τοῦ τὰ δικαιώματα μαθεῖν ἐντεῦθεν προσγινομένου· καὶ, Πρὸ τοῦ με ταπεινωθῆναι, φησὶν, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα· μέσην πλημμελείας τε καὶ διορθώσεως τιθεὶς τὴν ταπείνωσιν, ὡς ἐκ μὲν ταύτης γεννωμένην, τὴν δὲ γεννήσασαν· ἁμαρτία μὲν γὰρ ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ ταπείνωσις. Ἡμεῖς γοῦν, ὑψωθέντες, ὅτε ἦμεν ἐπιεικεῖς τε καὶ μέτριοι, καὶ κατὰ μικρὸν αὐξηθέντες, ὡς εἰς τόδε τὸ σχῆμα καὶ πλῆθος σὺν χειραγωγίᾳ Θεοῦ προελθεῖν, ἡνίκα ἐλιπάνθημεν, ἐσκιρτήσαμεν· καὶ ἡνίκα ἐπλατύνθημεν, ἐστενοχωρήθημεν· καὶ ἣν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι συνελεξάμεθα δόξαν καὶ δύναμιν, ταύτην εὖ πράττοντες κατελύσαμεν· δηλώσει δὲ τὰ ἑξῆς τοῦ λόγου.
diligence than to preserve that which is present; and before crushing goes insolence, as the Proverbs well say, and before glory humility; or, that I may speak more clearly, crushing follows insolence, whereas good repute follows humility; for the Lord resists the proud, but gives grace to the humble, and He Who measures out all things justly introduces opposites in return for opposites. Knowing these things, the divine David too counts even having been humbled as one of the good things, and confesses gratitude to Him Who humbled him, since the learning of His statutes accrued to him from that source; and he says, Before I was humbled, I transgressed; therefore have I kept Thy word—placing humiliation in the middle between transgression and amendment, as being born from the former and giving birth to the latter; for sin is the mother of humiliation, and humiliation the mother of turning back. We, at all events, having been exalted when we were gentle and moderate, and having grown little by little so as to advance to this present form and multitude with the guiding hand of God, when we grew fat, kicked; and when we were enlarged, we were straitened; and the glory and power which we had gathered together in persecutions and afflictions, this we dissolved when faring well; and what follows in the discourse will make this plain.
ΛΓʹ. Ὅρον μὲν ἡ βασιλεία τῷ Καίσαρι καὶ ὁ βίος λαμβάνει· τὰ γὰρ ἐν μέσῳ σιωπήσομαι φειδοῖ καὶ τοῦ πεποιηκότος καὶ τοῦ πεπονθότος· ὧν ἀμφοτέρων αἰδούμενος τὴν εὐσέβειαν, οὐκ ἐπαινῶ τὴν θρασύτητα. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτεῖν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ τάχα ἄν τις ἀμφοτέρων οὐκ ἐπαινέσειεν· εἰ μὴ κἀνταῦθα δι' ὧν τοῦ ἑτέρου κατηγορήσομεν, τὸν ἕτερον αἰτίας ἀφήσομεν. Ὁ δὲ εὐθὺς μὲν κληρονόμος τῆς τοῦ ἀδελφοῦ βασιλείας, ἀλλ' οὐκ εὐσεβείας· μικρὸν δὲ ὕστερον καὶ τοῦ βασιλεύσαντος αὐτὸν γίνεται, τὸ μὲν ἑκόντος, τὸ δὲ βιασθέντος τῷ κοινῷ τέλει, καὶ ἡττηθέντος ἧτταν παντὶ τῷ κόσμῳ κακὴν καὶ ὀλέθριον.
XXXIII. Both the imperial rule and the life of the Caesar reached their term—for I shall pass over in silence the matters that came between, out of sparing for both the one who acted and the one who suffered; while respecting the piety of them both, I do not praise their rashness. For since it was bound to happen that they should also commit some fault, being human, this is what one might perhaps not praise in either of them; unless here too, through the charges we shall bring against the one, we shall release the other from blame. And this man straightway became heir of his brother's sovereignty, though not of his piety; and a little later he became heir also of him who had made him emperor—in the one case with his consent, in the other when he was forced by the common end and worsted by a defeat evil and destructive to the whole world.
ΛΔʹ Τί τοῦτο, ὦ θειότατε βασιλέων καὶ φιλοχριστότατε (προάγομαι γὰρ ὡς παρόντι κα⟨ὶ⟩ ἀκούοντι μέμψασθαι, καὶ εἰ πολὺ κρείττονα γινώσκω τῆς ἡμετέρας μέμψεως, μετὰ Θεοῦ τεταγμένον,
XXXIV. What is this, O most divine of emperors and most Christ-loving (for I am led on to utter a reproach as though to one present and hearing, even though I know you to be far above our reproach, stationed with God,
Notes, col. 560

On the reading

Printed ΛΔʹ, for ΛΔʹ..

PG 35:561Read from the page
καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα, καὶ τοσοῦτον μεταχωρήσαντα, ὅσον μεταθέσθαι τὴν βασιλείαν)· τίνα ταύτην ἐβουλεύσω βουλὴν, πάντων συνέσει καὶ ἀγχινοίᾳ κατὰ πολὺ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ βασιλέων μόνον, ἀλλὰ καὶ τῶν ἔμπροσθεν ; ὁ τὸ βαρβαρικὸν ἀνακαθαίρων κύκλῳ, καὶ τοὺς οἴκοι τυράννους χειρούμενος, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς ὅπλοις, καὶ τούτων ἑκάτερον ὡς μηδὲν ὑπὸ τοῦ ἑτέρου διοχλούμενος· οὗ μεγάλα μὲν τρόπαια τὰ μεθ' ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περιφανέστερα τὰ ἀναίμακτα· πρὸς ὃν καὶ αἱ πανταχόθεν πρεσβεῖαι καὶ ἱκεσίαι· ᾧ τὰ μὲν ὑπήκουε, τὰ δὲ ἔμελλε· πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι· ὁ χειρὶ Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν ὁδηγούμενος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια.
and having inherited the glory there, and having departed only so far as to exchange thy kingdom): what counsel is this that thou didst take, surpassing all by far in intelligence and shrewdness, not only the emperors of thy own time, but also those before thee; thou who didst purge away the barbarian element round about, and didst subdue the tyrants at home, some by words, and others by arms, and each of these as though in no way hampered by the other; whose trophies won with arms and battle were great, yet greater and more illustrious were those without bloodshed; to whom came both embassies and supplications from every side; whom some things obeyed, and others were about to obey; and everything hoped for was equal to what had been subdued; who wast guided by the hand of God towards every counsel and action; whose intelligence was more admired than his hand, and his hand more than his intelligence, and his piety even more than the renown in both?
ΛΕʹ. Πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς ἐφάνης καὶ ἀπερίσκεπτος ; Τί τὸ τάχος τῆς ἀπανθρώπου φιλανθρωπίας ; Τίς συνεισῆλθε δαιμόνων τῷ σκέμματι ; Πῶς τὸν μέγαν κλῆρον καὶ τὸ πατρῷον καλλώπισμα, τοὺς ἐπωνύμους λέγω Χριστοῦ, τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκλάμψαν ἔθνος, τὸ βασίλειον ἱεράτευμα, τὸ πολλῷ πόνῳ καὶ πολλοῖς ἱδρῶσι συναυξηθὲν, οὕτως ἐν ὀλίγῳ καὶ ἀκμῇ βραχείᾳ καιροῦ τῷ κοινῷ παλαμναίῳ φέρων παρέδωκας ;
XXXV. How then in this matter alone didst thou appear ignorant and inconsiderate? What was the haste of this inhuman humanity? Which of the demons entered into the deliberation with thee? How didst thou take the great heritage and the ancestral ornament, I mean those named after Christ, the nation that has shone forth everywhere in the inhabited world, the royal priesthood, which grew together with much labour and many sweats, and hand it over thus in a brief space and a short instant of time to the common murderer?
ΛϚʹ. Ἴσως τι καὶ ἀσεβεῖν ὑμῖν, ἀδελφοὶ, φαίνομαι, καὶ ἀγνωμονεῖν ἐν τοῖς λόγοις τούτοις, καὶ ὅτι μὴ ταχὺ τοῖς τῆς κατηγορίας ῥήμασιν ἐπάγω τὰ τῆς ἀληθείας. Καίτοι γε ἱκανῶς ἀπολελόγημαι, καὶ δι' αὐτῶν ὧν ἐγκέκληκα, εἴ τι τῇ κατηγορίᾳ τὸν νοῦν προσέχετε· κἀνταῦθα μόνον ἡ κατηγορία τὴν ἄφεσιν ἔχει· χρηστότητα γὰρ εἰπὼν, τὴν ἀπολογίαν ἐδήλωσα. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν, μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν, ἢ προσθήκην τῆς βασιλείας, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, καὶ πάντων τῶν ὄντων, καὶ τῆς ψυχῆς αὐτῆς, ἧς οὐδὲν οὐδενὶ τιμιώτερον, τὴν ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν οὐκ ἂν χαλεπῶς ἠλλάξατο ;
XXXVI. Perhaps I seem to you, brethren, even to act somewhat impiously and ungratefully in these words, and because I do not swiftly subjoin the words of truth to the words of accusation. And yet I have made a sufficient defence even through the very things wherewith I have brought my charge, if you pay any heed to the accusation; and here alone the accusation holds the acquittal; for in speaking of kindness, I made clear the defence. For who does not know, even among those moderately acquainted with him, that for the sake of piety and of his affection towards us, and of willing every good thing for us, not only would he have overlooked that man, or the honour of his whole race, or an addition to the empire, but even for the empire itself, and all things that exist, and life itself, than which nothing is more precious to anyone, he would not with difficulty have exchanged our security and salvation?
PG 35:564Read from the page
ΛΖʹ. Οὐδενὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος ἔρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανοὺς αὐξηθῆναι, καὶ εἰς πλεῖστον καὶ δόξης προελθεῖν καὶ δυνάμεως· καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ κοινὸν εὐνομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξης περιουσία, οὐ τὸ βασιλέα βασιλέων καὶ εἶναι καὶ ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοις ἀνθρώπων εὐδαιμονία γνωρίζεται· οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον ηὔφραινεν, ὡς τὸ δι' ἑαυτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον, καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκατάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν δυναστείαν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει σαφῶς, ὑψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ τοὺς πολλοὺς περὶ τούτων διανοούμενος, ὅτι τοῖς Χριστιανῶν πράγμασι τὰ Ῥωμαίων συνηύξησε, καὶ συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔπω πρότερον τελείως εἰς μοναρχίαν νενικηκός· καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ ἡμέτερα· ὅς γε, καὶ εἴ τι παρελύπησεν ἡμᾶς, οὐ περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοις τισὶ πρὸ ἡμῶν χαριζόμενος, ἀλλ' ὥστε πάντας ἓν εἶναι, καὶ συμφρονεῖν παρελύπησε, καὶ μὴ διακεκόφθαι, μηδὲ διεστάναι τοῖς σχίσμασιν.
XXXVII. For upon no one did so warm a love for any matter ever fall, as upon him that the Christians should increase, and advance to the furthest extent both of glory and of power; and neither nations subdued, nor the commonwealth well governed by laws, nor abundance of wealth, nor superabundance of glory, nor both being and being called king of kings, nor all the other things whereby human happiness is recognized—nothing of all these things gladdened him so much as that through him we, and through us he, should be approved both before God and men, and that sovereignty should remain indissoluble for us for all time; for indeed, besides the other things, he knew this clearly, thinking more loftily and more royally about these matters than most men, that the affairs of the Romans grew together with the affairs of the Christians, and that the sovereignty entered in together with the advent of Christ, having never before completely prevailed into a monarchy; and on this account he seemed to me to cherish our affairs all the more by doing them good; who indeed, even if he grieved us in aught, grieved us not in disdain, nor in insolence, nor in showing favour to certain others before us, but so that all might be one and agree together, and not be cleft asunder nor stand apart through schisms.
ΛΗʹ. Ἀλλ' ὅπερ εἶπον, ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον· διὰ τοῦτο ἠγνοήθη τὸ μέλλον, καὶ τὸ πλάσμα οὐκ ἐφωράθη, καὶ παρεισῆλθε κατὰ μικρὸν ἡ ἀσέβεια, καὶ δύο χρηστότητες συνεισῆλθον ἀλλήλαις, ἥ τε περὶ τὸ εὐσεβὲς γένος καὶ τὸν ἀσεβέστατον πάντων καὶ ἀθεώτατον. Ὅς, τί μεμφόμενος Χριστιανοῖς, τί δὲ οὐκ ἐπαινεῖν ἔχων τῶν ἡμετέρων, τί δὲ τῶν παρ' Ἕλλησι δογμάτων ὑπερφυὲς νομίσας, καὶ δυσκίνητον λόγῳ, ποίῳ δὲ καὶ ἀκολουθῶν ὑποδείγματι, γνωριμώτατον ἑαυτὸν ἐξ ἀσεβείας κατέστησε, καὶ καινότερον τρόπον ἡμιλλήθη τῷ ἀναδείξαντι ; Ἐπειδή γε ὑπερβάλλειν οὐκ ἦν ἀρετῇ καὶ τοῖς κρείττοσι, διὰ τοῦ ἐναντίου φανῆναι φιλονεικήσας τῆς εἰς δυσσέβειαν ἀμετρίας, καὶ τῆς περὶ τὸ χεῖρον φιλοτιμίας. Ἡ μὲν οὖν ὑπὲρ Χριστιανῶν τοῦ ἀνδρὸς, καὶ πρὸς Χριστιανοὺς ἀπολογία τοιαύτη, καὶ οὕτω δικαία τοῖς γε νοῦν ἔχουσιν.
XXXVIII. But as I said, simplicity is unguarded, and humanity is accompanied by frailty, and that which is free from malice least suspects malice; on this account the future was unknown, and the fabrication was not detected, and impiety crept in little by little, and two kindnesses concurred with one another, both that towards the pious race and that towards the most impious and most godless of all men. Who, blaming what in Christians, and having what among our things not to praise, and accounting what among the doctrines of the Greeks to be preternatural and hard to move by reason, and following what example, rendered himself most notorious from impiety, and contended in a novel manner with him who appointed him? Since indeed it was not possible to excel in virtue and the better things, he strove to make himself conspicuous through the opposite, through excess unto ungodliness and ambition concerning the worse. Such, then, is the defence of the man on behalf of Christians and before Christians, and so just to those at least who have sense.
PG 35:565Read from the page
ΛΘʹ. Ἐπεὶ δέ εἰσί τινες, οἳ, κἂν ταύτης ἡμᾶς ἀπολύσωσι τῆς αἰτίας, ἑτέρας οὐκ ἀφιέντες, ἀλλὰ κατηγοροῦντες εὐήθειαν, ὅτι τῷ δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ τὴν ἀρχὴν ἐνεχείρισε, καὶ τὸν αὐτὸν ἐχθρὸν πρότερον, εἶτα ἰσχυρὸν κατεσκεύασε, τὴν μὲν ἔχθραν διὰ τῆς τοῦ ἀδελφοῦ σφαγῆς προκαταβαλόμεν⟨ο⟩ς, τὴν δὲ δύναμιν διὰ τῆς βασιλείας προσθείς· ἀναγκαῖον καὶ περὶ τούτου βραχέα διεξελθεῖν καὶ δεῖξαι μὴ παντάπασιν ἄλογον τὸ φιλάνθρωπον, μηδὲ ἔξω τῆς βασιλικῆς μεγαλονοίας καὶ προμηθείας· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοιαύτης παρ' αὐτοῦ τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβείᾳ διαφέρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορήσαιμεν· ὃ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται παρ' ἡμῶν, τῶν Λόγου καὶ Ἀληθείας θεραπευτῶν· καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηρᾶς ἐλεύθερος ὑπονοίας ὁ λόγος.
XXXIX. Since, however, there are some who, even if they absolve us from this charge, do not acquit him of another, but accuse him of simplicity, because he entrusted the sovereignty to the most hostile and most warlike man, and rendered the same man first an enemy and then strong, having laid down the foundation of enmity beforehand through the slaughter of his brother, and having added power through the empire; it is necessary to go through a few things concerning this matter also, and to show that his humanity was not altogether irrational, nor outside imperial magnanimity and foresight; for indeed I should be ashamed if, having obtained such honour from him, and having believed him to excel so greatly in piety, we should not plead what is just on his behalf; which is owed even to those who have conferred no benefit by us, the servants of the Word and of Truth; and that too after his departure hence, when we have escaped even the appearance of flattery, and our discourse is free from evil suspicion.
Μʹ. Τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον ; Τίς δὲ οὐκ ἐκ τῆς πίστεως, ἣν ἐπιστεύθη καὶ παρὰ τὸ εἰκὸς, δικαιότερον ; ὡς ἀμφοῖν δικαίᾳ καὶ βασιλικῇ κρίσει, τοῦ μὲν ἐπιτιμηθέντος, τοῦ δὲ προβληθέντος· ὁ γὰρ τὸν δεύτερον τιμήσας, οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον, ὡς οὐδὲ τὸν πρότερον ἄνευ δικαίας ὀργῆς ἐκολάσατο· καὶ τὸ μὲν τῆς ἐκείνου προπετείας ἦν, τὸ δὲ τῆς τοῦ τετιμηκότος φιλανθρωπίας.
XL. For who would not have hoped, if nothing else, to render him gentler by honours? And who would not have hoped to render him more just from the trust wherewith he was entrusted even beyond expectation, as though both had been done by a just and royal judgement, the one having been punished, and the other promoted? For he who honoured the second with things for which no one would have hoped, not even he himself who obtained the honour, clearly did not punish the former either without just anger; and the one belonged to that man's rashness, while the other belonged to the humanity of him who honoured him.
ΜΑʹ. Καὶ ἅμα τὸ θαῤῥεῖν εἶχεν, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ τῆς ἰδίας δυνάμεως· ᾗ μοι δοκεῖ καὶ Ἀλέξανδρος θαῤῥήσας ὁ πάνυ δοῦναι μὴ μόνον τὸ ζῇν ἡττημένῳ Πώρῳ, καὶ ταῦτα νεανικῶς οὕτως ἠγωνισμένῳ περὶ τῆς βασιλείας, ἀλλὰ καὶ τὴν βασιλείαν αὖθις Ἰνδῶν· ὡς τὸ μεγαλόψυχον οὐκ ἄλλως ἢ οὕτως ἐπιδειξόμενος, ᾧ κρατηθῆναι χεῖρον ἐνόμιζεν Ἀλέξανδρος ὢν ἢ τοῖς ὅπλοις· τοῦ δὲ, εἰ κακὸν λάβοι, χειρώσασθαι πάλιν ἐπ' αὐτῷ τυγχάνοντος. Καὶ ἦν αὐτῷ ἡ περιουσία τοῦ θαῤῥεῖν τὸ φιλάνθρωπον.
XLI. And at the same time he had confidence, if one must say what is greater, not so much from that man's fidelity as from his own power; trusting in which, it seems to me, the great Alexander also gave to the vanquished Porus, even though he had contended so gallantly for the kingdom, not only life, but also the kingdom of the Indians again; as though he would display his magnanimity in no other way than thus, whereby, being Alexander, he deemed it worse to be overcome than by arms; while it remained in his own power, if he should find him evil, to subdue him again. And his humanity was the superabundance of his confidence.
ΜΒʹ. Καίτοι τί τοῦτο ἀγωνίζομαι, σφόδρα ἐνὸν κρατεῖν καὶ ἡττημένον ; Εἰ γὰρ ὁ πιστεύσας κακὸς,
XLII. And yet why do I contend over this, when it is very possible to prevail even if worsted? For if he who trusted was evil,
PG 35:568Read from the page
τί ποτ' ἂν εἴη παρ' ἐκεῖνον ὁ πιστευθείς ; Καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κακίαν ποῦ θήσομεν ; Ἀλλ' ὄντως ἀσυλλόγιστόν τι πρᾶγμα ἡ πονηρία· καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθηροὺς ἄν τις βελτίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας εἶχεν ἐμπύρευμα τοῦτ' ἀνελεῖν, ἐκ τούτων εἰς μεῖζον ἀνήφθη μῖσος, καὶ ὅπως ἂν ἀμύνηται τὸν εὐεργέτην ἐσκόπει.
what ever would he who was trusted be in comparison with him? And if not foreseeing his character is blameworthy, where shall we place the malice itself? But truly wickedness is an unaccountable thing, and there is nothing whereby one could make wicked men better; since that man too, from the very things whereby he ought justly to have appeared more well-disposed, and to have destroyed whatever spark of malice he had, from these was kindled to greater hatred, and was considering how he might take vengeance on his benefactor.
ΜΓʹ. Ταῦτα Πλάτωνες αὐτὸν, καὶ Χρύσιπποι, καὶ ὁ λαμπρὸς Περίπατος καὶ ἡ σεμνὴ Στοὰ, καὶ οἱ τὰ κομψὰ λαρυγγίζοντες ἐξεπαίδευσαν· ταῦτα ἡ τῆς γεωμετρίας ἰσότης, καὶ οἱ περὶ δικαιοσύνης λόγοι, καὶ τὸ χρῆναι ἀδικεῖσθαι μᾶλλον αἱρεῖσθαι ἢ ἀδικεῖν· ταῦτα οἱ γενναῖοι διδάσκαλοι, καὶ τῆς βασιλείας συναγωνισταί τε καὶ νομοθέται, οὓς ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων ἑαυτῷ συνελέξατο· ὧν οὐ τὸν τρόπον ἐπῄνεσεν, ἀλλὰ τὴν εὐγλωττίαν ἐθαύμασε· καὶ οὐδὲ ταύτην ἴσως, ἀλλὰ ἀσέβειαν μόνην, ὡς σύμβουλον ἱκανὴν καὶ τῶν πρακτέων καὶ μὴ, διδάσκαλον.
XLIII. These things the Platos, and the Chrysippuses, and the brilliant Peripatos and the august Stoa, and those who spout subtleties from their throats educated him in; these things the equality of geometry, and the discourses concerning justice, and that one ought to choose to suffer wrong rather than to do wrong; these things the noble teachers, and the fellow-combatants and lawgivers of the empire, whom he collected for himself from the crossroads and the pits; whose character he did not praise, but whose eloquence he admired; and perhaps not even this, but impiety alone, as a sufficient counsellor and teacher both of what ought to be done and what ought not.
ΜΔʹ. Πῶς δὲ οὐ θαυμάζειν ἄξιον τουτους, οἳ καὶ λόγῳ πλάττουσι πόλεις, τὰς ἔργῳ συστῆναι μὴ δυναμένας, καὶ τὰς σεμνὰς τυραννίδας μονονοὺ προσκυνοῦσι, καὶ τὸν ὀβολὸν ὑπὲρ τοὺς θεοὺς ἄγουσι μετὰ τῆς ὀφρύος· καὶ οἱ μὲν οὐδὲ εἶναι Θεὸν τὸ παράπαν, οἱ δὲ οὐ προνοεῖν τῶν τῇδε δογματίζουσιν, ἀλλ' εἰκῆ καὶ ὡς ἔτυχε τὸ πᾶν φέρεσθαι, οἱ δὲ ἀστράσιν ἄγεσθαι καὶ σχηματισμοῖς ἀνάγκης, οὐκ οἶδ' ὑπὸ τίνος ἀγομένοις καὶ ὅθεν· οἱ δὲ εἰς ἡδονὴν τὸ πᾶν φέρειν, καὶ τοῦτο εἶναι πέρας ζωῆς ἀνθρωπίνης ὑπολαμβάνουσιν ; Ἡ ἀρετὴ δὲ αὐτοῖς ἄλλως ὄνομα εὐπρεπὲς, καὶ οὐδὲν τοῦ παρόντος βίου μακρότερον, οὐδέ τις ἐξέτασις τῶν ἐνταῦθα βε-
XLIV. And how is it not worthy to admire these men, who both fashion cities in word that cannot stand together in deed, and all but worship august tyrannies, and value the obol above the gods along with their superciliousness; and some of whom dogmatize that there is no God at all, and others that He takes no forethought for the things here, but that the universe is borne along at random and by chance, and others that it is led by stars and configurations of necessity, led I know not by whom or whence; while others suppose that everything tends towards pleasure, and that this is the end of human life? And virtue is to them merely a specious name, and nothing extends longer than the present life, nor is there any examination of the things lived here
Notes, col. 568

On the reading

Printed τουτους, for τούτους.

PG 35:569Read from the page
βιωμένων ὕστερον τὴν ἀδικίαν συστέλλουσα. Ἢ γὰρ οὐ συνεῖδέ τις ταῦτα τῶν παρ' ἐκείνοις σοφῶν, ἀλλὰ βαθεῖ βορβόρῳ, τὸ δὴ λεγόμενον, καὶ ἀφεγγεῖ ζόφῳ πλάνης καὶ ἀγνοίας συνεκαλύφθη, μηδ' ὅσον προσβλέψαι ταῖς τῆς ἀληθείας αὐγαῖς καθαρθεὶς τὴν διάνοιαν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν αἴσθησιν ἰλυσπώμενος, καὶ μηδὲν ὑπὲρ τοὺς δαίμονας φαντασθῆναι δυνηθεὶς, καὶ διαρθῆναι τοῦ πεποιηκότος ἀξίως· ἢ εἴ τις διέβλεψε καὶ μικρὸν, ὡς ὁδηγῷ λόγῳ, καὶ μὴ Θεῷ χρώμενος, ὑπὸ τοῦ πιθανωτέρου παρεσύρη, καὶ τοῦ μᾶλλον τοὺς πολλοὺς ἕλκοντος δι' ἐγγύτητα.
restraining injustice hereafter. For either none of the wise men among them perceived these things, but was covered over in deep mire, as the saying goes, and rayless gloom of error and ignorance, not even having his mind purified enough to look upon the rays of truth, but wriggling about things below and sense-perception, and unable to imagine anything above the demons, and to be lifted up worthily of Him Who made him; or if anyone did see through even a little, using reason as a guide and not God, he was swept away by what was more plausible, and what draws the multitude more through nearness.
ΜΕʹ. Τί οὖν θαυμαστὸν τὸν ἐκ τοιούτων μὲν ὁρμώμενον δογμάτων, ὑπὸ τοιούτων δὲ κυβερνητῶν εὐθυνόμενον, οὕτω καὶ τῷ πεπιστευκότι φανῆναι κακὸν τὸν πιστευθέντα, καὶ τῷ τιμήσαντι τὸν τιμηθέντα ; Εἰ γὰρ δεῖ τι καὶ διὰ τῆς κατηγορίας ἀπολογήσασθαι, οὔ μοι δοκεῖ τοσοῦτον ὑπεραλγῶν τοῦ ἀδελφοῦ, ὅν γε καὶ πολέμιον ἐκ τῆς θρησκείας ἐγίνωσκεν, ὅσον τὰ Χριστιανῶν οὐ φέρων αὐξανόμενα, καὶ λυσσῶν κατὰ τῆς εὐσεβείας, τοῖς καθεστηκόσιν ἐπιτολμᾷν, καὶ ζητεῖν ἐλευθερίαν τῇ ἀπονοίᾳ· χρῆναι γὰρ φιλοσοφίαν καὶ βασιλείαν, ὡς ὁ ἐκείνων λόγος, εἰς ταυτὸ συνελθεῖν· οὐχ ἵνα παύσωνται κακῶν αἱ πόλεις, ἀλλ' ἵνα πλησθῶσι.
XLV. What wonder, then, is it that he who set out from such doctrines, and was steered by such pilots, proved thus evil—the one trusted towards him who trusted him, and the one honoured towards him who honoured him? For if one must make some defence even for him through the accusation, he seems to me not so much grieving exceedingly for his brother, whom indeed he even knew to be an enemy on account of religion, as not enduring the affairs of the Christians growing, and raging against piety, to have dared against the established order, and sought freedom for his madness; for philosophy and empire, as their saying goes, must come together into the same; not that cities may cease from evils, but that they may be filled with them.
ΜϚʹ. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῆς αὐθαδείας καὶ ἀπονοίας ἑαυτὸν ἀναδῆσαι, καὶ τῇ μεγάλῃ προσηγορίᾳ τιμῆσαι (ἣν οὐχ ἅρπαγμα τύχης, ἀλλ' ἀρετῆς ἆθλον ἢ χρόνος ἢ ψῆφος βασιλέως χαρίζεται, ἢ τῆς συγκλήτου βουλῆς, ὡς τὸ παλαιὸν, κρίσις), καὶ οὐ ποιεῖται τοῦ μέτρου τῆς τιμῆς κύριον τὸν τῆς βασιλείας· δεύτερον δὲ (καὶ γὰρ ἀναγκαίαν ἑαυτῷ τὴν ἀπόνοιαν ἐκ τῶν ἤδη τετολμημένων ᾔδει πεποιηκὼς), τί διανοεῖται ; καὶ ποῖ πρόεισιν ἀσεβείας τε καὶ θρασύτητος ; Ὢ τῆς μανιώδους ἐκείνης ψυχῆς ! Ἐπ' αὐτὸν ἐκστρατεύει, καὶ τῆς δύσεως ἀπαν-
XLVI. And the first act of his self-will and madness was to crown himself, and to honour himself with the great title (which, not as a prize of fortune, but as a reward of virtue, either time, or the vote of an emperor graciously bestows, or the judgement of the senate, as of old), and he does not make the lord of the empire lord of the measure of the honour; and second (for indeed he knew that he had made madness necessary for himself from what had already been dared), what does he devise? And how far does he advance in impiety and audacity? O that frenzied soul! He marches out against him, and from the West