ϞϚʹ Τίς μήπω τοῖς ἁγνοῖς καὶ πεπυρωμένοις τοῦ Θεοῦ λογίοις καεὶς τὴν καρδίαν ἐν τῷ διανοιγῆναι αὐτῷ τὰς Γραφάς· μηδὲ ἀπογραψάμενος αὐτὰ τρισσῶς ἐπὶ πλάτος τῆς καρδίας, ὥστε νοῦν ἔχειν Χριστοῦ· μηδὲ τῶν τοῖς πολλοῖς ἀποκρύφων καὶ ἀοράτων καὶ σκοτεινῶν θησαυρῶν εἴσω γενόμενος, ὥστε τὸν ἐν αὐτοῖς κατοπτεῦσαι πλοῦτον, καὶ ἄλλους πλουτίζειν δύνασθαι, πνευματικὰ συγκρίνων πνευματικοῖς;
XCVI. Who, when his heart has not yet been kindled with the pure and fire-tried oracles of God in the opening of the Scriptures unto him; nor has written them threefold upon the breadth of his heart, so as to have the mind of Christ; nor has entered within the treasures hidden from the many, both unseen and dark, so as to behold the wealth that is in them, and be able to enrich others, comparing spiritual things with spiritual;
ϞΖʹ Τίς μήπω θεωρήσας, ὡς θεωρεῖν ἄξιον, τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκεψάμενος τὸν ναὸν αὐτοῦ, μᾶλλον δὲ ναὸς γενόμενος Θεοῦ ζῶντος καὶ ζῶν κατοικητήριον Χριστοῦ ἐν πνεύματι; τίς μήπω τύπων καὶ ἀληθείας ἐπιγνοὺς συγγένειαν καὶ διάκρισιν, καὶ τῶν μὲν ἀναχωρήσας, τῇ δὲ προσθέμενος, ἵνα, τὴν τοῦ γράμματος φυγὼν παλαιότητα, τῇ καινότητι δουλεύσῃ τοῦ πνεύματος, καὶ μεταβῇ καθαρῶς ἐπὶ τὴν χάριν ἀπὸ τοῦ νόμου πληρουμένου πνευματικῶς ἐν τῇ καταργήσει τοῦ σώματος;
XCVII. Who, when he has not yet beheld, as it is worthy to behold, the delightfulness of the Lord, and visited His temple, or rather become a temple of the living God and a living habitation of Christ in the Spirit? Who, when he has not yet recognized the kinship and distinction of types and truth, and withdrawn from the former, and attached himself to the latter, that, having fled the oldness of the letter, he may serve in the newness of the spirit, and pass over purely unto grace from the law, which is fulfilled spiritually in the abolition of the body?
ϞΗʹ Τίς μήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάμεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι' ἡμᾶς ταπεινοτέρων καὶ τελευταίων, τοῦ Θεοῦ, τοῦ Υἱοῦ, τῆς Εἰκόνος, τοῦ Λόγου, τῆς Σοφίας, τῆς Ἀληθείας, τοῦ Φωτὸς, τῆς Ζωῆς, τῆς Δυνάμεως, τῆς Ἀτμίδος, τῆς Ἀποῤῥοίας, τοῦ Ἀπαυγάσματος, τοῦ Ποιητοῦ, τοῦ Βασιλέως, τῆς Κεφαλῆς, τοῦ Νόμου, τῆς Ὁδοῦ, τῆς Θύρας, τοῦ Θεμελίου, τῆς Πέτρας, τοῦ Μαργαρίτου, τῆς Εἰρήνης, τῆς Δικαιοσύνης, τοῦ Ἁγιασμοῦ, τῆς Ἀπολυτρώσεως, τοῦ Ἀνθρώπου, τοῦ Δούλου, τοῦ Ποιμένος, τοῦ Ἀμνοῦ, τοῦ Ἀρχιερέως, τοῦ Θύματος, τοῦ Πρωτοτόκου πρὸ κτίσεως, Πρωτοτόκου ἐκ τῶν νεκρῶν, τῆς Ἀναστάσεως· τίς τούτων τῶν ὀνομάτων τε καὶ πραγμάτων ἐπακούων εἰκῆ, καὶ μήπω κοινωνήσας τῷ Λόγῳ, μηδὲ μεταλαβὼν αὐτοῦ, καθ' ὃ τούτων ἕκαστόν ἐστί τε καὶ κέκληται;
XCVIII. Who, when he has not yet journeyed through all the appellations and powers of Christ, both in deed and in contemplation, both the loftier and first ones, and those humbler and last ones on our account: of God, of the Son, of the Image, of the Word, of the Wisdom, of the Truth, of the Light, of the Life, of the Power, of the Vapour, of the Effluence, of the Radiance, of the Maker, of the King, of the Head, of the Law, of the Way, of the Door, of the Foundation, of the Rock, of the Pearl, of the Peace, of the Righteousness, of the Sanctification, of the Redemption, of the Man, of the Servant, of the Shepherd, of the Lamb, of the High Priest, of the Victim, of the Firstborn before creation, the Firstborn from the dead, of the Resurrection; who, hearing of these names and realities in vain, and not yet having had communion with the Word, nor partaken of Him, according as He both is and is called each of these?
ϞΘʹ Τίς, μήπω σχολάσας, μηδὲ μαθὼν λαλεῖν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἔτι νήπιος ὢν, ἔτι τρεφόμενος γάλακτι, ἔτι τῶν οὐκ ἀριθμουμένων ἐν τῷ Ἰσραὴλ, οὐδὲ καταλεγομένων εἰς
XCIX. Who, not yet having had leisure, nor having learnt to speak the wisdom of God that is hidden in a mystery, being still an infant, still fed with milk, still of those who are not numbered in Israel, nor enrolled into