ἀναλίσκεσθαι· μηδὲ τὸ ἔλαιον ἀπομιμεῖσθαι τῆς χρίσεως, μηδὲ τὸ θυμίαμα τῆς συνθέσεως· μηδὲ εἰς τὸ ἱερὸν εἰσιέναι, ὅστις ἢ ψυχὴν ἢ σῶμα οὐ καθαρὸς, μέχρι καὶ τῶν μικροτάτων· τοσούτου δεῖ εἰς τὰ ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ὧν ἑνὶ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον ἐπιβατὸν ἦν· τοσούτου δεῖ· τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ τὰ χερουβὶμ, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.
to be consumed; nor to imitate the oil of anointing, nor the incense of composition; nor for anyone who was not pure in either soul or body, even down to the smallest matters, to enter into the temple; so far is it from being permitted to approach the Holy of Holies boldly, into which it was accessible to one man alone and once only in the year; so far is it from being for everyone either to look upon or to touch the veil, or the mercy-seat, or the ark, or the cherubim.
ϞΕʹ Ταῦτα οὖν εἰδὼς ἐγὼ, και οτι μηδεις ἄξιος τοῦ μεγάλου καὶ Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὅστις μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσαν, ἁγίαν, μηδὲ τὴν λογικὴν λατρείαν εὐάρεστον ἐπεδείξατο, μηδὲ ἔθυσε τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ πνεῦμα συντετριμμένον, ἣν μόνον ὁ πάντα δοὺς ἀπαιτεῖ παρ' ἡμῶν θυσίαν, πῶς ἔμελλον θαῤῥῆσαι προσφέρειν αὐτῷ τὴν ἔξωθεν, τὴν τῶν μεγάλων μυστηρίων ἀντίτυπον· ἢ πῶς ἱερέως σχῆμα καὶ ὄνομα ὑποδύεσθαι, πρὶν ὁσίοις ἔργοις τελειῶσαι τὰς χεῖρας; πρὶν τὸν ὀφθαλμὸν ἐθίσαι βλέπειν ὑγιῶς τὴν κτίσιν, καὶ εἰς θαῦμα μόνον τοῦ κτίσαντος, ἀλλὰ μὴ ζημίαν τοῦ πλάσαντος; πρὶν τῇ παιδείᾳ Κυρίου ἱκανῶς ἀνοιγῆναι τὰ ὦτα, καὶ προστεθῆναί μοι ὠτίον μὴ βαρέως ἀκούειν δυνάμενον, ἀλλὰ ἐνώτιον χρυσοῦν σαρδίῳ πολυτελεῖ δεθῆναι, λόγον σοφοῦ εἰς οὖς εὐήκοον; πρὶν τὸ στόμα, τὰ χείλη, τὴν γλῶσσαν, τὸ μὲν ἀνοιγῆναι καὶ ἑλκῦσαι πνεῦμα, ἢ πλατυνθῆναι καὶ πληρωθῆναι τῷ πνεύματι λαλουμένων μυστηρίων τε καὶ δογμάτων· τὰ δὲ αἰσθήσει θείᾳ, κατὰ τὴν σοφίαν εἰπεῖν, δεθῆναι, προσθείην δ' ἂν ὅτι καὶ ἐν καιρῷ λυθῆναι· τὴν δὲ πλησθῆναι ἀγαλλιάσεως, καὶ θείας μελῳδίας γενέσθαι πλῆκτρον, ἐξεγειρομένην τῇ δόξῃ, συνεξεγειρομένην ὄρθριον, καὶ μέχρι τοῦ κολληθῆναι τῷ λάρυγγι κάμνουσαν; πρὶν ἐπὶ πέτραν στῆναι τοὺς πόδας μου, καταρτισθέντας ὡς ἐλάφων, καὶ κατευθυνθῆναί μοι τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ' ὀλίγον μηδ' ὅλως ἐκχεόμενα; πρὶν ἅπαν μέλος ὅπλον γενέσθαι δικαιοσύνης, καὶ ἀποθέσθαι πᾶσαν νεκρότητα, καταποθεῖσαν ὑπὸ τῆς ζωῆς, καὶ ὑποχωρήσασαν τῷ πνεύματι;
95. Knowing these things, therefore, and that no one is worthy of the great both God, and sacrifice, and high priest, who has not first presented himself to God a living, holy sacrifice, nor exhibited his rational service well-pleasing, nor sacrificed to God the sacrifice of praise and a contrite spirit, which sacrifice alone He Who gave all things demands of us, how was I about to dare to offer unto Him the external sacrifice, the antitype of the great mysteries? Or how to take upon myself the habit and name of a priest, before perfecting my hands by holy works? before accustoming mine eye to look wholesomely upon creation, and unto wonder alone at the Creator, and not to the harm of the Fashioner? before mine ears were sufficiently opened by the instruction of the Lord, and there was added to me an ear capable of hearing not heavily, and a golden earring was bound with a costly sardius—a wise man's word into an obedient ear? before my mouth, my lips, my tongue—the first was opened and drew in the Spirit, or was widened and filled with the Spirit of spoken mysteries and doctrines; the second were bound by divine perception, to speak according to wisdom, and I would add, loosed also in season; and the third was filled with exultation, and became a plectrum of divine melody, awaking with glory, awaking together at dawn, and labouring even until it cleaves to the throat? before my feet were set upon a rock, perfected like those of hinds, and my steps were directed for me according to God, neither almost nor altogether slipping? before every member became a weapon of righteousness, and put off all deadness, swallowed up by life, and yielding to the Spirit?