PG 35:476Read from the pageρίων καὶ θεαμάτων; Πῶς μὲν ἃ τοῖς σκοποῖς διακελεύεται, μὴ κατασιωπᾷν τὴν κακίαν, καὶ τὴ⟨ν⟩ ἐπερχομένην ταύτῃ ῥομφαίαν; ὡς οὔτε αὐτοῖ⟨ς⟩, τοῦτο λυσιτελοῦν, οὔτε τοῖς ἁμαρτάνουσι· τοῦ δὲ προϊδέσθαι καὶ προκηρῦξαι ἀμφοτέρους ὀνήσοντος, εἰ οἱ μὲν εἴποιεν, οἱ δὲ ἀκούσαιεν, ἢ πάντως γε τοὺς μηνύσαντας.
-ies and visions? How indeed the things which he enjoins upon the watchmen, not to pass over wickedness in silence, and the sword coming upon it? as this is profitable neither to themselves nor to those who sin; whereas to foresee and proclaim beforehand will benefit both, if the one party should speak and the other hearken, or at all events those who gave warning.
ΞΕʹ. Πῶς δὲ τὴν ἄλλην καταδρομὴν, ἣν ποιεῖται κατὰ τῶν ποιμαινόντων, νῦν μὲν ἐν τούτοις τοῖς ῥήμασιν· Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν, καὶ ἐκζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων· νῦν δὲ ἐν ἐκείνοις πάλιν· Υἱὲ ἀνθρώπου, εἶπον αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ· καὶ μετ' ὀλίγα· Οἱ ἱερεῖς αὐτῆς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις τε καὶ ἁγίοις, φησὶν, οὐ διέστελλον, ἀλλὰ πάντα ἦν αὐτοῖς ἓν, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν· συντελεῖν τε τὸν τοῖχον, καὶ τοὺς ἀλείφοντας αὐτὸν ἀπειλῶν· τὸ δέ ἐστι, τοὺς ἁμαρτάνοντας καὶ τοὺς συγκαλύπτοντας· ὅπερ εἶναι κακῶν ἀρχόντων καὶ ἱερέων, καὶ πλαγιαζόντων τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἐν τοῖς ἐπιθυμήμασιν αὐτῶν.
LXV. And how the other invective which he makes against the shepherds, now indeed in these words: Woe upon woe shall there be, and message upon message, and a vision shall be sought from a prophet, and the law shall perish from the priest, and counsel from the elders; and now again in those: Son of man, say unto her: Thou art a land not rained upon, neither hath rain come upon thee in the day of wrath; whose leaders in the midst of her are as roaring lions, ravening the prey, devouring souls by might; and a little after: Her priests set at nought My law, and profaned My sanctuary; between profane and holy things, He says, they made no distinction, but all things were one to them, and from My sabbaths they hid their eyes, and I was profaned in the midst of them; and threatening to make an end of the wall, and of those who daub it—that is, those who sin and those who cover them up; which is the part of wicked rulers and priests, and of those who turn aside the house of Israel according to their hearts that are alienated in their lusts.
ΞϚʹ. Καὶ σιωπῶ λέγειν ὅσα περὶ τῶν βοσκόντων ἑαυτοὺς διαλέγεται, τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, ἀλλὰ μὴ ποιμαινόντων τὰ πρόβατα, τὸ ἠσθενηκὸς οὐκ ἐνισχυόντων, καὶ τὸ συντετριμμένον οὐ καταδεσμούντων, καὶ τὸ πλανώμενον οὐκ ἐπιστρεφόντων, καὶ τὸ ἀπολωλὸς οὐκ ἐκζητούντων, καὶ τὸ ἰσχυρὸν οὐ φυλαττόντων, ἀλλὰ μόχθῳ κατεργαζομένων, καὶ κατὰ σπουδὴν ἀπολλύντων· ὡς διεσπάρθαι τὰ πρόβατα κατὰ παντὸς πεδίου καὶ ὄρους, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ γενέσθαι κατάβρωμα πᾶσι πετεινοῖς καὶ θηρίοις, οὐκ ὄντος τοῦ ἐκζητοῦντος καὶ ἐπιστρέφοντος. Εἶτα τί; Ζῶ ἐγὼ, φησὶ, λέγει Κύριος, ἀντὶ τοῦ ταῦτα οὕτως ἔχειν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, ἰδοὺ ἐγὼ
LXVI. And I pass over speaking of all that he discourses concerning those who feed themselves, who eat the milk, and clothe themselves with the wool, and slaughter that which is fat, yet feed not the sheep, who strengthen not that which is weak, and bind not up that which is broken, and bring not back that which is gone astray, and seek not out that which is lost, and guard not that which is strong, but wear them out with labour, and destroy them with haste; so that the sheep are scattered over every plain and mountain, because there are no shepherds, and have become meat for all birds and wild beasts, there being none to seek them out and bring them back. Then what? As I live, He says, saith the Lord, because these things are so, and My sheep have become a prey, behold, I am
PG 35:477Read from the pageἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ τὰ μὲν συνάξω καὶ περιποιήσομαι· οἱ δὲ τὰ καὶ τὰ πείσονται, ἃ τοὺς κακοὺς ποιμένας εἰκός.
against the shepherds, and I will require My sheep at their hands, and the one I will gather together and preserve; while the others shall suffer such and such things, as it is likely that evil shepherds should.
ΞΖʹ. Ἀλλ' ἵνα μὴ, τὰ πάντων καὶ πάντας ἀπαριθμούμενος τοὺς προφήτας, μακρὸν ἀποτείνω λόγον, ἑνὸς ἐπιμνησθεὶς ἔτι τοῦ πρὸ τῆς πλάσεως ἐγνωσμένου, καὶ ἐκ μήτρας ἡγιασμένου (Ἱερεμίας ἦν οὗτος), τοὺς λοιποὺς ὑπερβήσομαι. Ζητεῖ μὲν οὗτος ὑπὲρ κεφαλῆς ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, ἵνα κλαύσῃ πρὸς ἀξίαν τὸν Ἰσραήλ· ὀδύρεται δὲ οὐχ ἧττον καὶ τῶν προεστώτων τὴν μοχθηρίαν.
LXVII. But lest, by enumerating the words of all and all the prophets, I draw out my discourse to a great length, having made mention of one more who was known before his forming, and sanctified from the womb (this was Jeremiah), I will pass over the rest. He indeed seeks water over his head, and a fountain of tears for his eyes, that he may weep worthily for Israel; and he bewails no less the wickedness of the rulers also.
ΞΗʹ. Λέγει μὲν αὐτῷ διελεγχόμενος πρὸς τοὺς ἱερεῖς ὁ Θεός· Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Λέγει δὲ αὐτὸς πάλιν· Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, καὶ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. Ποιμένες τε, φησὶ, πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου· ἐμόλυναν τὴν μερίδα μου τὴν οὖσαν ἐπιθυμητὴν, δεδόσθαι εἰς τὴν ἔρημον ἄβατον. Εἶτα πρὸς αὐτοὺς πάλιν ἀποτείνεται τοὺς ποιμένας· Ὦ, οἱ ποιμένες οἱ ἀπολλύντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου· διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξεώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ' ὑμᾶς, κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. Ἀλαλάζειν τε βούλεται τοὺς ποιμένας, καὶ κόπτεσθαι τοὺς κριοὺς τῶν προβάτων, διότι ἐπληρώθησαν αι ἡμέραι αὐτῶν εἰς σφαγήν.
LXVIII. God indeed says unto him, pleading His cause against the priests: The priests said not, Where is the Lord? and they that held fast to My law knew Me not, and the shepherds dealt ungodly towards Me. And He Himself says again: The shepherds acted foolishly, and sought not out the Lord, and therefore the whole pasture understood not, and they were scattered. And many shepherds, He says, have destroyed My vineyard; they have defiled My portion that was desirable, to be given into a trackless wilderness. Then again He turns His speech towards the shepherds themselves: O ye shepherds that destroy and scatter the sheep of My pasture; therefore thus saith the Lord against the shepherds that feed My people: Ye have scattered My sheep, and thrust them out, and have not visited them; behold, I will take vengeance upon you, according to your wicked doings. And He wills that the shepherds should wail, and the rams of the sheep beat their breasts, because their days are fulfilled for slaughter.
ΞΘʹ. Καὶ τί μοι τὰ παλαιὰ λέγειν; Τίς δὲ, τοῖς Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἔταξε, νηφαλίους, σώφρονας εἶναι, μὴ παροίνους, μὴ πλήκτας, διδακτικοὺς, ἀλήπτους ἐν πᾶσι καὶ ἀνεπάφους τοῖς πονηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κανόνων εὐθύτητα; Τί δαὶ ἃ τοῖς μαθηταῖς Ἰησοῦς ἐπὶ τὸ κήρυγμα πέμπων νομοθετεῖ; ὧν τὸ κεφάλαιον, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, τοιούτους εἶναι τὴν ἀρετὴν, καὶ οὕτως εὐσταλεῖς καὶ μετρίους, καὶ ἔτι συντόμως εἰπεῖν, οὐρανίους, ὥστε οὐχ ἧττον διὰ τὸν τρόπον αὐτῶν, ἢ διὰ τὸν λόγον τρέχειν τὸ Εὐαγγέλιον.
LXIX. And why should I speak of ancient things? Who, measuring himself beside the canons and rules of Paul, which he ordained concerning bishops and presbyters—to be vigilant, sober-minded, not given to wine, not strikers, apt to teach, unassailable in all things and untouched by the wicked—will not find that what falls short of the straightness of the canons is great? And what of the things which Jesus legislates for His disciples when sending them forth unto the preaching? The sum of which, not to speak of each detail, is that they should be such in virtue, and so simple and moderate, and, to speak yet concisely, heavenly, that the Gospel should run no less through their manner of life than through their word.
Notes, col. 477
PG 35:480Read from the pageΟʹ. Ἐμὲ δὲ φοβοῦσι καὶ ὀνειδιζόμενοι Φαρισαῖοι καὶ γραμματεῖς ἐλεγχόμενοι· ὧν αἰσχρὸν, εἰ πολὺ περιεῖναι δέον τὴν ἀρετὴν, ὡς διατετάγμεθα, εἴ τι δεοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τὴν κακίαν φαινοίμεθα χείρους· ὥστε καὶ ὄφεις εἰκότως ἂν ἀκοῦσαι, καὶ γεννήματα ἐχιδνῶν, καὶ ὁδηγοὶ τυφλοὶ, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες, καὶ τάφοι ῥυπαροὶ τὰ ἔνδον, μετ' εὐπρεπείας τῆς ἔξωθεν καὶ παροψίδες καθαραὶ τὸ φαινόμενον, καὶ τἆλλα ὅσα ἐκεῖνοι καὶ εἰσὶ καὶ ἀκούουσι.
LXX. And me the Pharisees also when reproached, and the scribes when convicted, affright; than whom it were shameful if, when we ought far to surpass them in virtue, as we have been commanded, if we have any need of the kingdom of the heavens, we should appear worse even in wickedness; so as reasonably to be called serpents also, and offspring of vipers, and blind guides, straining out the gnat, and swallowing the camel, and sepulchres filthy within, with comeliness from without, and platters clean in appearance, and all the other things that those men both are and are called.
ΟΑʹ. Τούτοις ἐγὼ σύνειμι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς λογισμοῖς· ταῦτά μοι τὸν μυελὸν ἐκτήκει, καὶ δαπανᾷ τὰς σάρκας, καὶ οὐκ ἐᾷ θρασὺν εἶναι καὶ ἄνω βλέποντα· ταῦτά μοι ταπεινοῖ τὴν ψυχὴν, καὶ τὸν νοῦν συστέλλει, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησι, καὶ οὐ περὶ προστασίας εἶναι ποιεῖ τὸν λόγον, οὐδὲ τοῦ κατορθοῦν ἄλλους καὶ διευθύνειν, ὃ πολλῆς ἐστι τῆς περιουσίας· ἀλλ' ὅπως ἂν αὐτὸς τὴν ἐρχομένην ὀργὴν διαφύγοιμι, καὶ μικρόν τι τοῦ ἰοῦ τῆς κακίας ἐμαυτὸν ἀποξέσαιμι. Καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι· σοφισθῆναι, καὶ οὕτω σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι Θεῷ, καὶ προσαγαγεῖν ἄλλους· ἁγιασθῆναι, καὶ ἁγιάσαι· χειραγωγῆσαι μετὰ χειρῶν, συμβουλεῦσαι μετὰ συνέσεως.
LXXI. With these thoughts I consort both by night and by day; these things melt away my marrow, and consume my flesh, and suffer me not to be bold and look upwards; these things humble my soul, and contract my mind, and lay a bond upon my tongue, and make my thought to be not concerning leadership, nor of setting others upright and directing them, which belongs to great abundance; but how I myself may escape the coming wrath, and scrape off from myself some little of the rust of wickedness. One must first be purified, then purify; be made wise, and so make wise; become light, and enlighten; draw nigh unto God, and bring others near; be sanctified, and sanctify; lead by the hand with hands, give counsel with understanding.
ΟΒʹ. Πότε ουν εσται ταῦτα, φασὶν οἱ ταχεῖς τὰ πάντα, καὶ οὐκ ἀσφαλεῖς, οἱ ῥᾳδίως οἰκοδομοῦντες, καὶ καταλύοντες; Καὶ πηνίκα ὁ λύχνος ἐπὶ τὴν λυχνίαν; Καὶ ποῦ τὸ τάλαντον; οὕτω τὸ χάρισμα λέγοντες. Ταῦτα οἱ θερμότεροι τὴν φιλίαν ἢ τὴν εὐλάβειαν. Πότε ταῦτα, καὶ τίς ὁ ἐμὸς λόγος, ὦ γενναιότατοι; Οὐ μακρὰ προθεσμία, οὐδὲ γῆρας τὸ ἔσχατον. Κρείσσων γὰρ πολιὰ μετὰ φρονήσεως ἀπαιδεύτου νεότητος, καὶ λελογισμένη βραδύτης τάχους ἀπερισκέπτου· καὶ ὀλιγοχρόνιος βασιλεία μακρᾶς τυραννίδος· ὡς καὶ ὀλίγη μερὶς τιμία πολλῆς κτήσεως ἀτίμου καὶ σφαλερᾶς, καὶ χρυσὸς ὀλίγος μολύβδου πολυταλάντου, καὶ πολλοῦ σκότους ὀλίγον φῶς.
LXXII. When then shall these things be, say those who are hasty in all things, and not safe, who easily build up, and pull down? And when shall the lamp be upon the lampstand? And where is the talent?—calling the gift of grace thus. These things say those who are warmer in friendship than in reverence. When shall these things be, and what is my reckoning, O noblest of men? Not a long appointed term, nor extreme old age. For grey hair with prudence is better than uninstructed youth, and reasoned slowness than inconsiderate haste, and a short-lived kingship than a long tyranny; just as a small honourable portion is better than much dishonourable and precarious possession, and a little gold than many talents of lead, and a little light than much darkness.
ΟΓʹ. Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατεσπουδασμένον, μὴ τῶν σπερμάτων ἐκείνοις,
LXXIII. But this hasty and precarious and overly hurried course, lest to those seeds
Notes, col. 480
On the reading
Printed εσται, for ἔσται.
PG 35:481Read from the pageἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθὺς ἀνακύψαντα, οὐδὲ τὴν πρώτην ἤνεγκε τοῦ ἡλίου θερμότητα· ἢ τῷ κατὰ τῆς ψάμμου τεθέντι θεμελίῳ, μηδὲ ὀλίγον ἀντισχόντι πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστι, φησὶ Σολομῶν· καὶ, Μὴ ἴσθι ταχὺς ἐν λόγοις, τοῦ αὐτοῦ Σολομῶντος φωνὴ, πρᾶγμά τι ἔλαττον, λέγοντος, τὸ περὶ λόγον τάχος τῆς περὶ πρᾶξιν θερμότητος. Καὶ τίς ἐστι παρὰ ταῦτα ὁ τὸ τάχος ἀπαιτῶν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ συμφέροντος; Τίς ὁ πλάττων, καθάπερ αὐθήμερον τοὺς πηλίνους, τὸν τῆς ἀληθείας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον, καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα, καὶ ἐπὶ τὸ ἄνω θυσιαστήριον ἀναπέμψοντα τὰς θυσίας, καὶ Χριστῷ συνιερεύσοντα, τὸν ἀναπλάσοντα τὸ πλάσμα, καὶ παραστήσοντα τὴν εἰκόνα, καὶ τῷ ἄνω κόσμῳ δημιουργήσοντα, καὶ τὸ μεῖζον εἰπεῖν, Θεὸν ἐσόμενον, καὶ θεοποιήσοντα;
it be like, which having fallen upon the rocks, and because of not having depth of earth having straightway sprung up, bore not even the first heat of the sun; or to the foundation laid upon the sand, which withstood not even a little against the rain and the winds. Woe unto thee, O city, whose king is young, says Solomon; and: Be not hasty in words, is the voice of the same Solomon, calling haste in word a lesser thing than warmth in action. And who is he that contrary to these things demands haste before safety and profit? Who is he that fashions, as it were in a single day like figures of clay, the defender of the truth, who is to stand with angels, and give glory with archangels, and send up sacrifices unto the altar on high, and be fellow-priest with Christ, who is to refashion the creature, and present the image, and work for the world on high, and, to say what is greater, who shall be god, and make gods?
ΟΔʹ. Οἶδα τίνος ἐσμὲν λειτουργοὶ, καὶ ποῦ κείμενοι, καὶ ποῦ πέμποντες· οἶδα τοῦ Θεοῦ τὸ ὕψος, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὴν δύναμιν πάλιν· Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα. Καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον καὶ τῆς σαρκὸς τὴν παχύτητα ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσει νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσι καὶ ἀοράτοις ἐν τοῖς ἀστάτοις καὶ ὁρωμένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκαθαρμένων καὶ εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασι. Τίς ὁ μετρήσας τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς τόπος τῆς καταπαύσεως αὐτοῦ, καὶ τίνι τῶν πάντων ὁμοιωθήσεται;
LXXIV. I know Whose ministers we are, and where we lie, and whither we send; I know the height of God, and human weakness, and its power again: Heaven is high, and earth is deep. And who shall ascend of those who have been cast down by sin? Who, while still encompassed with the darkness below and the grossness of the flesh, shall with his whole mind purely behold the whole Mind, and mingle with the things that stand firm and are invisible while among the things that are unstable and visible? For scarcely here could any even of those who are exceedingly purified behold so much as an image of the Good, just as men behold the sun in the waters. Who is He that hath measured the water with His hand, and the heaven with a span, and all the earth with His grasp? Who hath set the mountains in a scale, and the wooded valleys in a balance? What is the place of His rest, and to what among all things shall He be likened?
ΟΕʹ. Τίς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ, καὶ τῇ σοφίᾳ κατασκευάσας ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ καὶ οὐ περιδρασσόμενον, ἐγγίζον καὶ μακρυνόμενον; Εἶπα, σοφισθήσομαι, φησὶν ὁ Σολομῶν, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὸν ὑπὲρ ὃ ἦν, τὴν σοφίαν λέγων. Καὶ ὄντως ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα· οὐ μᾶλλον εὐφραίνοντος τοῦ
LXXV. Who is He that hath made all things by His word, and by His wisdom hath fashioned man, and brought together into one the things that were sundered, and mingled the dust with the spirit, and compounded a living creature visible and invisible, temporal and immortal, earthly and heavenly, touching God and not grasping Him, drawing nigh and retiring afar off? I said, I will be wise, says Solomon, and she departing was far from me, further than she was before—meaning wisdom. And truly he that addeth knowledge addeth sorrow; since there is no more gladness from
PG 35:484Read from the pageεὑρεθέντος ἢ ἀνιῶντος τοῦ διαφεύγοντος· ὅπερ, οἶμαι, φιλεῖ συμβαίνειν τοῖς ἔτι διψῶσιν ἀποσπωμένοις ὕδατος· ἢ κρατεῖν τι οὐ δυναμένοις, ἔχειν νομίζουσιν· ἢ οὓς ἀπῆλθεν εὐθὺς ἀστραπὴ περιλάμψασα.
what has been found than what escapes pains us; which, I think, is wont to happen to those who, while still thirsting, are torn away from water; or to those who, unable to hold fast to something, suppose that they possess it; or to those whom a flash of lightning has shone round about and straightway departed.
ΟϚʹ. Τοῦτό με ⟨…⟩στη κάτω, και ταπεινὸν ἐποίει, καὶ εἶναι βέλτιον ἔπειθεν ἀκούειν φωνὴν αἰνέσεως, ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν· ἡ μεγαλειότης, καὶ τὸ ὕψος, καὶ τὸ ἀξίωμα, καὶ αἱ καθαραὶ φύσεις μόλις χωροῦσαι Θεοῦ λαμπρότητα, ὃν ἄβυσσος καλύπτει, οὗ σκότος ἀποκρυφὴ, φωτὸς ὄντος τοῦ καθαρωτάτου καὶ ἀπροσίτου τοῖς πλείοσιν· ὃς ἐν τῷ παντὶ τῷδε, καὶ τοῦ παντός ἐστιν ἔξω· ὃς καλόν ἐστιν ἅπαν, καὶ ἄνω παντὸς καλοῦ· ὃς νοῦν φωτίζει, καὶ διαφεύγει νοῦ τάχος καὶ ὕψος, ὑποχωρῶν ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, καὶ ὑπάγων πρὸς τὰ ἄνω τὸν ἐραστὴν τῷ φεύγειν, καὶ τῷ οἷον κρατούμενος κλέπτεσθαι.
76. This kept me below, and made me humble, and persuaded me that it was better to hear the voice of praise than to be an expounder of things beyond my power: the majesty, and the height, and the dignity, and the pure natures scarce containing the brightness of God, Whom the abyss covers, Whose hiding-place is darkness, seeing He is the purest light and unapproachable to the multitude; Who is in this whole universe, and outside the universe; Who is every beauty, and above all beauty; Who illumines the mind, and escapes the swiftness and height of the mind, ever withdrawing by so much as He is apprehended, and drawing His lover upwards by fleeing, and by stealing away, as it were, while being held fast.
ΟΖʹ. Τοσοῦτον μὲν δὴ καὶ τοιοῦτον ἡμῖν τὸ ποθούμενον καὶ σπουδαζόμενον· τοιοῦτον δὲ εἶναι χρὴ τὸν νυμφαγωγὸν τῶν ψυχῶν καὶ προμνήστορα. Ἔμοιγε μὴν δέος, μὴ καὶ τοῦ νυμφῶνος ἔξω ῥιφῶ δεθεὶς χεῖρας καὶ πόδας, ὡς οὐκ ἐνδεδυμένος ἔνδυμα γάμου, ἀλλὰ τολμηρῶς παρενείρας ἐμαυτὸν τοῖς ἐκεῖσε ἀνακειμένοις· καίτοι προσεκλήθην μὲν ἐκ νεότητος, ἵν' εἴπω τι τῶν τοῖς πολλοῖς ἀγνοουμένων, καὶ ἐπ' αὐτὸν ἐπεῤῥίφην ἐκ μήτρας, καὶ ἐδόθην δοτὸς ἐκ μητρικῆς ὑποσχέσεως, καὶ μετὰ τοῦτο τοῖς κινδύνοις ἐβεβαιώθην· καὶ ὁ πόθος συνηυξήθη, καὶ ὁ λογισμὸς συνέδραμε, καὶ πάντα ἔδωκα φέρων τῷ λαχόντι καὶ σώσαντι, κτῆσιν, περιφάνειαν, εὐεξίαν, τοὺς λόγους αὐτοὺς, ὧν τοῦτο ἀπήλαυσα μόνον, τὸ παριδεῖν καὶ ἐσχηκέναι ὧν Χριστὸν προετίμησα. Καὶ ἡδύνθη μοι τὰ τοῦ Θεοῦ λόγια, ὡς κηρία μέλιτος· καὶ τὴν σύνεσιν ἐπεκαλεσάμην, καὶ τῇ σοφίᾳ ἔδωκα φωνήν μου. Καὶ τἄλλα δὴ ταῦτα, οἷον θυμὸν μετρῆσαι, καὶ γλῶσσαν χαλινῶσαι, καὶ ὀφθαλμὸν σωφρονίσαι, καὶ γαστέρα παιδαγωγῆσαι, καὶ δόξαν πατῆσαι τὴν κάτω μένουσαν. Παραφρονῶν λέγω, ἀλλ' οὖν εἰρήσεται· ταῦτα μὲν οὐ τῶν πολλῶν ἴσως ἐγενόμην φαυλότερος.
77. So great, then, and of such a kind is the object of our longing and of our zeal; and of such a kind must the bridegroom's friend and betrother of souls be. Yet for my part I have fear, lest I even be cast out of the bridal chamber bound hand and foot, as not being clothed in a wedding garment, but having rashly thrust myself in amongst those reclining there; although I was called from youth, to say something of the things unknown to the many, and was cast upon Him from the womb, and was given as a gift from a mother's vow, and thereafter was confirmed through dangers; and my longing grew with me, and my reason concurred, and I brought and gave all things to Him Who obtained me by lot and saved me—substance, distinction, good health, my very words themselves, from which I reaped this sole fruit, that I disdained them and possessed things to which I preferred Christ. And the oracles of God were sweet to me, as honeycombs; and I called upon understanding, and gave my voice to wisdom. And those other things also, such as to moderate anger, and to bridle the tongue, and to chasten the eye, and to discipline the belly, and to trample down the glory that abides below. I speak as one beside myself, yet it shall be said: in these things perhaps I proved not inferior to the many.
ΟΗʹ. Τοῦτο δὲ φιλοσοφῆσαι κρεῖττον ἢ καθ'
78. But to practise this philosophy is greater than according to
Notes, col. 484
PG 35:485Read from the pageἡμᾶς, δέξασθαι ψυχῶν ἡγεμονίαν καὶ προστασίαν, καὶ μήπω μηδὲ ποιμαίνεσθαι καλῶς μαθόντας ἡμᾶς, μηδὲ καθαρθέντας τὴν ψυχὴν ὅσον ἄξιον, ἔπειτα ποίμνης ἐπιστατεῖν πιστευθῆναι· καὶ ταῦτα ἐν καιροῖς τοιούτοις, ἐν οἷς ἀγαπητὸν ὁρῶντα τοὺς ἄλλους ἄνω καὶ κάτω στρεφομένους τε καὶ ταρασσομένους, φυγόντα φυγῇ ἐκ τοῦ μέσου, ὑπὸ σκέπην ἀναχωρήσαντα, λαθεῖν τοῦ πονηροῦ τὴν ζάλην καὶ τὴν σκοτόμαιναν· ἡνίκα πολεμεῖ μὲν ἀλλήλοις τὰ μέλη, οἴχεται δὲ τῆς ἀγάπης, εἰ καί τι ἦν λείψανον, ὄνομα δὲ κενὸν ἄλλως ὁ ἱερεὺς, ἐκχυθείσης ἐπ' ἄρχοντας ἐξουδενώσεως, ὥσπερ εἴρηται.
our measure, to undertake the governance and presidency of souls, and before we have even learned well how to be tended as sheep ourselves, or been purified in soul as much as is worthy, then to be entrusted with presiding over a flock; and that too in such times, in which, seeing others tossed up and down and thrown into confusion, one must be content to flee in flight out of the midst, withdrawing under shelter, to escape the tempest and dizzy darkness of the evil one; when the members make war upon one another, and whatever remnant of love there was is gone, and the priest is otherwise a mere empty name, contempt having been poured out upon princes, even as it has been said.
ΟΘʹ. Καὶ εἴθε κενόν· νυνὶ δὲ τρέποιτο εἰς κεφαλὰς ἀθέων ἡ βλασφημία. Φόβος δὲ ἅπας ἐξώρισται τῶν ψυχῶν· ἀντεισῆκται δὲ ἀναίδεια· τοῦ βουλομένου δὲ ἡ γνῶσις, καὶ τὰ βάθη τοῦ Πνεύματος· πάντες δέ ἐσμεν εὐσεβεῖς ἐξ ἑνὸς μόνου τοῦ καταγινώσκειν ἄλλων ἀσέβειαν. Χρώμεθα δὲ δικασταῖς τοῖς ἀθέοις, καὶ ῥιπτοῦμεν τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλομεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, βεβήλοις ἀκοαῖς καὶ ψυχαῖς τὰ θεῖα δημοσιεύοντες· καὶ τὰς τῶν ἐχθρῶν εὐχὰς ἐπιμελῶς ἐκπληροῦμεν οἱ δείλαιοι, καὶ πορνεύοντες ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν οὐκ αἰσχυνόμεθα. Μωαβῖται δὲ καὶ Ἀμμανῖται, οἷς οὐδ' ἐξῆν παριέναι εἰς Ἐκκλησίαν Κυρίου, τοῖς ἁγιωτάτοις ἡμῶν ἐμβατεύουσιν. Ἠνοίξαμεν δὲ πᾶσιν οὐ πύλας δικαιοσύνης, ἀλλὰ θύρας λοιδορίας τε καὶ τῆς κατ' ἀλλήλων θρασύτητος· καὶ οὗτος ἄριστος ἡμῖν, οὐχ ὃς ἂν μηδὲ ῥῆμα πρόηται ἀργὸν φόβῳ Θεοῦ, ἀλλ' ὃς ἂν τύχῃ πλεῖστα τὸν πλησίον εἰπὼν κακῶς, ἢ διαῤῥήδην, ἢ ἐν αἰνίγμασι· καὶ ὑπὸ τὴν γλῶσσαν αὐτοῦ στρέφων κόπον καὶ πόνον, ἢ ἰὸν ἀσπίδων, εἰπεῖν οἰκειότερον.
79. And would that it were only empty! But now may the blasphemy be turned upon the heads of the godless. Yet all fear has been banished from souls, and shamelessness has been brought in instead; knowledge and the deep things of the Spirit belong to anyone who wishes; and we are all pious from one thing alone, from condemning the impiety of others. Moreover we use the godless as judges, and we cast the holy things to the dogs, and we throw pearls before swine, publishing divine things to profane ears and souls; and, wretched that we are, we diligently fulfil the prayers of our enemies, and going a-whoring in our practices we are not ashamed. And Moabites and Ammonites, whom it was not even permitted to enter into the Church of the Lord, intrude into our most holy things. And we have opened to all not gates of righteousness, but doors of reviling and of audacity against one another; and he is best amongst us, not who utters not even an idle word through fear of God, but whoever happens to have spoken evil of his neighbour most abundantly, either expressly or in riddles; and turning toil and trouble under his tongue, or the poison of asps, to speak more fittingly.
Πʹ. Τηροῦμεν δὲ τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν· οὐδ' ἵνα θεραπεύσωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς οὐχ ὁ τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σή-
80. And we watch one another's sins, not that we may mourn over them, but that we may reproach them; nor that we may heal them, but that we may strike another blow, and may have the wounds of our neighbours as an excuse for our own evils. And it is not character, but faction and friendship, that marks out bad men and good; and the things that to-