Migne Reading Room

PG 35 · cols. 1172–1181 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1172Read from the page
μίας! καὶ ὑμεῖς ἠνέσχεσθε, οἱ πάντων μᾶλλον τὸν ἄνδρα θαυμάζοντες, καὶ ταῖς δι' ἔτους τιμῶντες εκεῖνον τιμαῖς τε καὶ πανηγύρεσι· Κυπριανὸς, οὗ, καὶ τοῖς τἆλλα ἐπιλήσμοσι, μεμνῆσθαι τῶν ἀναγκαίων· εἴπερ τῶν ἀρίστων μάλιστα μνημονευτέον, καὶ ὧν τὸ μεμνῆσθαι ὅσιόν τε ὁμοῦ καὶ ὠφέλιμον. Ἀλλ' ἀποδῶμεν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν, ἀλλὰ μὴ πάντα ὦμεν ἐνδεεῖς τε καὶ πένητες. Ἂν δὲ καὶ λίαν πένητες, οἶδ' ὅτι συγγνώσεται ἡμῖν καὶ τῆς ὑπερημερίας, καὶ τῆς πενίας, ἐπεὶ καὶ πάντα μεγαλόψυχος ὁ ἀνὴρ καὶ φιλόσοφος· μόνον ἂν, ὅτι μὴ διέφυγεν ἡμᾶς, εὐχαριστήσωμεν. Εὐχαριστήσωμεν δέ· καὶ γὰρ ἄξιον. Ἀρκτέον δὲ οὕτως, ὡς εἰς καλὸν ὑμῖν ἐπανήκομεν, καὶ καλοῖς μέτροις Θεοῦ, τοῦ πάντα ἐν σταθμῷ καὶ μέτρῳ διορίζοντός τε καὶ διευθύνοντος, ἐκ τῆς ἡσυχίας ἐπὶ τὸν λόγον, ἐκ τῆς φιλομάρτυρος ἐπὶ μάρτυρας, ἐκ τῆς σωματικῆς ἀνέσεως ἐπὶ τὴν πνευματικὴν ἑστίασιν.
loss! And you endured it, you who above all men admire the man, and honour him throughout the year with honours and festivals; Cyprian, I mean, whom to remember is among things necessary even for those forgetful in other matters; if indeed one must above all remember the best of men, and those whom to remember is at once holy and profitable. But let us pay back the debt with interest, if indeed we prove to be so well provided, and are not in all things needy and poor. Yet even if we are very poor, I know that he will pardon us both our default of the appointed day and our poverty, since in all things the man is great-souled and philosophical; if only we give thanks that he has not escaped our memory. And let us give thanks; for indeed it is worthy. And we must begin thus, how at a goodly season we have returned to you, and by the goodly measures of God, Who bounds and directs all things in weight and measure (Wisd. 11:21), from quietness to discourse, from her who loves the martyrs to the martyrs, from bodily relaxation to the spiritual banquet.
Βʹ. Ἐποθοῦμεν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμεθα τοῖς ἴσοις μέτροις· πείθομαι γάρ. Ὁρᾶτε πατρὸς εὐγνωμοσύνην· καὶ τὸ ἐμαυτοῦ λέγω, καὶ τὸ ὑμέτερον μαρτυρῶ, καὶ τοσοῦτον διαζευχθέντες ἀλλήλων, ὅσον τὸν πόθον γνωρίσαι καὶ δοκιμάσαι τῇ ἀποστάσει, καθάπερ οἱ ζωγράφοι τοὺς πίνακας, πάλιν συνήλθομεν. Ὡς μέγα μνήμης ἐμπύρευμα, καὶ βραχεῖα συνήθεια φίλων, τοῖς τε ἀγαπητικοῖς τὸν τρόπον, καὶ Θεοῦ μιμουμένοις φιλανθρωπίαν! Πῶς δὲ οὐκ ἐμέλλομεν, οἱ Χριστοῦ μαθηταὶ, τοῦ κενωθέντος δι' ἡμᾶς μέχρι δούλου μορφῆς, καὶ ξένους ὄντας τῶν οὐρανίων πρὸς ἑαυτὸν συναγαγόντος, ἀνθέξεσθαί τε καὶ περιέξεσθαι ἀλλήλων, καὶ τηρήσειν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδεσμῷ τῆς εἰρήνης, ἣ νόμου καὶ προφητῶν ἐστι μυστήριον, εἴτ' οὖν κεφάλαιον;
II. We longed for you, O children, and we were longed for in return in equal measures; for I am persuaded of it. See the fairness of a father's heart; I both declare my own feeling, and bear witness to yours, and having been parted from one another only so much as to recognize and test our longing by the separation, just as painters do their pictures, we have come together again. How great alive-coal of memory is even a brief familiarity of friends, for those who are affectionate in character and imitate God's love for mankind! And how were we not about, being disciples of Christ, Who emptied Himself for our sakes even unto the form of a servant (Phil. 2:7), and gathered unto Himself us who were strangers to heavenly things, both to cleave to and embrace one another, and to keep the unity of the spirit in the bond of peace (Eph. 4:3), which is the mystery, or rather the sum, of the law and the prophets?
Γʹ. Ἓν μὲν δὴ τοῦτο τῆς εὐεργεσίας καὶ πρῶτον, τὸ ὡς τάχιστα προσδραμεῖν ἀλλήλοις καὶ περιπτύξασθαι. Οὐδὲ γὰρ φέρει τὴν ἀναβολὴν ὁ ζῆλος· καὶ βίος ὅλος ἡμέρα μία τοῖς πόθῳ κάμνουσιν. Δεύτερον δὲ, ὃ
III. This, then, is one and the first part of the kindness, that as quickly as possible we ran to one another and embraced. For zeal does not even bear delay; and a whole lifetime is a single day to those who labour with longing. And second, which
Notes, col. 1172

On the reading

Printed εκεῖνον, for ἐκεῖνον.

PG 35:1173Read from the page
καὶ μέγιστον, τὸ μὴ κατόπιν ἑορτῆς δραμεῖν, μηδὲ μαρτύρων μυσταγωγίας ἀπολειφθῆναι, καὶ τῆς ἐντεῦθεν ἐγγινομένης ἡμῖν τρυφῆς τε καὶ ἀναψύξει ς. Ἐγὼ γὰρ τἆλλα μὲν ὁμολογῶ παντὸς εἶναι νωθέστερος· καὶ πάντα πόθον ἀπεσεισάμην, ἀφ' οὗ Χριστῷ συνεταξάμην, καὶ οὐδὲν αἱρεῖ με τῶν ὅσα τερπνὰ τοῖς ἄλλοις καὶ περισπούδαστα· οὐ πλοῦτος ὁ κάτω συρόμενος καὶ περιτρεπόμενος, οὐ γαστρὸς ἡδοναὶ, καὶ κόρος πατὴρ ὕβρεως, οὐκ ἐσθὴς μαλακή τε καὶ περιῤῥέουσα, οὐ λίθων διαύγειαι καὶ χάριτες, οὐκ ἀκοὴ γοητεύουσα, οὐκ ὄσφρησις ἐκθηλύνουσα, οὐ κρότοι δήμων καὶ θεάτρων ἐκμαίνοντες, ὧν πάλαι τοῖς βουλομένοις παρεχωρήσαμεν· οὐχ ὅσα τῆς πρώτης γεύσεως ἡμῶν, ἐξ ἧς ἀπολώλαμεν, ἔκγονα· ἀλλὰ καὶ πολλὴν εὐήθειαν καταγινώσκω τῶν κρατεῖσθαι τούτοις ἀνεχομένων, καὶ τὸ τῆς ψυχῆς εὐγενὲς διαφθείρειν τῇ περὶ ταῦτα μικροπρεπείᾳ, καὶ ὡς ἑστῶσι προστιθεμένων τοῖς φεύγουσιν. Ἐκείνου δὲ λίαν ἀπλήστως ἔχω καὶ περιέχομαι, καὶ τοῦ πάθους ἐμαυτὸν ἀποδέχομαι· μαρτύρων τιμαῖς ἐπιτέρπομαι, καὶ ἀθλητῶν αἵμασιν ἐπαγάλλομαι· καὶ ἄλλων μὲν οἱ ἆθλοι καὶ τὸ κρατεῖν, ἐμοὶ δὲ οἱ στέφανοι. Τοσοῦτον προαρπάζω τὴν εὐκοσμίαν, καὶ οὕτως οἰκειοῦμαι τὰ κατορθώματα!
is also greatest, not to have run up after the feast, nor to have been left behind the mystagogy of the martyrs, and the delight and refreshment accruing to us therefrom. For in other matters indeed I confess that I am more sluggish than anyone; and I shook off every desire from the time I enrolled myself with Christ, and none of the things that are pleasant and eagerly sought after by others captivates me: not wealth that is dragged below and overturned, not pleasures of the belly, and satiety the father of insolence, not raiment soft and flowing round, not transparencies and graces of stones, not hearing that bewitches, not smell that makes effeminate, notapplause of peoples and theatres driving men mad, which long ago we yielded to those who wished them; not all the offspring of our first tasting, from which we perished; nay, I even condemn great folly in those who suffer themselves to be mastered by these things, and to corrupt the nobility of the soul by pettiness concerning these things, and who cleave to fleeing things as though they stood fast. Yet for that one thing I am exceedingly insatiable and cling to it, and I approve myself for the passion: I delight in the honours of martyrs, and I exult in the blood of athletes; and the contests and the prevailing belong to others, while the crowns are mine. So much do I snatch beforehand the comeliness, and thus do I make the achievements my own!
Δʹ. Πᾶσι μὲν δὴ μάρτυσι πανηγυριστέον, καὶ πᾶσιν ἀνοικτέον ἑτοίμως καὶ γλῶσσαν, καὶ ἀκοὴν, καὶ διάνοιαν, καὶ λέγοντάς τι προθύμως περὶ αὐτῶν καὶ ἀκούοντας, καὶ πάντα ἐλάττω νομίζοντας τῆς ἐκείνων ἀθλήσεως. Καὶ γὰρ οὕτως ἔχει, πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ πολλῶν τῶν πρὸς ἀρετὴν παιδευμάτων, λόγου, νόμου, προφητῶν, ἀποστόλων, αὐτῶν τῶν Χριστοῦ παθημάτων, τοῦ πρώτου μάρτυρος ἐπὶ τὸν σταυρὸν ἀνελθόντος, κἀμὲ συναγαγόντος, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, καὶ τὸν ὄφιν θριαμβεύσῃ, καὶ τὸ ξύλον ἁγιάσῃ, καὶ τὴν ἡδονὴν νικήσῃ, καὶ τὸν Ἀδὰμ ἀνασώσῃ, καὶ τὴν εἰκόνα πεσοῦσαν ἀνακαλέσηται· τοσούτων ὄντων ἡμῖν καὶ τοιούτων, οὐδὲν ἔλαττον ἡμῖν εἰς παιδαγωγίαν οἱ μάρτυρες, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, προσφοραὶ δεκταὶ, τῆς ἀληθείας κηρύγματα, τοῦ ψεύδους στηλιτεύματα, νόμου συμπλήρωσις, τοῦ γε πνευματικῶς νοουμένου, πλάνης κατάλυσις, κακίας διωγμὸς, ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον.
IV. For all martyrs indeed we must keep festival, and to all we must readily open both tongue, and hearing, and mind, both speaking something eagerly concerning them and hearing it, and accounting all things less than their contest. For indeed so it stands: though there are many things for us for guidance towards the better, and many lessons unto virtue—reason, law, prophets, apostles, the sufferings of Christ Himself, the first Martyr Who went up upon the cross and gathered me also together, that He might nail fast my sin, and triumph over the serpent, and sanctify the tree, and conquer pleasure, and save Adam anew, and recall the fallen image—though there are so many and such great things for us, no less for us unto instruction are the martyrs, rational whole-burnt-offerings, perfect victims, acceptable oblations, proclamations of the truth, pillories of falsehood, fulfilment of the law, at least of that spiritually understood, overthrow of error, banishment of wickedness, deluge of sin, purification of the world.
Εʹ. Σὺ δέ μοι, Κυπριανὲ, τὸ τιμιώτατόν μοι καὶ πρᾶγμα καὶ ὄνομα, πλέον ἢ κατὰ τοὺς ἄλλους μάρτυρας (φθόνος γὰρ οὐδεὶς παρὰ μαρτύρων μάρτυσιν)·
V. And thou to me, O Cyprian, both thing and name most precious to me, more than according to the other martyrs (for there is no envy from martyrs towards martyrs);
Notes, col. 1173

On the reading

Printed ἀναψύξει ς, for ἀναψύξεως.

PG 35:1176Read from the page
καὶ σοῦ διαφερόντως ἥττημαί τε τῆς ἀρετῆς, καὶ τῇ μνήμῃ κουφίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ' ἡδονῆς γίνομαι, καί τινα τρόπον σύνειμί τε τῇ μαρτυρίᾳ, καὶ κοινωνῶ τῆς ἀθλήσεως, καὶ ὅλος πρὸς σὲ μετανίσταμαι· τάχα μὲν διὰ τὴν τῶν λόγων οἰκείωσιν, οἷς τοσοῦτον τῶν ἄλλων ἐκράτεις, ὅσον τὰ λογικὰ τῆς ἀλόγου φύσεως (συνεισέρχεται γὰρ, οὐκ οἶδ' ὅπως, φίλτρον τοῖς κατά τι συναπτομένοις, οὐχ ἧττον τοῖς λοιποῖς πράγμασιν, ἢ τοῖς περὶ ἀγχιστείαν αἵματος)· τάχα δὲ διὰ τὸ τῆς μεταβολῆς ἀθρόον τε καὶ παράδοξον, ὃ κρεῖττον λόγου καὶ παραδείγματος. Ἐπεὶ γλυκὺ μὲν ἥλιος μετὰ νέφος, ᾧ τέως συνεκαλύπτετο· γλύκιον δὲ τὸ ἔαρ, ὅτι μετὰ χειμῶνος κατήφειαν· ἡδίων δὲ μειδιῶσα γαλήνη, καὶ θάλασσα ἡπλωμένη, καὶ ταῖς ἀκταῖς προσπαίζουσα μετὰ πνευμάτων στάσιν, καὶ ὠδίνοντα κύματα.
both am I especially vanquished by thy virtue, and I am lightened by thy memory, and become as it were inspired with delight, and in some manner am present with thy martyrdom, and share in the contest, and remove wholly unto thee; perhaps on account of the affinity of letters, in which thou didst prevail over others by so much as rational beings do over irrational nature (for there enters in along with it, I know not how, a love-charm for those who are joined in any respect, no less in other matters than in those regarding nearness of blood); and perhaps on account of the suddenness and paradoxicalness of thy change, which is beyond word and example. Since sweet indeed is the sun after a cloud by which until then it was covered over; and sweeter the spring, because after the gloom of winter; and more pleasant a smiling calm, and a sea spread out smooth and playing against the shores after a tumult of winds and travailing waves.
Ϛʹ. Οὗτος Κυπριανὸς, ὦ ἄνδρες (ἵνα οἱ μὲν εἰδότες, ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δὲ ἀγνοοῦντες, μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διηγημάτων, καὶ τὴν κοινὴν Χριστιανῶν φιλοτιμίαν), οὗτος ἐκεῖνος, τὸ μέγα ποτὲ Καρχηδονίων ὄνομα, νῦν δὲ τῆς οἰκουμένης ἁπάσης, ὁ πλούτῳ περιφανὴς, καὶ δυναστείᾳ περίβλεπτος, καὶ γένει γνώριμος (εἴ γε μέγιστον εἰς εὐγενείας ἀπόδειξιν, συγκλήτου βουλῆς μετουσία καὶ προεδρία), τὸ τῆς νεότητος ἄνθος, τὸ τῆς φύσεως ἄγαλμα, τὸ τῶν λόγων κράτος, τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσοι τῆς ἄλλης παιδεύσεως, καὶ τούτων ὃ βούλει μέρος· ὡς μᾶλλον μὲν τὸ ποικίλον ἢ τὸ ἄκρον ἐν ἑκάστῳ θαυμάζεσθαι, μᾶλλον δὲ τὸ εὐδόκιμον ἐν ἑκάστῳ τῆς περὶ πάντα πολυμαθίας· ἢ, ἵνα διέλω σαφέστερον, τῶν μὲν τῷ ποικίλῳ, τῶν δὲ τῷ ἄκρῳ, ἔστι δὲ ὧν ἀμφοτέροις, πᾶσι δὲ πάντων ἐκράτει.
VI. This Cyprian, O men (that those of you who know may become more gladdened by the reminder, and those who are ignorant may learn the fairest of our narratives, and the common pride of Christians), this famous man, once the great name of the Carthaginians, and now of the whole inhabited world, conspicuous in wealth, and admired in power, and illustrious in birth (if indeed participation and presidency in the senate is the greatest proof of nobility of birth), the flower of youth, the ornament of nature, the might of letters, both those belonging to philosophy and all those of the rest of education, and whichever part of these you wish; so that the variety was more admired than the summit in each, and again the repute in each more than his erudition in all things; or, that I may distinguish more clearly, he prevailed over some by variety, over others by perfection, over some by both, and in all things over all men.
Ζʹ. Τῶν μὲν οὖν λόγων καὶ οἱ λόγοι μαρτυρες, οὓς πολλοὺς καὶ λαμπροὺς ἐκεῖνος ὑπὲρ ἡμῶν κατεβάλετο, ἐπειδή γε μετήνεγκε Θεοῦ φιλανθρωπίᾳ τὴν παίδευσιν, τοῦ ποιοῦντος τὰ πάντα καὶ μετασκευάζοντος, πρὸς τὸ βέλτιον, καὶ τῷ λόγῳ τὴν ἀλογίαν ὑπέκλινεν· τὸ δὲ ἐντεῦθεν, οὐκ οἶδ' ὅπως χρήσωμαι, τῷ λόγῳ καὶ τίς γένωμαι· πῶς μὲν μὴ μακρὸν ἀποτείνω λόγον, καὶ παντελῶς ἔξω τοῦ καιροῦ, πάντων τῶν Κυπριανοῦ μεμνημένος· πῶς δὲ μὴ τὰ μέγιστα ζημιώσω τοὺς παρόντας τοῖς σιωπωμένοις. Ἵν' οὖν μέσην βαδίσω τοῦ καιροῦ, καὶ τοῦ πόθου τῶν ἀκουόντων, οὕτω μοι δοκεῖ ποιητέον εἶναι·
VII. Of his literary powers, then, the discourses themselves are witnesses, many and brilliant ones which that man laid down on our behalf, after by the loving-kindness of God, Who makes and transforms all things (Amos 5:8), he transferred his education unto the better, and subjected unreason to reason; but from this point onward, I know not how I shall deal with the discourse and what I shall become: how on the one hand I may not draw out a long discourse, and altogether beyond the occasion, by recounting all the deeds of Cyprian; and how on the other hand I may not inflict the greatest loss upon those present by the things passed over in silence. That I may therefore walk a middle path between the occasion and the longing of the hearers, thus it seems to me that I must do:
Notes, col. 1176

On the reading

Printed μαρτυρες, for μάρτυρες.

PG 35:1177Read from the page
τὰ μὲν ἄλλα παρεῖναι τοῖς εἰδόσιν, ἐκδιδάσκειν τοὺς ἀγνοοῦντας, εἴπερ εἰσί τινες, ἵν' ἀμφότεροι εὐεργετῶνται ὁμοίως, καὶ οἱ διδάσκοντες τὰ ἐκείνου, καὶ οἱ μανθάνοντες (ἐπειδὴ καὶ τὸ μεμνῆσθαι τοῦ ἀνδρὸς, ἁγιασμὸς, καὶ μέγιστον εἰς παράκλησιν ἀρετῆς ὁ λόγος)· ἑνὸς δὲ ἢ δύο τῶν ἐκείνου διὰ βραχέων ἐπιμνησθῆναι, καὶ τούτων ὅσα μηδὲ βουλομένῳ παρελθεῖν δυνατόν.
to leave the other matters for those who know to teach thoroughly to those who are ignorant, if indeed there are any, so that both may be benefited alike, both those who teach his deeds and those who learn them (since even to remember the man is sanctification, and the account is very great for exhortation to virtue); and to make mention briefly of one or two of his deeds, and those such as it is not possible to pass over even if one wished.
Ηʹ. Μνησθήσομαι δὲ τοῦ προτέρου βίου, καὶ ἥτις αὐτῷ γέγονε σωτηρίας ὁδὸς, καὶ τίς ἡ κλῆσις, καὶ ἡ πρὸς τὸ κρεῖττον μετάθεσις. Ἐκεῖνο μέν γε λίαν ἀγεννὲς καὶ μικρόψυχον, οἴεσθαι καθυβρίζεσθαι τὸν ἀθλητὴν τῇ μνήμῃ τῶν σκαιοτέρων. Ἐπεὶ οὕτω καὶ Παῦλος ἡμῖν οὐκ ἐπαινετὸς ὁ μέγας, καὶ Ματθαῖος ὁ τελώνης ἐν τοῖς κακίστοις, καὶ Κυπριανὸς αὐτός· ὁ μὲν τῶν προτέρων ἑαυτοῦ διωγμῶν μεμνημένος, καὶ τῆς τοῦ ζήλου μεταθέσεως, ἵν' ἐκ τοῦ παραλλήλου μᾶλλον δοξάσῃ τὸν εὐεργέτην· ὁ δὲ τὸν Τελώνην ἑαυτῷ προστιθεὶς ἐν τῇ τῶν μαθητῶν ἀπαριθμήσει, ὥσπερ ἄλλο τι τῶν τιμίων ἐπίσημον· ὁ δὲ καὶ μακρῷ λόγῳ στηλιτεύων τὴν προτέραν ἑαυτοῦ κακίαν, ἵνα καὶ τοῦτο Θεῷ καρποφορήσῃ, τὴν ἐξαγόρευσιν, καὶ πολλοῖς ὁδὸς γένηται τῆς χρηστοτέρας ἐλπίδος τῶν ἀπὸ κακίας ἐπιστρεφόντων. Τίς οὖν ἡ κακία, καὶ σκοπεῖτε, ὅση καὶ ἡλίκη τὸ μέγεθος· Δαιμόνων ἦν θεραπευτὴς, ὁ Χριστοῦ μαθητὴς ὕστερον· καὶ διώκτης πικρότατος, ὁ μέγας τῆς ἀληθείας ἀγωνιστής· καὶ λόγῳ καὶ ἔργῳ ταράσσων τὴν ἡμετέραν ὁδὸν, διὰ τὸ ἐν ἀμφοτέροις κράτος, ὁ κράτιστος ἀμφότερα μετὰ τοῦτο Χριστιανοῖς. Ὅσον κακὸν καὶ γοητεία τούτοις προστιθεμένη, τῶν ἐκείνου τὸ γνωριμώτατον! ὅσῳ δεινότερον καὶ ἀπληστία σώματος, ἣ καὶ τοὺς τἆλλα σοφοὺς ἐκμαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθάπερ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα!
VIII. And I shall make mention of his former life, and what was the way of salvation for him, and what was his calling, and his transfer unto the better. For that notion is exceedingly ignoble and petty-minded, to think that the athlete is insulted by the mention of his more untoward deeds. Since at that rate neither is the great Paul praiseworthy for us, and Matthew the publican is among the worst of men, and Cyprian himself: the first making mention of his own former persecutions (1 Tim. 1:13) and of the transfer of his zeal, that by the contrast he may the more glorify his Benefactor; the second adding "the Publican" to himself in the enumeration of the disciples (Matt. 10:3), just like any other honourable badge; and the third even pillorying in a long discourse his own former wickedness, that he may bear this fruit also to God, his confession, and become a way of kinder hope for many of those who turn back from wickedness. What then was the wickedness, and consider how great and of what stature in magnitude: he was a servant of demons, who afterwards was a disciple of Christ; and a most bitter persecutor, the great champion of the truth; both in word and in deed troubling our Way, on account of his might in both, he who after this was mightiest in both for Christians. How great an evil also was sorcery added to these, the best known of his deeds! How much more terrible also was insatiability of body, which is able to drive mad even those who are wise in other matters, and forces them to think worse, just like an insolent colt carrying away the reason!
Θʹ. Ἥκει δὲ ἡμῖν ἐπ' αὐτὸ τὸ κεφάλαιον ὁ λόγος. Καὶ μὴ πρὸς τὰ πρῶτά τις ὁρῶν Κυπριανοῦ, ταῖς ἡδοναῖς ἐφιέτω· τοῖς δὲ τελευταίοις σωφρονιζέσθω. Παρθένος τις ἦν τῶν εὐπατρίδων, καὶ κοσμίων.
IX. And our discourse has come to the very head of the matter. And let no one, looking to the first deeds of Cyprian, give way to pleasures; but let him be sobered by the last. There was a certain virgin of those nobly born and modest.
PG 35:1180Read from the page
Ἀκούετε, παρθένοι, καὶ συναγάλλεσθε, μᾶλλον δὲ καὶ τῶν ὑπὸ ζυγὸν ὅσαι σώφρονές τε καὶ φιλοσώφρονες· κοινὸν γὰρ ἀμφοτέραις καλλώπισμα τὸ διήγημα. Καὶ ἡ παρθένος καλὴ τῷ εἴδει σφόδρα· προσᾳδέτω ταύτῃ μεθ' ἡμῶν ὁ θεῖος Δαβὶδ, Πᾶσα ἡ δόξα, λέγων, τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, νύμφη Χριστοῦ γνησία, κάλλος ἀπόθετον, ἄγαλμα ἔμψυχον, ἀνάθημα ἄσυλον, τέμενος ἀνεπίβατον, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη (προσᾳδέτω γάρ τι καὶ Σολομὼν), μόνῳ Χριστῷ τηρουμένη. Ταύτης ὁ μέγας ἥλω Κυπριανὸς, οὐκ οἶδ' ὅθεν καὶ ὅπως, τῆς πάντα ἀσφαλοῦς καὶ κοσμίας. Ψαύουσι γὰρ ὀφθαλμοὶ λίχνοι καὶ τῶν ἀψαύστων, τὸ προχειρότατον ὀργάνων καὶ ἀπληστότατον. Καὶ οὐχ ἥλω μόνον, ἀλλὰ καὶ ἐπείρα. Ὢ τῆς εὐηθείας, εἰ ταύτην συλήσειν ἤλπιζε, μᾶλλον δὲ τῆς ἀναισχυντίας τοῦ τὰ τοιαῦτα τολμῶντός τε καὶ τολμᾷν πείθοντος! Ἐκεῖνος καὶ εἰς τὸν παράδεισον ἀπ' ἀρχῆς παρέδυ κατὰ τοῦ πρώτου πλάσματος· καὶ μέσος ἀγγέλων ἵσταται τὸν Ἰὼβ ἐξαιτήσων· καὶ τὸ τελευταῖον, κατ' αὐτοῦ τολμᾷ τοῦ Δεσπότου, τοῦ καταλύσοντος αὐτὸν καὶ θανατώσοντος, καὶ πεῖραν προσάγει τῷ ἀπειράστῳ (ἐπειδὴ δεύτερον Ἀδὰμ εἶδε τοῦ Θεοῦ τὸ φαινόμενον), ὡς καὶ τοῦτον καταπαλαίσων. Ἠγνόει γὰρ, ὅτι περιπεσεῖται θεότητι, προσδραμὼν ἀνθρωπότητι. Τί οὖν θαυμαστὸν, εἰ καὶ διὰ Κυπριανοῦ πειρᾶται τῆς ἁγίας ψυχῆς, καὶ τοῦ ἀνεπάφου σώματος;
Hear, O virgins, and rejoice together, and rather even as many of those under the yoke as are chaste and lovers of chastity; for the narrative is a common ornament to both. And the virgin was exceedingly fair in form; let the divine David sing unto her with us, saying, All the glory of the daughter of the King is within (Ps. 44:14), a genuine bride of Christ, a laid-up beauty, a living statue, an inviolable votive offering, an inaccessible sanctuary, a garden enclosed, a fountain sealed (Song 4:12) (for let Solomon also sing something unto her), preserved for Christ alone. By her the great Cyprian was captivated, I know not whence and how, she who was in all things secure and modest. For greedy eyes touch even things untouchable, being the readiest and most insatiable of instruments. And he was not only captivated, but also made trial of her. O the folly, if he hoped that he would despoil her, or rather the shamelessness of him who both dared such things and persuaded to dare! That one also slipped into paradise from the beginning against the first creature (Gen. 3:1); and stands in the midst of angels to demand Job for torture (Job 1:6); and finally, dares against the Master Himself, Who would destroy him and put him to death, and brings temptation to the Untemptable (since he saw the visible appearance of God as a second Adam), as though about to wrestle Him down as well (Matt. 4:1). For he was ignorant that he would fall foul of divinity in running against humanity. What wonder, then, if through Cyprian also he makes trial of the holy soul and the untouched body?
Ιʹ. Πλὴν ὁ μὲν ἐπείρα, καὶ προαγωγῷ χρῆται, οὐ γυναίῳ τινὶ παλαιῷ τῶν πρὸς ταῦτα ἐπιτηδείων, ἀλλὰ δαιμόνων τινὶ τῶν φιλοσωμάτων καὶ φιληδόνων· ἐπειδὴ ταχεῖαι πρὸς τὴν τῶν τοιούτων ὑπηρεσίαν αἱ ἀποστατικαὶ δυνάμεις καὶ φθονεραὶ, πολλοὺς κοινωνοὺς ζητοῦσαι τοῦ πτώματος. Καὶ ὁ μισθὸς τῆς προαγωγίας, θυσίαι τε καὶ σπονδαὶ, καὶ ἡ δι' αιμάτων καὶ κνίσσης οἰκείωσις· τοιούτους γὰρ ἔδει μισθοὺς εἶναι τοῖς τὰ τοιαῦτα χαριζομένοις. Ἡ δὲ ὡς ᾔσθετο τοῦ κακοῦ, καὶ τὴν ἐπιβουλὴν ἔγνω (ταχύτεραι γὰρ αἱ καθαραὶ ψυχαὶ καὶ θεοειδεῖς πρὸς θήραν τοῦ ἐνεργοῦντος, κἂν ὅτι μάλιστα σοφιστικὸς ᾖ καὶ ποικίλος τὴν ἐπιχείρησιν), τί ποιεῖ, καὶ τί ἀντιτεχνᾶται τῷ δημιουργῷ τῆς κακίας; Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν Θεὸν καταφεύγει, καὶ προστάτην ποιεῖται κατὰ τοῦ μισητοῦ πόθου τὸν ἑαυτῆς νυμφίον, ὃς καὶ Σωσάνναν ἐῤῥύσατο. καὶ Θέκλαν διέσωσεν· τὴν μὲν ἀπὸ πικρῶν πρεσβυτέρων, τὴν δὲ ἀπὸ τυράννου μνηστῆρος, καὶ τυ-
X. Yet he for his part made trial of her, and uses as a procurer, not some old crone of those suited for such things, but one of the body-loving and pleasure-loving demons; since swift towards the service of such things are the apostate and envious powers, seeking many partners of their fall. And the wage of the procuring was sacrifices and libations, and the familiarity wrought through blood and the savour of burnt offerings; for such had the wages to be for those who grant such favours. But she, when she perceived the evil and recognized the plot (for pure and godlike souls are swifter towards the tracking down of the one at work, even though he be ever so sophistical and manifold in his enterprise), what does she do, and what counter-artifice does she devise against the artificer of wickedness? Having despaired of all other things, she flees for refuge to God, and makes her own Bridegroom her champion against the hateful desire, Who both rescued Susanna and saved Thecla: the one from bitter elders, the other from a tyrant suitor, and a more
Notes, col. 1180

On the reading

Printed αιμάτων, for αἱμάτων.

PG 35:1181Read from the page
ραννικωτέρας μητρός. Τίνα τοῦτον; Χριστὸν, ὃς καὶ πνεύμασιν ἐπιτιμᾷ, καὶ κουφίζει βαπτιζομένους, καὶ πεζεύει πέλαγος, καὶ λεγεῶνα πνευμάτων τῷ βυθῷ δίδωσι· καὶ ῥύεται μὲν ἐκ λάκκου δίκαιον λέουσι προτεθέντα βορὰν, καὶ χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντα· ῥύεται δὲ ὑπὸ κήτους καταποθέντα φυγάδα προφήτην, κἀν τοῖς σπλάγχνοις τὴν πίστιν διασωσάμενον· σώζει δὲ Ἀσσυρίους ἐν φλογὶ παῖδας, ἀγγέλῳ τὴν πυρὰν καταψύξας, καὶ τοῖς τρισὶ παραζεύξας τὸν τέταρτον.
tyrannical mother. Whom is this? Christ, Who both rebukes spirits (Matt. 17:17; Luke 8:24), and lightens those being submerged, and walks on foot upon the sea (Matt. 14:25), and gives a legion of spirits over to the deep (Luke 8:32); and rescues from the pit a righteous man set forth as prey to lions, having conquered the beasts by the stretching forth of his hands (Dan. 6:16); and rescues a fugitive prophet swallowed down by a sea-monster, having preserved his faith even in its bowels (Jonah 2:1); and saves Assyrian youths in the flame, having cooled the pyre by an angel, and having yoked the fourth unto the three (Dan. 3:23).
ΙΑʹ. Ταῦτα καὶ πλείω τούτων ἐπιφημίζουσα, καὶ τὴν Παρθένον Μαρίαν ἱκετεύουσα βοηθῆσαι παρθένῳ κινδυνευούσῃ, τὸ τῆς νηστείας καὶ χαμευνίας προβάλλεται φάρμακον· ὁμοῦ μὲν τὸ κάλλος μαραίνουσα ὡς ἐπίβουλον, ἵν' ὑποσπάσῃ τῆς φλογὸς τὴν ὕλην, καὶ δαπανήσῃ τὸ τῶν παθῶν ὑπέκκαυμα· ὁμοῦ δὲ τὸν Θεὸν ἱλεουμένη διὰ τῆς πίστεως καὶ διὰ τῆς ταπεινώσεως· οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς κακοπαθείᾳ, θεραπεύεται Θεὸς, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται. Ποθεῖτε τὰ ἑξῆς, οἶδ' ὅτι, τοῦ διηγήματος. Ἀγωνιᾶτε γὰρ ὑπὲρ τῆς παρθένου, καὶ τοῦ ἐραστοῦ δὲ οὐχ ἧττον, μὴ εἰς κακὸν ἀμφοτέροις ὁ πόθος ἔληξεν. Ἀλλὰ θαρσεῖτε. Πίστεως γὰρ ὁ πόθος πρόξενος γίνεται· καὶ παρθένον ἑαυτῷ μνηστεύων ὁ ἐραστὴς, ὑπὸ Χριστοῦ μνηστεύεται· καὶ ἡ μὲν τῶν πόθων φλὸξ ἀποσβέννυται, ἡ δὲ τῆς ἀληθείας ἀνάπτεται. Πῶς καὶ τίνα τρόπον; Ἐνταῦθά μοι τὸ τοῦ διηγήματος ἥδιστον. Νικᾷ ἡ παρθένος, νικᾶται ὁ δαίμων. Ὁ πειραστὴς πρόσεισι τῷ ἐραστῇ, καταμηνύει τὴν ἧτταν· περιφρονεῖται. Δυσχεραίνει τῆς ὑπεροψίας· ἀμύνεται τὸν ὑπερόπτην. Ἡ ἄμυνα δὲ τίς; Εἰς αὐτὸν εἰσοικίζεται τὸν τέως θεραπευτὴν, ἵνα κακῷ τὸ κακὸν ἐκκρουσθῇ, καὶ λύσσα λύσσης ἴαμα γένηται. Τῆς παρθένου μὲν ἀποκρούεται, καθάπερ τι μηχάνημα τείχους ὀχυροῦ καὶ γενναίου, λόγου φυγὰς καὶ δεήσεως· τῷ πέμψαντι δὲ προσπαλαίει, (ὢ τοῦ θαύματος!) πρὸς τὸν βαλόντα πάλιν ἀναστραφεὶς, καὶ συμπνίγων, ὥσπερ τινὰ Σαοὺλ δεύτερον.
XI. Uttering these things and more than these, and supplicating the Virgin Mary to help a virgin in peril, she puts forward the remedy of fasting and sleeping on the ground: at the same time withering her beauty as treacherous, that she may draw away the fuel of the flame and consume the kindling of the passions; and at the same time propitiating God through faith and through humiliation; for by nothing of all things is God so served as by suffering hardship, and to tears is loving-kindness given in return. You long for what follows, I know well, of the narrative. For you are in agony on behalf of the virgin, and no less of the lover, lest the desire ended in evil for both. But take courage. For the desire becomes an occasion of faith; and the lover, wooing a virgin for himself, is wooed by Christ; and the flame of desires is quenched, while that of truth is kindled. How and in what manner? Here for me is the sweetest part of the narrative. The virgin conquers, the demon is conquered. The tempter approaches the lover, discloses his defeat; he is despised. He is indignant at the disdain; he takes vengeance on the disdainer. And what is the vengeance? He settles himself into him who until then was his servant, so that evil may be driven out by evil, and madness may become the cure of madness. From the virgin indeed he is repulsed, just like some war-engine from a strong and noble wall, a fugitive from word and prayer; but with the one who sent him he wrestles (O the wonder!), having turned back again upon him who cast him, and choking him, like some second Saul (1 Kings 16:14).
ΙΒʹ. Τί οὖν ὁ ἄφρων ἐραστὴς καὶ σώφρων ἐπίληπτος; Ζητεῖ τοῦ κακοῦ τὴν λύσιν, εὑρίσκει· εὐμή-
XII. What then does the foolish lover and sane demoniac do? He seeks the deliverance from the evil, he finds it; fertile in
Notes, col. 1181

On the reading

Printed 1191, for 1181.