Migne Reading Room

PG 35 · cols. 1028–1037 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1028Read from the page
σεσι πανδήμοις βάλλων τὸν αλιτηριον, καὶ οὐδὲ τὸν καιρὸν εὐλαβούμενος· ἰδίᾳ δὲ τὴν νυκτερινὴν παράταξιν κατ' αὐτοῦ προβαλλόμενος, χαμευνίᾳ μὲν τὰς γεραιὰς ἐκείνας καὶ δροσερὰς κατατρύχων σάρκας, δάκρυσι δὲ πηγάζων τὸ ἔδαφος, μικροῦ καὶ εἰς ἐνιαυτὸν ὅλον· καὶ τοῦτο τῷ τῶν κρυπτῶν γνώστῃ μόνῳ φιλοσοφῶν, ἡμᾶς δὲ λανθάνειν ἐπιχειρῶν διὰ τὸ ἀνεπίδεικτον, ὥσπερ ἔφην, τῆς εὐλαβείας; Καὶ λαθὼν ἂν ἦν παντάπασιν, εἰ μή ποτε ἀθρόως ἐπεισελθὼν ἐγὼ, καὶ χαμευνίας σύμβολα θεασάμενος, καὶ τῶν περὶ αὐτὸν πυθόμενος, τίνα ταῦτ' ἦν, ἔγνων τῆς νυκτὸς τὸ μυστήριον.
of the whole people the accursed wretch, and not even standing in awe of the time; and in private setting forth his nightly battle-array against him, wearing down by sleeping on the ground those aged and dewy limbs of his, and bedewing the floor with tears, almost even for a whole year; and practising this philosophy before the Knower of hidden things alone, whilst endeavouring to escape our notice on account of the unostentatious character, as I said, of his piety? And he would have escaped notice altogether, had I not once come in upon him all of a sudden, and having beheld the tokens of his sleeping on the ground, and inquired of those about him what these things were, come to know the mystery of the night.
ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα· ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζητουμένου, καὶ ἡ στάσις θερμὴ, καὶ μὴ ῥᾳδίαν τὴν λύσιν ἔχουσα. Φύσει τε γὰρ περὶ τοῦτο μάλιστα στασιώδης ἡ πόλις, διὰ θερμότητα πίστεως, καὶ τὸ τῆς καθέδρας ἐπίδοξον, πλείω τὴν φιλονεικίαν εἰργάζετο. Ταῦτα ἦν, καὶ παρῆσαν τῶν ἐπισκόπων τινὲς τὸν ἀρχιερέα δώσοντες· ὡς δὲ εἰς πλείους τοῦ δήμου διαιρεθέντος, καὶ ἄλλων ἄλλον προβαλλομένων, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὡς ἕκαστος ἔτυχεν ἢ φιλίας πρός τινας ἔχων, ἢ πρὸς Θεὸν εὐλαβείας, τέλος συμφρονήσας ὁ δῆμος ἅπας, τῶν πρώτων παρ' αὐτοῖς ἕνα, βίῳ μὲν ἐξειλεγμένον, οὔπω δὲ τῷ θείῳ βαπτίσματι κατεσφραγισμένον, τοῦτον ἄκοντα συναρπάσαντες, καὶ ἅμα στρατιωτικῆς χειρὸς συλλαβομένης αὐτοῖς τηνικαῦτα ἐπιδημούσης ἐπὶ τὸ βῆμα ἔθεσαν, καὶ τοῖς ἐπισκόποις προσήγαγον, τελεσθῆναί τε ἠξίουν καὶ κηρυχθῆναι, πειθοῖ βίαν ἀναμίξαντες· οὐ λίαν μὲν εὐτάκτως, λίαν δὲ πιστῶς καὶ διαπύρως. Κἀνταῦθα οὐκ ἔστιν εἰπεῖν, ὅντινα εὐδοκιμώτερον ἐκείνου καὶ θεοσεβέστερον διέδειξεν ὁ καιρός. Τί γὰρ γίνεται, καὶ ποῖ προῆλθεν ἡ στάσις; Ἐβιάσθησαν, ἥγνισαν, ἀνεκήρυξαν, ἐπὶ τὸν θρόνον ἔθεσαν, χειρὶ μᾶλλον ἢ γνώμῃ καὶ διαθέσει πνεύματος· ἐδηλώθη δὲ τοῖς μετὰ ταῦτα. Ὡς γὰρ ἀπηλλάγησαν ἄσμενοι, καὶ γνώμης ἐγένοντο κύριοι, βουλὴν βουλεύονται σὺν ἀλλήλοις, οὐκ οἶδα μὲν εἰ πνευματικὴν, βουλεύονται δ' ὅμως, μηδὲν κύριον ἡγεῖσθαι τῶν πεπραγμένων, μηδὲ τὴν κατάστασιν ἔγκριτον· τήν τε βίαν ἐπικαλοῦντες αὐτῷ, μηδὲν ἧττον βιασθέντι, καὶ ῥημάτων λαμβανόμενοί τινων, ὡς εἰρημένων τηνικαῦτα προπετέστερον ἢ σοφώτερον. Οὐ μὴν ὁ μέγας ἀρχιερεὺς, καὶ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς, ἢ συναπήχθη τοῖς ταῦτα βουλευομένοις, ἢ τὴν γνώμην ἐπῄνεσεν· ἀλλ' ἔμεινεν
XXXIII. Here is another narrative of the same time and of the same courage: the city of the Caesareans was in sedition over the nomination of a high priest, the one having departed, and another being sought, and the sedition was warm, and did not admit of an easy resolution. For both by nature the city is most prone to sedition in this matter, on account of its warmth of faith, and the renown of the see wrought greater contentiousness. Such was the state of affairs, and certain of the bishops were present to give them the high priest; and when the people were divided into several parties, and some put forward one man and others another, as is wont to happen in such cases, according as each chanced to have either friendship towards certain persons or reverence towards God, finally the whole people having come to one mind, seized against his will one of the foremost men amongst them, chosen indeed for his life, though not yet sealed with divine baptism, and with a military band that was then sojourning there assisting them at the same time, they set him upon the bema, and brought him to the bishops, and demanded that he be both initiated and proclaimed, having mingled force with persuasion; not very orderly indeed, yet very faithfully and fervently. And here it is impossible to say whom the occasion showed more approved and more devout than him. For what happens, and how far did the sedition advance? They were forced, they purified him, they proclaimed him, they set him upon the throne, by hand rather than by purpose and disposition of spirit; and this was made clear by what followed after these things. For when they had gladly departed, and had become masters of their own mind, they take counsel together with one another, I know not whether spiritual, yet take counsel they do, to account nothing of what had been done valid, nor the appointment ratified; both charging him with the violence, though he had been no less suffered violence himself, and laying hold of certain words as having been spoken at that time more rashly than wisely. Yet the great high priest, and righteous examiner of affairs, was neither carried away together with those who counselled these things, nor did he praise their judgement; but remained
Notes, col. 1028

On the reading

Printed αλιτηριον, for ἀλιτήριον.

PG 35:1029Read from the page
ἀκλινὴς και αηττητος, οὐδέν γε ἧττον ἢ μηδὲ βιασθεὶς ὅλως. Χρῆναι γὰρ, κοινῆς οὔσης τῆς βίας, ἢ κατηγοροῦντας ἀντικατηγορεῖσθαι, ἢ ἀφιέντας ἀφίεσθαι, ἢ τό γε δικαιότερον, μήτ' ἀφιέντας ἀφίεσθαι. Εἰ μὲν γὰρ αὐτοὺς εἶναι συγγνώμης ἀξίους, κἀκεῖνον πάντως· εἰ δὲ μηδαμῶς ἐκεῖνον, σχολῇ γὰρ ἂν αὐτούς. Πολλῷ γὰρ βέλτιον εἶναι, τότε κινδυνεύειν καὶ ἀντιτείνειν μέχρι παντὸς, ἢ ὕστερον ἐπιβουλεύειν, κἀν τούτῳ τῷ καιρῷ μάλιστα, ἡνίκα καὶ τὰς οὔσας ἔχθρας καταλύειν ἄμεινον ἦν, ἢ τὰς οὐκ οὔσας περινοεῖν· εἶχε γὰρ οὕτως.
unbending and unconquered, no less than if he had not been forced at all. For he said that, since the violence had been common, either if they accused him they must be accused in turn, or if they absolved him they must be absolved, or what at least was more just, without absolving him they must be absolved. For if they themselves were worthy of pardon, he also was by all means; whereas if he was in no wise worthy, scarcely then would they themselves be. For it would have been much better to brave peril at that time and resist to the uttermost, than afterwards to plot against him, and at this season especially, when it was better to dissolve even existing enmities than to contrive non-existent ones; for so the matter stood.
ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς· ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέραν ἐκείνην, ἢ περισωθῆναι, καί τινος φιλανθρωπίας τυχεῖν. Προσεγεγόνει γὰρ οἷς παρώξυντο περὶ τῆς Τύχης, ἐν καιρῷ τῆς εὐτυχίας περιλυθείσης, καὶ ἡ περὶ τὸν ἄνδρα καινοτομία, ὡς τῶν δημοσίων σεσυλημένων. Ἐζήτει δὲ ὁ τοῦ ἔθνους ἄρχων ὅ τι χαρίσαιτο τῷ καιρῷ, κἀκεῖνον τί διαθείη κακὸν, οὐδὲ ἄλλως πρὸς αὐτὸν ἔχων ἐπιτηδείως, ἀλλ' ὡς ἐξ ἀντιπολιτείας διάφορος ὤν. Ἐκάλει δὲ δι' ἐπιστολῶν τοὺς χειροτονήσαντας ὡς κατηγορήσοντας, οὐκ ἔτι ἀπραγμόνως, ἀλλ' ἤδη τι καὶ ἀπειλῆς προστιθεὶς, ὡς τοῦτο ἀπαιτοῦντος τοῦ βασιλέως. Τότε τοίνυν καὶ πρὸς αὐτὸν ἐλθούσης ἐπιστολῆς, οὐδὲν δείσας, οὐδὲ μικρὸν ἐπισχὼν (σκοπῶμεν τὴν παῤῥησίαν, ὅση καὶ μεθ' ὅσου τοῦ πνεύματος, ἐκ τῶν ἀντεπεσταλμένων), Ἡμεῖς, φησὶν, ὦ κράτιστε ἡγεμὼν, πάντων τῶν πραττομένων ἔχομεν ἐξεταστὴν ἕνα καὶ βασιλέα, τὸν νῦν πολεμούμενον· ἐκεῖνος καὶ τὴν νῦν ἐξετάσει χειροτονίαν, ἣν ἔνθεσμον καὶ φίλην αὐτῷ πεποιήμεθα. Ὑμῖν δὲ ἄλλο μέν τι βιάζεσθαι βουλομένοις, καὶ πάνυ ῥᾷστον· τοῦτο δὲ οὐδεὶς ἡμᾶς ἀφαιρήσεται, τὸ συνηγορεῖν, ὡς ὀρθῶς καὶ δικαίως πεπραγμένοις, τοῖς πεπραγμένοις· εἰ μὴ καὶ τοῦτον θείητε τὸν νόμον, οἷς οὐ θεμιτὸν παρακύπτειν εἰς τὰ ἡμέτερα. Τοῦτο τὸ γράμμα καὶ αὐτὸς ἐθαύμασεν ὁ δεξάμενος, εἰ καὶ πρὸς ὀλίγον ἐχαλέπηνεν, ὡς οἱ πολλοὶ τῶν τὰ ἐκείνου καλῶς γιγνωσκόντων ἀπήγγελλον· τοῦτο καὶ βασιλέως τὴν ὁρμὴν ἔστησε, καὶ τοῦ κινδύνου τὴν πόλιν ἀπήλλαξεν, οὐ φαύλως δ' ἂν προσθείην, ὅτι καὶ τῆς αισχύνης ἡμᾶς. Τούτου τοῦ μικροπολίτου τὸ ἔργον, καὶ τῆς καθέδρας
XXXIV. The emperor indeed was at hand roaring against the Christians, and the ordination was held in wrath, and the man who had been put forward was threatened; and the city stood upon a razor's edge, either to exist no longer after that day, or to be preserved safe and obtain some humanity. For unto the things whereby he had been provoked concerning the temple of Fortune, which had been demolished at the season of prosperity, there had been added also the innovation concerning this man, as though the public revenues had been plundered. And the governor of the province was seeking how he might gratify the occasion, and what ill he might do unto him, being not otherwise well-disposed towards him either, but at variance with him as though from political opposition. And he summoned by letters those who had ordained him, as though to accuse him, no longer without molestation, but already adding somewhat of threat as well, on the ground that the emperor demanded this. Then accordingly, when a letter came to him also, fearing nothing, nor delaying even a little (let us consider his outspokenness, how great it was and with how great a spirit, from what he wrote back in reply), We, says he, O most mighty governor, have one Examiner and King of all things that are done, Him Who is now warred against; He will examine also the present ordination, which we have made lawfully and pleasing unto Him. For you indeed, if you wish to use force in aught else, it is very easy; but this no one shall take away from us, to speak in defence of the things that have been done, as having been rightly and justly done; unless you should lay down this law also, you for whom it is unlawful to pry into our affairs. This letter even he who received it admired, although he was angry for a little while, as most of those who knew his affairs well reported; this both stayed the onset of the emperor, and delivered the city from the peril, and I might add not amiss, us also from shame. Of this citizen of a small town was the work, and of a see
Notes, col. 1029

On the reading

Printed και, for καὶ.

Printed αηττητος, for ἀήττητος.

Printed αισχύνης, for αἰσχύνης.

PG 35:1032Read from the page
τὰ δεύτερα ἔχοντος. Ἆρ' οὐ πολλῷ βέλτιον οὕτω πρωτεύειν, ἢ ἀπὸ τῶν ὑψηλοτέρων θρόνων φθέγγεσθαι, καὶ κρατεῖν ἐν τοῖς πράγμασι μᾶλλον ἢ τοῖς ὀνόμασιν;
holds the second place. Is it not far better to hold the first place in this way, than to utter one's voice from loftier thrones, and to prevail in deeds rather than in names?
ΛΕʹ. Ὁ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν; Ἐστασίαζε πάλιν ἡ αὐτὴ πόλις ἐπὶ τοῖς αὐτοῖς, τάχιστα προσληφθέντος τοῦ καλῶς βιασθέντος, καὶ πρὸς Θεὸν ἐκδημήσαντος, ὑπὲρ οὗ γενναίως καὶ ἀνδρικῶς ἐν τοῖς διωγμοῖς ἠγωνίσατο. Καὶ ἡ στάσις ἦν, ὅσῳ θερμοτέρα, τοσούτῳ καὶ ἀλογωτέρα. Οὐ γὰρ ἠγνοεῖτο τὸ ὑπεραῖρον, ὥσπερ οὐδ' ἐν ἀστράσιν ἥλιος· ἀλλὰ καὶ λίαν ἐπίδηλον ἦν, τοῖς τε ἄλλοις ἅπασι, καὶ τοῦ λαοῦ μάλιστα τῷ ἐγκρίτῳ τε καὶ καθαρωτάτῳ, ὅσον τε περὶ τὸ βῆμα, καὶ ὅσον ἐν τοῖς καθ' ἡμᾶς Ναζιραίοις· ἐφ' οἷς ἔδει τὰς τοιαύτας προβολὰς κεῖσθαι μόνοις, ἢ ὅτι μάλιστα, καὶ οὐδὲν ἂν ἦν ταῖς Ἐκκλησίαις κακόν· ἀλλὰ μὴ τοῖς εὐπορωτάτοις τε καὶ δυνατωτάτοις, ἢ φορᾷ δήμου καὶ ἀλογίᾳ, καὶ τούτων αὐτῶν μάλιστα τοῖς εὐωνοτάτοις. Νῦν δὲ κινδυνεύω τὰς δημοσίας ἀρχὰς εὐτακτωτέρας ὑπολαμβάνειν τῶν ἡμετέρων, αἷς ἡ θεία χάρις ἐπιφημίζεται· καὶ βελτίω τῶν τοιούτων διοικητὴν φόβον, ἢ λόγον. Ἐπεὶ τίς ἂν ἐπ' ἄλλον ἦλθε τῶν εὖ φρονούντων, σὲ παραλιπὼν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, τὸν ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένον, τὸν ἄζυγα, τὸν ἀκτήμονα, τὸν ἄσαρκον μικροῦ καὶ ἀναίμονα, τὸν ἐν λόγοις μετὰ τὸν Λόγον, τὸν ἐν φιλοσόφοις σοφὸν, τὸν ἐν κοσμικοῖς ὑπερκόσμιον, τὸν ἐμὸν ἑταῖρον καὶ συνεργὸν, τὸν συμμεριστὴν τῆς ψυχῆς, ἵν' εἴπω τι τολμηρότερον, καὶ βίου κοινωνὸν καὶ παιδεύσεως; Ἐβουλόμην ἐλευθερίαν ἔχειν τὸν λόγον, ἐν ἄλλοις σε γράφων, ἀλλὰ μὴ παρόντος σου τὰ τοιαῦτα ἐξετάζεσθαι, καὶ ὑφίεσθαι τὰ πλείω διὰ κολακείας ὑπόνοιαν. Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τὸ Πνεῦμα μὲν ᾔδει τὸν ἑαυτοῦ (πῶς γὰρ οὔ;)· ἀντεστάτει δὲ ὁ φθόνος· τὸ δὲ ὧν, αἰσχύνομαι λέγειν· εἴθε δὲ μηδ' ἄλλων λεγόντων ἀκούειν ἦν, καὶ κωμῳδούντων ἐπιμελῶς τὰ ἡμέτερα. Τοῦτο μὲν οὖν, καθάπερ οἱ ποταμοὶ τῶν πετρῶν τὰς ἐν μέσῳ τῷ ῥεύματι, παραδράμωμεν, σιωπῇ τιμῶντες τὰ λήθης ἄξια· αὐτοὶ δὲ πρὸς τὰ ἐξῆς τοῦ λόγου προΐωμεν.
Chapter 35. Now as for that among his deeds which is last in order, yet first and greatest in power, who is so far outside our inhabited world as to be ignorant of it? The same city was again in sedition over the same matters, since he who had suffered noble compulsion had very quickly been taken to Himself and had departed to God, on Whose behalf he had contended nobly and manfully in the persecutions. And the sedition was the more unreasonable in proportion as it was the more heated. For that which excelled was not unknown, any more than the sun among the stars; rather, it was exceedingly manifest both to all others and especially to the select and purest part of the people, both all those around the sanctuary and all those among our Nazirites; with whom alone, or above all, such nominations ought to have rested, and there would have been no evil for the Churches; and not with the wealthiest and most powerful, or with the impulse and unreason of a populace, and among these very men especially the cheapest. But as it is, I am close to supposing the public magistracies better ordered than our own, upon which divine grace is invoked; and fear a better administrator of such matters than reason. For who among men of sound mind would have approached another, passing you by, O divine and sacred head, who are inscribed upon the hands of the Lord, the unwedded, the unpossessing, the almost fleshless and bloodless, who in words are next after the Word, wise among philosophers, transcendent above the world among men of the world, my comrade and fellow-worker, the sharer of my soul, to say something bolder, and partner of my life and education? I could have wished my discourse to have freedom, portraying you among others, and that such things were not being examined with you present, and the greater part held back through suspicion of flattery. Yet as for what my discourse set out to say, the Spirit indeed knew His own (for how could He not?); but envy stood opposed; and the envy of whom, I am ashamed to say; and would that one did not even hear others speaking of it, and diligently satirizing our affairs. This, therefore, just as rivers pass by the rocks in the midst of the stream, let us pass over, honouring in silence the things worthy of oblivion; and let us ourselves advance towards what follows of the discourse.
PG 35:1033Read from the page
ΛϚʹ. Ἤδει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάριτι πλέον ἢ Θεῷ νέμοντας· ἀλλὰ πρὸς ἓν βλέπειν μόνον, τὸ τῶν Ἐκκλησιῶν ὄφελος, καὶ τὴν κοινὴν σωτηρίαν. Διὰ τοῦτο ἔγραφεν, ἐνουθέτει, συνήρμοζε τὸν λαὸν, τοὺς ἱερέας, τούς τε ἄλλους καὶ ὅσοι τοῦ βήματος, διεμαρτύρετο, ἐψηφίζετο, ἐχειροτόνει καὶ μήπω παρών· ἐδίδου τῇ πολιᾷ τὸ ἐναυθεντεῖν, ὡς οἰκείοις, τοῖς ἀλλοτρίοις. Καὶ τέλος, ἐπειδὴ κανονικὴν ἔδει γενέσθαι τὴν χειροτονίαν αὐτῷ, λείποντος ἑνὸς τῷ ἀριθμῷ τῶν ἀνακηρυξόντων, τοῦ σκίμποδος ἑαυτὸν ἀποσπάσας, γήρᾳ καὶ νόσῳ συντετριμμένος, ἐπὶ τὴν πόλιν νεανικῶς ἵεται· μᾶλλον δὲ φέρεται νεκρῷ τῷ σώματι, καὶ μικρὰ πνέοντι· καλὸν ἐντάφιον αὐτῷ, κἂν εἴ τι δέοι παθεῖν, τὴν σπουδὴν ἐκείνην ἔσεσθαι πεπεισμένος. Γίνεται δέ τι κἀνταῦθα σημεῖον οὐκ ἀπιστούμενον· Ῥώννυται τῷ πόνῳ, νεάζει τῇ προθυμίᾳ, οικονομεῖ, παρατάσσεται, τίθησιν ἐπὶ τοῦ θρόνου, προπέμπεται, οὐκ ἔτι σορῷ τῷ φορείῳ, κιβωτῷ δὲ θείᾳ χρησάμενος. Ἣν δὲ ἄρτι μακροθυμίαν ἐπαινῶν ἐπαυσάμην, ταύτην ἐνταῦθα καὶ πλέον δείκνυσιν. Οὐ γὰρ φερόντων τῶν συλλειτουργῶν τὴν αισχύνην τῆς ἥττης, καὶ τὴν ἐν τοῖς πράγμασι τοῦ γέροντος δυναστείαν, καὶ διὰ τοῦτο δυσχεραινόντων αὐτῷ καὶ λοιδορουμένων, ἴσχυσεν οἷς ἐκαρτέρει καὶ τούτων ὑπεράνω γενέσθαι, μέγιστον εὑρὼν εἰς συμμαχίαν τὴν ἐπιείκειαν, καὶ τὸ μὴ ἀντιλοιδορεῖν λοιδορούμενον. Τί γὰρ εἶναι δεινὸν, εἰ τοῖς πράγμασι νικήσας, φέροι τῇ γλώσσῃ νικώμενος, Τοιγαροῦν οὕτω κἀκείνους εἷλε τῇ μακροθυμίᾳ, προσλαβὼν καὶ τὸν χρόνον τῆς γνώμης σύμμαχον, ὥστε ἀπελογοῦντο, προσέπιπτον, μεταβάλλοντες εἰς θαῦμα τὴν ἀγανάκτησιν. Ἠσχύνοντο τοῖς προτέροις, ἐχρῶντο πατριάρχῃ, καὶ νομοθέτῃ, καὶ δικαστῇ, τὸ μισεῖν ἀποῤῥίψαντες.
Chapter 36. The man of the Spirit knew accurately the things of the Spirit; and on this account he thought it right to mind nothing ignoble, nor to contend according to factions and prejudices, granting more to favour than to God; but to look to one thing alone, the benefit of the Churches and the common salvation. On this account he wrote, he admonished, he joined together the people, the priests, both the others and all who belonged to the sanctuary, he bore solemn witness, he voted, he ordained even when not yet present; he granted to his grey hair to exercise authority over others' affairs as over its own. And finally, since the ordination had to take place canonically for him, when one was lacking to the number of those who would proclaim him, tearing himself from his pallet, crushed by old age and sickness, he hastens youthfully to the city; or rather is carried with a dead body, and breathing faintly; persuaded that that zeal would be a noble winding-sheet for him, even if he should have to suffer anything. And here too there comes to pass a sign not disbelieved: he is strengthened by the toil, he grows young in eagerness, he administers, he marshals, he places upon the throne, he is escorted home, having used his litter no longer as a coffin, but as a divine ark. And that long-suffering which I just now ceased praising, this he shows here even more. For when his fellow-ministers did not bear the shame of their defeat, and the old man's mastery in affairs, and on this account were vexed with him and reviled him, he prevailed by the endurance he showed to rise above these men as well, having found gentleness the greatest ally, and not reviling in return when reviled. For what was there dreadful, if, having conquered in deeds, he should bear being conquered in tongue? Therefore in this way he captured those men too by his long-suffering, taking time also as an ally of his purpose, so that they made their defence, they fell at his feet, turning their indignation into wonder. They were ashamed of their former conduct, they used him as patriarch, and lawgiver, and judge, having cast away their hatred.
ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετι-
Chapter 37. And of the same zeal also was his campaign against the hereti-
Notes, col. 1033

On the reading

Printed οικονομεῖ, for οἰκονομεῖ.

Printed αισχύνην, for αἰσχύνην.

Printed νικώμενος, Τοιγαροῦν, for νικώμενος; Τοιγαροῦν.

PG 35:1036Read from the page
κῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεψόμενοι καὶ ἡμᾶς, καὶ τοῖς ἄλλοις προσθήσοντες, ἤδη σχεδὸν πᾶσι δεδουλωμένοις. Οὐδὲ γὰρ ἐνταῦθα μικρόν τι μέρος ἡμῖν συνεισήνεγκε, καὶ παρ' ἑαυτοῦ καὶ παρ' ἡμῶν ἴσως· οὓς ἐπῆγεν ἐκείνοις, ὡς πικροτάτοις θηρίοις, οὐκ ἀγεννεῖς σκύλακας, γυμνάζων πρὸς τὴν εὐσέβειαν. Ἓν ἀμφοτέροις μέμφομαι (καί μοι μηδὲν δυσχεράνητε τῆς παῤῥησίας· ἐκρήξω γὰρ τὸ λυποῦν, εἰ καὶ φορτικώτερον), ὅτι με τοῖς τοῦ βίου κακοῖς δυσχεραίνοντα, καὶ τῆς ἐρημίας ἐρῶντα, ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν καθ' ἡμᾶς, καὶ τὴν κοινὴν ταύτην ζάλην καὶ κόνιν, ὡς ἔχω τάχους, ἐκκλίνειν φιλονεικοῦντα, καὶ εἰς τὸ ἀσφαλὲς ἀποσώζεσθαι, οὐκ οἶδ' ὅπως τῇ φορτικῇ καὶ ἐπιβούλῳ τῶν ψυχῶν ἀγορᾷ ταύτῃ φέροντες παραδεδώκατε, δι' εὐπρεποῦς ὀνόματος τῆς ἱερωσύνης. Ἐξ ὧν ἤδη μοι τὰ μὲν συνέβη κακὰ, τὰ δὲ ἐλπίζεται. Τὸ γὰρ ἤδη παθεῖν, καὶ πρὸς τὸ μέλλον πως δύσελπι, κἂν ὁ λογισμὸς ἄλλο τι πείθῃ, τὸ κρεῖττον ὑποτιθέμενος.
-cs, when they marched against us with the imperial impiety, as though going to subjugate us also, and add us to the rest, who were already almost all enslaved. For not even here did he contribute a small part to us, both from himself and perhaps from us, whom he set upon those men, as upon most bitter wild beasts, like no ignoble whelps, training us for godliness. For one thing I blame you both (and do not be at all vexed with me for my outspokenness; for I shall burst forth with what grieves me, even if it is rather tiresome), that when I was vexed with the evils of life, and loved solitude as I know not whether anyone else of our contemporaries did, and was striving as fast as I could to shun this common tempest and dust, and to escape into safety, you somehow bore me along and handed me over to this wearisome and treacherous market-place of souls, through the specious name of the priesthood. From this some evils have already befallen me, and others are expected. For having already suffered makes one somewhat hopeless towards the future as well, even if reason persuades one of something else, suggesting the better course.
ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος· τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ συνεπέθετο, καὶ ταύτῃ χρονίᾳ καὶ σφαλερᾷ, τὸ μὲν ἀῤῥωστῆσαι κοινὸν πρὸς τοὺς ἄλλους ἔσχεν ἀνθρώπους· τοῦτο δὲ, οὐκ ἔτι κοινὸν, ἀλλὰ σφόδρα ἐκείνου, καὶ τοῖς ἄλλοις ἀκόλουθον θαύμασιν. Οὐ γὰρ ἔστιν ὅτε μὴ τῷ πάθει στενοχωρούμενος, καὶ πολλάκις γε τῆς ἡμέρας, ἔστι δὲ ὅτε καὶ ὥρας, ὑπὸ μόνης ἐῤῥώννυτο τῆς λειτουργίας· καὶ ὑπεχώρει τὸ πάθος, ὥσπερ ἐξ ἐντολῆς φυγαδευόμενον. Ζήσας δὲ σχεδόν τι περὶ τὰ ἑκατὸν ἔτη, πέρα τῶν Δαυϊδικῶν ὅρων, περὶ τοῦ καθ' ἡμᾶς χρόνου, καὶ τούτων αὐτῶν ἐν τῇ ἱερωσύνῃ πέντε καὶ τεσσαράκοντα, μέτρον τῆς ἀνθρωπίνης ζωῆς, ἔπειτα ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον. Καὶ τοῦτο, πῶς; Ἐν τοῖς τῆς εὐχῆς ῥήμασί τε καὶ σχήμασιν, οὐδὲν μὲν κακίας ἴχνος, πλεῖστα δὲ ἀρετῆς καταλιπὼν ὑπομνήματα. Τοιγαροῦν καὶ τὸ σέβας αὐτῷ πλεῖον ἢ κατὰ ἄνθρωπον, ἐν ταῖς ἁπάντων γλώσσαις καὶ διανοίαις· καὶ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν, ὅστις ἐκείνου μεμνημένος, οὐχὶ καὶ τὴν φαντασίαν ἀσπάζεται, τοῦτο δὴ τὸ τῆς Γραφῆς, χεῖρα θεὶς ἐπὶ στόμα-
Chapter 38. Nor could I pass over this either among his noble deeds. In all things indeed he was enduring, and superior to his bodily frame; and when suffering in his last illness, which attacked him together with old age, and that a lingering and perilous one, falling sick indeed he had in common with other men; but this was no longer common, rather exceedingly his own, and consistent with his other marvels. For though there was no time when he was not distressed by his ailment, and that many times a day, and sometimes even an hour, he was strengthened by the liturgy alone; and the ailment gave way, as though banished by command. Having lived almost around a hundred years, beyond the Davidic bounds concerning the span of our time, and forty-five of these very years in the priesthood, the measure of human life, he then ends his life in a good old age. And how was this? In the words and postures of prayer, leaving behind no trace of vice, but very many memorials of virtue. Therefore the reverence paid to him is greater than accords with man, on the tongues and in the minds of all; and it is not easy to find anyone who, remembering him, does not also greet his image in thought, laying, as Scripture says, his hand upon his mouth-
PG 35:1037Read from the page
τι. Τοιοῦτος μὲν ὁ βίος αὐτῷ, τοιαύτη δὲ ἡ τοῦ βίου συμπλήρωσις καὶ τελείωσις.
. Such was his life, and such the fulfilment and perfection of his life.
ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲν τῷ λαῷ προσχρησάμενος, τὰ πλείω δὲ οἴκοθεν εἰσενεγκών; Ἔργον οὐ σιωπῆς ἄξιον, μεγέθει μὲν ὑπὲρ τοὺς πολλοὺς, κάλλει δὲ σχεδὸν ὑπὲρ ἅπαντας· ὀκτὼ μὲν ἰσοπλεύροις εὐθείαις εἰς ἑαυτὸν ἀπαντῶντα, κιόνων δὲ καὶ στοῶν κάλλεσι διωρόφων εἰς ὕψος αἰρόμενον, καὶ τοῖς ὑπὲρ αὐτῶν πλάσμασιν οὐ λειπομένοις τῆς φύσεως· οὐρανῷ δὲ ἄνωθεν καταστράπτοντα, πηγαῖς δὲ φωτὸς πλουσίαις τὰς ὄψεις περιαυγάζοντα, ὥσπερ ἀληθῶς φωτὸς οἰκητήριον· δρόμοις τε ἀμφιθέτοις ὕλης τῆς λαμπροτάτης ἰσογωνίοις κυκλούμενον, καὶ πολὺν τὸν ἐν μέσῳ τόπον περιλαμβάνουσι· πυλῶν δὲ καὶ προπυλαίων προλάμποντα χάρισι, καὶ πόῤῥωθεν τοὺς προσιόντας δεξιούμενον. Καὶ οὔπω λέγω τὸν ἔξωθεν κόσμον, λίθου τετραπέδου, καὶ εἰς τρίχα συνηρμοσμένου κάλλος καὶ μέγεθος, ὅσος τε καὶ μαρμάρεος ἐν ἕδραις καὶ κεφαλίσιν, αἳ τὰς γωνίας διειλήφασι, καὶ ὅσος ἐπιχώριος μηδὲν τοῦ ξένου λειπόμενος· ζώνας τε πολυειδεῖς καὶ ποικίλας προβεβλημένας τε καὶ ἐνυφασμένας, ἀπὸ κρηπῖδος εἰς κορυφὴν, ἣ ζημιοῖ τὸν θεατὴν, τὴν ὄψιν ὁρίζουσα. Πῶς ἂν ὁ λόγος ἔργον τοσούτου χρόνου, καὶ πόνου, καὶ τοσαύτης χειρὸς οὕτως ἐν βραχεῖ παραστήσειεν; Ἢ τοσοῦτον εἰπεῖν ἀρκέσει, ὅτι πολλῶν τὰς ἄλλας πόλεις κοσμούντων ἔργων, ἰδίων τε καὶ δημοσίων, τοῦτο καὶ μόνον ἴσχυσε διαβοήτους ἡμᾶς καταστῆσαι τοῖς πλείοσιν. Ἀλλ' ὁ μὲν ναὸς οὕτως ἔχων. Ἐπεὶ δὲ καὶ ἱερέως ἔδει, καὶ τοῦτον οἴκοθεν ἐπιδίδωσιν· ει μὲν κατὰ τὸν ναὸν, οὐκ ἔχω λέγειν, πλὴν ἐπιδίδωσιν. Ἐπεὶ δὲ καὶ θυμάτων ἔδει, καὶ ταῦτα προστίθησι, τὰ πάθη τοῦ παιδὸς, καὶ τὴν ἐν τοῖς δεινοῖς καρτερίαν· ἵν' ἔχῃ παρ' αὐτοῦ Θεὸς ὁλοκάρπωμα λογικὸν, ἱερεῖον πνευματικὸν ἀντὶ νομικοῦ θύματος καλῶς δαπανώμενον.
Chapter 39. And since a memorial of his magnanimity also had to be left behind to life, what was more fitting than this temple, which he raised both to God and to us, having availed himself a little of the people, but having contributed the greater part from his own resources? A work not worthy of silence, in size surpassing most, and in beauty surpassing almost all; meeting itself in eight equilateral straight sides, and raised aloft with the beauties of two-storeyed columns and porticoes, and with the figures above them not falling short of nature; flashing down from above with its vault, and flooding the eyes all around with rich springs of light, as truly a dwelling-place of light; encircled by surrounding galleries of the brightest material with equal angles, embracing a great space in the midst; shining forth with the graces of gates and porches, and welcoming from afar those who approach. And I do not yet speak of the exterior adornment, the beauty and size of squared stone fitted together to a hair's breadth, both all that is of marble in bases and capitals, which occupy the corners, and all that is of native stone falling nothing short of the foreign; and the manifold and varied bands projecting and woven in, from foundation to summit, which penalizes the beholder by bounding his view. How could discourse present so briefly a work of so much time, and toil, and of so great a hand? Or will it suffice to say so much, that while many works, both private and public, adorn other cities, this alone availed to render us renowned among most men? Such, then, is the temple. And since there was need of a priest as well, he bestows this one too from his own house; whether worthy of the temple, I cannot say, save that he bestows him. And since there was need of sacrifices as well, he adds these too, the sufferings of his son, and his endurance amid terrors; so that God may have from him a rational whole burnt-offering, a spiritual victim nobly expended in place of a legal sacrifice.
Μʹ. Τί φὴς, ὦ πάτερ; ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις
Chapter 40. What do you say, O father? Are these things sufficient, and do you receive in full the rewards of your labours, which over my discourses
Notes, col. 1037

On the reading

Printed ει, for εἰ.