Migne Reading Room

PG 35 · cols. 1016–1025 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1016Read from the page
λίσσης δίχα τοῦ θανατοῦν τὸν πλησσόμενον· τὸ δὲ φιλάνθρωπον ὑπὲρ ἄνθρωπον. Τροχοὶ πολλάκις ἠπειλοῦντο καὶ μάστιγες, καὶ οἱ παραστησόμενοι πλησίον· καὶ ὁ κίνδυνος ἦν ὤτων θλίψις, ἢ παρειῶν ὕβρεις, ἢ πὺξ κατὰ κόῤῥης· οὕτω τὴν ἀπειλὴν διελύετο. Ἐσθὴς περιῃρεῖτο καὶ ὑποδήματα, καὶ κατὰ γῆς ὁ κακοῦργος· εἶτα ὁ θυμὸς οὐκ ἐπὶ τὸν ἠδικηκότα, τὸν δὲ προθύμως ὑπουργήσαντα, ὡς κακῶν ὑπηρέτην. Πῶς ἄν τις μᾶλλον ἐφάνη χρηστὸς ὢν, ἢ Θεῷ δῶρα προσφέρειν ἄξιος; Οὐ γὰρ ἔφθανε κεκινημένος πολλάκις, καὶ ὑπεραπελογεῖτο τοῦ κινήσαντος, ἐρυθριῶν ὡς οἰκείοις, τοῖς ἐκείνου πταίσμασιν.
without killing the one stung; and his humanity was beyond that of man. Wheels and scourges were often threatened, and those who would stand by to inflict them were near at hand; and the peril ended in a pinching of the ears, or buffets on the cheeks, or a blow with the fist upon the jaw; thus did he dissolve the threat. Clothing and shoes were stripped off, and the wrongdoer lay upon the ground; then his anger turned not against the one who had done the wrong, but against the one who had eagerly ministered, as a minister of evils. How could anyone have appeared more kind, or more worthy to offer gifts unto God? For ofttimes he had no sooner been moved to anger than he was pleading in defence of the one who had provoked him, blushing for that man's transgressions as though they were his own.
ΚϚʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον· ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι συναπήρχετο, μόνον ἀφεὶς τὸ φιλάγαθον, καὶ οὔποτε ἡλίου φανεὶς μακρότερος· οὐδὲ τὴν ἀπολλύουσαν καὶ φρονίμους ὀργὴν γεωργήσας, ἤ τι τῆς ἑαυτοῦ κακίας ἐνσημήνας τῷ σώματι, τὸ δὲ γαληνὸν διασώζων κἀν τῷ κινήματι. Τοιγαροῦν συνέβαινεν ἐκείνῳ τὸ παραδοξότατον, οὐ μόνῳ μὲν ἐπιτιμᾷν, μόνῳ δὲ ὑπὸ τῶν ἐγκαλουμένων ἀγαπᾶσθαί τε καὶ θαυμάζεσθαι, νικῶντος τοῦ χρηστοῦ τὴν θερμότητα· καὶ ὄντως τιμιώτερον εἶναι τὸ τῷ δικαίῳ παιδεύεσθαι, ἢ τῷ πονηρῷ καταλείφεσθαι· τοῦ μὲν γὰρ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν, τοῦ δὲ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Καίπερ δὲ οὕτως ἔχων ψυχῆς καὶ ἤθους ἁπλοϊκοῦ καὶ θεοειδοῦς, ὅμως τι τοῖς ὑβρισταῖς καὶ φοβερὸς ἦν διὰ τὴν εὐσέβειαν· μᾶλλον δὲ οὐδὲ ἄλλο τι τὸ πλῆττον ἦν, ἢ ἁπλότης καταφρονουμένη. Οὐ γὰρ ἦν αὐτὸν εὐχῆς, ἢ κατάρας προέσθαι ῥῆμα, καὶ μή τι δοῦναι παραυτίκα, ἢ ἀγαθὸν διαρκὲς, ἢ λυπηρὸν πρόσκαιρον· τὸ μὲν γὰρ ἦν ἐκ βάθους ψυχῆς, τὸ δὲ ἐπὶ χείλεσι μόνον, καὶ πατρική τις ἐπίπληξις. Πολλοῖς γέ τοι τῶν λελυπηκότων οὐδὲ ὑπερήμερος ἀπήντησεν ἡ ἀντίδοσις, οὐδὲ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητικόν· ἀλλὰ παρ' αὐτὰ τῆς κινήσεως ἐπλήγησαν, ἐπεστράφησαν, προσῆλθον, ἐγονυπέτησαν, συγγνώμης ἔτυχον, ἀπῆλθον, ἡττημένοι καλῶς, ἀμείνους ἐγένοντο, καὶ σωφρονισθέντες, καὶ συγγνωσθέντες. Ἐπεὶ
XXVI. Dew sooner withstands the sun's ray darting at dawn than any remnant of anger abided in him; nay, no sooner did he speak than his wrath departed together with his words, leaving behind only his love of goodness, and never appearing longer-lived than the sun; nor did he cultivate that wrath which destroys even prudent men, or impress any mark of its malice upon his body, but preserved his serenity even in the midst of his emotion. Wherefore there befell him what was most paradoxical of all: not that he alone rebuked, but that he alone was both loved and admired by those whom he censured, his kindness overcoming his warmth; and that it was truly more precious to be chastened by the righteous man than to be anointed by the wicked; for of the former even the roughness is gentle on account of its benefit, whereas of the latter even the kindness is suspect on account of his malice. Yet although he was thus disposed in soul and in his simple and godlike character, nevertheless he was somewhat formidable even to the insolent on account of his piety; or rather nothing else was that which struck them, save simplicity despised. For it was not possible for him to utter a word of blessing or of cursing, and not immediately bestow either an enduring good or a temporary distress; for the former was from the depth of his soul, whereas the latter was upon his lips only, and a kind of fatherly rebuke. Many at any rate of those who had grieved him were met by a recompense not even a day overdue, nor was justice slow-footed, as the poetic saying goes; but at the very moment of his emotion they were smitten, they turned back, they approached, they fell on their knees, they obtained pardon, they departed, nobly defeated, they became better men, both chastened and pardoned. Since
PG 35:1017Read from the page
καὶ τὸ σύγγνωμον πολλάκις μέγα πρὸς σωτηρίαν, αἰδοῖ κατεῖργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλτρον ἐκ φόβου τὴν ἀσφαλεστέραν εὔνοιαν. Ἐπαιδεύθησαν δὲ, οἱ μὲν ὑπὸ βοῶν ἀναῤῥιφέντες τῇ ζεύγλῃ τετρυχωμένων, καὶ ἀπαντησάντων ἀθρόως, οὔπω τοῦτο πρότερον πεπονθότων· οἱ δὲ ἵπποις σφενδονηθέντες, καὶ συμπατηθέντες, τῶν εὐπειθεστάτων τε καὶ ἡμερωτάτων· οἱ δὲ πυρετοῖς ἀσχέτοις καταληφθέντες, καὶ φαντασίαις ὧν τετολμήκασιν· οἱ δὲ ἄλλοι ἄλλο τι παιδαγωγηθέντες, καὶ μαθόντες τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθον.
forgiveness also is ofttimes a great thing towards salvation, restraining the wrongdoer through shame, and transferring into affection out of fear the more secure goodwill. And they were chastened, some by being tossed up by oxen worn out by the yoke, which encountered them all of a sudden, having never suffered this before; others by being flung off and trampled by horses, even the most obedient and gentlest; others by being seized by ungovernable fevers, and by visions of the things they had dared to do; and others by being disciplined in some other way, and learning obedience from the things which they suffered.
ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον· ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν; Οὐ μὲν οὖν· ἀλλ' ἦν ὁ αὐτὸς ἥμερος μὲν, εἰ καί τις ἄλλος, ἐνεργὴς δὲ κατὰ τὸ ἥμερον. Δύο γὰρ τούτων ὡς τὰ πολλὰ μαχομένων ἀλλήλοις καὶ ἀντικαθισταμένων, ἁπλότητος καὶ τραχύτητος, καὶ τῆς μὲν τὸ ἥμερον ἐχούσης μετὰ τοῦ ἀπράκτου, τῆς δὲ τὸ πρακτικὸν δίχα τοῦ φιλανθρώπου, ἐκείνῳ συνῆλθε θαυμασίως ἀμφότερα· πράττειν μὲν, ὡς αὐστηρῷ μετὰ τῆς ἡμερότητος· ὑφίεσθαι δὲ, ὡς ἀπράκτῳ μετὰ τῆς ἐντελείας, ἐν προστασίαις, ἐν παῤῥησίαις, ἐν εἴδει παντὶ κυβερνήσεως. Τὸ γὰρ τοῦ ὄφεως φρόνιμον περὶ τὸ κακὸν τῷ τῆς περιστερᾶς ἀκεραίῳ περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον εἴασε κακοῦργον γενέσθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον· ἀλλ' ἓν ἀρετῆς εἶδος, ὡς μάλιστα ἐνῆν, ἐξ ἀμφοτέρων ἀπηκριβώσατο. Τὸν δὴ τοιοῦτον μὲν γεγονότα, οὕτω δὲ τῆς ἱερωσύνης προστάντα, τοιαύτης δὲ παρὰ πᾶσι δόξης τετυχηκότα, τί θαυμαστὸν καὶ σημείων ἀξιωθῆναι, οἷς βεβαιοῖ Θεὸς τὴν εὐσέβειαν;
XXVII. Was his clemency then so great and so well known, whilst in efficiency and virtue concerning practical action he yielded superiority to another? By no means; nay, the selfsame man was gentle indeed, if ever anyone else was, yet energetic in accordance with his gentleness. For whereas these two things for the most part war with each other and stand opposed, simplicity and harshness, the one possessing gentleness coupled with inaction, and the other practical vigour apart from humanity, in him both came together wonderfully: to act indeed like an austere man with gentleness, and to yield like an inactive man with efficiency, in presidencies, in outspokenness, in every form of governance. For having mingled the prudence of the serpent regarding evil with the harmlessness of the dove regarding good, he neither suffered prudence to become malicious, nor simplicity to become foolish; but wrought to perfection out of both one single form of virtue, so far as was most possible. That one who had proved such a man, and had so presided over the priesthood, and had obtained such renown amongst all, should also be deemed worthy of signs, whereby God confirms piety, what wonder is it?
ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων· Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, ει κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν καὶ τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας, εἴτε εἰς παίδευσιν τῶν ἀσθενεστέρων ἐν ἐκείνοις μανθανόντων τὸ καρτερεῖν, ἀλλὰ μὴ ἐκκακεῖν τοῖς πάθεσιν; Ἔκαμνεν οὖν, καὶ ὁ καιρὸς ἦν τὸ ἅγιον Πάσχα καὶ περιβόητον, ἡ βασίλισσα τῶν ἡμερῶν ἡμέρα, καὶ ἡ λαμπρὰ νὺξ λύουσα τὸ σκότος τῆς ἁμαρτίας, καθ' ἣν ἡμεῖς ὑπὸ πλουσίῳ φωτὶ τὴν σωτηρίαν ἡμῶν αὐτῶν ἑορτάζομεν, καὶ τῷ φωτὶ δι' ἡμᾶς νεκρωθέντι συννεκρωθέντες, καὶ ἀνισταμένῳ συνανιστάμεθα. Ἐνταῦθα μὲν δὴ τοῦ καιροῦ τὸ πάθος· τὸ δὲ ἦν, ὡς ἐν βραχεῖ διηγήσασθαι· Πυρετὸς μὲν σφοδρὸς καὶ διακαὴς πᾶν τὸ βάθος συνέφλεγεν, ἡ δὲ δύναμις ἐπελελοίπει, τῶν σιτίων δὲ
XXVIII. And here is one of the wonders concerning him: he was labouring under an illness, and was in a grievous state of body. And what wonder is it, if even saints suffer hardship, whether for the cleansing away even of the slight mire, or for the testing of virtue and trial of philosophy, or for the instruction of the weaker who learn in them to endure, and not to faint in sufferings? He was labouring then, and the season was the holy and celebrated Pasch, the queen of days, and the bright night that dissolves the darkness of sin, wherein we under rich light celebrate our own salvation, and having died together with the Light that was put to death for our sakes, rise together with Him as He rises. At this point of the season then occurred the illness; and it was, to relate it in brief, as follows: a violent and burning fever was consuming his whole depth, and his strength had failed, and of food
Notes, col. 1017

On the reading

Printed ει, for εἰ.

PG 35:1020Read from the page
ἀποκέκλειστο, ὕπνος δὲ ἀπελήλατο, ἀπορίᾳ δὲ εἴχετο, καὶ παλμοῖς συνεκόπτετο. Τὰ δὲ εἴσω τοῦ στόματος ἅπαντα, ἥ τε ὑπερῴα, καὶ ὅσον ὑπεραιώρηται, τοσούτοις ἕλκεσιν ἐξηνθήκει, καὶ οὕτω πικροῖς τε καὶ συνεχέσιν, ὥστε μηδὲ ὕδατι ῥᾴδιον εἶναι τὸν πόρον, μηδὲ ἀκίνδυνον. Ἤρκουν δὲ οὔτε ἰατρῶν τέχναι, οὔτε οἰκείων εὐχαὶ καὶ λίαν προσλιπαρούντων, οὔτε θεραπεία πᾶσα προσαγομένη. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, πνέων μικρὰ καὶ ἀπεγνωσμένα, καὶ μηδὲ τῶν παρόντων ἐπαισθανόμενος, ἀλλ' ὅλος τῆς ἐκδημίας ὢν, καὶ τῶν πάλαι ποθουμένων αὐτῷ καὶ ηὐτρεπισμένων. Ἡμᾶς δὲ εἶχε τὸ ἱερὸν, μύστας ὁμοῦ καὶ ἱκέτας (ἐπειδὴ τῶν ἄλλων ἀπεγνώκειμεν ἁπάντων), πρὸς τὸν μέγαν ἰατρὸν καὶ τὴν τῆς νυκτὸς ἐκείνης δύναμιν καταφεύγοντας, καὶ τὴν τελευταίαν ἐπικουρίαν· τί καὶ φῶ; ἑορτάσοντας, ἢ θρηνήσοντας; πανηγυρίσοντας, ἢ τιμήσοντας τὸν οὐκέτι ἐνταῦθα τὰ ἐπιτάφια; Ὢ τῶν δακρύων ἐκείνων, ἃ παρὰ παντὸς ἐχύθη τοῦ λαοῦ τηνικαῦτα! ὢ φωνῶν, καὶ βοῶν, καὶ ὕμνων ταῖς ψαλμῳδίαις συγκιρναμένων! Ἐζήτουν παρὰ τοῦ ἱεροῦ τὸν ἱερέα, παρὰ τοῦ μυστηρίου τὸν μυσταγωγὸν, παρὰ τοῦ Θεοῦ τὸν ἄξιον παραστάτην· καὶ ταῦτα ἦν, ἐξαρχούσης τῆς ἐμῆς Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον, οὐ τὸ ἐπινίκιον, ἀλλὰ τὸ ἱκέσιον, καὶ τότε πρῶτον ἀναισχυντεῖν μαθούσης ὑπὸ τοῦ πάθους, καὶ καταβοώσης τοῦ λαοῦ τε ὁμοίως καὶ τοῦ Θεοῦ· τοῦ μὲν, συναλγεῖν πασχούσῃ, καὶ προσφιλοτιμεῖσθαι τοῖς δάκρυσι· τοῦ δὲ, εισακούειν τῶν δεομένων, πάντων αὐτὸν τῶν πρὸ τούτου θαυμάτων (καὶ γὰρ εὑρετικὸν τὸ πάσχειν) ὑπομιμνήσκουσα.
he was debarred, and sleep had been driven away, and he was held fast by distress, and was racked by palpitations. And all the parts within his mouth, both the palate and as much as hangs suspended above, had broken out into so many ulcers, and so bitter and continuous, that not even for water was the passage easy, or free from peril. And neither the arts of physicians sufficed, nor the prayers of his own folk even though entreating very earnestly, nor all the treatment that was applied. He then was in this state, breathing faintly and desperately, and not even perceiving those present, but belonging wholly to his departure, and to the things long since desired by him and prepared for him. Meanwhile the sanctuary held us, at once celebrants of the mysteries and suppliants (since we had despaired of all other things), fleeing for refuge to the Great Physician and the power of that night, and the last succour; what shall I even say? About to keep the feast, or to mourn? About to hold solemn assembly, or to honour with funeral rites him who was no longer here? O those tears which were shed by all the people at that time! O the voices, and cries, and hymns mingled with the psalmody! They sought from the sanctuary the priest, from the mystery the mystagogue, from God the worthy attendant; and these things took place while my Mary led the strain, and struck up the timbrel, not the triumphant, but the suppliant one, having then for the first time learned through grief to put off bashfulness, and crying out alike unto the people and unto God: unto the former, to share in her grief as she suffered, and to vie zealously in tears; and unto the Latter, to hearken unto those who besought Him, reminding Him of all the wonders before this (for suffering is inventive).
ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός; Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ ἀκούοντες, μὴ ἀπιστοίητε δέ· οὐ γὰρ ὅσιον, ἡμῶν καὶ περὶ ἐκείνου διηγουμένων). Παρῆν ὁ τοῦ μυστηρίου καιρὸς, καὶ ἡ σεβάσμιος στάσις, καὶ τάξις, τοῖς τελουμένοις ἐφησυχάζουσα· ὁ δὲ παρὰ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ τῆς ἱερᾶς νυκτὸς διανίσταται. Μικρὸν ὑποκινεῖται πρῶτον, εἶτα στεῤῥότερον· εἶτα καλέσας τῶν παραμενόντων τινὰ θεραπευτὴν ἐξ ὀνόματος, μικρᾷ πάνυ καὶ ἀμυδρᾷ τῇ φωνῇ, παρεῖναί τε καὶ ὀρέγειν ἐσθῆτα, καὶ χεῖρα ὑπέχειν ἐκέλευεν. Καὶ ὃς παρῆν μετ' ἐκπλήξεως, καὶ
XXIX. What then does the God of that night and of him who lay sick do at this point? Shuddering comes over me as I approach what follows of the narrative (and may you also who hear shudder, yet do not disbelieve; for it is not devout, when it is we who relate it and concerning him). The time of the mystery was at hand, and the reverend standing posture and order, keeping quiet for the rites being celebrated; and he is raised up by Him Who quickens the dead and by the sacred night. First he stirs slightly, then more firmly; then having called by name a certain attendant of those who were remaining beside him, with a very faint and indistinct voice he bade him be near and reach him his clothing, and lend his hand underneath to support him. And he came in amazement, and
Notes, col. 1020

On the reading

Printed εισακούειν, for εἰσακούειν.

PG 35:1021Read from the page
ὑπηρετει προθύμως· καὶ ὃς ὡς βακτηρίᾳ τῇ χειραγωγίᾳ χρησάμενος, μιμεῖται τὸν ἐπὶ τοῦ ὄρους Μωϋσέα, καὶ τὰς παρειμένας χεῖρας εἰς εὐχὴν σχηματίσας, συντελεῖ προθύμως ἢ προτελεῖ τοῦ λαοῦ τὰ μυστήρια, ῥήμασι μὲν ὀλίγοις καὶ ὅσοις ἔσθενεν, διανοίᾳ δὲ, ὡς ἐμοὶ δοκεῖ, καὶ λίαν τελεωτάτῃ (ὢ τοῦ θαύματος!), ἄνευ βήματος ἐπὶ βήματος, ἄνευ θυσιαστηρίου θύτης, ἱερεὺς πόῤῥω τῶν τελουμένων· καὶ ταῦτα παρῆν αὐτῷ παρὰ τοῦ ἁγίου Πνεύματος, αὐτῷ μὲν γινωσκόμενα, τοῖς παροῦσι δὲ οὐχ ὁρώμενα. Εἶτα ἐπειπὼν τὰ τῆς εὐχαριστίας ῥήματα οὕτως, ὡς σύνηθες, καὶ τὸν λαὸν κατευλογήσας, πάλιν τῆς κλίνης γίνεται, τροφῆς τε μικρόν τι προσέμενος, καὶ ὕπνου μεταλαβὼν, ἀνακαλεῖται τὸ πνεῦμα· καὶ ταῖς κατὰ μικρὸν προσθήκαις τῆς ὑγείας συναυξηθείσης, ἡ καινὴ παρῆν ἡμέρα τῆς ἑορτῆς (ἣν οὕτως ὀνομάζομεν πρώτην Κυριακὴν, μετὰ τὴν ἀναστάσιμον ταύτην ἔχοντες)· καὶ τὸ ⟨ἱ⟩ερὸν καταλαβὼν σὺν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι ἐγκαινίζει την σωτηρίαν, καὶ θύει τὰ χαριστήρια. Καί μοί τι τοῦτο τὸ ἔργον τοῦ περὶ τὸν Ἐζεκίαν θαύματος οὐκ ἀτιμότερον· ὃν ἀσθενήσαντα καὶ δεηθέντα, προσθήκῃ ζωῆς ὁ Θεὸς ἐδόξασεν· καὶ τοῦτο ἐγνώρισε τῇ σκιᾷ τῶν ἀναβαθμῶν ἐπαναχθείσῃ, κατὰ τὴν αὐτοῦ τοῦ σωθέντος αἴτησιν· ὁμοῦ τε τῇ χάριτι καὶ τῷ σημείῳ τὸν βασιλέα τιμῶν, καὶ τῇ προσθήκῃ τῆς ἡμέρας τὴν τῶν ἡμερῶν προσθήκην πιστούμενος.
ministered eagerly; and he, having used the guiding of his hand as a staff, imitates Moses upon the mount, and having formed his relaxed hands for prayer, eagerly celebrates with or for the people the mysteries, in words indeed few and such as he had strength for, but in mind, as seems to me, most exceedingly perfect (O the wonder!), without a sanctuary upon the sanctuary, a sacrificer without an altar, a priest far from the rites being celebrated; and these things were present to him from the Holy Spirit, known indeed to him, but unseen by those present. Then having spoken over them the words of thanksgiving, just as was customary, and having blessed the people, he betakes himself again to his bed, and having partaken of a little food, and shared in sleep, he recalls his spirit; and as his health increased through gradual additions, the new day of the feast was at hand (which we thus name the first Sunday, keeping it next after that of the Resurrection); and having repaired to the sanctuary with the whole fulness of the Church, he inaugurates his deliverance, and offers the sacrifices of thanksgiving. And to me this work is nowise less honourable than the wonder concerning Hezekiah; whom, when he fell sick and made supplication, God glorified with an addition of life; and He made this known by the shadow of the steps being brought back, according to the request of him who was saved himself; at once honouring the king by the grace and by the sign, and by the addition of the day confirming the addition of the days.
Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον· ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν· ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴπερ τινὰ οὖσαν τιμῆς ἀξίαν, ἐκείνῳ τε χαριούμεθα τὴν κοινωνίαν τοῦ διηγήματος. Ἅπτεται κἀκείνης ἀῤῥωστία τῆς πάντα καρτερικῆς, καὶ γενναίας, καὶ ἀνόσου τὸν ἅπαντα χρόνον. Πολλῶν δὲ ὄντων τῶν λυπούντων, ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, ἡ ἀτροφία τὸ βαρύτατον ἦν ἐπὶ συχνὰς ἡμέρας τοῦτο κινδυνευούσῃ, καὶ μηδὲν εὑρισκούσῃ τοῦ κακοῦ φάρμακον. Πῶς οὖν τρέφει ταύτην Θεός; Οὐ μάννα βρέξας, ὡς τὸ πάλαι τῷ Ἰσραήλ· ἢ πέ-
XXX. And the selfsame wonder befell concerning my mother also, not a little later; and it is worthy not to pass this over either; for we shall both honour her in the ways that are fitting, as being worthy of honour if ever any woman was, and we shall gratify him by the fellowship of the narrative. Sickness lays hold of her also, who was in all things enduring, and noble, and free from disease through all her time. And whilst the things that distressed her were many, that I may not draw out a long discourse, lack of nourishment was the heaviest part for her as she was in peril in this way for many days, and found no remedy for the evil. How then does God nourish her? Not by raining down manna, as of old for Israel; or a rock
Notes, col. 1021

On the reading

Printed ὑπηρετει, for ὑπηρέτει.

Printed την, for τὴν.

PG 35:1024Read from the page
τραν ῥήξας, ἵνα πηγάσῃ λαῷ διψῶντι· ἢ κόραξιν ἑστιάσας, ὡς τὸν Ἠλίαν ἐκεῖνον· ἢ προφήτῃ μεταρσίῳ κορέσας, ὡς τὸν Δανιὴλ πρότερον ἐν λάκκῳ λιμώττοντα. Τίνα δὲ τρόπον; Ἔδοξεν ἐμὲ τὸν αὐτῇ φίλτατον (προετιμᾶτο γὰρ ἡμῶν ἄλλος οὐδ' ἐν ὀνείρῳ), ἀθρόως ἐπιστάντα νυκτὸς, μετὰ κανοῦ, καὶ ἄρτων τῶν λαμπροτάτων, ἐπευξάμενόν τε αὐτοῖς, καὶ σφραγίσαντα, ὥσπερ φίλον ἡμῖν, θρέψαι τε καὶ ῥῶσαι, καὶ συναγαγεῖν τὴν δύναμιν. Καὶ ἡ τῆς νυκτὸς ὄψις, ἔργον ἦν ἀληθείας· ἐξ ἐκείνου γὰρ ἑαυτῆς γίνεται καὶ τῆς χρηστοτέρας ἐλπίδος· τῷ τοῦτο δῆλον ἐναργεῖ καὶ φανερῷ γνωρίσματι. Ἐπειδὴ γὰρ τῆς ἡμέρας ἐπιλαβούσης, εἰσελθὼν τότε πρὸς αὐτὴν ὄρθριος, πρῶτον μὲν φαιδροτέραν ἢ πρόσθεν ἐθεασάμην· ἔπειτα, πῶς ἡ νὺξ, καὶ ὅτου δέοιτο, τὰ συνήθη δὴ ταῦτα ἐπυνθανόμην· Σύ με ἔθρεψας, φησὶν, ὦ τέκνον, μάλα ἑτοίμως καὶ φιλανθρώπως, ἔπειτα ἐρωτᾷς τὸ, πῶς ἔχοιμι; λίαν καλῶς τε καὶ γαληνῶς. Καὶ ἅμα κατένευον αἱ θεραπεύτριαι πρὸς τοῦτο μὴ ἀντιτείνειν, ἀλλ' ἑτοίμως δέχεσθαι τὴν ἀπόκρισιν· μὴ ἀθυμίᾳ καταβληθείη, γυμνωθείσης τῆς ἀληθείας. Ἓν ἔτι προσθήσω τῶν κοινῶν ἀμφοτέροις.
cloven in sunder, that it might gush forth for a thirsting people; or feasting her by ravens, like that Elijah; or satisfying her by a prophet lifted on high, like Daniel formerly when hungering in the den. In what manner then? It seemed to her that I, her dearest son (for no other was preferred to us even in a dream), having stood beside her all of a sudden by night, with a basket and the brightest loaves, and having prayed over them and signed them with the cross, as is our wont, nourished and strengthened her, and rallied her strength. And the vision of the night was a work of truth; for from that moment she comes to herself and becomes of better hope; and this was manifest by a clear and evident token. For when day had dawned, having gone in to her at daybreak, first indeed I beheld her more cheerful than before; next, how the night had passed, and what she needed, these customary questions I asked; Thou didst nourish me, says she, O child, very readily and kindly, and then dost thou ask how I am? Exceedingly well and calmly. And at the same time the handmaids nodded to me not to gainsay this, but readily to accept the answer; lest she should be cast down by despondency, if the truth were laid bare. One thing more will I add of those common to both.
ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα· ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγιναίας· τοῦτο γάρ με καὶ μάλιστα προὔτρεψεν ὡς οἰκείοις προσδραμόντα τοῖς ἄξουσι· πλέοντι δ' οὖν, ὡς ὀλίγον ἀνήχθημεν, δεινὸς συμπίπτει χειμὼν, καὶ οἷον μὴ πολλῶν πρότερον μνημονεύειν εἶχον, ὡς ἔφασκον, οἱ συμπλέοντες. Πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων, ὁ τῆς ψυχῆς ἦν ἐμοὶ φοβερώτερος. Ἐκινδύνευον γὰρ ἄϋλιος ἀπελθεῖν καὶ ἀτέλεστος, ποθῶν τὸ πνευματικὸν ὕδωρ ἐν τοῖς φονικοῖς ὕδασι. Καὶ διὰ τοῦτο ἐβόων, ἱκέτευον, ἐπόθουν μικρὰν προθεσμίαν· καὶ συνεβόων οἱ συμπλέοντες, καὶ τοῦτο ἐν τοῖς κοινοῖς κινδύνοις, ὡς οὐδὲ τῶν ἐπιτηδείων τινὲς, ξένοι φιλάνθρωποι, τὸ συναλγεῖν μαθόντες ἐκ τῶν κινδύνων. Τοῦτο ἔπασχον μὲν ἐγὼ, συνέπασχον δὲ οἱ γεννήτορες, διὰ νυκτερινῆς φαντασίας τοῦ κινδύνου μετέχοντες, καὶ ἀπὸ γῆς ἐβοήθουν, τῶν κυμάτων δι' εὐχῆς κατεπᾴδοντες, ὡς ὕστερον συμβαλόντες ἔγνωμεν τὸν καιρὸν, ἡνίκα ἐπανήλθομεν. Τοῦτο καὶ ἡμῖν ἐδήλωσεν ὕπνος σωτήριος, ἐπειδή ποτε τοῦτον ἔγνωμεν, μικρὸν ὑπανέντος τοῦ κλύδωνος. Ἐριννύος ἐκράτουν ἐγὼ, φοβερὸν βλε-
XXXI. As I was sailing over the Parthenian Sea from the city of the Alexandrians towards Greece (and I was sailing altogether out of season, as my longing thus persuaded me, upon an Aeginetan ship; for this also most of all impelled me, having betaken myself as though to kinsfolk unto those who would convey me); as I was sailing then, when we had put out a little way to sea, a dreadful storm falls upon us, and such as my fellow-passengers could not remember many before, as they declared. And whilst all feared the common death, to me the death of the soul was more fearful. For I was in peril of departing uninitiated and unperfected, longing for the spiritual water amidst the murderous waters. And on this account I cried aloud, I supplicated, I longed for a brief respite; and my fellow-passengers cried aloud with me, and that amidst the common perils, as not even some of one's intimates would do, humane strangers, having learned fellow-feeling from the perils. This indeed I was suffering, and my parents suffered with me, sharing in the peril through a vision of the night, and from the land they brought succour, charming down the waves by prayer, as we afterwards knew when we compared the time, when we returned. This also a saving sleep made clear to us, when at length we experienced it, as the surge abated a little. I was holding fast a Fury, looking
Notes, col. 1024

On the reading

Printed ἄϋλιος, for ἄλουτος.

PG 35:1025Read from the page
πούσης, καὶ ἀπειλούσης τὸν κίνδυνον· ταύτην γὰρ ἡμῖν σαφῶς ἡ νὺξ ὑπέγραψεν. Ἄλλος ἐδόκει τῶν ἐμπλεόντων (ἦν δὲ παῖς τῶν εὐνουστάτων ἐμοὶ καὶ φιλτάτων, καὶ ὑπεραγωνιώντων, οὕτως ἔχοντος), τὴν μητέρα τὴν ἐμὴν ἐπιβᾶσαν τῆς θαλάσσης, καὶ τῆς νηὸς λαβομένην ἐξέλκειν ταύτην ἐπὶ τὴν γῆν, οὐ σὺν πολλῷ τῷ πόνῳ. Καὶ ἡ ὄψις ἐπιστεύετο· ἡμεροῦτο γὰρ ἡ θάλασσα, καὶ Ῥόδος εἶχεν ἡμᾶς αὐτίκα οὐ πολὺ τὸ ἐν μέσῳ κακοπαθήσαντας. Ἐκείνου τοῦ κινδύνου καὶ ἡμεῖς δῶρον γεγόναμεν· καθυποσχόμενοι, εἰ σωθείημεν, ἡμᾶς αὐτοὺς τῷ Θεῷ, καὶ δεδωκότες ὡς ἀπεσώθημεν.
fearfully, and threatening peril; for the night clearly sketched her for us. Another of those sailing on board (and he was a lad amongst those best disposed and dearest to me, and exceedingly anxious for me, since I was in such a state) seemed to see my mother walk upon the sea, and taking hold of the ship, drag it out onto the land, with no great toil. And the vision was believed; for the sea grew calm, and Rhodes held us straightway without our having suffered much hardship in the meantime. Of that peril we ourselves also became a gift; having promised ourselves unto God if we should be saved, and having given ourselves when we were saved.
ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφημίαν ἔχοντες· τῆς δὲ τῶν καιρῶν δυσχερείας τὴν μνήμην ἀνεθέμεθα, πρὸς οὓς παραταξάμενος ἐκεῖνος φαίνεται, ὥσπερ ἢ ἀγνοήσαντες ταῦτα, ἢ μὴ μεγάλα νομίζοντες. Φέρε οὖν καὶ ταῦτα προσθῶμεν τοῖς εἰρημένοις· Ἤνεγκεν ὁ καθ' ἡμᾶς καιρὸς πρῶτον κακὸν, οἶμαι δὲ καὶ τελευταῖον, τὸν ἀποστάτην καὶ τοῦ Θεοῦ καὶ τῶν λογισμῶν βασιλέα· ὃς μικρὸν μὲν ἔργον ἡγησάμενος εἶναι Πέρσας χειρώσασθαι, μέγα δὲ τὸ Χριστιανοὺς παραστήσασθαι, καὶ ἅμα τῶν ἀγόντων αὐτὸν δαιμόνων τοῦτο πειθόντων, οὐδὲν εἶδος ἀσεβείας ἐνέλειπε, πείθων, ἀπειλῶν, σοφιζόμενος, ἕλκων πρὸς ἑαυτὸν, οὐ μόνον οἷς ἐτεχνάζετο, ἀλλὰ καὶ οἷς ἐβιάζετο. Οὐ μὴν λαθεῖν οἷός τε ἦν κλέπτων τὸν διωγμὸν σοφιστικαῖς ἐπινοίαις, οὐδὲ μὴν καὶ φανερῶς τῇ δυναστείᾳ χρώμενος· ἵν' ἑνί γε τῷ τρόπῳ πάντως ἁλῶμεν, ἢ κακουργηθέντες, ἢ βιασθέντες. Τοῦτον τίς μᾶλλον ἢ περιφρονήσας, ἢ καταλύσας εὑρίσκεται; Τῆς μὲν οὖν περιφρονήσεως πρὸς πολλοῖς ἄλλοις ἐκεῖνο σημεῖον, οἵ τε τοξόται, καὶ ὁ τούτων στρατηγὸς, οὓς ἐπῆγεν ἐκεῖνος τοῖς ἱεροῖς οἴκοις ἡμῶν, ὡς ἢ παραληψόμενος, ἢ καταστρεψόμενος. Ἐπειδὴ γὰρ πολλοῖς προσβαλὼν ἄλλοις, κἀνταῦθα ἧκεν μετὰ τοῦ ἴσου φρονήματος, καὶ τὸ ἱερὸν ἐζήτει μετὰ τῶν προσταγμάτων, τοσοῦτον ἀποσχέσθαι τοῦ τι καταπράξασθαι ὧν ἐβούλετο, ὥστε, εἰ μὴ θᾶττον ὑπεκλίθη τῷ ἐμῷ πατρὶ, ἢ παρ' ἑαυτοῦ συνεὶς, ἤ τινος συμβουλεύσαντος ἀκούσας, κἂν τοὺς πόδας ξανθεὶς ἀπηλλάγη, ζέσαντος ἐπ' αὐτὸν θυμῷ καὶ ζήλῳ περὶ τοῦ ναοῦ τοῦ ἱερέως. Τὴν κατάλυσιν δὲ πῶς ἄν τις μᾶλλον φανείη πραγματευσάμενος, ἢ δημοσίᾳ μὲν εὐχαῖς καὶ δεή-
XXXII. Such then were the things common to both. Yet I suppose that some of those who have clearly known his affairs have long been wondering why we have dwelt thus upon these matters, as though having them alone for his praise, and have put off the mention of the difficulty of the times, against which he manifestly arrayed himself, as though we were either ignorant of these things, or did not account them great. Come then, let us add these things also to what has been said: our time brought forth a first evil, and I suppose also a last, the emperor who was an apostate both from God and from reason; who, having accounted it a small work to subdue the Persians, but a great one to bring the Christians into subjection, while the demons who led him on at the same time persuaded him of this, left out no form of impiety, persuading, threatening, playing the sophist, drawing men unto himself, not only by the artifices he devised, but also by the violence he used. Yet he was not able to escape notice as he disguised the persecution with sophistic contrivances, nor yet when openly using his arbitrary power; to the end that in one way at least we might by all means be caught, either tricked by malice or forced by violence. Who is found to have more either despised or overthrown this man? Of his contempt then, besides many other things, that is a sign, both the archers and their commander, whom that man led against our sacred houses, as though either to take possession of them or to demolish them. For when, after having assaulted many others, he came hither also with equal arrogance, and demanded the sanctuary together with his ordinances, he was so far from accomplishing aught of what he wished, that, had he not quickly yielded to my father, either perceiving it of himself or hearkening to someone who counselled him, he would have departed with his feet beaten and bruised, as the priest boiled against him with wrath and zeal for the temple. And as for his overthrow, how could anyone appear more to have wrought it, than by publicly assailing with prayers and supplications