Migne Reading Room

PG 34 · cols. 929–940 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:929Read from the page
ἁγιασμὸν, ἐντεῦθεν ὡς ἐν σαρκὶ ἔτι τυγχάνουσιν, οὐκ ἐκ μέρους ἀλλ' ὁλοκλήρως δι' ὑπομονῆς δέξασθαι καὶ μακροθυμίας· μηδὲ κοινωνῆσαι τῷ Πνεύματι τῷ παρακλήτῳ κατὰ πᾶσαν αἴσθησιν καὶ πληροφορίαν ἠλπίκασι, καὶ δι' ἐκείνου τῶν παθῶν τῆς κακίας ἀπαλλαγῆναι αὗται, κἂν χάριτος θείας ἀξιωθεῖεν· ἀλλ' ὑπὸ τῆς κακίας κλεπτόμεναι πάσης φροντίδος ἑαυτὰς ἀνῆκαν· ἅτε λαβοῦσαι τὴν χάριν, καὶ τῆς ἐξ αὐτῆς τυγχάνουσαι παρακλήσεως, καὶ πνευματικῆς γλυκύτητος ἀπολαύουσαι. Ταύτῃ καὶ ῥᾴδιαί εἰσιν οἰηθῆναι, μὴ συντριβόμεναι τὴν καρδίαν, μηδὲ τῷ φρονήματι ταπεινούμεναι, μηδὲ ἔκδιψοι οὖσαι, καὶ πρὸς τὸ τέλειον μέτρον τῆς ἀπαθείας κατατεινόμεναι· ἐναπομείνασαι δὲ τῇ ὀλίγῃ ταύτῃ τῆς χάριτος παρακλήσει, καὶ εἰς ἔπαρσιν, οὐκ εἰς ταπείνωσιν προκόψασαι, μᾶλλον καὶ οὗπερ ἠξιώθησαν χαρίσματος, ἔστιν ὅτε ἀπογυμνοῦνται. Ψυχὴ γὰρ ὡς ἀληθῶς φιλόθεος, ὡς ὁ λόγος ἔφθη δηλώσας, κἂν μυρίας μετέλθῃ δικαιοσύνας, κἂν ἄκραις ἀγρυπνίαις ἐκτρίψῃ τὸ σῶμα, κἂν χαρισμάτων τοῦ Πνεύματος διαφόρων, ἀποκαλύψεών τε καὶ μυστηρίων ἀξιωθείη, οὕτως ἔχει μετρίως ὡς μήπω τῆς κατὰ Θεὸν ἀγωγῆς ἠργμένη, μηδὲ κτησαμένη τι τῶν δεξιωτέρων, ἐρωτικῶς καὶ ἀπλήστως πρὸς τὴν κατὰ Χριστὸν ἀγάπην διακειμένη.
here, while they are still in the flesh, to receive it not in part but wholly through endurance and patience, nor have hoped to partake of the Spirit the Paraclete in all perception and full assurance, and through Him to be delivered from the passions of malice, even if they should be counted worthy of divine grace; yet being beguiled by malice they have relaxed themselves from all care, as having received grace, and obtaining the consolation thereof, and enjoying spiritual sweetness. Wherefore they are also prone to conceit, not being contrite in heart, nor humbled in mind, nor being athirst and stretching out towards the perfect measure of passionlessness; but having remained in this slight consolation of grace, and having advanced unto elation, not unto humility, they are at times stripped even of the gift whereof they were counted worthy. For a soul that truly loves God, even as the discourse has already declared, though it pursue ten thousand righteous deeds, though it wear out the body with extreme vigils, though it be counted worthy of diverse gifts of the Spirit, and of revelations and mysteries, holds itself as modestly as though it had not yet begun the conduct of life according to God, nor acquired anything of more excellent things, being disposed with ardent love and insatiably towards the love that is according to Christ.
ΚΖʹ. Εἰς τὰ μέτρα δὲ ἐφικέσθαι ταῦτα, οὔτε ἀθρόως, οὔτε ῥᾳδίως ἐφικτὸν οὐδενί· ἀλλὰ πολλῶν πόνων καὶ ἀγώνων ἡγησαμένων, χρόνων τε καὶ σπουδῆς, κατὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων, ἄχρι καὶ τοῦ τελείου, φημὶ, τῆς ἀπαθείας μέτρου. Οὕτω γὰρ πρὸς πάντα πόνον καὶ κόπον ἐξετασθεὶς, καὶ ὅλους πειρασμοὺς τοὺς ὑπὸ τῆς κακίας ἐπαγομένους εὐψύχως ὑπενεγκὼν, τότε καὶ τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων τοῦ Πνεύματος, καὶ τοῦ θείου πλούτου καταξιοῦται· εἶτα καὶ κληρονόμος τῆς οὐρανίου γίνεται βασιλείας.
27. Yet to arrive at these measures is possible for no one either all at once or easily; but only after many labours and struggles have gone before, and much time and earnestness, through testing and manifold temptations, even unto the perfect measure, I say, of passionlessness. For having thus been proved in every labour and toil, and having courageously endured all the temptations brought on by malice, then a man is counted worthy also of the great honours and gifts of the Spirit, and of the divine wealth; and thereafter he becomes an heir also of the heavenly kingdom.
ΚΗʹ. Ἡ ψυχὴ δὲ οὐκ ἔχουσα μὲν τὴν εἰρημένην τῆς πολιτείας ἀκρίβειαν· μήπω δὲ τοῦ ἁγιασμοῦ τοῦ ἐν τῇ καρδίᾳ τὴν αἴσθησιν δεξαμένη, πενθείτω καὶ ζητείτω παρὰ τοῦ Κυρίου θερμῶς, ἵνα τοῦ ἀγαθοῦ τούτου καὶ τῆς ἐνεργείας τῆς ἐν νῷ δι' ἀῤῥήτων θεωριῶν γινομένης τοῦ Πνεύματος ἐπιτύχῃ. Ὥσπερ δὲ κατὰ τὸν ἐκκλησιαστικὸν νόμον, οἱ σωματικοῖς ἁλόντες ἁμαρτήμασιν, ἀφορίζονται μὲν παρὰ τοῦ ἱερέως τὸ πρότερον· εἶτα τὴν κατὰ λόγον μετάνοιαν ἐπιδεδειγμένοι, καὶ τῆς κοινωνίας μεταποιοῦνται· ὅσοι δὲ ἀπτώτως καὶ καθαρῶς βεβιώκασι, προκόπτουσί τε πρὸς ἱερωσύνην, καὶ ἀπὸ τοῦ ἐξωτέρου τόπου τὴν ἔσω τοῦ θυσιαστηρίου μετάστασίν τε καὶ τάξιν ἀπολαμβάνουσιν, ἵνα λειτουργοὶ καὶ πάρεδροι τῷ Κυρίῳ διατελῶσιν· οὕτω δὴ σκοπῶμεν καὶ περὶ τῆς μυστικῆς τοῦ Πνεύματος κοινωνίας, περὶ ἧς τῷ Ἀποστόλῳ εἴρηται· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος. Ὄψει σωζομένην ἀκολουθίαν· ἐνοικεῖ μὲν γὰρ ἡ θεία Τριὰς
28. And the soul that does not indeed possess the aforesaid strictness of life, and has not yet received the perception of the sanctification that is in the heart, let it mourn and seek fervently from the Lord, so that it may obtain this good thing and the operation of the Spirit that takes place in the mind through ineffable contemplations. And just as according to the ecclesiastical law those caught in bodily sins are first excommunicated by the priest, and then having shown due repentance lay claim again to communion, whereas all who have lived without falling and purely both advance to the priesthood and receive translation and rank from the outer place to that within the sanctuary, so that they may continue as ministers and assessors to the Lord; even so let us consider also concerning the mystical communion of the Spirit, whereof it has been said by the Apostle: The grace of our Lord Jesus Christ, and the love of God and the Father, and the communion of the Holy Spirit. You will see the sequence preserved; for the divine Trinity dwells indeed
PG 34:932Read from the page
ἐν τῇ καθαρῶς ἐχούσῃ ψυχῇ, τῆς θείας χρηστότητος συνεφαπτομένης· ἐνοικεῖ δὲ οὐ καθ' ὅ ἐστιν· ἀχώρητος γὰρ καὶ αὐτῇ πάσῃ τῇ κτίσει· ἀλλὰ καθ' ὅσον γοῦν ἐπιτηδείως ἔχει καὶ δεκτικῶς ὁ ἄνθρωπος· ἐπειδὰν δέ τι παρατραπῇ τῆς τῷ Θεῷ κατὰ γνώμην διαγωγῆς, καὶ τὸ θεῖον Πνεῦμα λυπήσειεν, ἐκβάλλεται καὶ ἀφορίζεται τῆς πνευματικῆς εὐφροσύνης ὁ νοῦς· τῆς μὲν θείας χάριτος καὶ τῆς ἀγάπης, καὶ πάσης τῆς ἀγαθῆς τοῦ Πνεύματος ἐνεργείας συστελλομένης· ἐκείνου δὲ θλίψεσί τε καὶ πειρασμοῖς καὶ πονηροῖς πνεύμασι παραδιδομένου· καὶ μέχρις ἂν πάλιν ὀρθοποδίσειεν ἡ ψυχὴ πρὸς τὴν τοῦ Πνεύματος εὐαρέστησιν· εἶτα διὰ πάσης ἐξομολογήσεώς τε καὶ ταπεινώσεως τὴν μετάνοιαν ἐπιδειξαμένη, τότε καὶ αὖθις τῆς ἐπισκοπῆς ἀξιοῦται τῆς χάριτος, καὶ τὴν οὐράνιον εὐφροσύνην πλέον ἢ κατὰ πρῶτον ἀπολαμβάνει. Εἰ δὲ πρὸς μηδὲν τὸ Πνεῦμα λυπήσειεν, ἀλλ' εἴη ζῶσά τε εὐαρέστως, καὶ λογισμοῖς μὲν πᾶσι πονηροῖς ἀντιταττομένη, τῷ Κυρίῳ δὲ κολλωμένη διαπαντὸς, ἡ τοιαύτη δικαίως ἄρα καὶ ἀκολούθως προκόπτει ψυχὴ, καὶ δωρεῶν ἀφάτων ἀξιοῦται, ἀπὸ δόξης εἰς δόξαν, καὶ ἀπὸ ἀναπαύσεως εἰς τελειοτέραν ἀνάπαυσιν μετατίθεται. Εἶτα καὶ εἰς τὸ τέλειον τοῦ Χριστιανισμοῦ μέτρον ἀφικομένη, τοῖς τελείοις ἐργάταις, καὶ τοῖς ἀμώμοις τοῦ Χριστοῦ λειτουργοῖς κατὰ τὴν αἰώνιον αὐτοῦ συνταγήσεται βασιλείαν.
in the soul that keeps itself pure, as the divine goodness assists it; yet It dwells not according as It is in Itself—for It is uncontainable even by the whole creation itself—but according as man is suitably and receptively disposed; and whenever he turns aside in anything from the conduct that is according to the mind of God, and grieves the divine Spirit, the mind is cast out and excommunicated from spiritual gladness, as divine grace and love and all the good operation of the Spirit contract themselves, while he is delivered over to afflictions and temptations and evil spirits, until the soul again walks uprightly unto the well-pleasing of the Spirit; and then having shown repentance through all confession and humiliation, it is both counted worthy again of the visitation of grace, and receives back heavenly gladness more abundantly than at first. But if it grieve the Spirit in nothing, and live well-pleasingly, resisting all evil thoughts and cleaving continually to the Lord, such a soul justly then and consistently advances, and is counted worthy of ineffable gifts, and is transferred from glory to glory, and from rest to a more perfect rest. And thereafter, having arrived at the perfect measure of Christianity, it will be ranged with the perfect workmen and the blameless ministers of Christ in His eternal kingdom.
ΚΘʹ. Τὰ φαινόμενα ταῦτα τύπους οἴου μοι καὶ σκιὰς τῶν κρυφίων εἶναι· τὸν ναὸν τὸν ὁρώμενον τοῦ τῆς καρδίας ναοῦ, τὸν ἱερέα, τοῦ ἀληθινοῦ ἱερέως τῆς τοῦ Χριστοῦ χάριτος· καὶ ἐφεξῆς οὕτως. Ὥσπερ οὖν κατὰ τήνδε τὴν ὁρατὴν Ἐκκλησίαν, ἂν μὴ πρότερον αἱ ἀναγνώσεις, αἱ ψαλμῳδίαι τε καὶ τίς ἐστιν ἀκολουθία τοῦ ἐκκλησιαστικοῦ βαθμοῦ, προχωρήσειεν, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ τὸν ἱερέα ἐπιτελεῖν οὐκ ἀκόλουθον. Εἶτα κἂν πᾶς μὲν ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτεθείη, ἡ μυστικὴ δὲ τῆς προσφορᾶς ὑπὸ τοῦ ἱερέως εὐχαριστία, καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὔτε ὁ ἐκκλησιαστικὸς ἐτελεσιουργήθη θεσμὸς, καὶ ἐλλιπής ἐστιν ἡ λατρεία τοῦ μυστηρίου· οὕτω μοι καὶ τὰ τοῦ Χριστιανοῦ νόει· ἂν γὰρ νηστείαν μὲν καὶ ἀγρυπνίαν καὶ ψαλμῳδίαν, ὅλην τε ἄσκησιν καὶ ἀρετὴν πᾶσαν κατορθωκὼς εἴη· ἡ μυστικὴ δὲ τοῦ Πνεύματος ἐνέργεια τῷ θυσιαστηρίῳ τῆς αὐτοῦ καρδίας ὑπὸ τῆς χάριτος κατ' αἴσθησιν πᾶσαν καὶ πνευματικὴν ἀνάπαυσιν μὴ ἐπιτελοῖτο, ἀτελὴς ἡ τοιάδε πᾶσα τῆς ἀσκήσεως ἀκολουθία καὶ σχεδὸν ἀργὴ, οὐκ ἔχουσα τὴν τοῦ Πνεύματος ἀγαλλίασιν μυστικῶς ἐν τῇ καρδίᾳ ἐνεργουμένην.
29. Deem for me these visible things to be types and shadows of the hidden things: the visible temple, of the temple of the heart; the priest, of the true priest of the grace of Christ; and so on in order. Just as therefore in this visible Church, unless the readings, the psalmody, and whatever belongs to the sequence of the ecclesiastical order first proceed, it is not consistent for the priest to celebrate the divine mystery itself of the body and blood of Christ; and furthermore, even if the whole ecclesiastical canon be performed, yet the mystical thanksgiving of the oblation by the priest and the communion of the body of Christ do not take place, the ecclesiastical ordinance has not been brought to completion, and the service of the mystery is defective; even so understand for me the matters of the Christian also: for even if he has accomplished fasting and vigil and psalmody, and the whole discipline and every virtue, yet the mystical operation of the Spirit is not performed upon the altar of his heart by grace in all perception and spiritual rest, all such sequence of discipline is imperfect and almost idle, not having the exultation of the Spirit mystically wrought in the heart.
Λʹ. Καλὸν ἡ νηστεία, καλὸν ἡ ἀγρυπνία, καλὸν ὁμοίως ἡ ἄσκησις, καὶ ἡ ἐπὶ ξένης διαγωγή· καὶ προοίμια ταῦτα πολιτείας θεοφιλοῦς· ἀλόγιστον δὲ ἀτεχνῶς τὸ ἁπλῶς τοῖς τοιούτοις ἐπιθαῤῥεῖν. Ἔστι γὰρ ὅτε καὶ χάριτός τινος ἐν μετοχῇ καθιστάμεθα· καὶ ἡ κακία ἔνδον ὑποκαθημένη, καθάπερ ἐν τοῖς
30. Good is fasting, good is vigil, good likewise is discipline, and living in a strange land; and these are preambles of a God-loving life; yet it is altogether irrational simply to put confidence in such things. For there is a time when we are even placed in participation of a certain grace, and malice lurking within, just as in the
PG 34:933Read from the page
ἄνω λέλεκται, σοφίζεται καὶ ὑποχωρεῖ ἑκοῦσα, οὐ πράττει τὰ ἑαυτῆς· ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, διακεκαθάρθαι τὸν νοῦν· καὶ τὸ λοιπὸν ἐξάγει πρὸς οἴησιν τελειότητος. Εἶτα ληστρικῶν ἐπιτίθεται καὶ τῶν κατωτάτων ἄχρι καταφέρει τῆς γῆς. Οἱ γὰρ ἄνθρωποι πολλάκις εἴκοσιν ἔτη γενόμενοι λησταί τινες ἢ στρατιῶται τὸ ἐπιτήδευμα, μηχανάς τε κατὰ τῶν πολεμίων ἐπίστανται, ὑποκάθηνταί τε καὶ ἐνέδρας ἐπινοοῦσι, καὶ τὰ τῶν ἐχθρῶν λαμβάνουσιν ὦτα, καὶ κτείνουσιν ἀνελπίστως περιβαλόντες. Πόσῳ γε μᾶλλον ἡ κακία τοσαύτας χιλιάδας ἐτῶν γεγενημένη, καὶ τοῦτο ἔργον ἑαυτῆς τεθειμένη, τὸ σπουδαιότατον τὸ ἀπολεῖν ψυχὰς, ἐνέδρας εἶδε τοιαύτας ἐν ἀποκρύφῳ τῆς καρδίας ἐπινοεῖν, καὶ κατὰ καιροὺς ἀτρεμεῖν ἐπίτηδες, καὶ μὴ ἐνεργεῖν· ὥστε τὴν ψυχὴν ἑλκῦσαι πρὸς οἴησιν τελειότητος; Ὁ μέντοι θεμέλιος τοῦ Χριστιανισμοῦ, κἂν πάσας τις μετέλθῃ δικαιοσύνας, μὴ ἐπαναπαύεσθαι τούτων, μηδὲ ἐπιθαρῥεῖν, μηδὲ μέγα τι πεποιηκέναι λογίζεσθαι· κἂν μέτοχος χάριτος καταστῇ, μὴ νομίσαι κατειληφέναι· μηδὲ κατακόρως ἔχειν· ἀλλὰ πεινᾷν τότε καὶ διψᾷν δὲ, πενθεῖν καὶ κλαίειν, καὶ συντετριμμένην ὅλως τὴν καρδίαν ἔχειν.
has been said above, devises subtleties and withdraws of her own accord, and does not perform her own works; rather, she makes the man suppose that his mind has been thoroughly purified, and thereafter leads him out towards a conceit of perfection. Then she attacks after the manner of robbers and brings him down even unto the lowest parts of the earth. For men who have often for twenty years been certain robbers or soldiers by profession both know engines of war against their enemies, and lie in wait and devise ambushes, and catch the ears of their foes, and slay them unexpectedly by surrounding them. How much more, then, has wickedness, having existed for so many thousands of years, and having set this for herself as her most earnest work, to destroy souls, known how to devise such ambushes in the secret place of the heart, and at times to keep still on purpose, and not to work, so as to draw the soul towards a conceit of perfection? Nevertheless, the foundation of Christianity, even if one should pursue all righteous deeds, is not to rest upon them, nor to be confident in them, nor to reckon that one has done some great thing; and even if one should become a partaker of grace, not to suppose that one has apprehended, nor to hold oneself sated; but then to hunger and to thirst, and to mourn and weep, and to have the heart wholly contrite.
ΛΑʹ. Νόει μοι τὴν πνευματικὴν κατάστασιν οὕτως ἔχειν. Ὑπόθου τινὰ εἶναι βασιλικὸν οἶκον· τούτῳ δὲ αὐλὰς ὑπεῖναι διαφόρους, καὶ πρόθυρά τινα καὶ οἰκίας ἄλλας ἐξωτέρας· καὶ οὕτω πάλιν κατὰ τὸ ἀκόλουθον ἐνδοτέρας, ἐν αἷς τὴν πορφύραν καὶ τοὺς θησαυροὺς εἰκὸς ἀποκεῖσθαι. Εἶτα καὶ τὴν τούτων αὖθις ἐσωτέραν, ὅπου τὴν βασιλικὴν εἶναι διαγωγὴν ἐπιτήδειον. Ὥσπερ οὖν εἴ τις τὰς ἐξωτέρας αὐλάς τε καὶ μονὰς ἀπαντήσας, εἰ δόξει τοὺς ἔνδον οἴκους κατειληφέναι, πεπλάνηται· οὕτω δὴ καὶ κατὰ τὸ πνευματικὸν ἀκολούθως. Οἱ πρὸς γαστέρα καὶ ὕπνον διαμαχόμενοι, ψαλμοῖς τε καὶ εὐχαῖς διηνεκῶς προσκείμενοι, μὴ νομιζέτωσαν ἤδη τοῦ τέλους καὶ τῆς καταπαύσεως ἐπιβῆναι. Πόθεν; Ἔτι γὰρ αὐτοῖς περὶ τὰ πρόθυρα καὶ τὰς αὐλὰς ἡ ἀναστροφή· οὐχ ἵνα τὴν πορφύραν καὶ τοὺς θησαυροὺς ὑποκεῖσθαι τοὺς βασιλικοὺς ὑπάρχει· κἂν χάριτός τινος πνευματικῆς ἠξιώθησαν· μηδὲ τοῦτο πάλιν αὐτοὺς ἀπατάτω, τοῦ τέλους ἐπιτυχεῖν· ἐρευνᾷν οὖν προσῆκεν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν· εἰ ἐνεδύσατο τοῦ Πνεύματος τὴν πορφύραν· εἰ τὸν βασιλέα εἶδε καὶ ἀνεπαύσατο. Καὶ γὰρ οἴου μοι πάλιν τὴν μὲν ψυχὴν βάθος τι ἔχειν καὶ μέλη πολλὰ, τὴν δὲ ἁμαρτίαν ὑπεισελθοῦσαν τὰ μέλη πάντα, καὶ τὰ νοήματα τῆς καρδίας καταλαβεῖν· εἶτα ἐπιζητήσαντος τοῦ Πνεύματος τὴν χάριν, ἐλθεῖν, καὶ δύο τυχὸν τῆς ψυχῆς μέρη περιλαβεῖν· τὸν οὖν ἀπείρως ἔχοντα, πρὸς τῆς χάριτος ταύτης παρακαλούμενον δόκησις ἔχει, πάντα τὰ μέλη τῆς ψυχῆς κατειλῆφθαι, καὶ τὴν ἁμαρτίαν ὅλως ἐκριζῶσθαι, μὴ εἰδότα, ὅτι τὸ πλεῖστον μέρος αὐτῆς ἔτι κατάσχετον ὑπ' ἐκείνης ἐστίν. Ἔνδον γὰρ, ὡς πολλάκις δεδήλωται, καὶ τὴν χάριν ἀδιαλείπτως ἐνεργεῖν, ὃν τρόπον ὀφθαλμὸν ἐν τῷ σώματι, καὶ συνεῖναι τὴν κακίαν ὑποκλέπτουσαν
Chapter XXXI. Understand for me that the spiritual state is thus: suppose that there is a certain royal palace, and that beneath this there are diverse courts, and certain porches and other outer dwellings; and so again in sequence inner ones, wherein it is likely that the purple robe and the treasures are laid up; and then again one still further within than these, where it is fitting that the royal abode should be. Just as, therefore, if someone, having met with the outer courts and abodes, should suppose that he has apprehended the inner chambers, he is mistaken; so indeed does it follow in the spiritual realm also. Let not those who contend mightily against the belly and sleep, and who cleave continually to psalms and prayers, suppose that they have already set foot upon the end and the rest. Whence should this be? For their way of life is still about the porches and the courts, not where it happens that the purple robe and the royal treasures lie stored; and even if they have been counted worthy of a certain spiritual grace, let not this again deceive them into thinking that they have attained the end. It was fitting, therefore, to search whether he has found the treasure in this earthen vessel; whether he has put on the purple robe of the Spirit; whether he has seen the King and found rest. For suppose for me again that the soul has a certain depth and many members, and that sin, having crept in, has seized all the members and the thoughts of the heart; then, when the man has sought after the grace of the Spirit, that it has come and encompassed, it may be, two parts of the soul; the one, therefore, who is inexperienced, being comforted by this grace, is held by the notion that all the members of the soul have been apprehended, and that sin has been wholly uprooted, not knowing that the greatest part of it is still held fast by that sin. For within, as has oftentimes been shown, both grace works unceasingly, after the manner of an eye in the body, and wickedness is present, secretly stealing away
PG 34:935Read from the page
τὴν διάνοιαν. Ὁ τοίνυν μὴ διακρίνειν εἰδὼς, ὡς μέγα τι κατειληφὼς ἤδη, μέγα τι περὶ ἑαυτοῦ οἴεται, καὶ ὡς τὴν ἐσχάτην κάθαρσιν συνεσχηκὼς τετύφωται· ἔχειν δὲ τὴν ἀλήθειαν συνηγοροῦσαν αὐτῷ, πολλοῦ γε καὶ δεῖ. Ὡς γὰρ ὁ λόγος φθάσας ἐδήλωσε, τέχνη τῷ Σατανᾷ καὶ αὕτη· κατά τινας χρόνους ἑκόντα παραχωρεῖν, καὶ τὰ εἰωθότα μὴ ἐνεργεῖν, κατὰ σκοπὸν, τοῦ οἴησιν τελειότητος τοῖς ἀσκουμένοις ὑποβαλεῖν· ἀλλὰ μὴ ὁ φυτεύων ἀμπελῶνα παραπίδας λαμβάνῃ καὶ τὸν καρπόν· ἢ ὁ σπείρων τὰ σπέρματα ἐν τῇ γῇ καὶ τὴν συγκομιδὴν εὐθὺς ἐποιήσατο. Τί δέ; τὸ ἀρτιγενὲς παιδίον ἥψατο παραχρῆμα τῆς τελειότητος; Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν· ἐκ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν ὁ Χριστὸς, εἰς οἷα πάθη, καὶ ἀτιμίαν, καὶ σταυρὸν κατέβη· καὶ πάλιν ὅπως διὰ ταύτην αὐτοῦ τὴν ταπείνωσιν ὑπερήρθη, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς ἐκάθισεν. Ὁ δέ γε πονηρὸς ὄφις ἐκ πρώτης τῷ Ἀδὰμ ὑποσπείρας θεότητος ἐπιθυμίαν, εἰς οἵαν αὐτὸν κατήγαγεν ἀτιμίαν διὰ ταύτης δὴ τῆς οἰήσεως. Ταῦτα τοίνυν αὐτὸς ἐννοῶν ἀσφάλιζε σεαυτὸν ὅση δύναμις, καὶ σπούδαζε ταπεινοῦν ἀεὶ τὴν καρδίαν, καὶ συντετριμμένην ἔχειν.
the mind. He therefore who knoweth not how to discern, as having already attained something great, thinketh something great concerning himself, and as having held fast the final cleansing is puffed up: yet that he hath the truth pleading in his support, far indeed is it from being so. For as the discourse going before made plain, this also is an artifice to Satan: during certain times willingly to withdraw, and not to work the accustomed things, with a view to suggest a conceit of perfection to those practising asceticism: yet he who planteth a vineyard doth not immediately take the fruit also: or he who soweth the seeds in the earth did not straightway make the harvest also. What then? did the newborn child lay hold immediately of perfection? Look away unto Jesus: out of what glory being Son of God and God Christ descended into what sufferings, and dishonour, and cross: and again how through this His humiliation He was exalted exceedingly, and sat down at the right hand of the Father. Whereas the evil serpent from the beginning having secretly sown in Adam a desire of godhead, into what dishonour he brought him down through this very conceit. Considering these things therefore thyself make thyself secure as far as strength lieth in thee, and be earnest to humble always the heart, and to have it contrite.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
Of Macarius the Great
ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ ΝΟΟΣ
Concerning Freedom of Mind
ΛΟΓΟΣ.
Discourse.
Αʹ. Ὅταν ἀκούσῃς, ὅτι κατελθὼν ὁ Χριστὸς εἰς ᾅδου, τὰς κατόχους ἐκεῖ ψυχὰς ἀνεῤῥύσατο, μὴ μακρὰν εἶναι ταῦτα καὶ τῶν νῦν τελουμένων νόμιζε. Οἴου μοι γὰρ μνημεῖον εἶναι τὴν καρδίαν· κἀκεῖ τοὺς λογισμοὺς καὶ τὸν νοῦν κατωρύχθαι βαρεῖ σκότει κατειλημμένους. Ἔρχεται τοιγαροῦν ὁ Κύριος εἰς τὰς ἐν ᾅδου ἐπιβοωμένας αὐτὸν ψυχὰς, εἰς τὸ βάθος δηλαδὴ τῆς καρδίας, κἀκεῖ τῷ θανάτῳ ἐγκελευόμενος· Ἀνάπεμπε, λέγει, τὰς ἐγκ[εκ]λεισμένας ψυχὰς, τὰς ἐμὲ τὸν ῥύσασθαι δυνάμενον ἐκζητούσας. Εἶτα τὸν βαρὺν λίθον διάρας τὸν τῇ ψυχῇ ἐπικείμενον, τόν τε τάφον ἀνοίγει, καὶ τὸν ἐν ἀληθείᾳ νεκρὸν ἀνιστᾷ, καὶ τῆς
I. Whenever thou hearest, that Christ having descended into Hades, rescued the souls held fast there, think not that these things are far also from the things now being accomplished. For deem for me the heart to be a tomb: and there the thoughts and the mind to have been buried, overtaken by heavy darkness. The Lord therefore cometh unto the souls in Hades calling upon Him, into the depth namely of the heart, and there commanding death: Send up, saith He, the imprisoned souls, those seeking out Me Who am able to rescue. Then having lifted away the heavy stone lying upon the soul, He both openeth the sepulchre, and raiseth up him who in truth is dead, and from the
Notes, col. 935

On the reading

Printed παραπίδας, for παρὰ πόδας.

PG 34:937Read from the page
ἀφεγγοῦς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχὴν ἀπαλλάττει.
delivers the imprisoned soul from the lightless prison.
Βʹ. Συμβαίνει, φησὶ, πολλάκις διαλέγεσθαί σοι καθ' ὑποβολὴν ἐν καρδίᾳ τὸν Σατανᾶν, καὶ, Σύνες ὅσα εἴργασαι πονηρὰ, λέγειν· ἀναπέπλησταί σοι ἀνομιῶν ἡ ψυχὴ, βεβάρησαι πολλαῖς καὶ χαλεπωτάταις ἁμαρτίαις. Μὴ λανθανέτω γοῦν σε τοῦτο ποιῶν, καὶ προσχήματι ταπεινώσεως εἰς ἀπόγνωσιν συνωθῶν. Ἀφ' οὗ γὰρ διὰ τῆς παραβάσεως εἰσέφρησεν ἡ κακία, πάροδον ἔσχε διαλέγεσθαι καθεκάστην τρόπον τινὰ τῇ ψυχῇ ὡς ἄνθρωπον ἀνθρώπῳ, καὶ ὑποτιθέναι τὰ ἄτοπα. Ἀπόκριναι τοιγαροῦν αὐτῷ σύ· Ἀλλ' ἔχω τὰς τοῦ Θεοῦ διαβεβαιώσεις ἐγγράφους· Οὐ βούλομαι, λέγοντος, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι διὰ μετανοίας καὶ ζῇν αὐτόν. Τί γὰρ ἐβούλετο αὐτῷ ἡ κάθοδος, εἴ γε μὴ τοὺς ἁμαρτωλοὺς σώσει, καὶ τοὺς ἐν σκότει φωτίσει, καὶ ζωοποιήσει τοὺς τεθανατωμένους;
Chapter II. It happens oftentimes, he says, that Satan converses with you by suggestion in your heart, and says: Understand how many evil things you have wrought; your soul is filled with iniquities, you are weighed down with many and most grievous sins. Let it not, therefore, escape your notice that he does this, and under a pretext of humility thrusts you together into despair. For ever since wickedness forced its way in through the transgression, it has had passage to converse daily in a certain manner with the soul, as a man with a man, and to suggest untoward things. Answer him therefore yourself: But I have the written assurances of God, Who says: I desire not the death of the sinner, so much as that he should turn back through repentance and live (Ezek. 33:11). For what did His descent intend for Him, if not that He should save sinners, and enlighten those in darkness, and make alive those who had been put to death?
Γʹ. Ὥσπερ ἡ ἐναντία δύναμις, οὕτω δὴ καὶ ἡ θεία χάρις προτρεπτικὴ, οὐκ ἀναγκαστικὴ δείκνυται οὖσα, ἵν' ὄντως ἡμῖν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον περισώζοιτο. Ταύτῃ τοι καὶ ἐφ' οἷς ὁ ἄνθρωπος ἐργάσηται κακοῖς πρὸς τοῦ Σατανᾶ ὑπαγόμενος, οὐχ ὁ Σατανᾶς μᾶλλον, ἀλλ' αὐτὸς ὁ ἄνθρωπος τὴν τιμωρίαν εἰσπράττεται, ὡς μὴ βίᾳ συνελαθεὶς, ἀλλ' ἰδίῳ θελήματι πεισθεὶς τῇ κακίᾳ. Παραπλησίως δὲ κἀν τῷ ἀγαθῷ· οὐκ ἐπιγράφει τὸ γεγονὸς ἑαυτῇ, ἀλλὰ τῷ ἀνθρώπῳ ἡ χάρις, καὶ διὰ τοῦτο δόξαν αὐτῷ περιτίθησιν, ὅτι αὐτὸς ἑαυτῷ τοῦ ἀγαθοῦ γέγονεν αἴτιος. Οὐδὲ γὰρ ἀναγκαστικῇ δυνάμει, ὡς εἴρηται, συνδεσμοῦσα αὐτοῦ τὸ θέλημα, ποιεῖ ἄτρεπτον ἡ χάρις· ἀλλὰ καίτοι συνοῦσα, τῷ αὐτεξουσίῳ παραχωρεῖ, ἵνα δῆλον εἴη τὸ τοῦ αὐτοῦ θέλημα, ὅπως ἔχει πρὸς ἀρετὴν ἢ κακίαν. Κεῖται γὰρ οὐ τῇ φύσει νόμος, ἀλλὰ τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως, τραπῆναι δυναμένῳ πρὸς τὸ ἀγαθὸν καὶ κακόν.
Chapter III. Just as the opposing power, so indeed divine grace also is shown to be hortatory, not compulsory, so that freedom and self-determination might truly be preserved for us. Wherefore also, for the evil things that a man works when led on by Satan, not Satan rather, but the man himself is exacted the punishment, as having been driven together not by force, but persuaded by wickedness through his own will. And in like manner also in that which is good: grace does not inscribe what has come to pass to herself, but to the man, and on this account invests him with glory, because he has become for himself the cause of the good. For neither does grace, by binding fast his will with compulsory power, as has been said, make him unchangeable; rather, although present with him, she gives way to his self-determination, that his own will may be manifest, how it is disposed towards virtue or wickedness. For a law is laid down not for nature, but for the self-determination of free choice, which is able to turn towards the good and the evil.
Δʹ. Φυλάττειν δεῖ τὴν ψυχὴν, καὶ ἀνομίλητον συντηρεῖν βεβήλων καὶ πονηρῶν λογισμῶν. Ὥσπερ γὰρ τὸ σῶμα σώματι συνελθὸν ἑτέρῳ, πρὸς ἀκαθαρσίαν μιαίνεται· οὕτω δὴ καὶ ψυχὴ φθείρεται πονηροῖς συνδοιάζουσα καὶ μιαροῖς λογισμοῖς, συνᾴδουσά τε αὐτοῖς καὶ συντιθεμένη· οὐχὶ τοῖς τῆς πονηρίας μόνον, ἀλλὰ καὶ ἑκάστης κακίας· οἷον, ἀπιστίας, δόλου, κενοδοξίας, ὀργῆς, καὶ φθόνου, καὶ ἔριδος. Καὶ τοῦτό ἐστι τὸ καθαίρειν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Εἶναι γὰρ οἴου καὶ φθορὰν καὶ πορνείαν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς, διὰ λογισμῶν ἀτόπων ἐνεργουμένην· καὶ ὥσπερ τὸν φθείροντα τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸν μέγαν Ἀπόστολον, φθερεῖ τοῦτον ὁ Θεὸς, ὅπερ τὸ σῶμά ἐστιν· οὕτω δὴ καὶ ὁ φθείρων ψυχήν τε καὶ νοῦν, τῷ συντίθεσθαι τοῖς ἀτόποις, τιμωρίας ἐστὶν ὑπεύθυνος. Φυλάττειν τοιγαροῦν προσήκει καθάπερ τὸ σῶμα ὁρατοῦ ἁμαρτήματος, οὕτω καὶ τὴν ψυχὴν λογισμῶν ἀτόπων, ὅτι νύμφη Χριστοῦ ἐστιν· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
Chapter IV. One must guard the soul, and preserve it unacquainted with profane and evil thoughts. For just as the body, coming together with another body unto uncleanness, is defiled; so indeed the soul also is corrupted when it consorts with evil and foul thoughts, both harmonizing with them and consenting to them; not only those of wickedness, but also of every vice: such as unbelief, deceit, vainglory, anger, and envy, and strife. And this is what it is to cleanse ourselves from every defilement of flesh and spirit (2 Cor. 7:1). For suppose that there is both corruption and fornication in the unseen part of the soul, wrought through untoward thoughts; and just as, if anyone corrupts the temple of God, according to the great Apostle, God will corrupt him (1 Cor. 3:17), which is the body; so indeed he also who corrupts both soul and mind, by consenting to untoward things, is liable to punishment. It is fitting, therefore, to guard, just as the body from visible sin, so also the soul from untoward thoughts, because she is the bride of Christ: For I have espoused you to one husband, to present you as a chaste virgin to Christ (2 Cor. 11:2);
PG 34:940Read from the page
καὶ, Πάσῃ φυλακῇ τήρει τὴν καρδίαν, τῆς Γραφῆς ἄκουε λεγούσης· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· καὶ, Σκολιοὺς δὲ λογισμοὺς χωρίζειν ἀπὸ Θεοῦ, καὶ πάλιν τῆς θείας διδασκούσης Γραφῆς μάνθανε.
and hear the Scripture saying: Keep your heart with all watchfulness; for out of these are the issues of life (Prov. 4:23); and learn again from the divine Scripture teaching that crooked thoughts separate from God (Wisd. 1:3).
Εʹ. Λόγον ἀπαιτείτω τὴν ἑαυτοῦ ψυχὴν ἕκαστος ἀνακρίνων καὶ βασανίζων, τίσι πρόσκειται· καὶ εἰ μὴ συμφωνοῦσαν συμβαίνει τοῖς τοῦ Θεοῦ νόμοις τὴν καρδίαν ὁρᾷν, πάσῃ δυνάμει καθάπερ τὸ σῶμα, οὕτω δὴ καὶ τὸν νοῦν διατηρεῖν ἄφθορον σπουδαζέτω, καὶ τοῖς πονηροῖς ἀσύνθετον λογισμοῖς. Εἴ γε δὴ βούλοιτο κατὰ τὴν ὑπόσχεσιν τὴν καθαρὰν ἐσοικίσασθαι· ἐνοικῆσαι γὰρ καὶ ἐμπεριπατῆσαι ταῖς καθαραῖς πάντως καὶ φιλοκάλοις ψυχαῖς ἐπήγγελται.
Chapter V. Let each one demand an account from his own soul, examining and testing it, to what things it cleaves; and if it happens that he sees his heart not harmonizing with the laws of God, let him be zealous with all his strength, just as the body, so indeed to preserve the mind also uncorrupted, and unconsenting to evil thoughts, if indeed he should wish according to the promise to settle in the pure habitation; for He has promised altogether to dwell in and walk among pure and beauty-loving souls.
Ϛʹ. Ὥσπερ ὁ τῆς ἰδίας γῆς ἐπιμελέστατος γεωργὸς ἀνανεοῖ ταύτην πρότερον, καὶ τὰς ἀκάνθας περιαιρεῖ, εἶθ' οὕτω καταβάλλει τὰ σπέρματα· οὕτω καὶ τὸν παρὰ Θεοῦ προσδοκῶντα τῆς χάριτος σπόρον λαβεῖν, καθαίρειν πρότερον χρὴ τῆς ἑαυτοῦ καρδίας τὴν γῆν, ἵν' ὁ σπόρος πεσὼν τοῦ Πνεύματος ἐντελεῖς καὶ πολλαπλασίους ἀποδῷ τοὺς καρπούς· ὡς εἰ μὴ τοῦτο γένοιτο πρότερον, καὶ καθάρῃ τις ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, σάρξ ἐστιν ἔτι καὶ αἷμα, καὶ μακρὰν ἀφέστηκε τῆς ζωῆς.
Chapter VI. Just as the most diligent husbandman of his own land breaks it up beforehand as fallow ground, and clears away the thorns, and then thus casts in the seeds; so also he who expects to receive from God the seed of grace must first cleanse the land of his own heart, so that the seed of the Spirit, having fallen in, may yield its fruits complete and manifold; since, unless this should come to pass beforehand, and one should cleanse oneself from every defilement of flesh and spirit, he is still flesh and blood, and stands far off from life.
Ζʹ. Πανταχόθεν τὰς τοῦ ἐχθροῦ μαγγανείας, τοὺς δόλους τε καὶ τὰς κακουργίας, ὀξύτατα περισκοπεῖν δεῖ. Καὶ γὰρ ὡς τὸ Πνεῦμα τὸ ἅγιον διὰ Παύλου τὰ πάντα γενέσθαι φησὶν, ἵνα τοὺς πάντας κερδήσῃ· οὕτω δὴ καὶ τῇ κακίᾳ γίνεσθαι πάντα διὰ σπουδῆς, ὡς τοὺς πάντας παραπέμψῃ τῇ ἀπωλείᾳ· ἀμέλει τοῖς εὐχομένοις ὡς συνευχόμενος ὑποκρίνεται κατὰ σκοπὸν τοῦ προφάσει εὐχῆς ἐμβαλόντα πρὸς οἴησιν ἀπατῆσαι· τοῖς νηστεύουσι συννηστεύειν, αὐτοὺς οἰήσει φενακίσαι βουλόμενος· τοῖς ἔχουσι γνῶσιν Γραφῶν ἐπιτηδεύει τὰ ὅμοια, προσχήματι γνώσεως ἐπιποθῶν αὐτοὺς παρακρούσασθαι· τοῖς ἀποκαλύψεων φωτὸς καταξιωθεῖσι, παραπλησίως ἔχειν δοκεῖ. Μετασχηματίζεται γὰρ, γησὶν, ὁ Σατανᾶς εἰς ἄγγελον φωτός· ἵνα τῇ δοκήσει τοῦ καταλλήλου φωτὸς ἀπατήσας, εἰς ἑαυτὸν ἐπαγάγηται· καὶ ἁπλῶς οὕτω πρὸς πάντα ποικίλλεται καὶ τοῖς πᾶσιν, ἵνα τῷ ὁμοίῳ χειρούμενος εὐλογοφανεῖ προφάσει προξενῇ τὴν ἀπώλειαν· Λογισμοὺς, φησὶ, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅρα μέχρι καὶ τίνων ὁ ἀλαζὼν ἐκτείνει τὸ τόλμημα, τῷ βούλεσθαι καὶ τοὺς ἤδη τὸ Θεῖον κατ' ἐπίγνωσιν ἀληθείας ἔχοντας κατενεγκεῖν. Ὥστε πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν χρὴ, πολλήν τε παρὰ Θεοῦ τὴν σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς τῆς κακίας τέχνας φωρᾷν. Ἐργάζεσθαι δὲ καὶ ἐκπονεῖν τὸν νοῦν ἐν συνέσει καὶ τοὺς λογισμοὺς προσήκει διηνεκῶς, καὶ πρὸς τοῦ Θεοῦ θέλημα καταρτίζειν αὐτούς· οὐκ ἔστι τούτου μεῖζον ἔργον ἢ τιμιώτερον· Ἐξομολόγησις γὰρ, φησὶ, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ.
Chapter VII. From every side one must most keenly watch for the sorceries of the enemy, both his deceits and his knaveries. For just as the Holy Spirit says through Paul that he became all things, that he might gain all (1 Cor. 9:22); so indeed wickedness also makes it her earnest endeavour to become all things, that she may send all away unto perdition. Doubtless with those who pray he feigns as though praying with them, with the aim of deceiving by casting them into conceit under pretext of prayer; with those who fast, to fast with them, wishing to cheat them with conceit; with those who have knowledge of the Scriptures, he practises the like things, longing under a show of knowledge to lead them astray; to those who have been counted worthy of revelations of light, he seems to be in like case. For Satan, he says, transforms himself into an angel of light (2 Cor. 11:14); that having deceived them by the semblance of the corresponding light, he may draw them unto himself; and simply thus does he vary himself towards all things and for all men, that subduing them by what is like under a specious pretext, he may procure their perdition: Casting down thoughts, he says, and every high thing that is lifted up against the knowledge of God (2 Cor. 10:5). See even unto whom the boaster extends his audacity, by wishing to bring down even those who already hold the Divine according to the full knowledge of truth. Wherefore one must guard one's own heart with all watchfulness, and ask for much understanding from God, that He may grant us to detect the arts of wickedness. And it is fitting continually to work and cultivate the mind in understanding, and the thoughts, and to fashion them unto the will of God; there is no work greater or more precious than this: For confession and majesty, it says, are His work (Ps. 110:3).
Notes, col. 940

On the reading

Printed γησὶν, for φησὶν.