Migne Reading Room

PG 34 · cols. 833–844 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:833Read from the page
καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκια τοῦτο δὲ αὐτοῖς συμβαίνει, ἢ κατ' ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν. Ἢ κατὰ κενοδοξίαν, αἰσχυνόμενοι εἰπεῖν ὅτι ἐνεργεῖ τὸ κακόν· ἤδη γὰρ κηρύττουσιν εἶναι ἑαυτοὺς τελείους. Τὸ δὲ δίκαιον δεῖ ποιεῖν καὶ λέγειν τὸν ἄνθρωπον· καὶ τὰ τῆς χάριτος ὁμολογεῖν, καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας. Ψεύδεται γὰρ ὁ τοιοῦτος καθαρὰν λέγων ἔχειν τὴν καρδίαν· οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα, ὡς ἅμα τὴν χάριν ἐπιδημῆσαι ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον· παραδέδονται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ παίδευσιν, ὃν τρόπον καὶ ὁ Ἰὼβ τῷ πειρασμῷ. Συνεργεῖ γὰρ τὸ κακὸν τῷ ἀγαθῷ, προαιρέσει οὐ καλῇ· τὸν δὲ Χριστιανὸν δεῖ πέντε οὐγκίας τῆς ἁμαρτίας ἔχοντα, λέγειν, ὅτι Εἴκοσιν ἔχω, καὶ πεπληρωμένος εἰμὶ τοῦ κακοῦ. Καὶ ἔχοντα πρὸς λόγον οὐγκίας εἴκοσι τοῦ ἀγαθοῦ, λέγειν, ὅτι Ἡμιούγκιον ἔχω. Εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν, τὸ δίκαιον γοῦν εἰπάτω. Ὁμολογησάτω μὲν καὶ τὴν ἐνέργειαν τῆς χάριτος· ὁμολογησάτω δὲ καὶ τὴν ἁμαρτίαν ἐν μέρει. Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς, ὅτι ἔχει βάθος, ὑποδείγμασι χρώμεθα διαγράφοντας αὐτῆς τὰ μέλη. Ὥσπερ ἵνα ᾖ ἥλιος, καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί· ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν, καὶ ἔχῃ κλάδους· ἢ ἵνα ᾖ πόλις μεγάλη, καὶ ἔχῃ γείτονας πολλάς· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία, ἡ ἀθάνατος ψυχὴ, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα Θεοῦ. Λοιπὸν ἐλθοῦσα ἡ χάρις, εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει· ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι' ὅλου, τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος καὶ τῆς λαμπρότητος γέγονε· πρὸς λόγον πέντε λίτρας χρυσίου κτησάμενος, δοκεῖ αὐτῷ ὅτι ἑκατὸν λίτρας ἐκτήσατο· μὴ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ ἤδη γέγονεν ἄνθρωπος; ἢ ὅτι θεὶς ἕνα λίθον τοῦ θεμελίου, ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς ἐπὶ τῆς γῆς, ἤδη ἐγένετο στάχυς; μὴ ὁ πραγματευόμενος ἅμα τοῦ ἄρξασθαι τῆς πραγματείας, ἤδη ἐπλήρωσε τὴν ἀποθήκην; καὶ ὁ μετέχων χάριτος μικρᾶς, παρὰ τοῦτο γέγογε Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ οἱ μεγάλοι οὕτως εἰσὶ πρὸς τελειότητα, ὡς ὁ ὀφφικιάλιος πρὸς ἡγεμόνα· ἢ ὡς ῥύαξ μικρὸς πρὸς Εὐφράτην ποταμόν. Ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν τριάκοντα μονῶν, δύο ἢ τρεῖς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν· ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική· καὶ θεία χάρις προτρεπτική ἐστι διὰ τὸ αὐτεξούσιον καὶ λιτὸν τῆς φύσεως, λοιπὸν ἐὰν ποιήσῃ κακὰ ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ Σατανᾶ, οὐ κρίνεται ἀντ' αὐτοῦ ὁ Σατανᾶς· ἀλλ' αὐτὸς ὁ ἄνθρωπος τιμωρεῖται καὶ κολάζεται, ὡς ὑπήκοος γεγονὼς τῆς κακίας ἰδίῳ θελήματι. Ὁμοίως καὶ ἐὰν τραπῇ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν, καὶ περιγένοιτο χάρις Θεοῦ, οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλ' ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν· ἐπειδὴ ἑαυτῷ ἐγίνετο ὁ ἄνθρωπος αἴτιος
and they make them half-ounces; and this happens to them either through ignorance, because being beguiled in grace itself they do not know it. Or through vainglory, being ashamed to say that evil operates; for they already proclaim themselves to be perfect. Yet the man must do and speak what is just: both confess the things of grace, and the operation of sin. For such a one lies when he says that he has his heart pure; for matters are not so, that as soon as grace has come to dwell in him the man has already become pure; for they have been delivered over to the enemies and to the trials for exercise and training, in the manner in which Job also was to temptation. For evil works together with the good, with an intention that is not good; and the Christian who has five ounces of sin must say: I have twenty, and I am filled with evil. And he who has, by way of comparison, twenty ounces of the good must say: I have half an ounce. And if through vainglory he is ashamed to say this, let him at least speak what is just. Let him confess indeed the operation of grace also; and let him confess sin also in part. Just as therefore I said before concerning the soul, that it has depth, we use examples depicting its members. Just as if there should be a sun, and there should be from it many rays; or if there should be a lofty tree, and it should have branches; or if there should be a great city, and it should have many neighbourhoods; so is the intellectual substance, the immortal soul, a precious beauty above all created things, the image and likeness of God. Henceforth grace having come, shines upon two rays of the soul; or from the whole tree upon two branches, or from the whole city into two neighbourhoods. Yet the greater parts of the soul are still held fast by sin; and it thinks that wholly throughout it has become of the good part and of grace and of brightness; having acquired, by way of comparison, five pounds of gold, it seems to him that he has acquired a hundred pounds; has the embryo in the womb already become a man? Or because one has laid one stone of the foundation, has he already finished the building? Or has the seed that was buried in the earth already become an ear of corn? Has he who engages in business, as soon as he has begun the business, already filled the storehouse? And has he who partakes of a small grace, on account of this become a Christian? Still the first and the great ones are thus towards perfection, as the official is towards a governor; or as a small stream towards the river Euphrates. Let not him who has a purpose to depart unto a distant city of thirty halting-stages, if he depart two or three, think that he has entered into the city; since therefore the opposing power is persuasive, not coercive; and divine grace is persuasive on account of the self-determining and simple character of nature, henceforth if the man should do evil things, being persuaded by Satan, Satan is not judged in his stead; but the man himself is punished and chastised, as having become obedient to vice by his own will. Likewise also if the man should turn unto the good, and the grace of God should prevail, grace does not ascribe the good to itself, but renders it to the man and glorifies him; since the man became to himself the cause
Notes, col. 833

On the reading

Printed γέγογε, for γέγονε.

PG 34:836Read from the page
τοῦ ἀγαθοῦ· αὐτῆς γάρ ἐστι τῆς φύσεως οὗτος· καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα, καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθοῦ, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καὶ συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν ψυχὴν ἢ οὐ τιμᾷ· εἰ συμφωνεῖ ἢ οὐ συμφωνεῖ· πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν. Ἄλλοι δὲ ἐξετράπησαν. Λέγει γὰρ ὁ Ἀπόστολος, Ἐναρξάμενοι πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖτε· τῇ γὰρ φύσει νόμος οὐ κεῖται, ἀλλὰ τῇ αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Διὸ λέγει ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἠθέλησα εἰ ἤδη ἀνήφθη. Θέλει ὁ Κύριος ἀναφθῆναι τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν· ὁμοίως πάλιν λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε; ὁρᾷς ὅτι ὁ Κύριος θέλει· καὶ αὖ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίσαι τῷ Κυρίῳ, καὶ εὑρεῖν ἔλεος.
of the good; for this belongs to nature itself; and it is not as though grace coming to him binds his will by coercive power, and henceforth willing and unwilling makes him immutable from good, but the divine power, even when present with him, yields to self-determination, so that the will of the man may be shown forth, whether he honours the soul or does not honour it; whether he agrees or does not agree; for many honoured it and agreed. But others turned aside. For the Apostle says: Having begun in the spirit, are you now being perfected in the flesh? (Gal. 3:3) For no law is laid upon nature, but upon the self-determining choice which is able to turn unto the good and the evil. Wherefore the Lord says: I came to cast fire upon the earth, and what will I if it is already kindled? (Luke 12:49) The Lord wills the heavenly fire to be kindled in the hearts of men, and some indeed will it, while others do not will it; likewise again He says: How often would I have gathered your children together, as a hen her own brood, and you would not! (Matt. 23:37) You see that the Lord wills; and again men do not will to draw near to the Lord, and find mercy.
ΙΓʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι, καὶ κατοικητήριον Θεοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου καταξιωθῆναι, ἵνα τοὺς καρποὺς αὐτοῦ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου δυνηθῇ ἀμώμως καὶ καθαρῶς ποιεῖν, οὕτως ὀφείλει ἐνάρξασθαι. Πρῶτον πιστεῦσαι τῷ Κυρίῳ βεβαίως, καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα ἐν οὐδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν, καὶ μὴ ἀπογινώσκειν προσδεχόμενος τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ τὴν βοήθειαν πάντοτε, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχων διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἀεὶ εἰς πᾶν ἀγαθὸν, καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, κἂν μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν· οἷον βιάζεσθαι ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγεῖσθαι, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν Κύριον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν, καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ μόνῳ βουλόμενος ἀρέσαι. Εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθίζειν μετὰ βίας, ὥς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν
XIII. He who wishes to draw near to the Lord, and to be counted worthy of eternal life, and to become a habitation of God, and to be counted worthy of the Holy Spirit, so that he may be able to produce His fruits blamelessly and purely according to the commandments of the Lord, ought to begin thus. First, to believe in the Lord firmly, and to give himself wholly over to the words of His commandments, and to renounce the world in all things, so that the mind may not be occupied in any of the visible things at all. And that he should always persevere in prayer, and not despair, awaiting the visitation and the help of the Lord always, having the aim of his mind fixed upon this continually. Then one must force oneself always unto every good thing, and unto all the commandments of the Lord, even though the heart be unwilling on account of the sin dwelling with it; such as to force oneself unto humble-mindedness before all men, and to account oneself less and worse than all, not seeking honour or praise or glory from anyone, just as it is written in the Gospel (John 5:44), but to have the Lord alone always before one's eyes, and His commandments, wishing to please Him alone. Unto meekness likewise let him force himself, even though the heart be unwilling, as the Lord says: Learn from Me, for I am meek and humble in heart, and you shall find rest for your souls (Matt. 11:29). Likewise unto being merciful, kind, compassionate, good, with all his power, to accustom himself with force, as the Lord says: Be good and kind, just as your heavenly Father is compassionate (Luke 6:36); and again He says: If
PG 34:837Read from the page
ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ τό· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ἀεὶ δὲ τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ· καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ, διὰ παντὸς δεόμενος καὶ πιστεύων· ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πάσαις αὐτοῦ, καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητήριον Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου ἀεὶ μνημονεύειν, καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ. Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδὴν, πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ, καὶ εἰς τὴν ταπεινοφρασύνην, καὶ πραότητα καὶ ἀγάπην· καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει, καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ· καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ, καὶ τῆς ἐνοικούσης ἁμαρτίας; Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτὸν, καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος, ὅτε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον, ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν· κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν, μήπω ἔχοντα εὐχὴν Πνεύματος. Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον, καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν, καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος, καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος. Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως, καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. Οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπεὶ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς· χρὴ γὰρ ἕκαστον, ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ μὴ θελούσης
you love Me, keep My commandments (John 14:15). And again: Force yourselves; for the violent seize the kingdom of the heavens (Matt. 11:12); and this: Strive to enter in through the narrow gate (Luke 13:24). And let him always have the humiliation and way of life and conduct of the Lord before his eyes, just like a pattern in all unforgetful remembrance; and with all his power let him force himself as he perseveres in prayers, continually beseeching and believing; so that the Lord having come may dwell in him and perfect and strengthen him in all His commandments, and so that his soul may become a habitation of Jesus Christ; and thus the things which he now does with force and though the heart be unwilling, to accustom himself continually unto the good and always to remember the Lord, and to await Him continually in much goodness and love. And when the Lord beholds such a choice of his and his good zeal, how he forces himself always unto the remembrance of Him, and unto the good always, and unto humble-mindedness, and meekness and love; and throttles his unwilling heart, and leads himself with force with all his power, does He work His mercy with him, and redeem him from his enemies, and from indwelling sin? Filling him with the Holy Spirit, and thus henceforth without force and labour he does all the commandments of the Lord always in truth; or rather the Lord does in him His own commandments, and the fruits of the Spirit, when he bears fruit purely. Yet first one who draws near to the Lord must thus force himself also unto the good, even though the heart be unwilling, awaiting continually in unwavering faith His mercy, and force himself unto showing pity and having a merciful heart, force himself unto being despised, unto being longsuffering, when set at nought or dishonoured not to be indignant; according to what is said: Not avenging yourselves, beloved (Rom. 12:19); and to force himself unto prayer, when he does not yet have the prayer of the Spirit. And thus God, beholding him who struggles thus, and by force leads himself unto the good, even though the heart be unwilling, gives true prayer of Christ, gives bowels of mercies, true kindness, and simply preserves for him the fruit of the Spirit. But if anyone forces himself only unto prayer, not having prayer, that he may have prayer of grace, and unto humble-mindedness, and love and the remaining commandments of the Lord does not force himself, sometimes prayer of grace is given to him, both in rest and gladness partially according to his petition, yet in his ways he is like what he was like before. For he does not have meekness, because he did not seek it laboriously, and did not prepare himself beforehand to become so. He does not have humble-mindedness, since he did not ask for it, and force himself unto this; he does not have love towards all, since concerning this he did not have care and struggle in the petition of prayer; for each one must, just as unto prayer he forces and throttles himself, even though unwilling
Notes, col. 837

On the reading

Printed ταπεινοφρασύνην, for ταπεινοφροσύνην.

PG 34:840Read from the page
τῆς καρδίας· οὕτως εἰς τὴν ἀγάπην, εἰς τὴν πραότητα, καὶ εἰς πᾶσαν ὑπημονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, κατὰ τὸ γεγραμμένον· οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι, καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, ὡς τὸ μὴ ὂν χρήσιμον, μὴ ὁμιλεῖν· ἀλλὰ τὰ τοῦ Κυρίου μελετᾷν ἀεὶ λόγια καὶ λαλεῖν στόματι καὶ καρδίᾳ· οὕτως εἰς τὸ μὴ θυμοῦσθαι κατὰ τὸ εἰρημένον· Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· Ἵνα οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν δώσῃ αὐτῷ ταῦτα πάντα ἀκόπως καὶ ἀβιάστως, ἅπερ πρὶν οὕτω μετὰ βίας φυλάξαι ἠδύνατο, διὰ τὴν οἰκοῦσαν ἐν αὐτῷ ἁμαρτίαν· καὶ γίνεται αὐτῷ ταῦτα πάντα τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος, ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ Πνεύματος.
be the heart; so unto love, unto meekness, and unto all patience and longsuffering with joy, according to what is written; so force himself unto being set at nought, and reckoning himself worse and last of all, not conversing about that which is not profitable; but meditating always on the oracles of the Lord and speaking them with mouth and heart; so unto not being angry, according to what is said: Let all bitterness, and wrath, and clamour be taken away from you, with all malice (Eph. 4:31); so that thus the Lord, having seen his choice, may give him all these things without toil and without force, which previously even with force he was scarcely able thus to keep, on account of the sin dwelling in him; and all these pursuits of virtue become to him just like nature; for henceforth the Lord having come, having come and come to be in him, Himself also does in him His own commandments without labour, filling him with the fruits of the Spirit.
ΙΔʹ. Εἰ δέ τις εἰς εὐχὴν βιάζεται ἑαυτὸν, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ Θεοῦ, εἰς ταῦτα δὲ ἤγουν εἰς ταπεινοφροσύνην, εἰς ἀγάπην, εἰς πραότητα, καὶ εἰς τὰς λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα· μὴ προευτρεπίσας δὲ ἑαυτὸν, καὶ μὴ ἐθίσας εἰς τὰς προειρημένας ἀρετὰς, ἢ ἀπόλλει τὴν χάριν, ἢ λαμβάνει καὶ πίπτει, ἢ οὐ προκόπτει ὑψηλοφρονήσας· ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ Κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι. Τὸ γὰρ κατοικητήριον ἡ ἀνάπαυσις τοῦ Πνεύματος, ἡ ταπεινοφροσύνη ἐστὶ, καὶ ἡ ἀγάπη, καὶ ἡ πραότης, καὶ αἱ λοιπαὶ τοῦ Κυρίου ἐντολαί. Ὀφείλουσιν οὖν βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον χάριν, καὶ αὐξῆσαι καὶ τελειῶσαι ἐν τῷ ἁγίῳ Πνεύματι καὶ βιάζεσθαι πρῶτον ἑαυτὸν φυλάσσειν πάσας τὰς ἀρετὰς, καὶ μὴ θελούσης τῆς καρδίας, κατὰ τὸ εἰρημένον· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Ὡς γάρ τις εἰς τὴν καρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει ἕως οὗ κατορθώσῃ τοῦτο· ὁμοίως εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ ἐθίζει ἔθος ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ Κυρίου διαπαντὸς, καὶ τυχὼν τῆς αἰτήσεως, αὔξει καὶ θαλεῖ ἐν αὐτῷ τὸ χάρισμα τοῦ Πνεύματος, τὸ χάρισμα τὸ χαρισθὲν αὐτῷ ἐναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ, καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς, καὶ διδάσκει αὐτὸν ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, ἣν προεβιάσατο καὶ ἐζήτησε· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν ἀξιοῦται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. Ποῦ γὰρ πεσεῖν ἔχει ὑποκάτω πάντων ὤν; μεγάλη ὕψωσις ἡ ταπείνωσις· καὶ τιμιότης, καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη. Ἐθίσωμεν οὖν καὶ ἡμεῖς αὐτοὺς, καὶ ἄγξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελού-
XIV. But if anyone forces himself unto prayer, until he receives some gift of grace from God, yet unto these things, namely unto humble-mindedness, unto love, unto meekness, and unto the remaining virtues, does not likewise force and throttle himself, sometimes divine grace comes to him as he asks and beseeches; for God is good and kind, and gives the petitions to those who ask Him; yet not having prepared himself beforehand, and not having accustomed himself unto the aforesaid virtues, either he loses the grace, or he receives it and falls, or he does not advance, having become high-minded; since he does not give himself by choice to the commandments of the Lord. For the habitation and the rest of the Spirit is humble-mindedness, and love, and meekness, and the remaining commandments of the Lord. Those therefore who wish in truth to please God, and to receive from Him the heavenly grace, and to grow and be perfected in the Holy Spirit, ought first to force themselves to keep all the virtues, even though the heart be unwilling, according to what is said: Therefore was I directed towards all Thy commandments (Ps. 118:128). For as someone forces and throttles himself unto perseverance in prayer until he achieves this rightly; likewise unto all the pursuits of virtue he forces and throttles himself, and accustoms himself to a good habit; and thus asking and beseeching the Lord continually, and obtaining his petition, the gift of the grace of the Spirit grows and flourishes in him, the gift of grace bestowed upon him resting in his humble-mindedness, and in the remaining virtues, and teaches him true love, true meekness, which he previously forced himself unto and sought; and thus having grown and been perfected in God he is counted worthy to be an heir of the kingdom of the heavens. For the humble man never falls. For whither has he to fall, being beneath all? Great exaltation is humiliation; and honour, and dignity is humble-mindedness. Let us therefore also accustom ourselves, and throttle ourselves unto humble-mindedness, even though unwilling
Notes, col. 840

On the reading

Printed ὑπημονὴν, for ὑπομονὴν.

PG 34:841Read from the page
σης τῆς καρδίας ἡμῶν, δεόμενοι καὶ παρακαλοῦντες τὸν Θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ, ἵνα ἀποστείλῃ τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν· ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν Πνεύματι τῷ Πατρί· καὶ αὐτὸ τὸ Πνεῦμα εὔξηται ἐν ἡμῖν· ἵνα αὐτὸ τὸ Πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινὴν, ταπεινοφροσύνην, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, καὶ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας, ἀπόνως καὶ ἀβιάστως· ὡς αὐτὸ τὸ Πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτως τῶν ἐντολῶν τοῦ Κυρίου πληρωθεισῶν ἐφ' ἡμῖν διὰ τοῦ Πνεύματος αὐτοῦ, τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, καὶ καθαρίζοντος ἡμᾶς ἀπὸ τοῦ σπίλου τῆς ἁμαρτίας, ὥσπερ νύμφας καλὰς καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν Θεῷ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ, καὶ τῷ ἐλέει, καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν κατηξίωσε τὸ ἀνθρώπινον γένος, ἰδίους ἀδελφοὺς καὶ υἱοὺς Πατρὸς ἐπουρανίου καταξιῶν καὶ προσαγορεύων. Δόξα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
our heart resists, beseeching and entreating God in faith and hope and love unceasingly in this expectation, that He may send forth His Spirit into our hearts; that we may pray and worship the Father in Spirit; and that the Spirit Himself may pray in us; that the Spirit Himself may teach us true prayer, humility of mind, meekness, love—things which now even with force we cannot do—bowels of mercies, kindness, and may teach us to do all the commandments of the Lord in truth, without toil and without compulsion; even as the Spirit Himself knows how to fill us with His fruits; and thus, when the commandments of the Lord have been fulfilled in us through His Spirit, Who alone knows the will of Christ, and Who cleanses us from the stain of sin, He may present us as fair, pure, and spotless brides to Christ, while we rest in God, and Christ rests in us unto the endless ages. Glory to His compassions, and to His mercy, and to His love, because He has counted the human race worthy of so great an honour, counting us worthy to be and calling us His own brethren and sons of the heavenly Father. Glory to the Father, and to the Son, and to the Holy Spirit, unto the ages of the ages. Amen.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΛΟΓΟΣ.
Discourse of Macarius the Great on Perfection in the Spirit.
Αʹ. Χάριτι μὲν καὶ δωρεᾷ τοῦ Πνεύματος θείᾳ ἕκαστος ἡμῶν τὴν σωτηρίαν πορίζεται· πίστει δὲ καὶ ἀγάπῃ, ἀγῶνί τε προαιρέσεως αὐτεξουσίου, τοῦ τελείου μέτρου τῆς ἀρετῆς ἐφικέσθαι δύναται· ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου κληρονομήσῃ ζωῆς· μὴ διὰ μόνης τῆς θείας δυνάμεώς τε καὶ χάριτος, μὴ καὶ τοὺς ἰδίους συνεισενεγκὼν ἱδρῶτας, τῆς πλείας προκοπῆς ἀξιούμενος· μήτε πάλιν ἐκ μόνης τῆς οἰκείας σπουδῆς καὶ δυνάμεως, μὴ καὶ θείας ἄνωθεν συνεφαπτούσης χειρὸς, τοῦ τελείου τῆς ἐλευθερίας μέτρου, καὶ τῆς καθαρό-
1. By the divine grace indeed and gift of the Spirit each of us procures salvation; yet by faith and love, and by the struggle of free choice, he is able to attain to the perfect measure of virtue; so that, just as by grace, so also by righteousness he may inherit eternal life; neither through the divine power and grace alone, without also contributing his own sweat, being counted worthy of perfect progress; nor again from his own zeal and power alone, without the divine hand from above also working together with him, attaining to the perfect measure of freedom and of
Notes, col. 841

On the reading

Printed πλείας, for τελείας.

PG 34:844Read from the page
τητος ἐφικνούμενος· Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, ὁ κοπιῶν καὶ οἰκοδομῶν, εἰς μάτην ὁμοίως.
attaining unto [it]; For unless the Lord build the house, and guard the city, in vain hath the watchman waked, and he that laboureth and buildeth, in vain likewise.
Βʹ. Ἐρώτησις. Τί τὸ θέλημα τοῦ Θεοῦ, πρὸς ὃ δήπου προτρέπεται καὶ παρακαλεῖ ὁ Ἀπόστολος ἕκαστον ἡμῶν φθάσαι,
II. Question. What is the will of God, unto which indeed the Apostle exhorteth and calleth each one of us to attain?
Ἀπόκρισις. Ἡ τελεία τῆς ἁμαρτίας κάθαρσις, καὶ τῶν τῆς ἀτιμίας παθῶν ἐλευθερία, καὶ ἡ τῆς ἄκρας ἀρετῆς ἀνάληψις· ὅπερ ἐστὶν ὁ καθαρισμὸς, καὶ ὁ ἁγιασμὸς τῆς καρδίας, ὁ διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ Πνεύματος ἐν πληροφορίᾳ γενόμενος· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ· Γίνεσθε, καὶ ἡμεῖς καὶ ὑμεῖς, τέλειοι, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τέλειός ἐστι· καὶ· Γενηθήτω, φησὶν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ· καὶ αὖθις· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· καὶ πρὸς τὸν ἐρωτῶντα δὲ πάλιν· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; Ἀθῶος χερσὶν, ἀποκρίνεται, καὶ καθαρὸς τῇ καρδίᾳ· τῆς διὰ πράξεως καὶ διανοίας ἁμαρτίας τὴν τελείαν ἐντεῦθεν δηλῶν ἀναίρεσιν.
Answer. The perfect cleansing from sin, and freedom from the passions of dishonour, and the assumption of supreme virtue; which is the purification and the sanctification of the heart, that cometh to pass in full assurance through participation in the perfect and divine Spirit: For blessed, saith He, are the pure in heart, for they shall see God; and: Become ye, both we and you, perfect, even as our heavenly Father is perfect; and: Let my heart, saith he, become blameless in Thy statutes, that I may not be put to shame; and again: Then shall I not be put to shame, when I look upon all Thy commandments; and again unto him that asketh: Who shall ascend into the mountain of the Lord? Innocent in hands, he answereth, and pure in heart; signifying thereby the perfect abolition of sin both in deed and in thought.
Γʹ. Τὰ ἀφανῆ πάθη, φησὶ, καὶ κρύφια τὸ Πνεῦμα τὸ ἅγιον ἐπιστάμενον δυσαπάλλακτα ὄντα, καὶ οἱονεὶ τῇ ψυχῇ κατερριζωμένα, διὰ τοῦ Δαβὶδ δείκνυσι, πῶς ἄρα τούτων ποιητέον τὴν κάθαρσιν· Ἐκ τῶν κρυφίων μου γὰρ καθάρισόν με, φησίν· ὡς διὰ πολλῆς τῆς δεήσεώς τε καὶ πίστεως, καὶ τῆς πρὸς Θεὸν τελείας ῥοπῆς, τῇ συνεργείᾳ τοῦ Πνεύματος, κατεργασθῆναι δυναμένων ἡμῶν· πλὴν ἀλλὰ καὶ ἡμῶν πρὸς ταῦτα ἀντιτεινόντων, καὶ φυλακῇ πάσῃ τηρούντων τὴν ἑαυτῶν καρδίαν.
III. Because the Holy Spirit knoweth, he saith, that the unseen and hidden passions are hard to rid oneself of, and as it were rooted deep in the soul, He showeth through David how then the cleansing of these must be accomplished: For from my hidden things cleanse Thou me, saith he; inasmuch as through much supplication and faith, and perfect inclination towards God, by the cooperation of the Spirit, we are able to achieve this; yet with us also striving counter to these things, and keeping our own heart with all watchfulness.
Δʹ. Καὶ ὁ μακάριός φησι Μωϋσῆς, διὰ τύπων ὑποδεικνὺς, τὸ μὴ δεῖν γνώμαις δυοῖν, κακοῦ τε καὶ ἀγαθοῦ, τὴν ψυχὴν, ἀλλὰ τῷ ἀγαθῷ μόνῳ ἀκολουθεῖν, καὶ τὸ μὴ χρῆναι δύο καρποὺς γεωργεῖν, χρηστοῦ καὶ χείρονος, ἀλλὰ χρηστὰ μόνα, οὕτω φησίν· Οὐ ζεύξεις ἐν τῇ ἅλῳ σου ἀλλογενῆ ζῶα ἐπὶ τὸ αὐτὸ, οἱονεὶ βοῦν καὶ ὄνον· ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἁλοήσεις τὸν ἀμητόν σου· τουτέστιν, ἵνα μὴ ἐν τῇ ἅλῳ τῆς καρδίας ἡμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλ' ἡ ἀρετὴ μόνη· Οὐ συνυφανεῖς ἐρέῳ ἱματίῳ λινοῦν· Οὐδὲ πάλιν λινῷ ἔριον· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτό· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῶον εἰς γονὴν ἑτέρῳ· ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις· δι' ὧν πάντων αἰνίττεται μυστικῶς, τὸ μὴ δεῖν κακίαν καὶ ἀρετὴν, ὥσπερ εἴρηται, ἐν ἡμῖν γεωργεῖσθαι· ἀλλὰ μονοτρόπως τὰς τῆς ἀρετῆς γονὰς ἀποτίκτεσθαι· καὶ τοῦ μὴ δυσὶ πνεύμασι, τῷ Πνεύματι τοῦ Θεοῦ, καὶ τῷ πνεύματι τοῦ κόσμου ψυχήν τινα κοινωνεῖν. Διὰ τοῦτο γὰρ,
IV. And the blessed Moses saith, indicating covertly through types that the soul must not follow two minds, of evil and of good, but the good alone, and that one must not cultivate two crops, of good and of worse, but good things alone, speaking thus: Thou shalt not yoke together on thy threshing-floor animals of different kind, as for instance an ox and an ass; but having yoked those of the same kind thou shalt thresh thy harvest; that is to say, that on the threshing-floor of our heart virtue and vice may not hold their working together, but virtue alone: Thou shalt not weave linen into a woollen garment; nor again wool into a linen one; thou shalt not cultivate in the field of thy land two crops together; thou shalt not put a beast of different kind for breeding unto another; but thou shalt yoke together things of the same kind with those of the same kind; through all of which he darkly hinteth mystically that vice and virtue, even as hath been said, must not be cultivated in us, but that in a single manner the offspring of virtue should be brought forth; and that no soul should have fellowship with two spirits, with the Spirit of God and with the spirit of the world. For on this account,
Notes, col. 844

On the reading

Printed φθάσαι,, for φθάσαι;.