PG 34:797Read from the pageἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον οἱ Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοὶ, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. Ἐκεῖνοι δὲ, ὅτι λαὸς Θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο· ἐνταῦθα δὲ ὁ λαὸς τοῦ Θεοῦ ὁ περιούσιος, τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται. Μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. Παρ' ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον· παρ' ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου Πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης, Αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ Πνεύματι καὶ πυρί.
the Jews did not have strength to gaze intently upon the face of Moses, so now Christians receive that glory of the light in their souls, and the darkness, not bearing the radiance of the light, being blinded is put to flight. And those, that they were the people of God, were shown from the circumcision; whereas here the chosen people of God receives the sign of circumcision inwardly in its heart. For a heavenly sword cuts off the superfluity of the mind, that is, the unclean foreskin of sin. Among them there was a baptism sanctifying the flesh; whereas among us there is a baptism of the Holy Spirit and of fire; for this John proclaimed, He Himself shall baptize you in the Holy Spirit and fire.
Βʹ. Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα, καὶ εἰς μὲν τὴν πρώτην, διὰ παντὸς εἰσῄεσαν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. Ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνὴν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. Γέγραπται ἐν τῷ νόμῳ, τὸν ἱερέα λαβεῖν δύο περιστερὰς, καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης, καὶ ἀπολῦσαι, καὶ ἵπτασθαι ἐλευθέραν. Τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας· καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν. Ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου Πνεύματος, πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.
2. There, there was an inner and an outer tabernacle, and into the first the priests entered continually, accomplishing the services; but into the second, once a year the high priest alone with blood, the Holy Spirit signifying this, that the way of the holies had not yet been manifested. Here, however, those who are counted worthy enter into the tabernacle not made with hands, where Christ entered as a forerunner on our behalf. It is written in the law that the priest should take two doves, and sacrifice the one, and sprinkle the living one from the blood of that one, and let it go, and fly away free. And what took place was a type and shadow of the truth; for indeed Christ was sacrificed, and His blood having sprinkled us made us grow wings. For He gave us wings of the Holy Spirit, towards flying unhindered into the air of divinity.
Γʹ. Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις· λέγει γὰρ, Διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς. Κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα· νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα· διαθήκη τε γὰρ ἔσωθεν, καὶ ἁπαξαπλῶς, Ὅσα ἐκείνοις συνέβη, τυπικῶς ἐγίγνετο· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν. Τῷ γὰρ Ἀβραὰμ προεῖπεν ὁ Θεὸς τὸ ἐσόμενον, ὅτι Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι, καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια. Τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα. Πάροικος γὰρ ἐγένετο ὁ λαὸς, καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων, καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ. Ἔστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιήσωσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν Θεὸν, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως· καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους, ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου.
3. To them a law was given written on tablets of stone, whereas to us spiritual laws are inscribed on fleshy tablets of the heart; for He says, Giving My laws into their hearts, and upon their minds I shall inscribe them. And all those things were being abolished and were temporary; whereas now all things are accomplished in truth unto the inner man; for the covenant is within, and in short, Whatever happened to them came to pass figuratively; and it was written for our admonition. For to Abraham God foretold what would be, that Your seed shall be a sojourner in a land not its own, and they shall mistreat it, and enslave it four hundred years. This fulfilled the image of the shadow. For the people became a sojourner, and was enslaved by the Egyptians, and was mistreated in clay and brickmaking. For Pharaoh set over them taskmasters and drivers of work, that they might do his works under compulsion, and when the sons of Israel groaned from the works unto God, then He visited them through Moses; and having struck the Egyptians with many plagues, in the month of flowers, when sweetest spring first appears, as the gloom of winter passes away, He leads them out of Egypt.
Δʹ. Εἶπε δὲ ὁ Θεὸς τῷ Μωϋσεῖ, ἄρνα λαβεῖν ἄμωμον, καὶ σφάξαι, καὶ τὸ αἷμα αὐτοῦ χρίσαι ἐπὶ
4. And God told Moses to take an unblemished lamb, and to slaughter it, and to anoint its blood upon
PG 34:800Read from the pageτῶν φλιῶν, καὶ τῶν θυρῶν, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν. Ἑώρα γὰρ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόῤῥωθεν, καὶ ἀφίστατο. Ἐπεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις, καὶ πᾶν πρωτότοκον ἀνῄρει. Ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι, καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν· ἐσθίειν δὲ αὐτοὺς περιζωμένους τὰς ὀσφύας, καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα, καὶ τὰς βακτηρίας ἔχοντας ἐν ταῖς χερσί· καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα Κυρίου, καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ Κυρίου συντρίψαι.
the doorposts, and the doors, so that the destroyer of the firstborn of the Egyptians might not touch them. For the angel who was sent saw the sign of the blood from afar, and stood aloof. But he entered into the unmarked houses, and slew every firstborn. And furthermore He commanded leaven to be abolished out of every house, and ordered them to eat the slaughtered lamb with unleavened bread and bitter herbs; and that they should eat having their loins girded about, and having their sandals bound upon their feet, and holding their staves in their hands; and thus with all haste towards evening He commands them to eat the passover of the Lord, and not even to break a bone from the Lord.
Εʹ. Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγύπτου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. Καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας· τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. Διό φησιν ὁ Μωϋσῆς, Αὕτη ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ Θεὸς λυτρώσασθαι ἡμᾶς. Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς, τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης· Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν τὸν Θεόν. Ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων.
5. And He led them out with silver and gold, having commanded each to borrow from his Egyptian neighbour vessels of gold and of silver. And they went out of Egypt, while the Egyptians were burying their firstborn. And for the one side there was joy over the deliverance from the squalid bondage; and for the other side mourning and lamentation over the destruction of their children. Wherefore Moses says, This is the night in which God promised to redeem us. And all these things are a mystery of the soul, which is redeemed in the coming of Christ; for Israel is interpreted a mind seeing God. She is set free, therefore, from the bondage of darkness, from the Egyptian spirits.
Ϛʹ. Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς, καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο· Τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ· καὶ αὖθις, Ἐργάσῃ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς· ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι. Ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης, καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην. Ἤρθη τὸ φῶς αὐτοῦ, καὶ ἐνεδύθη τὸ σκότος· ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ, καὶ διεσκέδασαν, καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ, καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ. Καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματὰ τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα, καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας. Οἳ καὶ χωρήσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ, καὶ λόγους, καὶ ἐνθυμήματα, καὶ διαλογισμοὺς ματαίους. Ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλείαν μισάνθρωπον, καὶ ἄρχοντας πικροὺς, τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν.
6. For since in the disobedience man died a dreadful death of the soul, and received curse upon curse: Thistles and thorns shall the earth bring forth for you; and again, You shall till the earth, and it shall not continue to give you its fruits; thorns and thistles sprang up and rose in the earth of his heart. The enemies took away his glory through deceit, and clothed him with shame. His light was taken away, and he was clothed with darkness; they murdered his soul, and scattered, and divided his thoughts, and dragged down his mind from the height, and the man Israel became a slave of the true Pharaoh. And he set over him the taskmasters and drivers of work, the spirits of wickedness compelling him willingly and unwillingly to do his evil works, and to fulfil the quota of clay and brickmaking. And they, having separated him from the heavenly mindset, brought him down unto material and earthly and muddy evil works, and words, and imaginings, and vain reasonings. For having fallen from her own height, the soul found a man-hating kingdom, and bitter rulers, who compel her to build for them the cities of wickedness, of sins.
Ζʹ. Ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ, καὶ βοήσῃ πρὸς τὸν Θεὸν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων· ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει. Καὶ αὐτὴ ἐν τῷ μηνὶ τῶν νέων ἀνθῶν λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται
7. But if the soul groans, and cries out to God, He sends forth to her the spiritual Moses, who redeems her out of the bondage of the Egyptians; yet first she cries out and groans, and then receives the beginning of redemption. And she herself, being redeemed in the month of new flowers according to the season of spring, when the earth of the soul is able to blossom forth
Notes, col. 800
On the reading
Printed Αἰγύπτου, for Αἰγυπτίου.
Printed πνεύματὰ, for πνεύματα.
Printed χωρήσαντες, for χωρίσαντες.
PG 34:801Read from the pageτοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους, καὶ τῆς πολλῆς πωρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν. Κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιὰν, τὰς πράξεις, καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώρου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς, καὶ ἐνθυμήσεις ῥυπαρὰς, ὅσον δυνατὸν, ἀποῤῥίψασθαι.
the fair and blooming branches of righteousness, when the bitter winters of the ignorance of darkness have passed through, and the great hardening that comes from shameful deeds and sins. And He commands then that all old leaven be abolished out of each house, to cast away, as far as possible, the deeds and the mindsets of the old man who is being corrupted, evil reasonings, and filthy imaginings.
Ηʹ. Σφαγῆναι δεῖ τὸ ἀρνίον, καὶ τυθῆναι, καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ, τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν· τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον· ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα. Εἶτα μετὰ τὸ χρίσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον, καὶ τὰ ἄζυμα μετὰ πικρίδων, περιεζωσμένους τὰς ζώνας, καὶ ὑποδήματα, καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν. Ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι' ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. Εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ, καὶ τὰ ἄζυμα καλὰ, ἀλλ' αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι. Μετὰ θλίψεως γὰρ πολλῆς, καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας.
8. The lamb must be slaughtered, and sacrificed, and its blood anointed upon the doors. For Christ the true and good and unblemished Lamb was slaughtered, and His blood was anointed upon the doorposts of the heart, so that the blood of Christ poured out upon the cross might become for the soul unto life and redemption; and for the Egyptian demons unto mourning and death; for truly the blood of the unblemished Lamb is mourning for them, but joy and exultation for the soul. Then after the anointing He commands towards evening to eat the lamb, and the unleavened bread with bitter herbs, having their belts girded about, and sandals, and holding staves in their hands. For unless the soul first becomes prepared on every side through good works, as far as is in her, it is not given to her to eat from the lamb. And even though the lamb is sweet, and the unleavened bread good, yet the bitter herbs are bitter and harsh. For with much affliction and bitterness the soul eats from the lamb and the good unleavened bread, while the sin that is with her afflicts her.
Θʹ. Καὶ πρὸς ἑσπέραν φησὶν ἔδεσθαι αὐτό· ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. Οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ Θεοῦ, καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ, καὶ καταπιεῖν αὐτήν· καὶ ὃν τρόπον εἶπε Μωϋσῆς, Αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ Θεοῦ· οὕτως καὶ ὁ Χριστὸς, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται, ἐκάλεσεν ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως. Ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως· εἰκότως· πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει, καὶ πεπεδημένης κρυπτῶς ἐν λάκκῳ κατωτάτῳ, καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς, καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι.
9. And towards evening, He says, it is to be eaten; and the hour towards evening is midway between light and darkness. Thus also the soul, being at this redemption, becomes midway between light and darkness, as the power of God stands by, and does not allow the darkness to come upon the soul, and swallow her up; and in the manner in which Moses said, This is the night of the promise of God; so also Christ, when a book was given to Him in the synagogue, as it is written, called an acceptable year of the Lord and a day of redemption. There, a night of recompense; here, a day of redemption; fittingly so; for all those things were a type and shadow of the truth, and being mystically prefigured they sketched out the true salvation of the soul shut up in darkness, and bound secretly in a lowest pit, and shut up within gates of bronze, and unable without the redemption of Christ to be set free.
Ιʹ. Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ. Ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. Πένθος ἔχει τοὺς Αἰγυπτίους. Στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. Κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν. Ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη, ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ Θεός. Ἐσκόρπι-
10. He leads the soul out of Egypt, therefore, and the bondage in it, while its firstborn are being slain in the exodus. For already some part of the power of the true Pharaoh falls down. Mourning holds the Egyptians. For they groan, being grieved over the salvation of the captive. He commands to borrow from the Egyptians vessels of gold and of silver, and having taken them to go out. For going out of the darkness, the soul receives back the silver and golden vessels, namely her own good thoughts refined by fire sevenfold, in which God is ministered to and rests. For there scattered
Notes, col. 801
On the reading
Printed ἀνθρώρου, for ἀνθρώπου.
PG 34:804Read from the pageσαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες, καὶ κατέσχον καὶ διεσκέδασαν τοὺ λογισμοὺς αὐτῆς. Μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους· καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ, καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν.
the demons who had been her neighbours, and held fast and dispersed her thoughts. Blessed is the soul that has been redeemed out of darkness; and woe to the soul that does not cry out and groan to Him Who is able to deliver her from those harsh and bitter drivers of work.
ΙΑʹ. Ἀπαίρουσιν υἱοὶ Ἰσραὴλ τὸ Πάσχα ποιήσαντες. Προκόπτει ἡ ψυχὴ, λαβοῦσα ζωὴν Πνεύματος ἁγίου, καὶ ἀπογευσαμένη τοῦ ἀρνίου, καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ, καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα Λόγον. Στύλος πυρὸς καὶ στύλος νεφέλης ἐκείνων προηγεῖται φυλάττων· τὸ Πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν. Γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν, καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν, καὶ μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, διώκειν ἐθάρσησε. Σπουδῇ γὰρ ζεύξας τὰ ἅρματα αὐτοῦ, καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ' αὐτοὺς ἀνελεῖν ἠπείγετο· ἤδη μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσά τε καὶ φυλάττουσα. Καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων, μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά.
11. The sons of Israel depart after keeping the Passover. The soul advances, having received the life of the Holy Spirit, and having tasted of the lamb, and having been anointed with its blood, and having eaten the true bread, the living Word. A pillar of fire and a pillar of cloud goes before them guarding them; the Holy Spirit supports these, warming and guiding the soul in perception. When Pharaoh and the Egyptians learnt of the flight of the people, and their deprivation of their service, even after the slaying of the firstborn, he dared to pursue. For having yoked his chariots in haste, and with all his people, he hastened against them to destroy them; when he was already about to mingle with them, a cloud stood in the midst, hindering and darkening the one side, while guiding with light and guarding the other. And that I may not lengthen the discourse by unrolling the whole history, take for me in all things the parable in reference to spiritual things.
ΙΒʹ. Ὅταν γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα ἡ τοῦ Θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν. Γνοὺς δὲ ὁ πνευματικὸς Φαραὼ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ, καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ τοὺς λογισμοὺς πάλαι κατεχομένους· ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα· ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς, πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν. Μαθὼν δὲ, ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ, τῆς σφαγῆς τῶν πρωτοτόκων καὶ κλοπῆς τῶν λογισμῶν ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς, οὐδεὶς εὑρεθῇ, ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν. Καταδιώκει αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν, καὶ πολέμων ἀοράτων. Ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη· παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς.
12. For when first the soul escapes the Egyptians, the power of God coming to her helps her, guiding her unto the truth. And when the spiritual Pharaoh, the king of the darkness of sin, learnt that the soul withdraws from him, and flees the thoughts of his kingdom by which she was held fast of old—for these are his possessions—the dreadful one supposed and hoped that she would return again to him. But having learnt that the soul altogether flees his tyranny, after the slaughter of the firstborn and the theft of the thoughts he ran up more shamelessly, fearing lest once the soul had escaped completely, no one should be found to fulfil his will and his work. He pursues her through afflictions and temptations, and invisible wars. Here she is proved, here she is tempted, here appears her love towards Him Who leads her out of Egypt; for she is delivered over to be proved and tempted in every way.
ΙΓʹ. Θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν, καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν· μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνεύματα ἔστηκεν Κύριος. Θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως, ἢ ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει, ὁρῶσα ἑτοίμους τοὺς ἐχθροὺς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾷν ποιοῦσιν. Ἀπευδοκεῖ οὖν ἑαυτὴν τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτῇ ἔχουσα ἡ ψυχὴ, διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν. Καὶ ἐπειδὰν ἴδῃ ὁ Θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχήν· καὶ τὸν ἐχθρὸν καταπιεῖν αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὲ δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ
13. For she beholds the power of the enemy willing to come upon her, and put her to death, and yet not prevailing; for in the midst between her and the Egyptians' spirits stands the Lord. And she beholds also in front a sea of bitterness and affliction, or despair, and she has strength neither to make way backwards, seeing the enemies ready, nor to advance forwards; for cowardice of death and dreadful and manifold afflictions encompassing her make her see death. The soul therefore despairs of herself, having the sentence of death in herself, on account of the swarm of evil ones that has encircled her. And whenever God sees the soul fallen into cowardice of death, and the enemy ready to swallow her up, then indeed He gives a little help, being long-suffering over
Notes, col. 804
On the reading
Printed πνεύματα, for πνευμάτων.
PG 34:805Read from the pageτὴν ψυχήν, καὶ δοκιμάζων αὐτὸν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει. Τοιαύτην γὰρ ὁ Θεὸς ἔθετο τὴν ὁδὸν, τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας, καὶ δοκιμασίας πολλῆς, καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλίψιν καὶ τὸν παρ' ὀφθαλμοῖς θάνατον. Τοτηνικαῦτα χειρὶ κραταιᾷ καὶ ὑψηλῷ βραχίονι διὰ τοῦ ἁγίου Πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους, καὶ διέρχεται ἡ ψυχὴ τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα, καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους, καὶ τοῦ παμφάγου πυρός.
the soul, and proving him, whether he stands firm in the faith, whether he has love towards Him. For God appointed the way that leads unto life to be such, with affliction and distress, and much proving, and most bitter temptations, so that from this the soul may at last arrive through the surpassing affliction and the death before her eyes. Then with a mighty hand and a lofty arm through the shining forth of the Holy Spirit He shatters the power of darkness, and the soul passes through, having escaped the fearful places, and having crossed over the sea of darkness, and of the all-devouring fire.
ΙΔʹ. Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς, καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου, καὶ λαμβάνοντι ἀῤῥαβῶνα παρὰ Θεοῦ, καὶ μετέχοντι Πνεύματος ἁγίου. Εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς, καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ Θεοῦ διελθοῦσα, καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ, καὶ δεδοξασμένη, παρακαλουμένη ὑπὸ τοῦ Θεοῦ, καὶ ἀναπαυομένη ἐν Κυρίῳ. Τότε τὸ πνεῦμα ὅπερ ἔλαβε, καινὸν ᾆσμα τῷ Θεῷ ᾄδει, διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν, καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. Ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν, καὶ ψάλλον, καὶ προσευχόμενον τῷ Θεῷ ἐν καθαρᾷ καρδίᾳ. Δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ, καὶ θρόνον ἴδιον καταστήσαντι, καὶ οἶκον, καὶ ναὸν, καὶ νύμφην καθαρὰν, καὶ εἰσαγαγόντι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ.
14. These are mysteries of the soul truly taking place in a man who is eager to come to the promise of life, and is being redeemed out of the kingdom of death, and is receiving an earnest from God, and partaking of the Holy Spirit. Then the soul, having been delivered out of her enemies, and having passed through the bitter sea by the power of God, and seeing the foes perishing before her eyes, whom formerly she served, exults with unspeakable joy, both glorified, comforted by God, and resting in the Lord. Then the spirit which she received sings a new song to God, through the timbrel, namely the body, and the rational strings and most subtle thoughts of the harp, that is, the soul, and the plectrum of divine grace, and sends up praises to the life-giving Christ. For as the breath passing through the flute speaks, so through holy and Spirit-bearing men it is the Holy Spirit Who hymns, and sings psalms, and prays to God in a pure heart. Glory to Him Who delivered the soul out of the bondage of Pharaoh, and established her as His own throne, and house, and temple, and pure bride, and brought her in while she is in this world.
ΙΕʹ. Ἐν τῷ νόμῳ ζῶα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί· καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ τῷ Θεῷ καὶ ἀληθινή. Ἦλθεν ὁ λαὸς εἰς Μερὰν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα, καὶ ἄχρηστον πρὸς πόσιν. Κελεύει οὖν ὁ Θεὸς Μωσέα ἀποκνήσαντα ξύλον ῥίψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ ἐμβληθέντος οὕτως τοῦ ξύλου, ἐγλυκάνθη τὸ ὕδωρ· καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος, χρήσιμον καὶ πότιμον ἐγένετο τῷ λαῷ τοῦ Θεοῦ. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκπιοῦσα τὸν οἶνον τοῦ ὄφεως, καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει, καὶ ἁμαρτωλὸς γενομένη. Διὸ ἐμβάλλει ὁ Θεὸς τὸ ξύλον τῆς ζωῆς εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη, καὶ συγκιρνωμένη τῷ Πνεύματι τοῦ Χριστοῦ· καὶ οὕτως εὔχρηστος γενομένη, εἰς διακονίαν τοῦ Δεσπότου αὐτῆς προχωρεῖ· γίνεται γὰρ πνεῦμα σαρκοφόρον. Δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ Πνεύματος. Οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη τὸ ξύλον τῆς ζωῆς· οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν.
15. In the law irrational animals were offered for sacrifice, and unless they were slaughtered, the offerings were not acceptable; and now unless sin is slaughtered, the offering is not acceptable to God and true. The people came to Marah, where there was a spring gushing forth bitter water, and useless for drinking. God therefore commands Moses, having cut off a piece of wood, to cast it into the bitter water, and when the wood was thus cast in, the water was sweetened; and having been changed from its bitterness, it became useful and drinkable for the people of God. In the same manner also the soul has been embittered, having drunk up the wine of the serpent, and having been likened to his bitter nature, and having become sinful. Wherefore God casts the wood of life into the very bitter spring of the heart, and she is sweetened, being changed from the bitterness, and mingled with the Spirit of Christ; and thus having become useful, she advances unto the service of her Master; for she becomes a flesh-bearing spirit. Glory to Him Who changes our bitterness into the sweetness and goodness of the Spirit. Woe to that man, into whom the wood of life has not been cast; he is unable to acquire any good change.
PG 34:808Read from the pageΙϚʹ. Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας. Τοῖς μὲν γὰρ ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν· τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ' ἣν ἐπεστηρίζοντο. Οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστὸς, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας· τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωὴ, ἐφ' ἣν ἐπαναπαύονται. Τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων· σκιὰ γάρ ἐστι, καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. Καὶ ἡ περιτομὴ, καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, καὶ ἡ στάμνος, καὶ τὸ μάννα, καὶ ἱερατεία, καὶ τὸ θυμίαμα, καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ, καὶ ἐν τῷ νόμῳ Μωσέως, ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε, τὴν κατ' εἰκόνα Θεοῦ γεγενημένην, καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας, καὶ ὑπὸ βασιλείαν σκότους πικρίας.
16. The rod of Moses bore two figures. For it met the enemies as a serpent, biting and destroying; whilst for the Israelites it was a staff, upon which they leaned. Thus also the true wood of the cross, which is Christ, is the death of the enemies, of the spirits of wickedness; whereas of our souls He is the staff and sure foundation and life, upon which they rest. For formerly types and shadows came to pass of these true realities; for the ancient worship is a shadow and image of the present worship. And the circumcision, and the tabernacle, and the ark, and the jar, and the manna, and the priesthood, and the incense, and the baptisms, and in short all things whatsoever that came to pass in Israel, and in the law of Moses, or in the prophets, came to pass for the sake of this soul, which had been born according to the image of God, and had fallen under the yoke of slavery, and under the kingdom of bitter darkness.
ΙΖʹ. Ταύτῃ γὰρ ἠθέλησεν ὁ Θεὸς κοινωνῆσαι, καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως, καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς, καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως, καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων. Κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ Θεὸς παραδέχεται αὐτὴν κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτὴν, ἕως αὐξήσῃ αὐτὴν τῇ ἰδίᾳ αὐξήσει. Τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται. Πρῶτον γὰρ γεννᾷ αὐτὴν ἐν ἑαυτῷ, καὶ αὐξάνει δι' ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ. Αὐτὸς γὰρ ὢν τέλειος νυμφίος, λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν, καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου, καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
17. For God willed to have fellowship with her, and betrothed her to Himself as the bride of a King, and He cleanses her from filth, and washing her thoroughly He brightens her from her blackness and her shame, and quickens her out of deadness, and heals her out of crushing, and brings peace by reconciling her enmity. For though she is a creature, she was betrothed as a bride to the Son of the King, and by His own power God receives her, transforming her little by little along with Himself, until He causes her to grow with His own growth. For He stretches her out and extends her unto an endless and immeasurable growth, until she becomes a blameless bride and worthy of Him. For first He begets her in Himself, and causes her to grow through Himself, until she receives back the perfect measure of His love. For since He Himself is a perfect Bridegroom, He takes her as a perfect bride into the holy and mystical and undefiled fellowship of the marriage, and then she reigns together with Him unto the endless ages. Amen.
Περὶ τῆς τελείας πίστεως εἰς Θεόν.
On perfect faith in God.
Αʹ. Ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος, ἔλεγεν· Ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι· καὶ ὁ ἐν ὀλίγῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστι. Τί ἐστι τὸ ὀλίγον, καὶ τί ἐστι τὸ πολύ; τὸ ὀλίγον τὰ ἐπαγγέλματά ἐστι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφὰς, ἐνδύματα, καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγίειαν, καὶ τοιαῦτα. Προστάξας μὴ μεριμνᾷν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι Κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται. Τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι, καὶ αἰτοῦσιν αὐτὸν, ὅτι οὕτως ἐνετείλατο· Ὑμεῖς δὲ, φησὶ, πρῶτον ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ Θεῷ, ὅτι
1. The Lord in the Gospel, wishing to lead His own disciples unto perfect faith, said: He that is unfaithful in a little is unfaithful also in much; and he that is faithful in a little is faithful also in much (Luke 16:10). What is the little, and what is the much? The little is the promises of this age, which He promised to provide for those who believe in Him, such as food, clothing, and the rest of the repose of the body, or health, and such things. Having commanded not to be anxious at all about these things (Matt. 6:31), but through confidence in Him to hope that the Lord becomes the Provider in all things for those who flee to Him for refuge. And the much is the gifts of the eternal and incorruptible age, which He promised to provide for those who believe in Him, and who are unceasingly anxious about those things, and ask Him, because He thus commanded: But seek you first, He says, the kingdom of God, and His righteousness, and all these things shall be added unto you (Matt. 6:33); so that from these few and temporary things each one may be proved, whether he believes God, that