Migne Reading Room

PG 34 · cols. 785–796 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:785Read from the page
Θ. Πάντα γὰρ δυνατὰ παρὰ Θεῷ, ὥσπερ ἐπὶ τοῦ ληστοῦ γέγονε, ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη, καὶ εἰς παράδεισον ἀποκατέστη. Διὰ τοῦτο ἦλθεν ὁ Κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ, καὶ ποιήσῃ αὐτὰς, καθὼς γέγραπται, θείας κοινωνοὺς φύσεως, καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχὴν, τουτέστι Πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετὴν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν. Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος. Χρὴ οὖν ἀγαπῆσαι τὸν Κύριον, καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς, καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ Πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν. Ἐὰν μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξηται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ Πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ κοινωνὸς θείας φύσεως γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
IX. For all things are possible with God, even as came to pass in the case of the robber: in a moment of an hour through faith he was transformed, and was restored unto paradise. For this cause the Lord came, that He might change and recreate our souls, and make them, even as it is written, partakers of the divine nature (2 Pet. 1:4), and give unto our soul a heavenly soul, that is, the Spirit of the Godhead guiding us unto all virtue, that we may be able to live eternal life. May it be ours, therefore, to believe with all our heart in His unspeakable promises, because He Who promised is true. We must therefore love the Lord, and strive in every way in all virtues, and ask perseveringly and unceasingly, so as to receive the promise of His Spirit wholly and completely, that our souls may be quickened whilst we are still in the flesh. For unless in this world the soul receive the sanctification of the Spirit through much faith and supplication, and become a partaker of the divine nature, being blended with grace, whereby it shall be able to fulfil every commandment blamelessly and purely, it is unfit for the kingdom of the heavens. For whatever good a man has acquired from hence, this very thing in that day shall be his life through the Father, and the Son, and the Holy Spirit, unto the ages. Amen.
ΟΜΙΛΙΑ ΜΕʹ.
Homily XLV.
Οὐδεμία τέχνη, οὐ πλοῦτος τούτου τοῦ κόσμου, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια θεραπεῦσαι τὸν ἄνθρωπον δύναται, οὗ μεγίστην πρὸς τὸν Θεὸν συγγένειαν αὕτη ἡ ὁμιλία ἀποφαίνεται.
No art, no wealth of this world, save only the manifestation of Christ, is able to heal man, whose greatest kinship with God this homily sets forth.
Αʹ. Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος, πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. Ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ, πάντα ἀρνησάμενος, ἔτι δὲ τὴν ἑαυτοῦ ψυχὴν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει· προτιμῶν δηλαδὴ τὸν Κύριον γονέων, ἀδελφῶν, γυναικὸς, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. Τοῦτο γὰρ ὁ Κύριος ἀπεφήνατο εἰπὼν, Πᾶς ὅστις οὐκ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος. Ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν. Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ, κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ! καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν, καὶ σκοτίσασαν αὐτὴν, πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολὴν, ὅτι πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν Δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὢν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν Ἀδάμ.
I. He who has chosen the solitary life ought to deem all affairs that revolve in this world alien and foreign to himself. For he who in truth pursues the cross of Christ, having denied all things, and his own soul besides, ought to have his mind nailed to the love of Christ—preferring, namely, the Lord above parents, brothers, wife, children, kindred, friends, possessions. For the Lord declared this, saying, Everyone that hath not left father, or mother, or brethren, or wife, or children, or lands, and followeth not Me, is not worthy of Me (Luke 14:26; Matt. 10:37-38). For in no other is salvation and rest found for men, as we have heard. For how many kings have appeared from the race of Adam, holding sway over all the earth, priding themselves greatly upon their royal dominion! And none of these through such sufficiency was able to recognize the wickedness that entered into the soul from the transgression of the first man and darkened it, so that it did not perceive the change—that at first the mind, being pure and in dignity, beheld its Master, and now through the fall has been clothed with shame, the eyes of the heart having been blinded so as not to behold that glory which our father Adam beheld before the disobedience.
Βʹ. Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον· ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο· οἱ δὲ
II. Moreover, there have also been various wise men according to the world; of whom some through philosophy made a display of virtue, while others
PG 34:788Read from the page
τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν· ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα· ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι, τὰς κατὰ συνθήκην ἱστορίας ἐγράψαντο. Ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορνεύσαντες γένη ὀρνέων, καὶ ἰχθύων, καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν· ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι· ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν· ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες, ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν· ἄλλοι δὲ λίθους τιμίους· ἄλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι, μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ Σατανᾶ, καὶ εἰς ἁμαρτίαν ἔπεσον. Καὶ οὗτοι πάντες οἱ προῤῥηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως, καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν.
having practised the sophistic art were admired; others displayed rhetorical skill; others, having become grammarians and poets, wrote down conventional histories. Moreover, there have also been various craftsmen who practised the arts of the world: of whom some, carving in wood kinds of birds, and of fishes, and images of men, were eager to display their own excellence in those things; while others endeavoured to fashion through bronze likenesses of statues and certain other things; others built very great and exceeding fair buildings; and others, digging the earth, bring up perishable silver and gold; and others, precious stones; while others, having beauty of body and being lifted up at the comeliness of their countenances, were rather lured by Satan, and fell into sin. And all these aforesaid craftsmen, being held fast by the serpent dwelling within, and not knowing the sin dwelling with them, have become captives and slaves of the evil power, profited nothing by their knowledge and art.
Γʹ. Ἔοικεν οὖν ὁ κόσμος, ὁ πάσης ποικιλίας πεπληρωμένος, ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον, καὶ κτήσεις διαφόρους, καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον· ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου, μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας. Οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, οὐκ ἀδελφοὶ, οὐ πλοῦτος, οὐκ ἀνδρία, οὔτ' ἄλλα, ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν, καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην, ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα. Πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης, σχολάσωμεν τῷ Κυρίῳ, βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι, καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν.
III. The world, therefore, filled with all variety, is like a rich man possessing splendid and great houses, both gold and silver, and diverse possessions, and all abundant service; yet when he is suddenly seized with diseases and sufferings, all his kindred stand beside him with all his wealth, unable to deliver him out of his infirmity. No pursuit of the things of life, therefore—not brothers, not wealth, not bravery, nor any other of the things aforesaid—delivers out of sin the soul plunged down by sin and unable to see clearly, save only the manifestation of Christ, which is able to cleanse soul and body. Having been freed, therefore, from all care of life, let us devote ourselves to the Lord, crying unto Him night and day. For this visible world and the rest that is in it, the more they seem to cherish the body, so much the more do they provoke the passions of the soul, and increase its affliction.
Δʹ. Ἀνὴρ δέ τις φρόνιμος ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς σπουδῆς, ἐσπούδασεν ἀποπειρασθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴπως εὑρεῖν ὠφέλειαν δυνηθῇ. Προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι· καὶ τούτοις ἐπιπολὺ συνδιατρίψας, οὐδὲν ὤνησεν. Ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας· τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος. Διῆλθε διὰ τῶν ζωγράφων, καὶ τῶν τὸν χρυσὸν καὶ ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι. Τέλος ἀναχωρήσας τούτων, ἐπεζήτει ἑαυτῷ Θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς, ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν, καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά.
IV. Now a certain prudent man, desiring to take care of his earnest pursuit, was eager to make trial of all things that revolve in this age, if haply he might be able to find profit. He approached kings, potentates, rulers, and found no saving remedy from thence to bring to his soul; and having consorted with these for a long time, he profited nothing. He went off again unto the wise men of the world and the orators; in the same manner he left those also, carrying away no gain. He passed through the painters, and those who bring up gold and silver from the earth, and through all the craftsmen, and was able to discover no healing for his own wounds. Finally, having withdrawn from these, he sought for himself God, Who heals the passions and the diseases of the soul; yet as he examined himself and pondered these things, his mind was found wandering amongst those very affairs from which he had openly withdrawn after hating them.
Εʹ. Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία, καὶ
V. And just as a certain woman rich in the world, and
PG 34:789Read from the page
χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα, λείπεται προστασίας· καὶ οἱ ἐπερχόμενοι ἐπὶ τὸ βλάψαι αὐτὴν, καὶ τὰς οἰκήσεις ἐρημῶσαι, πολλοί· κἀκείνη μὴ φέρουσα τὴν ὕβριν, περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι· καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ' αὐτῷ, καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν, ἐπιπολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως, καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα, καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη· ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾷν τὰ ὑπ' αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν, ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται. Εἶτα δι' ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν. Διὰ τί; Ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς. Οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη, εἰ μὴ ψυχῆς πρὸς Θεὸν, καὶ Θεοῦ πρὸς αὐτήν. Ἐποίησε γὰρ ὁ Θεὸς ὀρνέων γένη διάφορα· τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν· τὰ δὲ ᾠκονόμησεν ὑπὸ τὰ ὕδατα φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν· ἐδημιούργησε καὶ δύο κόσμους, τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο· τὸν δὲ κάτω τοῖς ἀνθρώποις, ὑπὸ τὸν ἀέρα τοῦτον· ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζώων παντοίων· ἀλλ' ἐν οὐδενὶ αὐτῶν ὁ Θεὸς ἐπαναπαύεται. Πᾶσα ἡ κτίσις ὑπ' αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον, οὔτε κοινωνίας ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ, καὶ ἐπαναπαυσάμενος. Ὁρᾷς ὧδε συγγένειαν Θεοῦ πρὸς ἄνθρωπον, καὶ ἀνθρώπου πρὸς Θεόν; Ἡ οὖν συνετὴ καὶ φρονίμη ψυχὴ περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ, εἰ μὴ μόνον ἐν Κυρίῳ· καὶ ὁ Κύριος ἐν οὐδενὶ εὐδόκησεν, εἰ μὴ μόνον ἐν ἀνθρώπῳ.
possessing much wealth and a splendid house, is left without protection; and those who come upon her to harm her, and to lay waste her dwellings, are many; and she, not bearing the outrage, goes about seeking a powerful husband, both capable and educated in all things; and when after struggling much she obtains such a husband, she exults in him, and has him instead of a strong wall: in the same manner the soul after the transgression, having been greatly afflicted by the opposing power, and having fallen into a great wilderness, both a widow, and left solitary away from the heavenly Husband on account of the transgression of the commandment and having become a plaything to all the opposing powers; for they drove her out of her own senses, stupefying her away from the heavenly understanding, so as not to see the things being done to her by them, but to suppose that she has been thus from the beginning. Then, having learnt by hearing her solitude and desolation, having groaned before the loving-kindness of God, she found life and salvation. Why? Because she went up to her kinship. For there is no other such intimacy and benefit, save of the soul towards God, and of God towards her. For God made diverse kinds of birds: some so as to nest in the earth, and thence to have their nourishment and rest; and others He ordained to nest beneath the waters, and thence to have their life; He fashioned also two worlds, the one above for the ministering spirits, and appointed them to have their commonwealth there; and the one below for men, beneath this air; and He created also heaven and earth, sun and moon, waters, fruit-bearing trees, kinds of living creatures of every sort; yet in none of them does God rest. All creation is held fast by Him, and yet He did not fix a throne in them, nor did He join Himself in fellowship, save that in man alone He was well-pleased, having entered into fellowship with him, and having rested in him. Do you see here the kinship of God towards man, and of man towards God? The intelligent and prudent soul, therefore, having gone round all the creatures, found no rest for herself, save only in the Lord; and the Lord was well-pleased in nothing, save only in man.
Ϛʹ. Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ· τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς, καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην· οὕτως καὶ ὁ Κύριος ἐκ δεξιῶν τοῦ Πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται· τὸν δὲ ὀφθαλμὸν αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ' αὐτοῦ βοήθειαν, ἀνενέγκῃ, ἔνθα αὐτὸς ὑπάρχει, ἐπειδὴ λέγει, Ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καὶ πάλιν ὁ Παῦλος· Ὅτι συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις. Πολὺ δὲ ἄλογα ζῶα συνετώτερά εἰσιν ἡμῶν. Καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωνται τῇ ἰδίᾳ φύσει, τὰ ἄγρια πρὸς τὰ ἄγρια,
6. If you spread out your eyes towards the sun, you find its circle in heaven; but the light and the rays inclining upon the earth and all the power of the light, and the brightness borne towards the earth: thus also the Lord sits at the right hand of the Father above every principality and authority; yet He has His eye stretched towards the hearts of men upon the earth, so that He may bring up those who eagerly await the help from Him to the place where He Himself is, since He says, Where I am, there also My servant shall be. And again Paul: That He raised us up together and made us sit together at His right hand in the heavenly places. Yet irrational animals are much more intelligent than we. For indeed each of them are united to their own nature, the wild to the wild,
PG 34:792Read from the page
καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος· καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν οὐράνιόν σου συγγένειαν, ἥτις ἐστὶν ὁ Κύριος· ἀλλὰ συνεπιδιδοῖς καὶ συννεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν, καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν· ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ, ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν, καὶ βρωθὲν ὑπ' αὐτοῦ ἀποκαυθῇ· αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον.
and the sheep to their own kind; and you do not return to your heavenly kinship, which is the Lord; but you give yourself over along with and incline with your thoughts unto the thoughts of wickedness, becoming a helper of sin, and warring against yourself along with it, and thus making yourself food for the enemy; just as a bird seized by an eagle would be consumed, or a sheep by a wolf, or an ignorant child would stretch out his hand to a serpent, and having been bitten by it would be burnt up; for the parables have, as it were, countenances looking unto the spiritual work.
Ζʹ. Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρὶ, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια, εἴτε ἱματισμὸν, εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου, καὶ τύχῃ τῆς κοινωνίας· οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ, λαμβάνει ἀῤῥαβῶνα ἐκ τοῦ Πνεύματος, εἴτε χαρίσματα ἰαμάτων, εἴτε γνώσεως, εἴτε ἀποκαλύψεως· ἀλλ' οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας. Ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μαστὸν τῆς τροφῆς, πῶς τὸ γάλα λάβῃ· τὸ αὐτό μοι λογίζου κἀν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
7. And just as a rich virgin betrothed to a husband, whatever gifts she may receive before the union, whether ornaments, or raiment, or costly vessels, does not rest in these, until the time of the marriage comes, and she obtains the union: so the soul, having been betrothed as a bride to the heavenly Bridegroom, receives an earnest from the Spirit, whether gifts of healings, or of knowledge, or of revelation; yet she does not rest in those, until she obtains the perfect union, that is, love, which, being unchangeable and unfailing, renders passionless and unshakeable those who have longed for it. Or just as a babe clothed in pearls and costly garments, when it is hungry, counts as nothing what it wears, but despises them, and has all its care upon the breast of nourishment, how it may take the milk: reckon the same thing for me also in the spiritual gifts of God; to Whom be the glory unto the ages. Amen.
ΟΜΙΛΙΑ ΜϚʹ.
HOMILY 46.
Περὶ τῆς διαφορᾶς τοῦ τε Λόγου τοῦ Θεοῦ, καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ, καὶ τῶν τέκνων τούτου τοῦ κόσμου.
Concerning the difference between the Word of God, and the word of the world, and the children of God, and the children of this world.
Αʹ. Ὁ τοῦ Θεοῦ Λόγος, Θεός ἐστι. Καὶ ὁ λόγος τοῦ κόσμου, κόσμος ἐστί. Πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει, τοῦ τε Λόγου τοῦ Θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου. Ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. Εἰ οὖν θελήσει τὸ τοῦ Πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου, καὶ τὰ πράγματα τῆς γῆς, καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενον. Ἡ γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη. Συμπνίγεται γὰρ, ὥς φησιν ὁ Κύριος, καὶ ἄκαρπος γίνεται ἀπὸ τοῦ Λόγου τοῦ Θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος, καὶ γηΐνοις δεσμοῖς δεσμούμενος. Ὡσαύτως ὁ σαρκικῇ προαιρέσει κατεχόμενος, τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ Λόγου ἀκοῦσαι τοῦ Θεοῦ, συμπνίγεται, καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται· ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ Θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι, τὸν νοῦν ἀηδίζονται.
1. The Word of God is God. And the word of the world is the world. And there is a great difference and interval between the Word of God and the word of the world, and between the children of God and the children of the world. For every offspring resembles its own parents. If, therefore, the offspring of the Spirit should will to give itself over unto the word of the world, and the affairs of the earth, and the glory of this age, it is put to death and perishes, being unable to find the true rest of life. For its rest is there, whence also it was begotten. For he who is held fast by the cares of life, and bound by earthly bonds, is choked, as the Lord says, and becomes unfruitful from the Word of God. Likewise he who is held fast by a carnal purpose, that is, being a man of the world, if he should will to hear the Word of God, is choked, and becomes like someone bereft of reason; for having been accustomed to the deceits of wickedness, whenever they hear about God, as though harassed by distasteful company, they are disgusted in their mind.
Βʹ. Φησὶ δὲ καὶ ὁ Παῦλος, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι· καὶ ὁ προφήτης λέγει, Ἐγένετο αὐτοῖς ὁ λόγος τοῦ Θεοῦ ὡς ἔμετος. Ὁρᾷς, ὅτι ζῆν ἀλλαχοῦ
2. And Paul also says, The natural man does not receive the things of the Spirit; for they are foolishness to him; and the prophet says, The word of God became to them as vomit. You see that to live elsewhere
PG 34:793Read from the page
οὐκ ἐνδέχεται, εἰ μὴ καθ' ὃν ἕκαστος γεγέννηται λόγον. Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου. Ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνήσκει πρότερον ἐκεῖθεν, καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς. Ὥσπερ δὲ εἴ τις νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔῤῥιπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυχάζει, περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς, ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα, καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ Κυρίῳ, καὶ πιστεύουσα, τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ Κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται.
is not possible, save according to the word whereby each has been begotten. And one must understand this in another way also. If the carnal man gives himself over to come unto a change, he dies first from that side, and becomes unfruitful from that former life in wickedness. And just as if someone is held fast by sickness or fever, even though the body has been cast upon the bed, able to accomplish none of the works of the earth, yet the mind is not quiet, being distracted and anxious about work, and seeks the physician, sending his friends to him: in the same manner also the soul after the transgression of the commandment, having come to be in the weakness of the passions, and having been rendered languid, coming to the Lord, and believing, obtains His help, and having denied the former most evil life, even though she lies in the old weakness, unable truly to accomplish the works of life, yet nevertheless to be anxiously concerned about life laboriously, to beseech the Lord, to seek the true Physician she both has and is able to do.
Γʹ. Καὶ οὐχ ὥς τινές φασι κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος, καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξαθαι. Καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι, ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται, καὶ βοᾷ, καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα. Καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ, καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτὴν, ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν, αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτὸ, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει, καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ. Τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ. Πολλῇ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς, καὶ γίγνεται μετ' αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον. Τῆς γὰρ ψυχῆς κολλωμένης τῷ Κυρίῳ, καὶ τοῦ Κυρίου ἐλεοῦντος, καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν, καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ Κυρίου, εἰς ἓν πνεῦμα, καὶ εἰς μίαν κρᾶσιν, καὶ εἰς μίαν διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ Κύριος· καὶ τὸ σῶμα αὐτῆς ἐῤῥίπτεται ἐν τῇ γῇ, καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, ἕως τρίτου οὐρανοῦ ἀνερχομένη, καὶ κολλωμένη τῷ Κυρίῳ, κἀκεῖ διακονοῦσα αὐτῷ.
3. And it is not as some say, being led away by evil teachings, that man has once for all died, and is altogether unable to accomplish any good thing. For indeed the babe, even though it has strength to accomplish nothing, or is unable with its own feet to come to its mother, nevertheless rolls about, and cries out, and weeps, seeking its mother. And at this the mother is moved with compassion, and rejoices when the infant seeks her with toil and crying, and when the babe is unable to come to her, nevertheless on account of the great seeking of the little child, the mother herself goes to it, captivated by her love for the babe, and takes it up and cherishes it, and nurses it with much affection. This also the man-loving God does towards the soul that comes to Him and longs for Him. And much more, being borne along by His own innate love and goodness, He cleaves to her understanding, and becomes with her one spirit, according to the apostolic word. For when the soul cleaves to the Lord, and the Lord has mercy, and loves her, both coming to her, and cleaving to her, and her understanding henceforth remaining unceasingly in the grace of the Lord, the soul and the Lord become one spirit, and one mingling, and one mind; and her body is cast upon the earth, and her understanding wholly and entirely has its citizenship in the heavenly Jerusalem, ascending unto the third heaven, and cleaving to the Lord, and ministering to Him there.
Δʹ. Καὶ αὐτὸς ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθεζόμενος, ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι. Τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ· τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀῤῥήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς. Αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει· κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει. Αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν
4. And He Himself, sitting upon the throne of majesty on high, in the heavenly city, is wholly present with her in her body. For He has placed her image above in the heavenly city of the saints, Jerusalem; and His own image of the ineffable light of His divinity He has placed in her body. He Himself ministers to her in the city of the body; and she ministers to Him in the heavenly city. She has inherited Him in the heavens, and He Himself has inherited
Notes, col. 793

On the reading

Printed διαπράξαθαι, for διαπράξασθαι.

PG 34:796Read from the page
αὐτὴν ἐπὶ γῆς. Ὁ Κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ Κυρίου. Εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόῤῥω τοῦ σώματος εἶναι δύναται, καὶ μακρὰν ἀποδημεῖν, καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις ἐῤῥιμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν, ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ· εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτω ἐλαφρά τε καὶ εὔπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόῤῥωθεν τόπων, πολλῷ μᾶλλον ἡ ψυχὴ, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ ἐφωτίσθησαν οἱ νεκροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς, καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Κυρίῳ, καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ· καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι· καὶ ὅπου βούλεται, καὶ ἔνθα βούλεται διακονεῖν τῷ Χριστῷ.
her upon the earth. For the Lord becomes the inheritance of the soul, and the soul becomes the inheritance of the Lord. For if the understanding and the mind of sinners who are in darkness can be so far from the body, and travel far abroad, and has strength in a moment of an hour to depart into distant homelands, and oftentimes while the body is cast upon the earth, the understanding happens to be in another homeland with his beloved man, or his beloved woman, and beholds himself as dwelling there: if therefore the soul of the sinner is so light and well-winged, that his mind is not hindered by places far away, how much more does the soul, whose veil of darkness has been taken away by the power of the Holy Spirit, and whose dead eyes have been enlightened through the heavenly light, and which has been completely redeemed from the passions of dishonour, and wrought pure through grace, wholly in the heavens in spirit minister to the Lord, and wholly in the body minister to Him; and is so enlarged in mind as to be everywhere; and wherever she wills, and where she wills, to minister to Christ.
Εʹ. Τοῦτό φησιν ὁ Ἀπόστολος· Ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Θεώρησον ἄῤῥητα μυστήρια ψυχῆς, ἧς περιαιρεῖ Κύριος τὸ ἐπικείμενον σκότος, καὶ ἀποκαλύπτει αὐτὴν, καὶ ἀποκαλύπτεται αὐτῇ· πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς, εἰς τὰ πλάτη, καὶ μήκη, καὶ βάθη, καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. Μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή. Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν, τοιαύτην ἐποίησεν ὁ Θεὸς αὐτὴν, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ Πνεύματος ἐποίησεν αὐτήν. Ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην, καὶ τὰς λοιπὰς ἀρετὰς κατὰ τὴν εἰκόνα τοῦ Πνεύματος.
5. This the Apostle says: That you may have strength to comprehend with all the saints what is the breadth, and length, and height, and depth, and to know the love of Christ which surpasses knowledge, that you may be filled unto all the fullness of God. Behold the ineffable mysteries of a soul from which the Lord takes away the overlying darkness, and reveals her, and is revealed to her: how He broadens and stretches out the thoughts of her mind unto the breadths, and lengths, and depths, and heights of all visible and invisible creation. A great and divine work, therefore, and truly wondrous is the soul. For in fashioning her, God made her such as not to implant wickedness in her nature, but made her according to the image of the virtues of the Spirit. He placed in her laws of virtues, discernment, knowledge, prudence, faith, love, and the remaining virtues according to the image of the Spirit.
Ϛʹ. Ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει, καὶ φρονήσει, καὶ ἀγάπῃ, καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ Κύριος· ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμοὺς, θέλημα, νοῦν ἡγεμόνα· ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα. Ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον· ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι, καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ Πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην, ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ, τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι, καὶ ἓν Πνεῦμα μετ' αὐτοῦ εἶναι, καθώς φησιν, Ὁ κολλώμεμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν. Ὧ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6. For even now in knowledge, and prudence, and love, and faith the Lord is found and manifested to her; He placed in her understanding, thoughts, will, a ruling mind; He enthroned in her also much other subtlety. He made her easily moved, well-winged, untiring; He granted her to come and depart in a moment, and to minister to Him with her thoughts wherever the Spirit wills, and in short He created her such as to become a bride and partner of His, so that He Himself is mingled with her, and she is one Spirit with Him, even as it says, He who cleaves to the Lord is one Spirit. To Whom be the glory, unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΜΖʹ.
HOMILY 47.
Ἀλληγορικὴ παράφρασις τῶν ὑπὸ νόμον γεγενημένων.
Allegorical paraphrase of the things that happened under the law.
Αʹ. Ἡ δόξα Μωσέως ἣν εἶχεν ἐν τῷ προσώπῳ, τὺπος ἦν τῆς ἀληθινῆς δόξης. Ὃν γὰρ τρόπον ἐκεῖ
1. The glory of Moses which he had upon his face was a type of the true glory. For in the manner in which there
Notes, col. 796

On the reading

Printed κολλώμεμενος, for κολλώμενος.

Printed Ὧ, for ᾯ.

Printed τὺπος, for τύπος.