Γʹ. Ὁ Ἀπόστολος λέγει, ὅτι Ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους τῶν πονηρῶν πνευμάτων ἐστὶν, ἅτινα πνεύματα οὐ θέλουσι τὸν νήπιον αὐξῆσαι· ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος, ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον, καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ Θεοῦ ἔχειν· γέγραπται γὰρ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον, ὅτε εἰσέρχεται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν Κύριον, ἀλλὰ καὶ περιπατῶν, καὶ ὁμιλῶν, καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ Θεοῦ, καὶ τὴν ἀγάπην, καὶ τὴν στοργήν. Λέγει γὰρ, Ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου. Εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται, καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτὸν, ἐκεῖνό ἐστιν αὐτοῦ ὁ θεός. Ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ Θεοῦ, αὐτός ἐστι Κύριος τῆς καρδίας αὐτοῦ· ὁ δὲ ἀποταξάμενός τις, γενόμενος ἀκτήμων, καὶ ἄπολις, καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται, ἢ εἰς τὰ κοσμικὰ πράγματα, ἢ εἰς οἰκίαν, ἢ εἰς φίλτρον γονέων, ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία, καὶ ὁ νοῦς ἠχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι θεός· καὶ εὑρίσκεται, διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον. Ὥσπερ τὰ φρύγανα ἐπιῤῥιπτόμενα εἰς τὸ πῦρ, οὐ δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρὸς, ἀλλ' εὐθέως κατακαίονται· οὕτως καὶ οἱ δαίμονες θέλοντες πολεμεῖν ἀνθρώπῳ Πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρὸς, μόνον ἵνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ Κυρίῳ, καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. Καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη ἰσχυρὰ, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. Μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. Ποταμοί εἰσι δρακόντων ἐκεῖ, καὶ στόματα λεόντων· πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιὸς μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης ἢ φονεύων, ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν· οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. Οἱ δὲ ἔχοντες χάριν, καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ, καὶ διὰ φοβερὸν τόπον ὁδεύουσι.
III. The Apostle says that the infant, so long as he is small, is under guardians and stewards (Gal. 4:1-2) of the evil spirits, which spirits do not wish the infant to grow up, lest, having become a perfect man, he begin to seek after the things of the house and to lay claim to the lordship. The Christian ought always to have the remembrance of God; for it is written, Thou shalt love the Lord thy God with all thy heart (Deut. 6:5), so that not only when he enters into the house of prayer should he love the Lord, but also whilst walking, and conversing, and eating, he should have the remembrance of God, and love, and affection towards Him. For He says, Where thy mind is, there also is thy treasure (Matt. 6:21). For unto whatever thing a man's heart is bound, and wheresoever desire draws him, that is his god. If the heart always desires God, He is Lord of his heart; whereas if someone who has renounced the world, having become possessionless, and cityless, and fasting, is still bound unto his own self, or unto worldly affairs, or unto a house, or unto fondness for parents, wheresoever his heart has been bound and his mind taken captive, that is his god; and he is found, on the one hand, to have gone out from the world through the wide gate, yet on the other hand, to have entered in through the side-door and fallen into the world. Just as dry twigs cast upon the fire cannot withstand the power of the fire, but are straightway burned up, so too the demons, wishing to make war against a man deemed worthy of the Spirit, are burned and consumed by the divine power of the fire, provided only that the man be always cleaving unto the Lord, and holding his confidence and hope towards Him. And even if the demons be strong as strong mountains, they are burned by prayer, even as wax by fire. Yet in the meantime there lies a great contest and war for the soul against them. Rivers of dragons are there, and mouths of lions; there is a fire flaming against the soul. Just as the complete evildoer, drunken with the spirit of error, either committing murder or committing adultery, is insatiable for evil, so too Christians, baptized into the Holy Spirit, become unacquainted with evil. But those who have grace, and are still mingled with sin, these are under fear, and journey through a fearful place.
Δʹ. Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ἀεὶ ὑπὸ φόβον εἰσὶ, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα, καὶ κινδυνεύσῃ τὸ πλοῖον· οὕτω καὶ οἱ Χριστιανοὶ, εἰ καὶ ἔχουσιν ἐν αὐτοῖς αἴσιον ἄνεμον τοῦ ἁγίου Πνεύματος πνέοντα, ἀλλ' ἔτι ὑπὸ φόβον εἰσὶ, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθὼν, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. Σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν ζωὴν καὶ τρυφὴν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, εἰς τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων. Ἐὰν δὲ
IV. For even as merchants sailing, though they find a favourable wind and a calm sea, yet before they reach the harbour, are always under fear, lest suddenly an adverse wind be stirred up and the sea be tossed with waves, and the ship be endangered; so too Christians, even though they have within them the auspicious wind of the Holy Spirit blowing, yet are still under fear, lest the wind of the adverse power come upon them and blow, and stir up some trouble and billow in their souls. There is need, therefore, of much diligence, that we may reach the harbour of rest, unto the perfect world, unto eternal life and delight, unto the city of the saints, unto the heavenly Jerusalem, unto the Church of the firstborn (Heb. 12:22-23). For unless