Migne Reading Room

PG 34 · cols. 761–772 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:761Read from the page
τεσθαι πῶς ἐσοφίσθη. Λοιπὸν, φωτίζει ἡ χάρις αὐτὸν, ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει, τὰ πάντα οὖσα θεία καὶ ἐπουράνιος· ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι. Μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων· καὶ πάλιν ἄλλῃ ὥρᾳ, ὁρᾷν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον, ἢ δυνάστην φίλον βασιλέως· πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾷν ἀσθενῆ καὶ πτωχόν. Λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς, διὰ τί οὕτως, καὶ πάλιν οὕτως ; Ὅτι ὁ Σατανᾶς μισόκαλος ὢν, τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦτο.
at how he was outwitted. Thereafter grace illuminates him, guides him, brings him peace, makes him good, being in all things divine and heavenly; so that in comparison with it kings and potentates, wise men and dignitaries are esteemed as the least and most worthless. Yet after a season and an hour matters are changed, so that in truth such a man esteems himself more sinful than all men; and again at another hour, he sees himself as a very great and extraordinary king, or a potentate who is the friend of a king; again at another hour, he sees himself weak and poor. Thereafter the mind falls into perplexity: why is it thus, and again thus? Because Satan, being a hater of good, suggests evil things to those who practise virtue rightly, and struggles to turn them back; for he has this as his work.
Εʹ. Ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς τὴν, ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ μαρτύριον τῆς συνειδήσεώς σου καυχήσεται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, τοῦ καθαρίσαντός σου τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ἵνα τῷ πνεύματί σου Θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα, Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Πείσθητι τῷ ὁδηγοῦντί σε Θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Θεῷ, ὡς κοινωνεῖ νύμφη νυμφίῳ· Τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ, φησὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
V. But do not submit yourself to him, while working the righteousness that is accomplished in the inner man, wherein the judgement-seat of Christ stands together with the immaculate sanctuary, so that the testimony of your conscience may boast in the cross of Christ, Who has cleansed your conscience from dead works, that with your spirit you may serve God, that you may know what you worship, according to Him Who said, We worship what we know (John 4:22). Obey God Who guides you; let your soul have communion with God, as a bride has communion with a bridegroom; For this mystery is great, he says, but I speak in regard to Christ and to the blameless soul (Eph. 5:32). To Whom be the glory for ever. Amen.
ΟΜΙΛΙΑ ΛΘʹ.
Homily XXXIX.
Τίνος ἕνεκεν ἐδόθη ἡμῖν ὑπὸ τοῦ Θεοῦ ἡ θεία Γραφή ;
For what reason divine Scripture was given to us by God.
Αʹ. Ὥσπερ βασιλεὺς γράψας ἐπιστολὰς, οἷς βούλεται κωδικέλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν, ὅτι Ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ' ἐμοῦ δωρεὰς βασιλικὰς, καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν, ἀναγνόντες τὰς ἐπιστολὰς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι μὴ θελήσαντες ἀπελθεῖν, καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι· οὕτως καὶ τὰς θείας Γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς Θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι' αὐτῶν, ἵνα παρακαλέσαντες τὸν Θεὸν, καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ. Γέγραπται γὰρ, Ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως. Ἐὰν δὲ μὴ προσέλθῃ, καὶ αἰτήσῃ, καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς Γραφὰς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεὰν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
I. Just as a king, having written letters to those upon whom he wishes to bestow patents of office and special gifts of his own, signifies to all, Make haste quickly to come to me, that you may receive royal gifts from me, and if they do not go off and receive them, they have profited nothing by having read the letters, nay rather they are even liable to death for not having been willing to go off and be counted worthy of honour from the king's hand; so also God the King has sent the divine Scriptures like letters to men, making known through them that, calling upon God and believing, they should ask and receive a heavenly gift from the substance of His Godhead. For it is written, That we may become partakers of the divine nature (2 Pet. 1:4). But if a man does not draw near, and ask, and receive, he has profited nothing by having read the Scriptures, nay rather he is even liable to death, because he was not willing to receive from the heavenly King the gift of life, without which it is impossible to obtain immortal life, which is Christ. To Whom be the glory for ever. Amen.
ΟΜΙΛΙΑ Μʹ.
Homily XL.
Ὅτι πᾶσαι αἱ ἀρεταὶ, καὶ πάντα κακὰ ἀλλήλων ἐκδέδενται, καὶ ὡσπερεὶ ἅλυσίς τις μία τῆς μιᾶς ἤρτηνται.
That all virtues and all evils are bound to one another, and like a chain hang one from another.
Αʹ. Περὶ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἐπι-
I. Concerning visible ascetic practice, and what sort of prac-
Notes, col. 761

On the reading

Printed Ὧ, for Ὧι.

PG 34:764Read from the page
τήδευμα μεῖζον, καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοὶ, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί. Ὥσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις, μία τῆς μιᾶς ἤρτηνται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα· οὕτως κἀν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι.
tice is greater and comes first, know this, beloved, that all the virtues are bound to one another. For like a spiritual chain, they hang one from another: prayer from love, love from joy, joy from meekness, meekness from humility, humility from service, service from hope, hope from faith, faith from obedience, obedience from simplicity. Just as on the opposite side also evils are bound one from another: hatred from wrath, wrath from pride, pride from vainglory, vainglory from unbelief, unbelief from hardness of heart, hardness of heart from negligence, negligence from laxity, laxity from listlessness, listlessness from impatience, impatience from love of pleasure; and the remaining members of malice hang from one another; so also on the good side the virtues hang and are suspended from one another.
Βʹ. Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς, καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. Ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς τοῦ Θεοῦ ἁγιότητος, καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως ὡς πρὸς τὸν Κύριον, ἐν ἀγάπῃ ἀῤῥήτῳ. Ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς Θεὸν, καὶ τὴν χάριν τῆς τοῦ Πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται.
II. Now the chief point of every good earnestness and the summit of right achievements is to persevere in prayer, from which we are able daily to acquire the remaining virtues also through petition from God. For from this there arises in those who are counted worthy the communion of the holiness of God and of spiritual operation, and the union of the disposition of the mind towards the Lord in ineffable love. For he who compels himself daily to persevere in prayer is kindled by spiritual love into a divine eros and fiery longing towards God, and receives the grace of the sanctifying perfection of the Spirit.
Γʹ. Ἐρώτησις. Ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα, καὶ δούλους ἐλευθεροῦσι, καὶ ποιοῦσιν ἐντολὰς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ Πνεῦμα, ἆρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ;
III. Question. Since some sell their possessions, and set slaves free, and keep commandments, yet do not seek to receive the Spirit in this world, living thus do they not depart into the kingdom of heaven?
Ἀπόκρισις. Ὁ λόγος οὗτος λεπτός ἐστι. Τινὲς γὰρ λέγουσι μίαν βασιλείαν, καὶ γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς, καὶ μέτρα· καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ, καὶ ἐν αὐτῇ τῇ γεέννῃ. Ὥσπερ δέ ἐστι ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ, καὶ κάτω τοὺς πόδας αὐτὴ κινεῖ· οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια, καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει, καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ, διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον. Προσέχει οὖν αὐτὴ ἡ θεότης τοῖς ἀνθρώποις, καὶ οἰκονομεῖ πάντα κατὰ λόγον· καὶ ἐπειδὴ τινὲς μὲν εὔχονται μὴ εἰδότες τί ζητοῦσι· τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως, ὁ Θεὸς δικαιοκρίτης ὢν ἀποδίδωσι τὸν μισθόν. Ἃ γὰρ ποιοῦσι, διὰ φόβον Θεοῦ ποιοῦσιν· ἀλλ' οὐκ εἰσὶν οὗτοι πάντες υἱοὶ, οὔτε βασιλεῖς οὔτε κληρονόμοι.
Answer. This matter is subtle. For some say that there is one kingdom and one Gehenna; whereas we say that there are many degrees and differences and measures, both in the kingdom itself and in Gehenna itself. And just as the soul is in all the members, and works above in the brain, and below moves the feet itself; so also the Godhead encompasses all creatures, both the heavenly ones and those beneath the abyss, and is everywhere filled in the creation, even though It is outside the creatures on account of Its being immeasurable and incomprehensible. The Godhead Itself therefore attends to men, and orders all things according to reason; and since some pray not knowing what they seek, and some fast, while others stand in service, to each according to the measure of his faith God, being a righteous Judge, renders the reward. For the things they do, they do out of the fear of God; yet not all these are sons, nor kings, nor heirs.
Δʹ. Εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι, καὶ ἄλλοι ἅρπαγες· οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς
IV. And there are in the world some who are murderers, others fornicators, and others robbers; and others again who distribute their own goods to the poor—
Notes, col. 764

On the reading

Printed τηδευμα, for τήδευμα.

Printed ἐπειδὴ τινὲς, for ἐπειδή τινες.

PG 34:765Read from the page
διαδιδόντες, προσέχει καὶ τούτοις κἀκείνοις ὁ Κύριος, καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν. Εἰσὶ γὰρ μέτρα ὑπερέχοντα, καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι· καὶ ἐν αὐτῇ τῇ γεέννῃ, καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ, καὶ οἱ λῃσταὶ, καὶ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. Οἱ δὲ λέγοντες, Μία ἐστὶ βασιλεία, καὶ μία γέεννα, καὶ οὐκ εἰσὶ βαθμοὶ, κακῶς λέγουσι. Πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες, καὶ λοιπὰς ἀταξίας ! καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν Θεόν ! τούτοις οὖν κἀκείνοις ὁ Θεὸς προσέχει· καὶ ὡς δικαιοκρίτης, τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.
—the Lord attends both to these and to those, and to those who do good He gives rest and a reward. For there are surpassing measures, and small measures; and in the light and glory itself there is a difference; and in Gehenna and punishment itself there appear the sorcerers, and the robbers, and others who have committed small offences. And those who say, There is one kingdom and one Gehenna, and there are no degrees, speak ill. For how many worldly men are there now standing in theatres and other disorders! And how many are there even now praying and fearing God! Both to these, therefore, and to those God attends; and as a righteous Judge, for the one He prepares rest, and for the other punishment.
Εʹ. Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους, καὶ ἅρματα ἡνιοχοῦσι, καὶ κατ' ἀλλήλων ἐλαύνουσιν· ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ κινήσει τὸν ἐξ ἐναντίας· οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων, θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ, καὶ Θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα· λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί· ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον. Καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἀποκρύφους ἔχει λογισμοὺς, καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ· καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς, καὶ ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. Καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς κατέχων ἡνίας τῶν λογισμῶν· καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ Σατανᾶ, ὅπου καὶ αὐτὸς ἔξευξε κατὰ τῆς ψυχῆς.
V. And just as men yoke horses and drive chariots, and charge against one another—for each contends how he may overthrow and dislodge his opponent—so it is in the heart of those who contend, a theatre of evil spirits wrestling with the soul, while God and the angels behold the contest; thereafter every hour many fresh thoughts are produced by the soul, and likewise also by malice within. For the soul has many hidden thoughts, and in that very hour brings them forth and begets them; and malice itself has many thoughts and devices, and every hour begets fresh thoughts against the soul. For the mind is a charioteer and yokes the chariot of the soul, holding the reins of the thoughts; and here it runs against the chariot of Satan, where he too has yoked his chariot against the soul.
Ϛʹ. Ἐρώτησις. Εἰ ἀνάπαυσίς ἐστιν ἡ ψυχὴ, πῶς λέγουσί τινες, ὅτι Οὐ δυνάμεθα εὔξασθαι, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῇ ;
VI. Question. If the soul [or prayer] is rest, how do some say, We cannot pray, and do not persevere in prayer?
Ἀπόκρισις. Αὐτὴ ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς, τοῦ εἰς τὸν λόγον διακονῆσαι. Καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀδελφοὺς λαλῆσαι λόγον. Οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ φύσει, ἀλλ' ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ. Ὃν τρόπον ἐὰν βάλῃς κάχληκας εἰς πῦρ, ὀλίγος γίνεται ἄσβεστος· καὶ εἰ εἰς θάλασσαν, ἐπιπολὺ καταδῦναι καὶ ἀπελθεῖν εἰς μέσον πέλαγος, καταποντίζεται καὶ ἀφανὴς γίνεται· ὁ δὲ, κατὰ βαθμὸν εἰσερχόμενος, πάλιν ἀναβῆναι θέλει, καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα, καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους· οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος, καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς ἀδελφοὺς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον.
Answer. That very rest, when it abounds, gives bowels of compassion and other ministries, such as visiting the brethren and ministering to the word. And nature itself wishes to go off and see the brethren to speak a word. For nothing cast into fire can remain in its own nature, but of necessity it too becomes fire. Just as if you cast pebbles into fire, a little lime is produced; and if one plunges far down into the sea and goes off into the midst of the open sea, he is submerged and becomes unseen; whereas he who enters step by step wishes to come up again, and to sail on the surface and come out into harbour, and to see the men upon the earth; so also in spiritual matters someone enters into the depth of grace, and again remembers his companions, and nature itself wishes to go off to the brethren, to fulfil love, to impart the word fully.
Ζʹ. Ἐρώτησις. Πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ ἡ χάρις καὶ ἡ ἁμαρτία ;
VII. Question. How can the two persons be in the heart, both grace and sin?
Ἀπόκρισις. Ὥσπερ ὅταν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἕψεται, καὶ βράσσει, τοῦ
Answer. Just as when there is fire outside a bronze kettle, thereafter if you put wood underneath, behold, it becomes fiery hot, and what is inside the vessel boils and seethes, while the—
Notes, col. 765

On the reading

Printed ἔξευξε, for ἔζευξε.

PG 34:768Read from the page
πυρὸς ἔξωθεν ὑποκαιομένου· εἰ δέ τις ἀμελήσῃ καὶ μὴ ὑποβάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίγνεσθαι τὸ πῦρ, καὶ ὥσπερ κατασβέννυσθαι· οὕτως καὶ ἡ χάρις τὸ πῦρ τὸ οὐράνιον καὶ ἔσωθέν σού ἐστι. Λοιπὸν ἐὰν εὔξῃ, καὶ δώσῃς τοὺς λογισμούς σου εἰς ἀγάπην τοῦ Χριστοῦ, ἴδε πῶς ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ λογισμοί σου πῦρ, καὶ βάπτονται εἰς τὸν πόθον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ὑποχωρεῖ τὸ Πνεῦμα ὡς ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σού ἐστι, καὶ ἔξωθέν σου παραφαίνεται. Ἐὰν δὲ ἀμελήσῃ τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν, ἢ εἰς κοσμικὰ πράγματα, ἢ εἰς ῥεμβασμὸν, πάλιν ἔρχεται ἡ κακία, καὶ ἐνδύεται τὴν ψυχὴν, καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν. Μνημονεύει οὖν ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως καὶ ρχεται θλίβεσθαι, καὶ συνεχέστερον ταλαιπωρεῖν.
—fire burns underneath from outside; but if someone is negligent and does not put wood underneath, the fire begins to grow more lukewarm and, as it were, to be quenched; so also grace, the heavenly fire, is within you too. Thereafter if you pray and give your thoughts to the love of Christ, see how you have put the wood underneath, and your thoughts become fire and are dipped into the longing for God. And even though the Spirit withdraws as though becoming external to you, yet He is both within you and appears beside you from outside. But if someone is negligent, giving himself over a little either to worldly affairs or to wandering of mind, malice comes again and clothes the soul, and begins to afflict the whole man. The soul therefore remembers its former rest and begins to be afflicted, and to suffer misery more continually.
Ηʹ. Πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν Θεὸν, ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν· Δέομαί σου, φησὶ, Κύριε· κατὰ μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν· ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρόν. Εἰ γὰρ μὴ τοῦτο ἦν, καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέως, καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς, καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας ; Ἀμήν.
VIII. Again the mind has attended to God, the former rest has begun to draw near to it, it begins to seek more earnestly: I beseech Thee, it says, O Lord; little by little the fire is added to it, kindling and giving rest to the soul, just as the hook draws up the fish from the deep little by little. For if this were not so, and it did not taste of the bitter and of death, how could it discern the bitter from the sweet, and death from life, and give thanks to the life-giving Father, and the Son, and the Holy Spirit, for ever? Amen.
ΟΜΙΛΙΑ ΜΑʹ.
Homily XLI.
Βαθέα λίαν τὰ τῆς ψυχῆς ταμεῖα, τῆς ἀπὸ μέρους τῇ χάριτι καὶ ταῖς κακίαις συναυξανομένης.
That the storehouses of the soul, which grows partly in grace and partly in vices, are exceeding deep.
Αʹ. Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν, Ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ· ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς, καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν, ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. Τοιούτῳ δὲ τρόπῳ παρεικάσομεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν, μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας· ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς· οὕτως τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμείων ἡ παρελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη, καὶ τὰ κακὰ ἐκδιδάσκουσα.
I. The precious vessel of the soul exists in great depth, as it says somewhere, He Himself searches the abyss and the heart (Sir. 42:18); for when man turned aside from the commandment and came under the sentence of wrath, sin took him under its power, and being itself like a certain abyss of bitterness in subtlety and depth, having entered within, it took possession of the pastures of the soul, even to its deepest storehouses. And in such a way we shall compare the soul and sin mingled together: just as when there is a very great tree having many branches, and having its roots also in the deepest parts of the earth, so sin, having entered in and taken possession of the pastures of the deepest storehouses of the soul, has come to be in habit and preconception, growing up together with each man from infancy and teaching him evils thoroughly.
Βʹ. Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις. Μὴ νομίσῃ οὖν τις, ὅλην τὴν ψυχὴν πεφώτισται· ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστὶ, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾷν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι. Ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς Θεὸν ὁλόκληρον ἀποσώζει, μὴ συνδυάζων τῷ πονηρῷ
II. Whenever, therefore, the operation of divine grace overshadows the soul according to the measure of each man's faith, and it receives help from above, grace has as yet overshadowed it only in some part. Let no one suppose, therefore, that the whole soul has been illuminated; there is still a great pasture of malice within, and man has need of much labour and toil in harmony with the grace given to him. For on this account also divine grace began to visit the soul in part, although It is able in the twinkling of an hour to cleanse a man and make him perfect; but in order that It may test the deliberate choice of man, whether he preserves his love towards God entire, joining himself to the evil one—
Notes, col. 768

On the reading

Printed ρχεται, for ἄρχεται.

Printed γλυκέως, for γλυκέος.

PG 34:769Read from the page
ἐν μηδενὶ, ἀλλ' ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς, καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα, μήτε ἐνυβρίζουσα, ἐκ τοῦ κατ' ὀλίγον βοηθεῖται. Καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ, καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ῥιζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι· ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει.
—in nothing, but surrendering himself wholly to grace; and thus the soul, winning approval through times and seasons, and grieving grace in nothing, nor insulting it, is helped little by little. And grace itself takes pasture in the soul, and strikes root even to its deepest parts and thoughts, as the soul wins approval and harmonizes with grace through many seasons, until the whole soul is encompassed by heavenly grace, which thereafter reigns in the vessel itself.
Γʹ. Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ Σατανᾷ, καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος, καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. Ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ Θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. Ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων, δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς φησιν, Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καίπερ ὢν ἐκλεκτὸς Θεοῦ, παρ' ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω· καὶ ὢν πιστὸς, ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. Τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι Θεῷ, καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
III. But if anyone is not in great humility of mind, this man is delivered over to Satan, and is stripped naked of the divine grace that had come to him, and is tried in many afflictions, and then his conceit is made manifest, that he is naked and wretched. He who is rich in the grace of God ought therefore to be in great humility of mind and contrition of heart, and to esteem himself as poor and having nothing; what he has is another's, and Another gave it to him, and whenever He wills He takes it away. He who thus humbles himself before God and men is able to preserve the grace that has come to him, even as He says, He who humbles himself shall be exalted (Luke 14:11; 18:14); although he is chosen of God, let him be rejected in his own sight; and being faithful, let him esteem himself as unworthy. For such souls are well-pleasing to God, and are made alive in Christ, to Whom be the glory and the dominion for ever. Amen.
ΟΜΙΛΙΑ ΜΒʹ.
Homily XLII.
Μὴ τὰ ἔξωθεν, ἀλλὰ τὰ ἔνδοθεν προάγει ἢ βλάπτει τὸν ἄνθρωπον, δηλαδὴ τὸ τῆς χάριτος Πνεῦμα, ἢ τὸ πνεῦμα τῆς πονηρίας.
That not the things from without, but the things from within advance or harm a man, namely the Spirit of grace or the spirit of wickedness.
Αʹ. Ὥσπερ ἐὰν ᾖ πόλις μεγάλη, ἔρημος δὲ ᾖ τῶν τειχέων διαλελυμένων, καὶ ὑπὸ ἐχθρῶν ληφθῇ, οὐδὲν τῆς μεγαλειότητος ὄφελος· ζητητέον οὖν καὶ [alii κατὰ] τὸ μέγεθος, ἵνα ἔχῃ καὶ τείχη ὀχυρὰ πρὸς τὸ μὴ τοὺς ἐχθροὺς εἰσιέναι· οὕτω δὴ καὶ ψυχαὶ αἱ κεκοσμημέναι γνώσει καὶ συνέσει, καὶ νῷ ὀξυτάτῳ, ὡς πόλεις εἰσὶ μεγάλαι. Ἀλλὰ ζητητέον, εἰ ὠχύρωνται τῇ δυνάμει τοῦ Πνεύματος, μήποτε οἱ ἐχθροὶ εἰσελθόντες ἐρημώσωσιν αὐτάς. Οἱ γὰρ σοφοὶ τοῦ κόσμου, Ἀριστοτέλης, ἢ Πλάτων, ἢ Σωκράτης, φρόνιμοι ὄντες ἐν γνώσει, ὥσπερ πόλεις μεγάλαι ἐτύγχανον, ἀλλ' ἔρημοι ἦσαν ὑπὸ ἐχθρῶν, διὰ τὸ μὴ εἶναι Πνεῦμα Θεοῦ ἐν αὐτοῖς.
I. Just as if there is a great city, and it is desolate with its walls broken down, and is captured by enemies, there is no profit in its greatness—one must seek therefore also [others read: in accordance with] its size, that it may also have strong walls so that the enemies may not enter in—so indeed souls also that are adorned with knowledge and understanding and a most acute mind are like great cities. Yet one must seek whether they have been fortified by the power of the Spirit, lest haply the enemies entering in lay them waste. For the wise men of the world, Aristotle, or Plato, or Socrates, being prudent in knowledge, were like great cities, yet they were laid waste by enemies, because the Spirit of God was not in them.
Βʹ. Ὅσοι δέ εἰσιν ἰδιῶται μέτοχοι τῆς χάριτος, ὥσπερ πόλεις μικραί εἰσιν ὠχυρωμέναι τῇ δυνάμει τοῦ σταυροῦ. Ἐκπίπτουσι δὲ τῆς χάριτος ἀπὸ δύο πραγμάτων, καὶ ἀπόλλυνται· ἢ ὅτι τὰς ἐπιφερομένας θλίψεις οὐχ ὑπομένουσιν· ἢ ὅτι εἰς τὰς ἡδονὰς τῆς ἁμαρτίας ἐνηδυνθεῖσαι ἀπέμειναν [alii ἐνηδυνθῆναι ὑπέμειναν]· οὐ δύνανται γὰρ οἱ διοδεύοντες ἄνευ πειρασμῶν διελθεῖν. Ὥσπερ δὲ ἐν τῷ τοκετῷ ἡ προσαῖτις καὶ ἡ βασιλὶς τὰς αὐτὰς ὠδῖνας ἔχουσιν, ὁμοίως καὶ ἡ γῆ τοῦ πλουσίου καὶ τοῦ πένητος, εἰ μὴ τὴν δέουσαν λάβῃ [ἀρδείαν], οὐ δύναται καρποὺς ἀξίους ἐνεγκεῖν· οὕτω καὶ ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς, οὐ σοφὸς, οὐ πλούσιος ἐν τῇ χάριτι βασιλεύει, εἰ μὴ δι' ὑπομονῆς, καὶ θλίψεων, καὶ καμάτων πολλῶν· ὁ γὰρ
II. But as many unlearned men as are partakers of grace are like small cities fortified by the power of the cross. Yet they fall from grace from two things, and perish: either because they do not endure the afflictions brought upon them, or because having taken delight in the pleasures of sin they remained therein [others read: they consented to take delight therein]; for those who journey through cannot pass through without trials. And just as in childbirth the beggar-woman and the queen have the same pangs, and likewise the land of the rich man and of the poor man, unless it receives the needful [watering], cannot bring forth worthy fruits; so also in the working of the soul, neither the wise man nor the rich man reigns in grace, save through patience, and afflictions, and many toils; for the—
Notes, col. 769

On the reading

Printed καθὼς φησιν, for καθώς φησιν.

PG 34:772Read from the page
Χριστιανῶν βίος ὀφείλει τοιοῦτος εἶναι. Ὥσπερ τὸ μέλι γλυκὺ τυγχάνον, οὐδὲν ἐπιδέχεται τῶν πικρῶν, ἢ τῶν ἰοβόλων μεταλαβεῖν· οὕτως αὐτοὶ πᾶσι τοῖς ἐπερχομένοις, εἴτε ἀγαθοῖς εἴτε πονηροῖς, χρηστοὶ τυγχάνουσιν, ὥς φησιν ὁ Κύριος, Γίνεσθε χρηστοὶ, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· τὸ γὰρ βλάπτον καὶ μιαῖνον τὸν ἄνθρωπον, ἔνδοθέν ἐστιν· ἐκ γὰρ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροὶ, καθὼς ὁ Κύριος λέγει, ὅτι τὰ κοινοῦντα τὸν ἄνθρωπον ἔνδοθέν ἐστιν.
—life of Christians ought to be such. Just as honey, being sweet, admits no partaking of bitter or venomous things, so they themselves in all things that come upon them, whether good or evil, are kind, even as the Lord says, Be kind, as your heavenly Father (Luke 6:35–36); for that which harms and defiles a man is from within; for out of the heart proceed evil thoughts, even as the Lord says, that the things which defile a man are from within (Matt. 15:18–20).
Γʹ. Ἔνδοθεν οὖν ἐστιν ἐν τῇ ψυχῇ ἕρπον καὶ προϊὸν πνεῦμα πονηρίας, λογιστικὸν κινητικὸν, ὅπερ ἐστὶ τὸ κάλυμμα τοῦ σκότους, ὁ παλαιὸς ἄνθρωπος, ὃν δεῖ τοὺς τῷ Θεῷ προσφεύγοντας ἀποδύσασθαι, καὶ ἐνδύσασθαι τὸν ἐπουράνιον καὶ καινὸν ἄνθρωπον, ὅς ἐστι Χριστός. Οὐδὲν οὖν τῶν ἔξωθεν βλάπτειν δύναται τὸν ἄνθρωπον, εἰ μὴ τὸ ζῶν καὶ ἐνεργητικὸν τὸ ἐνοικοῦν ἐν τῇ καρδίᾳ πνεῦμα σκότους· ὥστε οὖν τὸν ἀγῶνα ἕκαστος ἐν τοῖς λογισμοῖς ὀφείλει κεκτῆσθαι, ἵνα ἐπιλάμψῃ τῇ καρδίᾳ αὐτοῦ ὁ Χριστός. Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
III. Within the soul, therefore, there is creeping and advancing a spirit of wickedness, a rational moving power, which is the veil of darkness, the old man, whom those who flee for refuge to God must put off, and must put on the heavenly and new man, Who is Christ. Nothing, therefore, of the things from without is able to harm a man, save the living and active spirit of darkness that dwells within the heart; so that each man ought therefore to maintain the contest in his thoughts, that Christ may shine upon his heart. To Whom be the glory for ever. Amen.
ΟΜΙΛΙΑ ΜΓʹ.
Homily XLIII.
Περὶ τῆς προκοπῆς τοῦ Χριστιανοῦ ἀνδρὸς, ἧς πᾶσα ἡ δύναμις ἐκ τῆς καρδίας ἀποκρεμαμένη ἐστὶν, ὥσπερ ποικίλως ἐνταῦθα διαγράφεται.
Concerning the progress of the Christian man, the whole power of which hangs from the heart, as is variously delineated here.
Αʹ. Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν· οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται, καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν, καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός. Λέγει γὰρ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ, ᾧ αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοὶ, τῆς αὐτῆς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. Λέγει πάλιν, Ὅ τε ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.
I. Just as from fire many lamps and burning torches are kindled, and all the torches and the lamps are kindled and shine from one nature; so also Christians are kindled and shine from one nature, that of the divine fire, the Son of God, and have their torches burning in their hearts, and shine before Him while they are upon the earth, even as He Himself does. For He says, Therefore God, Thy God, has anointed Thee with the oil of gladness (Ps. 44:8). On this account He was called Christ, so that being anointed with the same oil wherewith He Himself was anointed, we too might become Christs, of the same substance, so to speak, and of one body. He says again, For both He Who sanctifies and those who are sanctified are all of One (Heb. 2:11).
Βʹ. Ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὑταῖς, τούτεστι τοὺς καρποὺς τῆς δικαιοσύνης. Ἐὰν δὲ μὴ ἁφθῇ λύχνος ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν· ὁ Κύριος ἦν ὁ λύχνος ὁ καιόμενος, διὰ τὸ Πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ, καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον. Ὥσπερ γὰρ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην. Ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ δυσωδίας πολλῆς, καὶ πνευμάτων ἀκαθάρτων. Νεκροί εἰσιν ἀπὸ Θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν, καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι.
II. Christians, therefore, in one respect resemble lamps having oil in themselves, that is, the fruits of righteousness. Yet unless a lamp is kindled in them from the lamp of the Godhead, they are nothing; the Lord was the burning lamp, on account of the Spirit of the Godhead remaining substantially in Him and kindling His heart according to His humanity. For just as if there is a rotten purse filled with pearls, so also Christians, while in the outer man they ought to be humble and despised, within in the inner man have the pearl of great price. Others, however, resemble whited sepulchres, outwardly painted and very beautiful, but within full of dead men's bones, and of much stench, and of unclean spirits (Matt. 23:27). They are dead from God, and clothed with all shame and filthiness and the darkness of the adversary.
Notes, col. 772

On the reading

Printed Ὧ, for Ὧι.

Printed τούτεστι, for τουτέστι.