Migne Reading Room

PG 34 · cols. 633–644 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:633Read from the page
μάρτυρες οἱ φιλαλήθεις. Πῶς γὰρ φανήσεται ἡ ἀλήθεια, εἰ μὴ ἔχει τοὺς ὑπεναντίους ψευδεῖς ὄντας καὶ κατὰ ἀληθείας τρέχοντας; Εἰσὶ δὲ καὶ ἐν τοῖς ἀδελφοῖς βαστάζοντες πάθη καὶ θλίψεις· πολλῆς δὲ χρήζουσιν ἀσφαλείας, ἵνα μὴ πέσωσιν. Εἷς γάρ τις τῶν ἀδελφῶν συνευχόμενός τινι, ἠχμαλωτίσθη ὑπὸ θείας δυνάμεως, καὶ ἁρπαχθεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλὴμ, καὶ εἰκόνας φωτεινὰς καὶ φῶς ἄπειρον· καὶ ἤκουσε φωνῆς λεγούσης, οὗτός ἐστιν ὁ τόπος τῆς καταπαύσεως τῶν δικαίων· καὶ μετὰ μικρὸν φυσιωθεὶς, καὶ νομίσας περὶ ἑαυτοῦ ἑωρακέναι, μετὰ τοῦτο εὑρέθη ἐμπεσὼν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας, εἰς μυρία κακά
martyrs who love the truth. For how shall the truth appear, unless it has adversaries who are false and run against the truth? And there are also among the brethren those who bear passions and afflictions; and they need much safeguarding, lest they fall. For a certain one of the brethren, whilst praying together with someone, was led captive by divine power, and being caught up saw the city Jerusalem above, and luminous figures and boundless light; and he heard a voice saying, This is the place of rest of the righteous; and a little while after, being puffed up and supposing that these things had been seen concerning himself, after this he was found to have fallen into the innermost and deepest recesses of sin, into ten thousand evils.
ΙΕʹ. Εἰ οὖν ὁ ἐσώτερος καὶ ὑψηλὸς ἔπεσε, πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι Νηστεύων καὶ ξενητεύων καὶ διασκορπίζων τὰ ὑπάρχοντα ἤδη ἅγιός εἰμι; οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν αὕτη ἐστὶν ἡ τελείωσις, ἀλλ' εἰ εἰσῆλθες εἰς τὸν νοῦν τὴν ἠφανισμένον, καὶ ἀπέκτεινας τὸν ὄφιν τὸν κατώτερον τοῦ νοῦ, καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα καὶ ἀποθήκας τῆς ψυχῆς φονεύοντά σε καὶ φωλεύοντα· ἄβυσσος γάρ ἐστιν ἡ καρδία· εἰ τοίνυν ἐκεῖνον ἐφόνευσας, καὶ πᾶσαν τὴν ἐν σοὶ ἀκαθαρσίαν ἐξέβαλες· ὅλοι γὰρ οἱ φιλόσοφοι καὶ ὁ νόμος καὶ οἱ ἀπόστολοι, καὶ ἡ τοῦ Σωτῆρος ἔλευσις περὶ καθαρότητος ποιοῦνται. Πᾶς γὰρ ἀνθρώπων εἴτε Ἰουδαίων, εἴτε Ἑλλήνων, ἀγαπᾷ τὴν καθαρότητα, καὶ οὐ δύνανται καθαρεύειν. Χρὴ οὖν ἐπιζητῆσαι, πῶς καὶ διὰ τίνων δύναται τὸ καθαρὸν τῆς καρδίας γενέσθαι. Οὐδαμῶς ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ ζωὴ, ἡ ἀλήθεια, ἡ θύρα, ὁ μαργαρίτης, ὁ ζῶν καὶ ὁ οὐράνιος ἄρτος. Καὶ οὐκ ἐγχωρεῖ τινα ἄνευ ἐκείνης τῆς ἀληθείας, ἀλήθειαν γνῶναι, ἢ σωθῆναι. Ὥσπερ οὖν εἰς τὸν ἔξω ἄνθρωπον καὶ εἰς τὰ φαινόμενα πράγματα, ἀπετάξω πᾶσι, καὶ διέδωκας τὴν ὕπαρξίν σου· οὕτω καὶ ἐν τῇ σοφίᾳ τῇ κοσμικῇ, εἰ γνῶσιν ἔχεις καὶ λόγων ἰσχὺν, ἀποῤῥίψασθαι πάντα ὀφείλεις, καὶ μηδὲν ἡγήσασθαι, ἵν' οὕτω δυνηθῇς ἐπὶ τῇ μωρίᾳ τοῦ κηρύγματος οἰκοδομηθῆναι, ὅπερ κήρυγμά ἐστιν ἡ ἀληθὴς σοφία, οὐκ ἔχουσα κόμπον λόγων, ἀλλὰ δύναμιν δι' ἁγίου σταυροῦ ἐνεργουμένην. Δόξα τῇ ὁμοουσίῳ Τριάδι εἰς τοὺς αἰῶνας. Ἀμήν.
XV. If, therefore, the inner and lofty man fell, how can any ordinary person say, Because I fast and live as a stranger and distribute my possessions, I am already holy? For mere abstinence from evils is not perfection, but only if you have entered into the ruined mind and slain the serpent that lies lower than the mind and deeper than the thoughts, lurking and slaying you in the so-called chambers and storehouses of the soul—for the heart is an abyss—if, then, you have slain him, and cast out all the uncleanness within you. For all the philosophers and the law and the apostles, and the coming of the Saviour, busy themselves about purity. For every man, whether of the Jews or of the Greeks, loves purity, and yet they cannot be pure. One must therefore inquire how and through whom purity of heart can come about. In no wise from anywhere else, save through Him Who was crucified for us; for He Himself is the way, the life, the truth, the door, the pearl, the living and heavenly bread. And it is not possible for anyone without that truth to know truth or to be saved. Just as, therefore, with regard to the outer man and visible things, you renounced all things and distributed your substance, so also in worldly wisdom, if you have knowledge and power of speech, you ought to cast away all things and count them as nothing, that thus you may be able to be built upon the foolishness of preaching (1 Cor. 1:21), which preaching is the true wisdom, not having ostentation of words, but power working through the holy cross. Glory to the consubstantial Trinity unto the ages. Amen.
ΟΜΙΛΙΑ ΙΗʹ.
Homily XVIII.
Περὶ τοῦ θησαυροῦ τῶν Χριστιανῶν, δηλαδὴ τοῦ Χριστοῦ καὶ Πνεύματος ἁγίου, διαφόρως ἀσκοῦντος αὐτοὺς πρὸς τὸ φθάναι εἰς τὴν τελειότητα.
Concerning the treasure of Christians, namely Christ and the Holy Spirit, training them in diverse ways so as to attain unto perfection.
Αʹ. Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει, καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει, πάντα ὅσα θέλει, κτᾶται· καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ κτήματα, εὐχερῶς ἐπισυνάγει, τῷ θησαυρῷ πεποιθὼς, ὅτι δι' αὐτοῦ πᾶσαν κτῆσιν, ἣν ἂν βούληται, εὐκόλως κτᾶται. Οὕτως καὶ οἱ πρῶτον ζητοῦντες παρὰ Θεῷ, καὶ εὑρόντες, καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ Πνεύματος θη-
I. If someone in the world happens to be exceedingly rich, and possesses a hidden treasure, from the treasure and wealth which he has he acquires all things whatsoever he wishes; and whatsoever possessions in the world he desires, he easily gathers together, trusting in the treasure, because through it he easily acquires every possession that he may wish. So also those who first seek from God, and find, and have the heavenly trea-
Notes, col. 633

On the reading

Printed τὴν, for τὸν.

PG 34:636Read from the page
σαυρὸν, αὐτὸν τὴν Κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν, καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ Κυρίου, ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι, καὶ δι' αὐτοῦ πλείονα πλιῦτον οὐράνιον ἐπισυνάγουσι. Διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ Κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν αὐτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ Πνεύματος· καὶ πάλιν, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.
sure of the Spirit, the Lord Himself shining in their hearts, accomplish from the treasure that is in them, Christ, all righteousness of virtues and every possession of the goodness of the commandments of the Lord, and through Him gather together greater heavenly wealth. For through the heavenly treasure they work out every virtue of righteousness, trusting in the abundance of the spiritual wealth within them, and easily work all righteousness and the commandment of the Lord through the invisible wealth of grace within them. And the Apostle also says: Having this treasure in earthen vessels (2 Cor. 4:7), that is, that which whilst being in the flesh they were counted worthy to acquire within themselves, the sanctifying power of the Spirit; and again, Who was made unto us wisdom from God, and righteousness and sanctification and redemption (1 Cor. 1:30).
Βʹ. Ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρὸν, πᾶσαν δικαιοσύνην ἐντολῶν, καὶ πᾶσαν ἐργασίαν ἀρετῶν, ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ Πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν, καὶ τὴν δικαιοσύνην τοῦ Πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι, διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. Ὁ γὰρ πένης καὶ πτωχὸς καὶ λιμώττων, ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης. Ὁ δὲ ἔχων θησαυρὸν, ὡς προείρηται, εὐχερῶς, οἷα βούλεται κτήματα, καὶ ἀνωδύνως κτᾶται. Οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας Πνεύματος, καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα, οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ Πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι, πρὸ τῆς μεταλήψεως τοῦ Πνεύματος.
II. He, therefore, who has found and has within himself the heavenly treasure of the Spirit works out in it all righteousness of the commandments and every work of virtues blamelessly and purely, henceforth without compulsion and easily. Let us also, therefore, beseech God, and seek out and entreat Him, that He may grant us the treasure of His Spirit, and that thus we may be able to walk blamelessly and purely in all His commandments, and to fulfil all the righteousness of the Spirit purely and perfectly through the heavenly treasure, which is Christ. For the poor and needy and famished man can acquire nothing in the world, since poverty holds him fast. Whereas he who has a treasure, as has been said before, easily and without pain acquires whatsoever possessions he wishes. So also the soul that is naked and bereft of the fellowship of the Spirit, and is under the dread poverty of sin, can do nothing, even if it wish in truth to produce the fruit of the Spirit of righteousness, before partaking of the Spirit.
Γʹ. Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ Κυρίου, ἵνα καταξιωθῇ λαβεῖν, καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρὸν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. Πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας Πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι, ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; Ἡ δὲ εὑροῦσα ψυχὴ τὸν Κύριον, διὰ ζητήσεως Πνεύματος, καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρὸν, τοὺς καρποὺς τοῦ Πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς, πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ Κυρίου, ἃς ἐνετείλατο τὸ Πνεῦμα ἐν αὐτῇ, καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.
III. Nevertheless, each one must force himself to petition the Lord, that he may be counted worthy to receive and find the heavenly treasure of the Spirit, so as to be able without toil and easily to do all the commandments of the Lord blamelessly and purely, which formerly even with force he could not accomplish rightly. For being poor and naked of the fellowship of the Spirit, how could he acquire such spiritual possessions without spiritual treasure and wealth? Whereas the soul that through seeking of the Spirit, and faith, and much patience has found the Lord, the true treasure, easily works out the fruits of the Spirit, as has been said before, and both in itself and through itself performs purely and perfectly and blamelessly all righteousness and the commandments of the Lord which the Spirit commanded.
Δʹ. Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. Ὥσπερ ἐάν τις ᾖ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυ-
IV. Or again let us use another example. Just as if someone is rich and makes a sumptuous
Notes, col. 636

On the reading

Printed τὴν, for τὸν.

Printed πλιῦτον, for πλοῦτον.

PG 34:637Read from the page
τελὲς, ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει, ἀναλίσκει, καὶ οὐ δεδοικε, μή τινος αὐτῷ ἐνδεήσει πλοῦτον ἔχοντι μέγαν· καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ' αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. Ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου, ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τινὶ, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη, καὶ ἱμάτια, καὶ ἄλλα εἴδη· καὶ εἶθ' οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας, ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν, ἢ ἱμάτιον, ἢ ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων, αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.
banquet, he spends from his wealth and the treasure which he has, and does not fear lest anything should fail him, since he has great wealth; and thus he gladdens the guests invited by him sumptuously and splendidly, setting before them diverse and ever newer dishes. Whereas he who is poor and destitute of wealth, if he should wish to prepare a banquet for someone, borrows everything—even the vessels themselves, and garments, and other articles—and then afterwards, after those invited have dined, as at a poor man's banquet, he subsequently returns to each one, whence he borrowed it, the silver vessel, or garment, or other article; and thus, when all things have been returned to each, he himself remains poor and naked, not having wealth of his own wherewith he can make merry.
Εʹ. Οὕτως καὶ οἱ πλούσιοι τῳ Πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ, καὶ κοινωνίαν Πνεύματος ἐν αὐτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας, καὶ ἐπάν τισι κοινωνῶσι λόγον πνευματικὸν, καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι, καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι μὴ ἐνδεήσειεν αὐτοῖς, ὅτι κέκτηνται ἐν αὐτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους. Ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ, μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων, καὶ ἐνθυμημάτων θείων, καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν, καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ' ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ Θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς, ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν, καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτὸν, ἕκαστος λόγος πρὸς τὰ ἴδια ἀφ' ὧν ἤρθη, ἀπέρχεται, καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν Πνεύματος, ἀφ' οὗ προφέρει, καὶ ὠφελεῖ, καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος, μηδὲ ἀγαλλιώμενος τῷ Πνεύματι.
V. So also those who are rich in the Holy Spirit, having heavenly wealth in truth and the fellowship of the Spirit within them, whenever they speak the word of truth to any, and whenever they impart spiritual discourse to any and wish to gladden souls, speak from their own wealth and from their own treasure which they possess within themselves, and from it gladden the souls of those who hear the spiritual discourse, and do not fear lest it should fail them, because they possess within themselves a heavenly treasure of goodness, out of which they bring forth and gladden those who are feasted spiritually. Whereas he who is poor and does not possess of the wealth of Christ, nor has spiritual wealth in his soul gushing forth all goodness of words and deeds, and of divine thoughts, and of unutterable mysteries—even though this man wishes to speak the word of truth and to gladden some of the hearers, yet not possessing the word of God within himself in power and truth, but only reciting from memory and borrowing words from each Scripture, or having heard them from spiritual men and recounting and teaching them—behold, he seems indeed to gladden others, and others enjoy his words; yet after he has recounted them, each word departs to its own place whence it was taken, and he himself again remains naked and poor, not having his own treasure of the Spirit out of which he brings forth and benefits and gladdens others, not being gladdened first himself, nor exulting in the Spirit.
Ϛʹ. Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ Θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος. Καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς, καὶ σωτηρίαν, καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν Κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν, καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν. Οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ Πατρὸς, τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν. Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω
VI. Wherefore we must first seek from God with travail of heart and faith, that He may grant us to find His wealth, the true treasure of Christ in our hearts, in the power and working of the Spirit. And thus, having first found benefit in ourselves, and salvation, and eternal life, even the Lord, then let us benefit others also, so far as is possible and attainable, bringing forth from the inward treasure of Christ all goodness of spiritual words, and making declaration of heavenly mysteries. For so the goodness of the will of the Father was well pleased to dwell in everyone who believes and asks Him. For he who loves Me, says He, shall be loved by My Father, and I will love
Notes, col. 637

On the reading

Printed δεδοικε, for δέδοικε.

Printed τῳ, for τῷ.

PG 34:640Read from the page
αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἑμαυτόν. Καὶ πάλιν· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Οὕτως ἡ ἄπειρος χρηστότης τοῦ Πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννότητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄῤῥητος ἀγαθότης τοῦ Πνεύματος ἐπηγγείλατο. Δόξα τῇ ἀῤῥήτῳ εὐσπλαγχνίᾳ τῆς ἁγίας Τριάδος.
him, and will manifest Myself to him (John 14:21). And again: I and My Father will come, and will make Our abode with him (John 14:23). Thus the boundless kindness of the Father willed, thus the inconceivable love of Christ was well pleased, thus the unutterable goodness of the Spirit promised. Glory to the unutterable tender mercy of the Holy Trinity.
Ζʹ. Οἱ γὰρ καταξιωθέντες τέκνα γενέσθαι Θεοῦ, καὶ ἐκ Πνεύματος ἁγίου ἄνωθεν γεννηθῆναι, καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτοὺς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις Πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ, ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. Πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, καὶ ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. Ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι, καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. Ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι ὄντες μετὰ τοῦ σώματος· ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ, εὐφραινόμενοι καὶ μεθύοντες τῷ Πνεύματι, μέθην θείων μυστηρίων πνευματικῶν.
VII. For those who have been counted worthy to become children of God, and to be born from above of the Holy Spirit, and who have Christ within themselves shining forth and giving them rest, are guided in manifold and diverse ways of the Spirit, and are invisibly worked upon by grace in the heart in spiritual rest. Now let us bring forward figures from the enjoyments visible in the world, partially showing by examples the ways of grace in the soul. Sometimes they become as though making merry at a royal banquet, and exulting with unutterable exultation and gladness; at another hour they are like a bride resting together in fellowship with her bridegroom in divine rest. At other times they become like bodiless angels, being in such lightness whilst with the body; at other times they are as though in the drunkenness of drink, making merry and being drunken with the Spirit, with a drunkenness of divine spiritual mysteries.
Ηʹ. Ἄλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενον ὑπὲρ ὅλου τοῦ Ἀδὰμ, πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ Πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. Ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ Πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατὸν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ· ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ Πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. Ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ Πνεύματος διατηροῦνται. Ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς, λαβὼν πανοπλίαν βασιλικὴν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας. Ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ Πνεύματος, καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ, καὶ ὑποστάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
VIII. At other times they are as though in weeping and lamentation for the race of men, and praying for the whole of Adam they take up mourning and weeping, being kindled by the love of the Spirit towards mankind. At other times they are inflamed by the Spirit with such exultation and love that, if it were possible, they would take every man into their own bowels, making no distinction between bad and good; at other times they are so humbled beneath every man in humility of the Spirit as to account themselves the last and least of all. At other times they are preserved by the Spirit in unutterable joy. At other times they are like some mighty man who, having put on royal panoply and gone down into battle against the enemies, mightily struggles against them and overcomes them. For in like manner the spiritual man also takes the heavenly weapons of the Spirit (Eph. 6:13), and goes down against the enemies and wages war, and subdues them under his feet.
Θʹ. Ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ, καὶ γαλήνῃ, ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην ἡδονὴν πνευματικὴν καὶ ἀνάπαυσιν ἄῤῥητον οὖσα, καὶ εὐθηνίαν. Ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀῤῥήτῳ, καὶ γνώσει Πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. Ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. Οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται, καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχὴν ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ Θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ Πατρὶ ἀποκαταστήσῃ.
IX. At other times the soul rests in a certain great stillness and calm, being in spiritual delight alone and unutterable rest and abundance. At other times it is made wise by grace in a certain understanding and unutterable wisdom, and in the knowledge of the unsearchable Spirit, concerning things which it is impossible to utter through tongue and mouth. At other times he becomes like any ordinary man. Thus variously does grace move among them, and in manifold ways guides the soul, giving it rest according to the will of God, and exercises it in diverse ways, that it may restore it perfect and blameless and pure to the heavenly Father.
Ιʹ. Ταῦτα δὲ τὰ προειρημένα τοῦ Πνεύματος ἐν-
X. Now these aforesaid workings of the Spirit
Notes, col. 640

On the reading

Printed ἑμαυτόν, for ἐμαυτόν.

Printed ἀνεννότητος, for ἀνεννόητος.

Printed δεόμενον, for δεόμενοι.

PG 34:641Read from the page
εργήματα, μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων. Αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις, διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. Ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα, καὶ τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀῤῥήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι συγκεκραμένη τῷ Πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμὸς, ὅλη πνεῦμα, ὅλον χαρὰ, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. Ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται· οὕτως οὗτοι, παντὶ τρόπῳ Πνεύματι ἁγίῳ ἀνακεκραμένοι, ἀφομοιοῦνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ Πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν ὄντες ἄμωμοι, καὶ ἄσπιλοι καὶ καθαροί.
workings, are of great measures, belonging to those who are near to perfection. For the aforesaid manifold rests of grace are spoken of in diverse ways, yet are unceasingly wrought in them, one working succeeding another working. For when the soul attains unto the perfection of the spirit, having been thoroughly cleansed from all passions, and having been united and blended with the Paraclete Spirit through an ineffable communion, and is accounted worthy to become spirit through being commingled with the Spirit, then it becomes wholly light, wholly eye, wholly spirit, wholly joy, wholly rest, wholly gladness, wholly love, wholly bowels of compassion, wholly goodness and kindness. For just as in the abyss of the sea a stone is surrounded on all sides by water, so these, blended in every way with the Holy Spirit, are assimilated to Christ, holding unchangeably within themselves the virtues of the power of the Spirit, being spotless within, and unblemished and pure.
ΙΑʹ. Διὰ γὰρ τοῦ Πνεύματος καταρτισθέντες, πῶς δύνανται καρπὸν ἔξωθεν κακίας προαγαγεῖν; Ἀλλὰ πάντοτε διὰ πάντων, οἱ καρποὶ τοῦ Πνεύματος ἐν αὐτοῖς διαλάμπουσι. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν Θεὸν, καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δώῃ ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ Πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ Πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος, καὶ προκοπῆς πνευματικῆς, καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ Ἀπόστολος· Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ· καὶ πάλιν, Μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἐπηγγείλατο ὁ Κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ, καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀῤῥήτου κοινωνίας τοῦ Πνεύματος. Καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ Κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν, ψυχῇ καὶ σώματι ἀφιερωθέντες, καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.
11. For having been perfected through the Spirit, how can they bring forth outwardly the fruit of malice? Rather, always and through all things, the fruits of the Spirit shine forth in them. Let us therefore also beseech God, and believe in love and much hope, that He may grant us the heavenly grace of the gift of the Spirit, that the Spirit Himself may govern and guide us also into all the will of God, and give us rest in the manifoldness of His rest, so that through such governance and the exercise of grace, and spiritual progress, we may be accounted worthy to attain unto the perfection of the fulness of Christ, as the Apostle says: That ye may be filled unto all the fulness of Christ (Eph. 3:19); and again, Till we all come unto a perfect man, unto the measure of the stature of the fulness of Christ (Eph. 4:13). The Lord has promised to all who believe in Him, and who ask in truth, to bestow the mysteries of the ineffable communion of the Spirit. Let us also therefore, having wholly dedicated ourselves to the Lord, hasten to obtain the aforesaid good things, and having been consecrated in soul and body, and nailed to the cross of Christ, let us become worthy of the eternal kingdom, glorifying the Father, and the Son, and the Holy Spirit, for ever. Amen.
ΟΜΙΛΙΑ ΙΘʹ.
Homily 19.
Οἱ Χριστιανοὶ προκόπτειν καὶ αὐξάνεσθαι βουλόμενοι ὀφείλουσιν ἑαυτοὺς βιάζεσθαι πρὸς πᾶν τὸ ἀγαθὸν, ὥστε λυτροῦσθαι αὐτοὺς ἀπὸ τῆς ἐνοικούσης ἁμαρτίας, καὶ Πνεύματος ἁγίου πληροῦσθαι.
Christians who wish to advance and grow ought to force themselves towards every good thing, so that they may be ransomed from indwelling sin, and be filled with the Holy Spirit.
Αʹ. Ὁ βουλόμενος προσελθεῖν τῷ Κυρίῳ, καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι, καὶ Πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ Πνεύματος, καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ δυνηθῇ ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὗτος ὀφείλει ἄρξασθαι πρῶτον πιστεύειν τῷ Κυρίῳ βεβαίως, καὶ ἐπιδοῦναι ἑαυτὸν ἐξ ὅλου τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ, καὶ ἀποτάξασθαι τῷ κόσμῳ
1. He who wishes to draw near to the Lord, and to be accounted worthy of eternal life, and to become a dwelling-place of Christ, and to be filled with the Holy Spirit, so that he may be able to bring forth the fruits of the Spirit and perform the commandments of Christ purely and blamelessly, ought first to begin to believe firmly in the Lord, and to give himself wholly to the words of His commandments, and to renounce the world
PG 34:644Read from the page
κατὰ πάντα, ἵνα μὴ περί τι τῶν φαινομένων ὅλος ὁ νοῦς ἀσχολῆται. Καὶ εἰς τὴν εὐχὴν χρὴ αὐτὸν πάντοτε προσκαρτερεῖν, ἐν πίστει προσδοκίας τοῦ Κυρίου τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενον, τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς τοῦτο ἔχοντα διὰ παντός. Εἶτα βιάζεσθαι χρὴ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, διὰ τὴν συνοῦσαν αὐτῷ ἁμαρτίαν· οἷον, βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον παντὸς ἀνθρώπου, καὶ ἑαυτὸν ἐλάττω ἡγεῖσθαι καὶ χείρονα, μὴ ζητῶν τιμὴν, ἢ ἔπαινον, ἢ δόξαν ἀνθρώπων παρά τινος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται· ἀλλὰ μόνον ἀεὶ τὸν Κύριον πρὸ ὀφθαλμῶν ἔχων καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ εἰς τὴν πραότητα τῆς καρδίας, ὥς φησιν ὁ Κύριος· Μάθετε ἀπ' ἐμοῦ ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
in all things, lest the mind be wholly occupied about any of the things that are seen. And he must always persevere in prayer, in the faith of expectation always awaiting the visitation of the Lord and His help, keeping the aim of his mind directed towards this continually. Then he must force himself unto every good work and unto all the commandments of the Lord, on account of the sin that dwells with him: for instance, let him force himself to be humble-minded before every man, and to account himself lesser and worse, not seeking honour, or praise, or glory of men from anyone, as it is written in the Gospel; but keeping only the Lord always before his eyes and His commandments, wishing to please Him alone in meekness of heart, as the Lord says: Learn of Me, for I am meek and lowly in heart, and ye shall find rest unto your souls (Matt. 11:29).
Βʹ. Ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστὸν, εὔσπλαγχνον, ἀγαθὸν, ὅση δύναμις, ἑαυτὸν ἐθιζέτω, ὥς φησιν ὁ Κύριος· Γίνεσθε ἀγαθοὶ καὶ χρηστοὶ, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Καὶ πάλιν φησίν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· καὶ πάλιν· Βιάζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Ἐπὶ πᾶσι τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν, καὶ τὴν πραότητα, καὶ τὴν ἀναστροφὴν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ ἐχέτω, ταῖς εὐχαῖς προσκαρτερείτω, διὰ παντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ, καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ· καὶ ἵνα αὐτὸς ὁ Κύριος γένηται κατοικητήριον τῆς ψυχῆς· καὶ οὕτως ἃ νῦν μετὰ βίας ἀκούσης τῆς καρδίας ποιεῖ, ἑκουσίως πράξει ποτὲ, ἐθίζων ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν, καὶ τοῦ Κυρίου μνημονεύων ἀεὶ, καὶ προσδοκῶν ἀεὶ ἐν πολλῇ ἀγάπῃ αὐτόν. Τότε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην προαίρεσιν, καὶ τὴν ἀγαθὴν αὐτοῦ σπουδὴν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ Κυρίου, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην ἄγει καὶ μὴ θέλουσαν τὴν καρδίαν, καὶ ἄγει ὅση δύναμις αὐτῷ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ εἰς ἔλεος αὐτοῦ, καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐνοικούσης ἁμαρτίας, Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτόν· καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτου ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος τότε καρποφορεῖ καθαρῶς.
2. Likewise let him accustom himself, so far as lies in his power, to be merciful, kind, compassionate, and good, as the Lord says: Be ye good and kind, even as your heavenly Father is merciful (Luke 6:36). And again He says: If ye love Me, keep My commandments (John 14:15); and again: Force your way to enter in through the narrow gate (Luke 13:24). Above all, let him hold the humility and way of life of the Lord, and His meekness and conduct, as a pattern in all unforgetful remembrance, and let him persevere in prayers, continually entreating and believing, that the Lord may come and dwell in him, and perfect and strengthen him in all His commandments, and that the Lord Himself may become the dwelling-place of the soul; and thus the things which he now does by force with an unwilling heart, he shall one day do willingly, accustoming himself continually unto that which is good, and remembering the Lord always, and awaiting Him always in much love. Then the Lord, beholding such a purpose and his good zeal, how he forces himself unto the remembrance of the Lord, and unto that which is good always, and leads his heart, even though unwilling, unto humility and meekness and love, and leads it with force so far as lies in his power, deals with him according to His mercy, and ransoms him from his enemies and from indwelling sin, filling him with the Holy Spirit; and thus henceforth without force and toil he performs all the commandments of the Lord in truth; or rather the Lord performs His own commandments in him, and he then bears the fruits of the Spirit purely.
Γʹ. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθὸν καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην, μὴ ἔχοντα ἀγάπην· βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα, μὴ ἔχοντα πραότητα· βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν, καὶ ἐλεήμονα ἔχειν καρδίαν· βιάζεσθαι ἑαυτὸν εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ καταφρονούμενον μακροθυμεῖν, καὶ ἐξουδενούμενον
3. First, however, one who has drawn near to the Lord must thus force himself unto that which is good even when the heart is unwilling, continually awaiting His mercy in unwavering faith, and must force himself unto love when he has not love; force himself unto meekness when he has not meekness; force himself to have pity, and to have a merciful heart; force himself to be despised, to be long-suffering when despised, and when set at naught