PG 34:585Read from the pageρίου μέχρι τοῦ νῦν, ὅσοι ἐβαπτίσθησαν, καὶ πονηρὰ ποτὲ ἐλογίσθησαν; ἢ οὐκ εἰς κενοδοξίαν τινὲς αὐτῶν, ἢ πορνείαν, ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ ὅλοι οἱ κατοικοῦντες ἐν τῇ Ἐκκλησίᾳ κοσμικοὶ, ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν, ὅτι μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίγνονται, καὶ πολλοὶ ἁμαρτάνουσιν; Ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς, καὶ πράττειν ἃ θέλει. Γέγραπται γάρ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. Ἀλλὰ λέγεις, ὅτι Ἀγαπῶ, καὶ ἔχω Πνεῦμα ἅγιον. Ἔχεις τὴν μνήμην, καὶ τὸν ἔρωτα, καὶ τὴν καῦσιν πρὸς τὸν Κύριον; νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι; καὶ εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον ἔτι ὅταν ἔλθωσιν ἀπὸ τῶν γηΐνων πραγμάτων, καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν λογισμῶν, εἰ μὴ πρὸς ταῦτα ὑποκλίνῃ, ἀλλὰ πάντοτε εἰς ἀγάπην καὶ πόθον Θεοῦ ἕλκεταί σου ἡ ψυχή. Οἱ γὰρ λογισμοὶ τοῦ κόσμου κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτὰ, καὶ οὐκ ἐῶσιν ἀγαπῆσαι Θεὸν, ἢ μνημονεῦσαι τοῦ Κυρίου. Καὶ πολλάκις ἀπέρχεται εἰς προσευχὴν ὁ ἰδιώτης, καὶ κλίνει γόνυ, καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσον σκάπτει καὶ βαθύνει, ῥύσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον, καὶ εἰσέρχεται εἰς ὅρασιν καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ, ἢ ῥήτορες καταλαβεῖν ἢ γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ· ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. Καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας, οὐκ οἶδε διατιμήσασθαι τούτους, διὰ τὸ ἄπειρον αὐτὸν τυγχάνειν. Οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται, καὶ ἡγοῦνται ταῦτα ὡς κοπρίαν πρὸς ἐκείνων τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης ἐν αὐτοῖς.
rd until now, how many have been baptized, and yet at times have thought evil things? Or have not some of them turned aside unto vainglory, or fornication, or gluttony? Nay, do all the worldly men dwelling in the Church have their heart blameless and pure? Or do we find that after baptism many sins come to pass, and many sin? The robber therefore hath pasturage even after baptism to enter in, and to do what he willeth. For it is written: Thou shalt love the Lord thy God out of all thy heart (Deut. 6:5). But thou sayest: I love, and I have the Holy Spirit. Hast thou the remembrance, and the fervent love, and the burning towards the Lord? Night and day art thou bound fast there? And if indeed thou hast such love, thou art pure. But if thou hast not, seek further when there come from earthly matters, and from shameful and evil thoughts, whether thou dost not bend down towards these, or whether always thy soul is drawn unto love and longing for God. For the thoughts of the world drag down the mind unto things earthly and corruptible, and suffer it not to love God, or to remember the Lord. And oftentimes the unlearned man goeth away unto prayer, and bendeth the knee, and his mind entereth into rest, and the more he diggeth and deepeneth, the resisting wall of evil is dug through, and he entereth into vision and wisdom, whither potentates or wise men or orators attain not to comprehend or know the subtlety of his mind; seeing that he is occupied in divine mysteries. For indeed one unskilful in testing pearls knoweth not how to appraise them, because of his being unskilful. Christians therefore abhor the glorious things of the earth, and count them as dung in comparison with the majesty of those things working in them.
ΙϚʹ. Ἐρώτησις. Εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα;
XVI. Question. Whether a man having a gift of grace is able to fall?
Ἀπόκρισις. Ἐὰν ἀμελήσῃ, πίπτει· οἱ γὰρ πολέμιοι οὐδέποτε ἀργοῦσι, οὔτε ὀκνοῦσι πολεμοῦντες· πόσῳ μᾶλλον σὺ οὐκ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς Θεόν; πολλὴ γάρ σοι ζημία γίγνεται ἀμελοῦντι, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος δοκεῖς ἐξετάζεσθαι.
Answer. If he be neglectful, he falleth; for the enemies are never idle, nor do they shrink back in warring; by how much more oughtest thou not to cease from the seeking towards God? For much loss cometh to thee when thou art neglectful, even if thou seemest to be proved in the very mystery of grace.
ΙΖʹ. Ἐρώτησις. Εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν ἄνθρωπον;
XVII. Question. Whether grace abideth after a man hath fallen?
Ἀπόκρισις. Ὁ Θεὸς θέλει τὸν ἄνθρωπον εἰς ζωὴν πάλιν ἀγαγεῖν, καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον. Ἐὰν δὲ καὶ παραμείνῃ, ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον, μετανοοῦντα τὰ ἐφ' οἷς πάλαι ἐπλημμέλησεν.
Answer. God willeth to lead the man back again unto life, and exhorteth the man unto weeping again and repenting. And even if it abide, it is unto the man's weeping again and repenting, repenting of the things wherein of old he transgressed.
ΙΗʹ. Ἐρώτησις. Εἰ τοῖς τελείοις ἐπίκειται θλίψις, ἢ πόλεμος, ἢ τὸ ὅλον ἀμεριμνοῦσιν;
XVIII. Question. Whether affliction or war lieth upon the perfect, or whether they are altogether free from care?
Ἀπόκρισις. Ὁ πολέμιος κατ' οὐδενὸς παυεται πολεμῶν, ὁ Σατανᾶς δὲ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος· διὸ καὶ παντὶ ἀνθρώπῳ πολεμεῖν οὐκ ὀκνεῖ.
Answer. The enemy ceaseth warring against no one, and Satan is pitiless and a hater of man; wherefore also he shrinketh not from warring against every man.
Notes, col. 585
On the reading
Printed ποτὲ ἐλογίσθησαν, for ποτε ἐλογίσθησαν.
Printed παυεται, for παύεται.
PG 34:588Read from the pageἈλλ' οὐ τοῖς αὐτοῖς μέτροις φαίνεται πᾶσαν ἐπιών· καὶ γὰρ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ, ἀλλ' οὗτος θαῤῥῶν τῷ πλούτῳ αὐτοῦ, καὶ τῷ χρυσῷ, καὶ τῷ ἀργύρῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖται τὰς συντελείας, οὐ ζημίαν ἡγούμενος. Ὥσπερ γὰρ ὁ ποιῶν ἐλεημοσύνην οὐδέποτε ἡγεῖται ζημίαν· οὕτω καὶ ὁ Σατανᾶς, ὡς ἐκ παρέργου ταῦτα ἡγεῖται. Ἔστι δὲ πτωχὸς λειπόμενος τροφῆς ἐφημέρου· οὗτος μαστίζεται καὶ βασανίζεται, μὴ δυνάμενος ἐκεῖνο τὸ συντέλεσμα ἀποπληρῶσαι· καὶ ἔστι ξεόμενος καὶ βασανιζόμενος χαλεπῶς, καὶ οὐκ ἀποθνήσκει. Καὶ ἔστιν ἄλλος, ὅτι καὶ ἀπὸ μιᾶς φάσεως κελεύεται ἀποκεφαλισθῆναι, καὶ ἀπόλλυται. Οὕτως καὶ εἰς τοὺς Χριστιανούς εἰσιν ἰσχυρῶς πολεμούμενοι καὶ ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας· καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται, καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως, καὶ οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλίζονται περὶ τῆς ἑαυτῶν σωτηρίας, διὰ τὸ πολλάκις γεγυμνᾶσθαι ἐν τῷ πολέμῳ τῆς κακίας, καὶ ἐμπείρους γεγενῆσθαι. Ἔχοντες δὲ τὸν Θεὸν μεθ' ἑαυτῶν, ὁδηγοῦνται καὶ ἀναπαύονται.
Yet not in the same measures doth he appear to attack all; for indeed prefects and counts pay tributes to the king, yet this man, trusting in his wealth, both in gold and in silver, as out of his superaboundings maketh the contributions, not counting it a loss. For just as he that doeth alms never counteth it a loss; so too Satan counteth these things as a by-work. And there is a poor man lacking daily food; this man is scourged and tortured, not being able to pay off that contribution; and there is one scraped and grievously tortured, and he dieth not. And there is another, who even from a single sentence is commanded to be beheaded, and perisheth. So too among Christians there are those mightily warred against and scraped by sin; and yet in the wars they are strengthened and made wise, despising the opposing power, and they have no danger in this part, because they are unfalling and are made secure concerning their own salvation, through having been oftentimes exercised in the war of evil, and having become experienced. And having God with themselves, they are guided and given rest.
ΙΘʹ. Ἄλλοι δὲ μηδέπω γυμνασθέντες, εἰς μίαν θλίψιν ἐὰν ἐμπέσωσι καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν· ὥσπερ οἱ διοδεύοντες ἐν πόλει, θέλοντες ἰδεῖν τοὺς ἀγαπητοὺς αὐτῶν καὶ γνωρίμους, εἰ καὶ πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς, οὐκ ἐμποδίζονται ὑπ' αὐτῶν· ἔχουσι γὰρ σκοπὸν τοῦ τοῖς φίλοις ἐντυχεῖν· καὶ ὅταν ἔξωθεν κρούσωσι τὴν θύραν καὶ καλέσωσι, χαίροντες ἀνοίγουσιν οἱ ἀγαπητοὶ αὐτῶν· εἰ δὲ ἀπομείνωσιν ἐν ταῖς ἀγοραῖς, καὶ χλευάζωνται, ἤτοι ἐπέχονται ἀπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα, καὶ οὐδεὶς αὐτοῖς ἀνοίγει· οὕτως καὶ οἱ πρὸς τὸν Δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι, τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾷν. Ὃν δὲ τρόπον οἱ εἰσερχόμενοι εἰς τὸ παλάτιον πρὸς τὸν βασιλέα, κόμητες μὲν ὄντες ἢ ἔπαρχοι, ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι, καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσαντες εἰς λόγον καὶ τιμωρίαν ὑποβληθῶσιν· ἄγροικοι δὲ καὶ ἰδιῶται ὄντες, οἱ μηδέποτε θεασάμενοι ἄρχοντα, ἐν ἀμεριμνίᾳ διάγουσιν· οὕτω δὴ καὶ ὁ κόσμος οὗτος ὁ ὑπὸ τῶν οὐρανῶν ἀπὸ βασιλέων ἕως πτωχῶν. Τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦντες, τὴν μέριμναν ἔχουσι περὶ τῶν βιωτικῶν πραγμάτων· οὐ ταχέως δέ τις μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. Οἱ δὲ εἰσερχόμενοι τῷ λογισμῷ εἰς τὸ βῆμα τοῦ Χριστοῦ, ὅπου ἐστὶν ὁ θρόνος αὐτοῦ, καὶ κατέναντι αὐτοῦ διὰ παντὸς ὄντες, ὑπὸ φόβον καὶ τρόμον εἰσὶν ἀεὶ, τοῦ μή τι σφαλῆναι περὶ τὰς ἁγίας αὐτοῦ ἐντολάς.
XIX. Others however, not yet exercised, if they fall into a single affliction and war be stirred up, straightway fall down into destruction and perdition; just as those passing through in a city, wishing to see their beloved ones and acquaintances, even if they meet with many in the marketplaces, are not hindered by them; for they have the aim of meeting with their friends; and when from without they knock at the door and call, rejoicing their beloved ones open; whereas if they tarry in the marketplaces, and are mocked, or are held back by those meeting them, the door is shut fast, and no one openeth to them: so too those hastening to reach our Master Christ the truly beloved, ought to despise and overlook all other things. And in the way that those entering into the palace unto the king, being counts or prefects, are under much fear, how they shall give their answers, and lest having stumbled in their defence they be subjected to account and punishment; whereas being countryfolk and unlearned men, who have never beheld a ruler, they pass their time in freedom from care: even so is this world under the heavens from kings unto beggars. Being ignorant of the glory of Christ, they have their care about the things of this life; and not quickly doth anyone remember the day of judgement. But those who enter in thought unto the judgement-seat of Christ, where His throne is, and who are continually before Him, are ever under fear and trembling, lest they stumble in aught concerning His holy commandments.
Κʹ. Καὶ ὥσπερ οἱ πλούσιοι τῆς γῆς, ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας αὐτῶν, πάλιν ἐργάζονται καθ' ἑκάστην ἡμέραν πλεῖον, ἵνα εὐπορῶσι καὶ μὴ ἐλλείπωνται. Εἰ δὲ θαῤῥήσουσι τῷ ἐναποκειμένῳ ταῖς ἀποθήκαις πλούτῳ, καὶ ἀμελήσουσι μὴ ἐπισυνάγοντες ἕτερον, ἀλλὰ καταναλίσκοντες τὰ ἀποκείμενα, ταχέως εἰς πενίαν καὶ πτωχείαν ἐμπίπτουσιν. Ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες
XX. And just as the rich men of the earth, when they have brought many fruits into their storehouses, again labour each day more, that they may abound and not fall short. But if they trust in the wealth laid up in the storehouses, and are neglectful, not gathering more besides, but spending the things laid up, quickly they fall into poverty and beggary. Whence, receiving revenues and bringing in
PG 34:589Read from the pageὀφείλουσι κάμνειν καὶ ἐπισυνάγειν, ἵνα μὴ ὑστερηθῶσιν. Οὕτως ἐστὶν ἐν τῷ Χριστιανισμῷ τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ Θεοῦ· Γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δὲ ἡ γεῦσις αὕτη ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις Πνεύματος διακονοῦσα ἐν καρδίᾳ. Ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς, καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. Αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ Πνεύματος. Οὐκ ὀφείλουσιν οὖν εἰς τὰς Γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ Πνεύματος, καὶ τὰ ἐπουράνια μυστήρια· ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου. Καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν, καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς, καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς. Διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος.
they ought to toil and gather in besides, lest they come short. Thus is it in Christianity for someone to taste of the grace of God; For taste, saith he, and see that the Lord is good (Ps. 33:9). And this taste is an active power of the Spirit in full assurance ministering in the heart. For as many as are sons of the light, and of the ministry of the new covenant in the Holy Spirit, these learn nothing from men; for they are taught of God. For grace itself inscribeth in their hearts the laws of the Spirit. They ought not therefore to be assured only in the Scriptures written with ink, but also upon the tables of the heart the grace of God inscribeth the laws of the Spirit, and the heavenly mysteries; for the heart governeth and ruleth the whole bodily instrument. And whenever grace taketh hold of the pastures of the heart, it ruleth over all the members, and the thoughts; for there is the mind, and all the thoughts of the soul and her expectation. Wherefore also grace passeth through into all the members of the body.
ΚΑʹ. Οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία, καὶ διέρχεται εἰς ὅλα τὰ μέρη. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί· καὶ οὕτως ὑπεκχεομένη σκοτίζει τὸν ἄνθρωπον. Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον, καὶ συναυξάνον τῷ ἀνθρώπῳ, μήτε μεριμνήσωσι περὶ τῆς αὔριον, μήτε ἐπιθυμήσωσι· καιρῷ γάρ τινι ἐπαύσατο ἐν αὐτοῖς ἐνοχλοῦν τὸ κακὸν, τινὰ ἐπιθυμίαν ὑποβάλλον· ὥστε ἐν ὅρκῳ διαβεβαιοῦσθαι τὸν ἄνθρωπον, ὅτι Οὐκέτι ἐπανίσταταί μοι τὸ τοιοῦτον πάθος· καὶ μετ' ὀλίγον καιρὸν κατεκάη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. Ὥσπερ γὰρ δι' ὀχετοῦ διέρχεται ὕδωρ, οὕτως καὶ διὰ τῆς καρδίας καὶ τῶν λογισμῶν ἡ ἁμαρτία· Ὅσοι δὲ τοῦτο ἀναιροῦσιν, ὑπ' αὐτῆς τῆς ἁμαρτίας μελλούσης θριαμβεύεσθαι, ἐλέγχονται καὶ χλευάζονται. Σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι ἐν τῇ διανοίᾳ τοῦ ἀνθρώπου.
XXI. Thus again, as many as are sons of darkness, sin ruleth over the heart, and passeth through into all the parts. For out of the heart come forth evil thoughts (Matt. 15:19); and thus being poured out from beneath it darkeneth the man. And let those who say that evil is not bred with and growing up with man, neither take thought for the morrow, nor lust; for at a certain season evil ceased troubling in them, suggesting some lust; so that the man affirmeth with an oath, Such a passion no longer riseth up against me; and after a little season he was burned up with lust, so that he was found besides these things also a perjurer. For just as water passeth through a conduit, so too through the heart and the thoughts doth sin; And as many as deny this, by sin itself being about to triumph over them, are convicted and mocked. For evil is eager to escape notice and to be hidden in the mind of man.
ΚΒʹ. Εἰ οὖν ἀγαπᾷ τις τὸν Θεὸν, καὶ αὐτὸς συγκιρνᾷ τούτῳ τὴν ἑαυτοῦ ἀγάπην· πιστευθεὶς δὲ ἅπαξ ὑπ' αὐτοῦ, προστιθεῖ τούτῳ τὴν ἐπουράνιον πίστιν, καὶ γίγνεται διπλοῦς ὁ ἄνθρωπος. Ὅπως οὖν ἐκ τῶν μελῶν σου προσφέρῃς αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὅμοια μελῶν συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν, καὶ ἀγαπῶν, καὶ προσευχόμενος· μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος· ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ, ἐπαναπαύεσθαι. Τιμιώτερος οὖν ἐστιν ὁ ἄνθρωπος ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω λέγειν, ὅτι μὴ μόνον τῶν ὁρατῶν δημιουργημάτων, ἀλλὰ καὶ τῶν ἀοράτων, ἤγουν τῶν λειτουργικῶν πνευμάτων. Οὐ γὰρ περὶ Μιχαὴλ καὶ Γαβριὴλ, τῶν ἀρχαγγέλων εἶπεν, ὅτι Ποιήσωμεν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν·
XXII. If therefore anyone loveth God, He Himself also mingleth His own love with this man; and having once been trusted by him, He addeth unto him heavenly faith, and the man becometh twofold. So that therefore out of thy members thou mayest offer unto Him, He Himself also out of His own members mingleth the like with thy soul, that thou mayest be doing all things purely, and loving, and praying; for of great dignity is man; see how great is the heaven and the earth, the sun and the moon, and the Lord took not pleasure in them, save in man alone, to rest upon him. More precious therefore is man above all created things, and perhaps I shall dare to say, not only than the visible created things, but also than the invisible, that is to say, the ministering spirits. For not concerning Michael and Gabriel, the archangels, did He say, Let Us make according to Our image and likeness (Gen. 1:26);
PG 34:592Read from the pageἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου, τῆς ἀθανάτου λέγω ψυχῆς. Καὶ γὰρ γέγραπται, ὅτι Παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν. Τὰ μὲν οὖν κτίσματα τὰ φαινόμενα, φύσει τινὶ ἀμεταβλήτῳ δέδεται.
but concerning the intellectual substance of man, I mean the immortal soul. For it is written that The encampments of angels are round about them that fear Him (Ps. 33:8). The visible creations, then, are bound by a certain immutable nature.
ΚΓʹ. Ὁ οὐρανὸς ἅπαξ τέτακται, ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος· ἀλλ' οὐδὲ παρ' ὃ ἐκτίσθησαν μετατραπῆναι δύνανται, οὔτε ἔχουσι θέλημα. Σὺ δὲ διὰ τοῦτο εἶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, ἐπειδὴ ὥσπερ ὁ Θεὸς αὐτεξούσιός ἐστι, καὶ ὃ θέλει ποιεῖ· ἐὰν θέλῃ, κατὰ τὴν ἐξουσίαν αὐτοῦ πέμψει τοὺς δικαίους εἰς γέενναν, καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν· ἀλλ' οὐχ αἱρεῖται, οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ Κύριος· οὕτως καὶ σὺ αὐτεξούσιος εἶ, καὶ ἐὰν θέλῃς ἀπολέσθαι, τρεπτῆς φύσεως εἶ· εἰ θέλεις βλασφημῆσαι, ποιῆσαι φάρμακα, καὶ ἀποκτεῖναί τινα, οὐδείς σοι ἀντίκειται ἢ κωλύει σε. Εἰ θέλει τις, ὑποτάσσεται τῷ Θεῷ, καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης, καὶ κρατεῖ τῶν ἐπιθυμιῶν. Ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐῤῥωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς,
Chapter XXIII. The heaven hath been ordained once for all, the sun, the moon, the earth, and the Lord was not well pleased in them; nor yet can they be changed contrary to that wherein they were created, neither have they a will. But thou art on this account according to the image and likeness of God, seeing that just as God is master of His own will, and doeth what He willeth—if He will, according to His authority He will send the righteous into Gehenna, and sinners into the kingdom, yet He chooseth not, neither accepteth this, for the Lord is a righteous Judge—so thou also art master of thine own will, and if thou willest to perish, thou art of a mutable nature; if thou willest to blaspheme, to prepare poisons, and to slay someone, no one opposeth thee or hindereth thee. If anyone willeth, he subjecteth himself to God, and walketh through the way of righteousness, and mastereth his desires. For this mind is an adversary, able to prevail by vigorous reasoning over the impulses of malice and shameful desires,
ΚΔʹ. Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου ἐστὶ χρυσώματα, χρυσόφορα, καὶ ἀργυρώματα, καὶ ἐσθὴς διάφορος, χρυσός τε καὶ ἄργυρος, νεανίσκοι καὶ νεάνιδες διατρίβοντες ἄγχουσι τὸν ἑαυτῶν νοῦν· εἰ καὶ ἡ φύσις διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμεῖ· καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσποτῶν, ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν· πόσῳ μᾶλλον, ὅπου ἐστὶ φόβος Θεοῦ, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν ὁ νοῦς ὀφείλει τῇ συνούσῃ κακίᾳ; Τὰ γὰρ δυνατά σοι προσέταξεν ὁ Θεός. Ἡ μὲν οὖν τῶν ἀλόγων ζώων φύσις δετή ἐστιν, οἷον ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος· ὅλοι οὖν οἱ ὄφεις τοιοῦτοί εἰσιν. Ὁ λύκος ἁρπάζειν εἴωθεν· ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. Τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται· ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως. Ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκέραιος· ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. Εἷς ἐστιν ὁ λύκος ἁρπάζων, καὶ εἷς ἐστιν ὡς ἀρνίον ἁρπαζόμενος· ἐκ τοῦ γένους τῆς ἀνθρωπότητος ἀμφότερα γενήσεται.
Chapter XXIV. For if in a great house, where there are vessels of gold, golden ornaments, and vessels of silver, and diverse raiment, both gold and silver, young men and maidens dwelling there throttle their own mind—even though nature because of indwelling sin desireth all things—and because of the human fear of their masters restrain the impulses of their desires: how much more, where the fear of God is, ought the mind to fight against and act counter to the malice dwelling with it? For God hath commanded thee the things that are possible for thee. Now the nature of irrational animals is bound: for instance, the nature of the serpent is bitter and venomous; all serpents, therefore, are such. The wolf is accustomed to seize by rapine; all wolves are of the same nature. The lamb, being simple, is seized by rapine; all lambs are of the same nature. The dove is guileless and pure; all doves are of the same nature. But man is not so. One is a ravening wolf, and one is as a lamb that is seized; out of the race of mankind both will come to be.
ΚΕʹ. Ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικὶ, ἀλλὰ καὶ πορνεύων· καὶ ἔστιν ἄλλος, ὅστις οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἀνελθεῖν ἐπὶ τὴν καρδίαν αὐτοῦ. Ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον· καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διαδιδούς. Ὁρᾷς πῶς τρεπτή ἐστιν αὐτὴ ἡ φύσις· ἔστιν ἐπὶ τὸ κακὸν ῥέπουσα, καὶ ἔστιν ἐπὶ τὸ καλὸν αὖθις· καὶ δι' ἀμφοτέρων ἐπιτηδείως ἔχει νεῦσαι πρὸς ἃς βούλεται πράξεις· δεκτικὴ οὖν ἡ φύσις τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, ἤτοι θείας χάριτος, ἤτοι ἐναντίας δυνάμεως, ἀλλ' οὐκ ἀναγκαστική· ἐπειδὴ τὸ πρὶν αὐτὸς ὁ Ἀδὰμ ἐν καθαρότητι ὢν, ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ· ἀφ' οὗ δὲ παρέβη τὴν ἐντολὴν, ὄρη δυσβάστακτα
Chapter XXV. There is one who, not being content with his own wife, also committeth fornication; and there is another, who suffereth not even a desire to come up into his heart. There is one who plundereth the goods of his neighbour; and there is another who on account of godliness distributeth even his own goods. Thou seest how mutable this nature itself is: it is inclined towards evil, and again it is inclined towards good; and through both it is aptly disposed to incline towards whatsoever actions it willeth; nature, therefore, is receptive both of good and of evil, whether of divine grace or of the adverse power, yet not subject to necessity; seeing that formerly Adam himself, being in purity, reigned over his thoughts; but since he transgressed the commandment, mountains hard to bear
PG 34:593Read from the pageἐπίκειται τῷ νῷ αὐτοῦ. Καὶ οἱ τῆς κακίας λογισμοὶ παραμιγέντες, ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο, καὶ οὐδὲ εἷς αὐτοῦ ἴδιός ἐστιν, ἐπειδὴ κατέχονται ὑπὸ τῆς κακίας.
lie heavy upon his mind. And the thoughts of malice having been mingled in, have all become as though his own, and not even one is his own, seeing that they are held fast by malice.
ΚϚʹ. Λοιπὸν ὀφείλεις ζητῆσαι λύχνον, ἵνα ἁφθῇ καὶ εὕρῃς τοὺς καθαροὺς λογισμούς. Οὗτοι γάρ εἰσιν οἱ φυσικοὶ, οὓς ἐποίησεν ὁ Κύριος. Οἱ ἀνατραφέντες εἰς θάλασσαν, ἔμαθον κολυμβᾷν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται. Οὕτως εἰσὶν οἱ Χριστιανοί. Ὥσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος· οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος· ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. Ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν· ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ Πνεύματος, δάκρυα, καὶ πένθος, καὶ στεναγμὸν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν. Ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει· καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαῤῥοῦντες ἑαυτοῖς, ἢ οἰόμενοί τι εἶναι, ἀλλ' ὄντες ἐξουδενούμενοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.
Chapter XXVI. Henceforth thou oughtest to seek a lamp, that it may be kindled and thou mayest find the pure thoughts. For these are the natural ones, which the Lord made. Those brought up at sea have learnt to swim, and when billows and waves rise up against them, they are not surprised. So are Christians. Just as the mind of a three-year-old child cannot contain or comprehend the mind of a mature sophist, seeing that a great time hath passed between, so also Christians regard the world as infant babes, looking away to the measure of grace; for they are strangers to this age. But their city and their rest is another; for Christians have the consolation of the Spirit, tears, and mourning, and groaning, and the tears themselves are a delight unto them. And they have fear also in joy and exultation; and thus they are as men carrying their blood in their hands, not trusting in themselves, or thinking themselves to be something, but being set at nought and rejected beyond all men.
ΚΖʹ. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς, καὶ πτωχῷ τινι παράθηται τὸν ἑαυτοῦ θησαυρὸν, ὁ παραλαβὼν φυλάξαι, οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ' ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ ἀλλοτρίου θησαυροῦ· τοῦτο γὰρ ἐνθυμεῖται πάντοτε, ὡς οὐ μόνον ἀλλότριός ἐστιν ὁ θησαυρὸς, ἀλλὰ καὶ βασιλεὺς δυνάστης παρέθετό μοι αὐτὸν, καὶ ὅταν θέλῃ λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ· οὕτως ἑαυτοὺς ὀφείλουσιν ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ Θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν αὐτῶν. Ὥσπερ γὰρ ὁ πτωχὸς ὁ λαβὼν τὴν παραθήκην τοῦ θησαυροῦ παρὰ τοῦ βασιλέως, ἐὰν πεποιθὼς ἐπὶ τῷ ἀλλοτρίῳ θησαυρῷ, ὡς ἰδίῳ πλούτῳ ἐπαρθῇ, καὶ τύφον λάβῃ ἡ καρδία αὐτοῦ, αἴρει ἀπ' αὐτοῦ ὁ βασιλεὺς τὸν θησαυρὸν αὐτοῦ, καὶ μένει ὁ ἐσχηκὼς αὐτὸν ἐν παρακαταθήκῃ, οἷος ἦν πρὸ τούτου πτωχός· οὕτως καὶ οἱ ἔχοντες τὴν χάριν, ἐὰν ἐπαρθῶσι καὶ τύφον λάβωσιν αἱ κάρδιαι αὐτῶν, αἴρει ἀπ' αὐτῶν ὁ Κύριος τὴν χάριν αὐτοῦ, καὶ μένουσι τοιοῦτοι, οἷοι ἦσαν πρὸ τοῦ λαβεῖν τὴν χάριν παρὰ τοῦ Κυρίου.
Chapter XXVII. Just as if there be a king, and he entrust his treasure unto a certain poor man, he that received it to guard holdeth it not as his own, but always confesseth his poverty, not daring to squander aught from the another's treasure; for he always reflecteth on this, that not only is the treasure another's, but a mighty king also entrusted it unto me, and when he willeth he taketh it from me: so also ought those who have the grace of God to account themselves, to be humble-minded and to confess their poverty. For just as the poor man who received the deposit of the treasure from the king, if trusting in the another's treasure he be lifted up as though by his own wealth, and his heart take up pride, the king taketh away his treasure from him, and he that had held it in deposit remaineth such a poor man as he was before this: so also those who have grace, if they be lifted up and their hearts take up pride, the Lord taketh away His grace from them, and they remain such as they were before receiving grace from the Lord.
ΚΗʹ. Ἀλλὰ πολλοὶ καίτοι συνούσης τῆς χάριτος, κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν. Ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινὶ, ὁμοίως καὶ νεώτερος· καὶ λοιπὸν κολακευομένη ὑπ' ἐκείνου αὐτὴ συνθῆται αὐτῷ, μοιχᾶται, καὶ ἀπόβλητος γίνεται· οὕτω καὶ ὁ δεινὸς ὄφις τῆς ἁμαρτίας σύνεστι τῇ ψυχῇ γαργαρίζων καὶ προτρεπόμενος· καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ κακίᾳ τοῦ πνεύματος, τουτέστι, πνεῦμα πνεύματι κοινωνεῖ, καὶ μοιχεύει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ συντιθέμενος καὶ καταδεχόμενος τὸν λογισμὸν τοῦ πονηροῦ. Τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστιν, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς ἀλλ' ἵνα ἀντιστῇς τῷ νῷ, καὶ ἔσωθεν ποιήσῃς πόλεμον καὶ ἀγῶνα, καὶ μὴ ὑπακούσῃς, μηδὲ συνηδυνθῇς τῇ κα-
Chapter XXVIII. Yet many, even though grace dwelleth with them, being cheated by sin know it not. Just as if there be a young maiden in a certain house, and likewise a young man; and then, being flattered by him, she herself consent unto him, she committeth adultery, and becometh castaway: so also the dreadful serpent of sin is with the soul, tickling and urging it on; and if it consent, the incorporeal soul holdeth communion with the incorporeal malice of the spirit, that is, spirit holdeth communion with spirit, and he that consenteth and receiveth the thought of the evil one committeth adultery in his heart. The measure, therefore, of thy contest is this, that thou commit not adultery in thy thoughts, but that thou resist with the mind, and wage war and contest from within, and obey not, neither take pleasure together with ma-
Notes, col. 593
On the reading
Printed κάρδιαι, for καρδίαι.
PG 34:596Read from the pageκίᾳ ἐν τοῖς λογισμοις· καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν εὕρῃ ὁ Κύριος ἐν σοὶ, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ αὐτοῦ.
lice in thy thoughts; and if the Lord find this readiness in thee, in the last day He receiveth thee into His kingdom.
ΚΘʹ. εστι γάρ τινα πράγματα, ἃ οἰκονομεῖ ὁ Κύριος ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς θείας χάριτος καὶ τῆς κλήσεως αὐτοῦ· καὶ ἔστι τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδειχθῇ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. Οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες, ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ οὖν Χριστιανοὶ ἐν τοῖς θλιβεροῖς πράγμασιν οὐκ ἄχθονται ἢ λυποῦνται· ἐὰν ἐν πενίᾳ ἢ κακουρχίᾳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνηδύνεσθαι τῇ πτωχείᾳ, καὶ ἡγεῖσθαι ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀτιμίαν καὶ ἀδοξίαν ἀντὶ δόξης· πάλιν δὲ, ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικὴν, ἢ πλοῦτον, ἢ δόξαν, ἢ τρυφὴν, ὀφείλουσι μὴ συνήδεσθαι τούτοις, ἀλλ' ἀποφεύγειν ὡς ἀπὸ πυρός.
Chapter XXIX. For there are certain things which the Lord dispenseth that He may not leave Himself without witness of His divine grace and calling; and there are certain things which He thus dispenseth by permission, that man may be proved and exercised, that the free will of man may be shown forth. For those who are in afflictions and temptations, if they endure, fail not of the kingdom of the heavens. Christians, therefore, in grievous circumstances are not vexed or grieved; if they be tried in penury or ill-treatment, they ought not to think it strange, but rather to take pleasure in poverty, and to account it instead of wealth, fasting instead of luxury, dishonour and obscurity instead of glory; and again, if they fall into things glorious in this life, which urge them on to carnal rest, or wealth, or glory, or luxury, they ought not to take pleasure in these things, but to flee away as from fire.
Λʹ. Εἰς το φαινόμενον· ⟨ἔ⟩θνος ἐὰν ἐλάχιστον ἐπικινηθῇ τῷ βασιλεῖ πρὸς πόλεμον, οὐ κάμνει πολεμῶν αὐτὸς, ἀλλ' ἀποστέλλει στρατιώτας μετὰ τῶν ἀρχόντων αὐτῶν, καὶ ποιοῦνται τὸν πόλεμον. Ἐὰν δὲ ἔθνος μέγιστον ᾖ τὸ ἐπικινηθὲν, δυνάμενον ἐμπορθῆσαι τὴν βασιλείαν αὐτοῦ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τοῖς ἐν τῷ παλατίῳ καὶ τοῖς στρατοπέδοις αὐτοῦ ἀπελθεῖν συγκροτῆσαι τὴν πόλεμον. Βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι' ἑαυτοῦ ἐλθὼν, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. Ἀσφάλισαι οὖν σεαυτὸν, καὶ ἐννοήθητι οἵα πρόνοια διὰ σὲ γεγένηται. Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ. Ὥσπερ ἂν ᾖ βασιλεὺς, καὶ εὕρῃ τινὰ ἐνδεῆ, καὶ ἔχοντα πάθη, καὶ μὴ ἐπαισχυνθῇ αὐτὸν, ἀλλὰ φαρμάκοις ἰαματικοῖς θεραπεύσῃ αὐτοῦ τὰ τραύματα, καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ ἑαυτοῦ παλάτιον, καὶ ἐνδύσῃ αὐτὸν τὴν πορφυρίδα καὶ τὸ διάδημα, καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ· οὕτως καὶ ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς, ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο, καὶ ἐποίησε κοινωνὸν τῆς βασιλικῆς αὐτοῦ τραπέζης· καὶ τοῦτο οὐ βιασάμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεψάμενος αὐτὸν εἰς τὴν τοιαύτην ἵστησι τιμήν.
Chapter XXX. Looking to what is visible: if a very small nation be stirred up against the king for war, he toileth not in warring himself, but sendeth soldiers with their commanders, and they wage the war. But if the nation stirred up be very great, able to ravage his kingdom, the king himself is compelled to go forth with those in the palace and with his armies to join battle in the war. Behold, therefore, thy dignity, that God was moved with His own army, I mean of the angels and of the holy spirits, coming by Himself unto thine embassy, that He might redeem thee from death. Secure thyself, therefore, and consider what manner of providence hath come to pass on thy behalf. And we have used an example from common life, as being in life. Just as if there be a king, and he find someone in need, and having ailments, and be not ashamed of him, but heal his wounds with healing medicines, and carry him off into his own palace, and clothe him with the purple robe and the diadem, and make him a partaker of his table: so also the heavenly King Christ, having come unto man who had ailments, healed him, and made him a partaker of His royal table; and this without forcing his will, but having exhorted him He establisheth him unto such honour.
ΛΑʹ. Καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ γέγραπται, ὅτι Ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας, δηλώσας αὐτοῖς, ὅτι Τὸ ἄριστόν μου ἡτοίμασται· αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτήσαντο λέγοντες, ὁς μὲν, Ἠγόρασα, φησὶ, ζεύγη βοῶν· ἄλλος, Γυναῖκα ἡρμοσάμην. Ὁρᾷς ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. Ἄρα αὐτοὶ ἑαυτῶν αἴτιοι γεγόνασι. Τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν. Βλέπε ὅτι ὁ Κύριος ἡτοί-
Chapter XXXI. For even in the Gospel it is written that The master sent forth his servants, calling them that were willing, having declared unto them, My dinner is prepared; but they that were called begged off, saying—one, I have bought, saith he, yokes of oxen; another, I have betrothed a wife (Luke 14:18-20; Matt. 22:4). Thou seest that the caller is ready, whereas they that were called refused. Therefore they themselves have become the cause unto themselves. So great, then, is the dignity of Christians. Behold that the Lord pre-
Notes, col. 596
On the reading
Printed λογισμοις, for λογισμοῖς.
Printed τὴν πόλεμον, for τὸν πόλεμον.