ρανίου βασιλέως. Καὶ λοιπὸν ἐπ' ἐκείνῃ τῇ ψυχῇ, λύπη καὶ ὀδύνη, καὶ κλαυθμὸς πᾶσιν ἁγίοις καὶ νοεροῖς πνεύμασι γίνεται· ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται, μάρτυρες κλαίουσιν ἐπ' αὐτῇ.
venly King. And henceforth over that soul grief and pain and weeping cometh to all holy and intellectual spirits; angels, powers, apostles, prophets, martyrs weep over her.
Γʹ. Ὥσπερ γὰρ χαρὰ γίγνεται ἐν οὐρανῷ, ὡς ὁ Κύριος εἶπεν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· οὕτως λύπη πολλὴ καὶ κλαυθμὸς ἐν τῷ οὐρανῷ γίνεται, ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς. Καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐπάν τις πλούσιος ἀποθάνῃ ἀνὴρ, μετὰ μελῳδιῶν, καὶ θρήνου, καὶ κοπετοῦ ἐκκομίζεται τοῦ βίου ὑπὸ τῶν ἰδίων ἀδελφῶν, καὶ πρὸς συγγενῶν, καὶ φίλων, καὶ γνωρίμων· οὕτως καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ πάντες οἱ ἅγιοι πενθοῦσι μετὰ θρήνων καὶ μελῳδιῶν. Καὶ γὰρ ἀλλαχοῦ τοῦτο ἡ Γραφὴ αἰνίττεται λέγουσα, πέπτωκε πίτυς, πενθεῖτε, κέδροι· ὥσπερ γὰρ ὁ Ἰσραὴλ ὅτε ἐδόκει εὐαρεστεῖν τῷ Δεσπότῃ, εἰ καὶ μηδέποτε ὃν δεῖ τρόπον εὐηρέστησε, στύλον νεφέλης εἶχεν ἐπισκιάζοντα, καὶ στύλον πυρὸς καταυγάζοντα, θάλασσαν ἑώρα σχιζομένην ἔμπροσθεν αὐτοῦ, ὕδωρ ἐκ πέτρας διαυγὲς ἐξερχόμενον· ἐπεὶ δὲ ἐστρέφετο ὁ νοῦς αὐτῶν, καὶ ἡ προαίρεσις ἀπὸ τοῦ Θεοῦ, τότε ὄφεσι παρεδίδοντο, καὶ τοῖς ἐχθροῖς αὐτῶν, ἐν αἰχμαλωσίαις δειναῖς ἀπαγόμενοι, καὶ δουλείαις πικραῖς ἐξεταζόμενοι· τὸ αὐτὸ πάντως καὶ ἐπὶ τῶν ψυχῶν ἡμῶν γίνεται. Τοῦτο δὲ καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ μυστικῶς ἐμφαῖνον τὸ Πνεῦμα περὶ τῆς τοιαύτης ψυχῆς, ὥσπερ Ἱερουσαλὴμ, ἔλεγεν· Εὗρόν σε, φησὶν, ἐν τῇ ἐρήμῳ γυμνὴν, καὶ ἔλουσά σε ἐκ τοῦ ὕδατος τῆς ἀκαθαρσίας σου, καὶ ἐνέδυσά σε ἔνδυμα, καὶ ψέλλια περιέθηκα ἐν ταῖς χερσί σου, καὶ μανιάκια περὶ τὸν τράχηλόν σου, καὶ ἐνώτια ἐν τοῖς ὠσί σου, καὶ ἐγένου μοι ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι· σεμίδαλιν, καὶ ἔλαιον, καὶ μέλι ἔφαγες, καὶ εἰς ὕστερον ἐπελάθου τῶν εὐεργεσιῶν μου, καὶ ἐπορεύθης ὀπίσω τῶν ἐραστῶν σου, καὶ ἐπόρνευσας ἐν αἰσχύνῃ.
III. For just as joy cometh in heaven, as the Lord said, over one sinner repenting (Luke 15:7); so much grief and weeping cometh in heaven over one soul falling away from eternal life. And just as upon the earth whenever some rich man dieth, with chants, and dirge, and wailing he is carried out from life by his own brethren, and by kinsfolk, and friends, and acquaintances; so too over that soul all the saints mourn with dirges and chants. For indeed elsewhere the Scripture hinteth at this, saying, the pine tree hath fallen, mourn, ye cedars (Zech. 11:2); for just as Israel, when he seemed to be well-pleasing to the Master, even if he never was well-pleasing in the way that is needful, had a pillar of cloud overshadowing, and a pillar of fire shining down, saw a sea cleft before him, clear water coming forth out of a rock (Exod. 13:21; 14:19); but when their mind and purpose turned away from God, then they were delivered over to serpents, and to their enemies, led away in dreadful captivities, and tried in bitter slaveries: the very same thing altogether happeneth also in the case of our souls. And showing this mystically also in the prophet Ezekiel concerning such a soul, even as Jerusalem, the Spirit said: I found thee, saith He, naked in the wilderness, and I washed thee with water from thy uncleanness, and clothed thee with a garment, and put bracelets upon thy hands, and necklaces about thy neck, and earrings in thine ears, and thou becamest renowned unto Me among all the nations; fine flour, and oil, and honey thou didst eat, and at the last thou didst forget My benefits, and wentest after thy lovers, and playedst the harlot in shame (Ezek. 16:6 seq.).
Δʹ. Οὕτως καὶ ψυχῇ τῇ διὰ τῆς χάριτος ἐπιγινωσκούσῃ τὸν Θεὸν, τὸ Πνεῦμα παραινεῖ, ἥτις καθαρισθεῖσα ἀπὸ τῶν προτέρων ἁμαρτιῶν καὶ τοῖς τοῦ ἁγίου Πνεύματος κοσμίοις κοσμηθεῖσα, καὶ μεταλαβοῦσα θείας καὶ ἐπουρανίου τροφῆς, μὴ δεόντως δὲ ἐν πολλῇ γνώσει ἀναστρεφομένη, καὶ ἁρμοζόντως μὴ τηροῦσα τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ εὔνοιαν καὶ ἀγάπην, ἀποῤῥίπτεται καὶ ἐκβάλλεται τῆς ζωῆς ἧς ποτε μέτοχος γέγονε. Δύναται γὰρ ὁ Σατανᾶς καὶ μετὰ τῶν ἐχόντων τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, καὶ κατὰ τῶν τὸν Θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων, ἀκμὴν ἡ κακία ἐπαίρεται, καὶ ἀγωνίζεται καταράξαι. Ἀγωνιστέον τοίνυν καὶ παραφυλακτέον καὶ ἡμᾶς πάσῃ συνέσει μετὰ φόβου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι, καθὼς γέγραπται. Ὅσοι οὖν μέτοχοι τοῦ Πνεύματος Χριστοῦ γεγόνατε, ἐν μηδενὶ πράγματι, μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ, καταφρονητικῶς διατεθῆτε, καὶ τὴν χάριν τοῦ Πνεύματος μὴ ἐνυβρίσητε, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.
IV. Thus also the Spirit exhorteth the soul that through grace knoweth God, which having been cleansed from former sins and adorned with the ornaments of the Holy Spirit, and having partaken of divine and heavenly nourishment, yet not conducting herself needfully in much knowledge, and not fittingly keeping the goodwill and love due to the heavenly Bridegroom Christ, is cast away and driven out from the life whereof she once became a partaker. For Satan is able even with those who have such measures to be lifted up and exalted, and against those who have known God in grace and power, evil still lifteth itself up, and striveth to dash them down. We also therefore must strive and guard ourselves with all understanding with fear to work out our own salvation (Phil. 2:12), even as it is written. As many of you, therefore, as have become partakers of the Spirit of Christ, in no matter, neither in small nor in great, be ye disdainfully disposed, and do not insult the grace of the Spirit, lest ye come to be outside of the life whereof ye have already become partakers.