Migne Reading Room

PG 34 · cols. 549–560 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:549Read from the page
νειαν, πωλῆσαι τὰ ὑπάρχοντα, καὶ διαδοῦναι πτωχοῖς, καὶ θησαυρίζειν αὐτὰ, καὶ ζητεῖν εἰς τοὺς οὐρανούς· Ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου. Ἤδει γὰρ ὁ Κύριος, ὅτι ἐντεῦθεν ὁ Σατανᾶς κατισχύει τῶν λογισμῶν, τοῦ καταφέρειν αὐτοὺς εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων. Διὰ τοῦτο ὁ Θεὸς προνοούμενος τῆς ψυχῆς σου, εἶπεν ἀποτάξασθαι πᾶσιν, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐράνιον πλοῦτον, καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν Θεόν. Ἐὰν γὰρ καὶ θελήσῃς ἐπιστραφῆναι πρὸς τὰ κτίσματα, οὐδὲν εὑρίσκεις τῶν φαινομένων κεκτημένος. Θέλεις, οὐ θέλεις, ὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζει πέμψαι τὸν νοῦν σου πρὸς τὸν οὐράνιον· Ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου.
dred, to sell our possessions, and distribute them to the poor, and lay them up as treasure, and seek them in the heavens: For where thy treasure is, there will thy heart be also (Matt. 6:21). For the Lord knew that from hence Satan prevails over the thoughts, to drag them down into anxiety over material and earthly things. On this account God, taking forethought for your soul, told you to renounce all things, so that even against your will you may seek after heavenly wealth, and have your heart towards God. For even if you should wish to turn back towards created things, you find yourself possessing nothing of the things that are seen. Whether you will or no, where you have laid up and stored away these things as treasure, it compels you to send your mind towards the heavenly One: For where thy treasure is, there will thy heart be also (Matt. 6:21).
Ηʹ. Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ Θεὸς τῷ Μωϋσεῖ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν, καὶ τοῦτον ὑψώσῃ, καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου· καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον. Τοῦτο οἰκονομικῶς ἐγίνετο, ἵνα οἱ κατεχόμενοι εἰς τὰς γηΐνας μερίμνας, καὶ εἰς τὰς εἰδωλολατρείας, καὶ εἰς τὰς ἡδονὰς τοῦ Σατανᾶ, καὶ εἰς πᾶσαν ἀσέβειαν, διὰ τούτου τοῦ τρόπου μερικῶς πως ἀνακύψωσιν ἐπὶ τὰ ἄνω, καὶ ἀναψύξαντες ἀπὸ τῶν κάτω προσέχωσιν ἐπὶ τὰ ὑψηλὰ, καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον· καὶ οὕτως κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότερον καὶ ἀνώτερον γένος ἐπιγινώσκωσιν, ὅτι ἐστὶν ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν. Οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι, καὶ πάντα πωλήσαντα δοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ῥέψαι ἐπὶ τῆς γῆς, μὴ δυνηθῇς. Ἐρευνήσας γὰρ ἐν τῇ καρδίᾳ σου ἄρχου μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι, Παρ' ὃ ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανὸν, ὅπου ἔχομεν τὸν θησαυρὸν, ὅπου ἐπραγματευσάμεθα. Ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος, καὶ ἐπιζητεῖν τὰ ἀνώτερα, καὶ προκόπτειν ἐν τούτῳ.
8. For in the law also God commanded Moses to make a brazen serpent, and to lift it up, and fix it upon the top of the wood; and as many as were bitten by the serpents, on giving heed unto the brazen serpent, obtained healing. This came to pass by way of dispensation, so that those held fast in earthly cares, and in idolatries, and in the pleasures of Satan, and in all ungodliness, might by this means look up in some partial measure unto the things above, and finding relief from the things below might give heed unto the lofty things, and again from those might advance unto the loftiest; and thus advancing little by little unto the loftier and higher race might come to know that He is Most High above all creation. So He commanded you also to become poor, and having sold all things to give to the poor, so that thereafter, even if you should wish to incline downwards upon the earth, you may not be able. For having searched in your heart, begin to converse with your thoughts: Since we have nothing upon the earth, let us go towards heaven, where we have our treasure, where we have done our trading. Your mind begins to look upwards towards the height, and to seek after the higher things, and to advance therein.
Θʹ. Τί δέ ἐστιν ὁ νεκρὸς ὄφις, ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου, ἰᾶτο τοὺς πεπληγμένους; ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ Κυρίου. Τὸ σῶμα γὰρ ὃ ἔλαβεν ἐκ τῆς Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ, καὶ ἐκρέμασε, καὶ προσέπηξεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν. Ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν; ἀλλ' ὃν τρόπον ἐποίησε Μωϋσῆς καινὸν ἔργον, ὁμοίωμα τοῦ ζῶντος ὄφεως ποιήσας· οὕτω καὶ ὁ Κύριος καινὸν ἔργον ἐκ τῆς Μαρίας ἐποίησε, καὶ τοῦτο ἐνεδύσατο ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ· τὸ Πνεῦμα τὸ οὐράνιον ἐν τῷ Ἀδὰμ εἰσελθὸν εἰργάσατο, καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο, ἀνθρωπίνην σάρκα, καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. Ὥσπερ οὖν ὄφις χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύθη ὑπὸ τοῦ Κυρίου ἐν κόσμῳ γενέσθαι· οὕτω δὴ σῶμα καινὸν καὶ ἀναμάρτητον, ἕως τοῦ Κυρίου οὐκ ἐφάνη ἐν τῷ κόσμῳ. Παραβάντος γὰρ
9. And what is the dead serpent, which, being fixed upon the top of the wood, healed those who were bitten? The dead serpent overcame the living ones, so that it is a type of the body of the Lord. For the body which He took from Mary, He offered it up upon the cross, and hung and fixed it upon the wood, and a dead body overcame and slew the serpent living and creeping in the heart. Here is the greatest wonder: how did the dead serpent slay the living one? Yet in the same way as Moses wrought a new work in making a likeness of the living serpent, so also the Lord wrought a new work from Mary, and put this on, yet did not bring the body from heaven; the heavenly Spirit, having entered into Adam, wrought it, and mingled him with the Godhead and put on human flesh, and formed it in the womb. Just as, therefore, a brazen serpent until the time of Moses had not been commanded by the Lord to come to be in the world; so indeed a new and sinless body until the time of the Lord did not appear in the world. For when
PG 34:552Read from the page
τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ, ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ· ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.
the first Adam transgressed the commandment, death reigned over all his children; a dead body, therefore, overcame the living serpent.
Ιʹ. Καὶ τοῦτο θαυμάσιον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Τί δὲ λέγει ὁ Ἀπόστολος· Ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, ἡμῖν δὲ τοῖς σωζομένοις Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν. Ἐν γὰρ τῷ νεκρῷ σώματι ἡ ζωή· ὧδε ἡ ἀπολύτρωσις, ὧδε τὸ φῶς, ὧδε ἔρχεται πρὸς τὸν θάνατον, καὶ διαλέγεται αὐτῷ ὁ Κύριος, καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾍδου καὶ τοῦ θανάτου τὰς ψυχὰς, καὶ ἀποδοῦναι αὐτῷ. Ἰδοὺ οὖν οὗτος πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται πρὸς τοὺς διακόνους αὐτοῦ, καὶ συνάγει πάσας τὰς δυνάμεις, καὶ προσφέρει ὁ ἄρχων τῆς πονηρίας τὰ χειρόγραφα, καὶ λέγει· Ἴδε οὗτοι ὑπήκουσαν τῷ λόγῳ μου, ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι. Ὁ δὲ Θεὸς, δικαιοκρίτης ὢν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει αὐτῷ; Ὑπήκουσέ σοι ὁ Ἀδὰμ, καὶ κατέσχες αὐτοῦ πάσας τὰς καρδίας· ὑπήκουσέ σοι ἡ ἀνθρωπότης, τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε. Τοῦτο ἀναμάρτητόν ἐστιν· ἐκεῖνο τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα· ἐμοὶ δὲ πάντες μαρτυροῦσιν, ὅτι οὐχ ἥμαρτον· οὐ χρεωστῶ σοι οὐδέν· καὶ ὅτι Υἱός εἰμι τοῦ Θεοῦ, πάντες μοι μαρτυροῦσιν. Ἐπάνω γὰρ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἰωάννης μαρτυρεῖ, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ πάλιν ἡ Γραφὴ, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ· καὶ ὅτι, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ σὺ δὲ αὐτὸς, Σατανᾶς, μαρτυρεῖς μοι λέγων, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ πάλιν, Τί ἡμῖν καὶ σοὶ Ἰησοῦ Ναζαρηνέ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Τρεῖς μοι μαρτυροῦσιν, ὁ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίησιν, οἱ ἐπὶ γῆς, καὶ σὺ αὐτός. Ἐξαγοράζω οὖν τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδὰμ, παραλύω σου τὰ χειρόγραφα. Ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέα τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν ἐν τῷ ᾅδῃ· καὶ κελεύω σοι, ᾅδη καὶ σκότος, καὶ θάνατε, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τοῦ Ἀδάμ. Καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρομάξασαι ἀποδιδοῦσι τὸν ἐγκεκλεισμένον Ἀδάμ.
10. And this wonder is unto Jews a stumbling-block, and unto Greeks foolishness. For what says the Apostle? But we preach Jesus Christ, and Him crucified, unto Jews a stumbling-block, and unto Greeks foolishness, but unto us who are being saved, Christ the power of God, and the wisdom of God (1 Cor. 1:23-24). For in the dead body is life; here is redemption, here is light; here the Lord comes unto death, and discourses with it, and commands it to cast forth the souls out of Hades and death, and restore them unto Him. Behold, therefore, being troubled at these things, it goes in unto its servants, and gathers together all its powers, and the ruler of wickedness brings forward the bonds, and says: Behold, these obeyed my word; behold how men worshipped us. But God, being a righteous Judge, there also shows His justice and says unto him: Adam obeyed you, and you took possession of all his hearts; humanity obeyed you, what does My body do here? This is sinless; that body of the first Adam owed you a debt, and justly do you hold his bonds; whereas all bear witness unto Me that I did not sin; I owe you nothing; and that I am the Son of God, all bear witness unto Me. For from above the heavens a voice came upon the earth and bore witness: This is My beloved Son; hear Him (Matt. 17:5). John bears witness: Behold the Lamb of God, Who takes away the sin of the world (John 1:29); and again the Scripture: Who did no sin, neither was guile found in His mouth (1 Pet. 2:22); and that: The ruler of this world comes, and in Me he will find nothing (John 14:30). And you yourself also, Satan, bear witness unto Me, saying: I know Who Thou art, the Son of God (Mark 1:24); and again: What have we to do with Thee, Jesus of Nazareth? Hast Thou come before the time to torment us? (Matt. 8:29). Three bear witness unto Me: He Who sends forth a voice from above the heavens, those upon earth, and you yourself. I redeem, therefore, the body that was sold unto you through the first Adam; I cancel your bonds. For I have paid the debts of Adam, having been crucified and having descended into Hades; and I command you, O Hades and darkness and death, cast forth the imprisoned souls of Adam. And thus thereafter the evil powers, trembling with fear, give back the imprisoned Adam.
ΙΑʹ. Ἀλλ' ὅταν ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐῤῥύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου, καὶ τοῦ σκότους, καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ Κύριος, καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς. Ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ, καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. Καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σου ἐστίν. Ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας,
11. Yet when you hear that at that time He delivered the souls out of Hades and darkness, and that the Lord descended into Hades and wrought a glorious work, do not think that these matters are far from your soul. For man is capable of containing and receiving the evil one; for death holds fast the souls of Adam, and the thoughts of the soul are shut up within the darkness. And when you hear concerning tombs, do not reckon only the visible ones; for your heart is a tomb and a sepulchre. For when the ruler of wickedness
PG 34:553Read from the page
καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι, καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ Σατανᾶ εἰς τὸν νοῦν σου, καὶ εἰς τοὺς λογισμούς σου, οὐχὶ ᾅδης, καὶ τάφος, καὶ μνημεῖον, καὶ νεκρὸς εἶ τῷ Θεῷ; ἐκεῖ γὰρ ὁ Σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν. Ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας· ἐζύμωσε ζύμῃ παλαιᾷ· βρύει ἐκεῖ πηγὴ βορβόρου. Ἔρχεται οὖν ὁ Κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχὰς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων, Ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς, τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως. Διαῤῥήσσει οὖν τοὺς βαρεῖς λίθους ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρὸν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.
and his angels lurk in their dens there, and when they make paths and thoroughfares there, where the powers of Satan walk about into your mind and into your thoughts, are you not Hades, and a sepulchre, and a tomb, and dead unto God? For there Satan has stamped reprobate silver. In this soul he has sown seeds of bitterness; he has leavened her with old leaven; a fountain of mire springs up there. The Lord comes, therefore, into the souls that seek after Him, into the depth of the Hades of the heart, and there commands death, saying: Cast forth the imprisoned souls that seek after Me, which you hold fast by force. He bursts asunder, therefore, the heavy stones lying upon the soul, opens the tombs, raises up him who is truly dead, and casts forth the imprisoned soul out of the dark prison.
ΙΒʹ. Ὃν τρόπον ἐὰν ᾖ ἄνθρωπος δεδεμένος χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμὰ, καὶ ἀφῇ αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι· οὕτω τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ Κύριος ἀπὸ δεσμῶν, καὶ ἀφίησιν αὐτὴν, καὶ ἐλευθεροῖ τὸν νοῦν τοῦ ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. Ὥσπερ ἐὰν ᾖ ἄνθρωπος ἐν πλησμονῇ ποταμοῦ ἐν μέσῳ, καὶ καταβυθισθεὶς ἐν τῷ ὕδατι κεῖται νεκρὸς, πεπνιγμένος ἀναμέσον δεινῶν θηρίων· καὶ εἰ θελήσει ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾷν, διασῶσαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται. Λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ, καὶ τεχνίτου χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσῃ καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ ὄντα ἀναμέσον τῶν θηρίων· καὶ αὐτὸ δὲ τὸ ὕδωρ ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλέειν, βοηθεῖ τούτῳ, καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα μέρη. Οὕτως ἡ ψυχὴ εἰς ἄβυσσον σκότους, καὶ εἰς τὸ βάθος τοῦ θανάτου καταποντισθεῖσα πέπνικται, καὶ νεκρά ἐστιν ἀπὸ τοῦ Θεοῦ ἀναμέσον θηρίων δεινῶν. Καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου καὶ τοῦ θανάτου κατελθεῖν, εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; Αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη, εἰς τὸ βάθος τοῦ ᾅδου, καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτοῖς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ. Καὶ αὐτὸς δὲ ὁ θάνατος, διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι.
12. In the same way as if a man be bound hand and foot with chains, and someone come who loosens his bonds, and lets him walk free in relief; so the Lord loosens from bonds the soul bound with the chains of death, and lets her go, and sets the mind free to walk untiringly at rest in the divine air. Just as if a man be in the midst of the flood of a river, and having been plunged down in the water lies dead, drowned amidst terrible beasts; and if another man inexperienced in swimming should wish to save fully him who fell in, he himself also perishes with him and is drowned. Thereafter, then, there is need here of an experienced swimmer and craftsman, so that entering into the depth of the bosom of the water he may dive down there and bring up him who was sunk in the deep and was amidst the beasts; and the water itself, when it sees one experienced and knowing how to swim, helps him, and bears him up unto the upper parts. Thus the soul, having been sunk in an abyss of darkness and in the depth of death, is choked, and is dead from God amidst terrible beasts. And who is able to go down into those chambers and the depths of Hades and death, save the Craftsman Himself Who wrought the body? He Himself comes into the two parts, into the depth of Hades, and again into the deep bosom of the heart, where the soul is held fast by death together with the thoughts themselves, and brings up the deadened Adam out of the dark deep. And death itself, through exercise, becomes a help unto the man himself, just like the water unto the swimmer.
ΙΓʹ. Τί γὰρ δυσχερές ἐστι τῷ Θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον, καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκίαι καὶ οἰκοδομαὶ, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ· Καί εἰσιν ὅπου θηρία, λέοντες, ἢ δράκοντες, καὶ ἄλλα ἰοβόλα θηρία. Εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν, εἰσέρχεται πανταχόθεν, διὰ τῶν θυρίδων, ἤτοι θυρῶν, καὶ εἰς τὰ σπήλαια τῶν λεόντων, καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ ἐξέρχεται, καὶ οὐδὲν βλάπτεται· πόσῳ μᾶλλον ὁ Θεὸς καὶ Δεσπότης πάντων εἰσέρχεται εἰς τοὺς φωλεοὺς, καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς, κἀκεῖθεν ῥυό-
13. For what is difficult for God, to enter into death, and again into the deep bosom of the heart, and from thence to recall the deadened Adam? For in the visible age there are houses and buildings, where humanity dwells; and there are places where beasts, lions, or dragons, and other venomous beasts dwell. If, therefore, the sun, being a creature, enters from every side, through the windows or doors, both into the caves of the lions and into the holes of the creeping things, and goes out, and is harmed in nothing; how much more does the God and Master of all enter into the dens and into the houses where death has pitched its tent, and into the souls, and delivering from thence
PG 34:556Read from the page
μενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου; Καὶ ὁ ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος, φθάνει κατέρχεσθαι εἰς τὰ κατώτερα μέρη τῆς γῆς, κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ἀνύγρανε καὶ ἀνεκαίνισε, καὶ ἐποίησεν ἐκεῖ γέννημα καινόν.
Adam, is He not wronged by death? And the rain coming down out of heaven reaches down into the lower parts of the earth, and from thence moistens and renews the dried-up roots, and produces there a new shoot.
ΙΔʹ. Ἄλλος ἐστὶν ὁ ἔχων ἀγῶνα, καὶ θλῖψιν, καὶ πόλεμον πρὸς τὸν Σατανᾶν· οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. Εἰς δύο πρόσωπα εἰστήκει ὁ τοιοῦτος. Εἰ τοίνυν ἐν τοιούτοις πράγμασιν εἰστήκει οὗτος, εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ Κύριος καὶ φυλάσσει αὐτόν· ἐπιζητεῖ γὰρ σπουδαίως, καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. Πάλιν δὲ εἰ φαίνεταί σοι ἀδελφὸς ἀγαθὸς ὧδε, ὑπὸ τῆς χάριτός ἐστιν ἐστηριγμένος. Ὁ δὲ μὴ ἔχων θεμέλιον, οὐκ ἔχει τοσοῦτον φόβον Θεοῦ, οὐ συντέτριπται αὐτοῦ ἡ καρδία, οὔτε ἐστὶν ἐν φόβῳ, οὔτε ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ μέλη, τοῦ μὴ ἀτάκτως περιπατεῖν. Οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. Ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει, καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος. Καὶ γὰρ τὰ σπέρματα ὅταν βληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τὸν χειμῶνα, εἰς τὴν ψυχρότητα τῶν ἀέρων· καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα.
14. One man is he who has a struggle, and affliction, and war against Satan; this man has his soul contrite; for he is in care and mourning and tears. Such a man has stood facing two persons. If, therefore, this man has stood in such matters, the Lord is with him in the war and guards him; for he seeks earnestly, and knocks at the door, for when He will open unto him. And again, if a brother appears good unto you here, he has been established by grace. Whereas he who has no foundation does not have so great a fear of God, his heart is not contrite, neither is he in fear, neither does he secure his heart and his members from walking disorderly. This man still has his soul loose; for he has not yet entered into the struggle. One man, therefore, is he who is in struggle and affliction, and another is he who does not know what war is. For the seeds also, when they are cast into the earth, endure affliction in the frosts, in the winter, in the coldness of the air; and in due season the shoot is quickened again.
ΙΕʹ. Συμβαίνει δὲ ὅτι ὁ Σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· Ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πόσων μανιῶν πεπλήρωταί σου ἡ ψυχὴ, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν, ὅτι οὐκέτι δύνασαι σωθῆναι. Ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμὸν, καὶ ὅτι οὐκ ἔστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου. Ἐπειδὴ γὰρ παρεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ' ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. Ἀποκρίθητι αὐτῷ καὶ σὺ, ὅτι ἔχω τὰς μαρτυρίας τοῦ Κυρίου ἐγγράφως, καὶ ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, καὶ τὸ ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτόν. Διὰ τοῦτο γὰρ κατῆλθεν αὐτὸς, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ζωοποιήσῃ, τοὺς ἐν τῷ σκότει φωτίσῃ. Ἀληθῶς γὰρ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσεν, εἰς πόλιν ἁγίαν, εἰρηνευομένην, εἰς ζωὴν τὴν μηδέποτε ἀποθνήσκουσαν, εἰς δόξαν ἄφθαρτον. Μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν· ἐμμείνωμεν τῇ πτωχείᾳ, τῇ ξενητείᾳ, τῇ κακουχίᾳ, τῇ αἰτήσει τῇ πρὸς τὸν Θεὸν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. Ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερος ὁ Κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας, καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον. Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγγελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. Δόξα τοῖς οἰκτιρμοῖς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
15. And it happens that Satan converses with you in the heart: Behold how many evils you have done, behold with how many madnesses your soul is filled, and you are weighed down by sins, so that you are no longer able to be saved. And these things he does, that he may bring you into despair, and into thinking that your repentance is not acceptable. For since wickedness crept in through the transgression, thereafter at every hour it converses with the soul as a man with a man. Answer him yourself also: I have the testimonies of the Lord in writing, and that: I desire not the death of the sinner, so much as his repentance, and that he should turn back from his evil way, and that he should live (Ezek. 33:11). For on this account He Himself came down, that He might save sinners, raise up the dead, quicken those put to death, illuminate those in the darkness. For truly having come, He called us unto adoption as sons, unto a holy city at peace, unto the life that never dies, unto incorruptible glory. Only let us give a good end unto our beginning; let us abide in poverty, in life as strangers, in ill-treatment, in petition towards God, knocking with importunity at the door. For just as the body is near unto the soul, so much nearer is the Lord to come and open the closed doors of the heart, and bestow upon us the heavenly wealth. For He is good and loving towards mankind, and His promises are unfailing, if only we endure unto the end seeking after Him. Glory to the mercies of the Father, and of the Son, and of the Holy Spirit, unto the ages. Amen.
Notes, col. 556

On the reading

Printed εἰστήκει, for ἑστήκει.

PG 34:557Read from the page
ΟΜΙΛΙΑ ΙΒʹ.
Homily XII.
Περὶ τῆς στάσεως τοῦ Ἀδὰμ πρὸ τοῦ παραβηναι αὐτὸν τὴν ἐντολὴν τοῦ Θεοῦ· καὶ μετὰ τὸ αὐτὸν ἀπολέσαι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον. Συνέχει καὶ ἡ ὁμιλία ζητήσεις τινὰς πάνυ ὠφελίμους.
Concerning the state of Adam before he transgressed the commandment of God; and after he lost both his own image and the heavenly one. The homily also contains certain very profitable inquiries.
Αʹ. Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς, κατὰ δύο τρόπους ἀπώλετο· ἕνα μὲν, ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· ἕτερον δὲ, ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία. Ὥσπερ ἐὰν ᾖ νόμισμα, τὴν εἰκόνα τοῦ βασιλέως ἔχον, καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο, καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, τοιοῦτον ἔπαθε καὶ ὁ Ἀδάμ· μέγας γὰρ πλοῦτος καὶ μεγάλη ἡ κληρονομία εὐτρέπιστο αὐτῷ. Ὥσπερ ἐὰν ᾖ χωρίον μέγα, καὶ τοῦτο ἔχῃ προσόδους πολλὰς, ἐκεῖ ἄμπελος εὐθύνουσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος· οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ Ἀδάμ. Ἀλλ' ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμοὺς, ἀπώλετο ἀπὸ τοῦ Θεοῦ.
1. Adam, having transgressed the commandment, perished in two ways: one, that he lost the pure possession of his nature, the lovely one, the one according to the image and likeness of God; and the other, that he lost the image itself, in which was laid up for him by promise the whole heavenly inheritance. Just as if there be a coin bearing the image of the king, and this be stamped with a false die, both the gold is lost and the image is of no use, such a thing Adam also suffered; for great wealth and a great inheritance had been prepared for him. Just as if there be a great estate, and this have many revenues, there a thriving vine, there fruitful lands, there herds, there gold and silver; so precious was the estate before the disobedience, the very vessel of Adam. But since he held evil designs and thoughts, he perished from God.
Βʹ. Οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἠφανίσθη, καὶ ἀπέθανεν· ἀπὸ τοῦ Θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ φύσει ζῇ. Ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ, καὶ πραγματεύεται· ἀλλ' ὀφθαλμὸς τοῦ Θεοῦ βλέπει αὐτὸν τὸν νοῦν, καὶ τὰς ἐνθυμήσεις, καὶ ὡς περιβλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ Θεῷ λογίζονται. Ὥσπερ ἐὰν ὦσι πανδοχεῖα, καὶ πορνεῖα, καὶ τόποι ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι· λοιπὸν οἱ θεοσεβεῖς παρερχόμενοι οὐ βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν; ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας διὰ τοῦ λόγου αὐτοῦ, καὶ ἀπὸ τῆς ἐντολῆς, ἐπιβλέπει μὲν, ἀλλὰ παραβλέπει αὐτοὺς, καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν, οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ Κύριος.
2. Yet we do not say that the whole perished and was obliterated, and died; he died from God, whereas in his own nature he lives. For behold, the whole world walks upon the earth, and does business; but the eye of God sees the mind itself, and the reflections, and as He looks round upon them, He also overlooks them, and makes no fellowship among them, since they meditate upon nothing well-pleasing unto God. Just as if there be inns, and brothels, and places where disorders and debaucheries take place, do not the godly passing by abominate them, and seeing them do they not refuse to look? For unto them they are as dead things; so also God looks upon those who have revolted through His word and away from the commandment, yet overlooks them, and makes no fellowship there, neither does the Lord rest in their thoughts.
Γʹ. Ἐρώτησις. Πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅτε αἰσθηθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε, καὶ εἰς γνῶσιν καὶ σύνεσιν ἦλθεν, ἣν τὸ πρότερον οὐκ εἶχεν;
3. Question. How is anyone able to be poor in spirit, especially when he perceives within himself that he has been changed and has advanced, and has come unto knowledge and understanding which formerly he did not have?
Ἀπόκρισις. Ἕως οὗ ταῦτά τις κτᾶται, καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ' οἴεται περὶ ἑαυτοῦ· ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύνεσιν καὶ τὴν προκοπὴν, αὕτη ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι, τὸν ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν Θεοῦ, μὴ ἡγεῖσθαί τι ἑαυτὸν εἶναι, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενουμένην, ὡς μηδὲν εἰδότα ἢ ἔχοντα, καίτοι εἰδότα καὶ ἔχοντα. Τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐπὶ τῷ νοῒ τῶν ἀνθρώπων. Οὐχ ὁρᾷς ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ὢν ἐκλεκτὸς, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε; καὶ ὁ Δαβὶδ, χρισθεὶς εἰς βασιλέα, Θεὸν εἶχε μεθ' ἑαυτοῦ· καὶ τί λέγει; Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένωμα λαῶν.
Answer. So long as anyone is acquiring these things and advancing, he is not poor in spirit, but thinks somewhat of himself; whereas when he comes unto this understanding and advancement, this grace teaches him to be poor in spirit, so that he who is a righteous and chosen man of God does not account himself to be anything, but holds his soul dishonoured and despised, as knowing or having nothing, although knowing and having. And this becomes as it were natural and fixed in the mind of men. Do you not see how our forefather Abraham, being chosen, called himself earth and ashes (Gen. 18:27)? And David, having been anointed king, had God with him; and what does he say? I am a worm and no man, a reproach of men, and the outcast of the people (Ps. 21:7).
Δʹ. Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι,
4. Those, therefore, who wish to be fellow-heirs with these men,
Notes, col. 557

On the reading

Printed παραβηναι, for παραβῆναι.

PG 34:560Read from the page
καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου, καὶ συνδοξασθῆναι αὐτοῖς, ταύτην ὀφείλουσι τὴν ταπεινοφροσύνην ἔχειν, καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν. Εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη· ὅμως δὲ μιᾶς εἰσι πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους. Ὥσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα· οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δέ εἰσι πόλεως, μιᾶς ὁδοῦ· πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν, διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις δέρμασι ζῶντες, ἐν σπηλαίοις, ἐν ταῖς ὀπαῖς τῆς γῆς. Ὁμοίως καὶ οἱ ἀπόστολοι, ἕως τῆς ἄρτι ὥρας φασὶ, Καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ ὀνειδιζόμεθα, καὶ ἀστατοῦμεν. Ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐστραυρώθησαν, ἄλλοι δὲ διαφόρως ἐθλίβησαν· αὐτὸς δὲ ὁ Δεσπότης προφητῶν τε καὶ ἀποστόλων, ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης, πῶς διώδευσε; τύπος ἡμῖν γιγνόμενος, διὰ ὕβρεων στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσεν, ἐμπτύσματα ὑπέστη, ῥαπίσματα, σταυρόν.
and fellow-citizens of the heavenly city, and to be glorified together with them, ought to possess this humility of mind, and not think themselves to be anything within themselves, but to hold a contrite heart. For even though grace operates differently towards each of the Christians and possesses different members, yet all belong to one city, being of one soul, of one tongue, recognizing one another. Just as there are many members in a body, and one soul in all moving these, so one Spirit operates in all differently, yet they belong to one city, to one way; for all the righteous walked through the narrow and straitened way, being persecuted, ill-treated, reproached, living in goatskins, in caves, in the holes of the earth. Likewise also the apostles, even unto this present hour, say: We both hunger, and thirst, and are naked, and are reproached, and have no certain dwelling-place. Of whom some were beheaded, others were crucified, and others were afflicted in diverse ways; and the Master Himself both of prophets and of apostles, as though forgetting His divine glory, how did He walk? Becoming a pattern for us, through insults He wore a crown of thorns upon His head, He endured spittings, buffetings, the cross.
Εʹ. Εἰ ὁ Θεὸς οὕτως διώδευσεν ἐπὶ τῆς γῆς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι· καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται οὕτως διώδευσαν· καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι. Λέγει γὰρ ὁ Ἀπόστολος ἐν Πνεύματι ἁγίῳ, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Εἰ δὲ ἀγαπᾷς δόξας ἀνθρώπων, καὶ προσκυνεῖσθαι θέλεις, καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ. Χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συμπαθεῖν τῷ παθόντι, ἵνα οὕτως συνδοξασθῇς τῷ δοξασθέντι. Ἀνάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ, καὶ οὕτω γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον Χριστοῦ. Οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων, καὶ τῆς τραχείας καὶ στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων, καὶ ἀναπαῆναι, καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας.
V. If God thus walked upon the earth, you also ought to become an imitator of Him; both the apostles and the prophets walked thus; and we, if we wish to be built upon the foundation of the Lord and of the apostles, ought to become imitators of them. For the Apostle says in the Holy Spirit: Become imitators of me, even as I also am of Christ. But if you love the glories of men, and wish to be worshipped, and seek rest, you have turned aside from the way. For you must be crucified together with Him Who was crucified, and suffer together with Him Who suffered, so that thus you may be glorified together with Him Who was glorified. For it is necessary that the bride suffer together with the Bridegroom, and thus become a partaker and fellow-heir of Christ. For it is not possible without sufferings, and without the rough and narrow and straitened way, for anyone to enter into the city of the saints, and find rest, and reign together with the King unto the endless ages.
Ϛʹ. Ἐρώτησις. Ἐπειδὴ ὅτι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον ἀπώλεσεν ὁ Ἀδὰμ, οὐκοῦν εἰ ἐκοινώνησε τῇ εἰκόνι τῇ ἐπουρανίῳ, εἶχε Πνεῦμα ἅγιον;
VI. Question. Since Adam lost both his own image and the heavenly image, therefore, if he partook of the heavenly image, did he possess the Holy Spirit?
Ἀπόκρισις. Ἕως ὅτε ὁ Λόγος τοῦ Θεοῦ συνῆν αὐτῷ, καὶ ἡ ἐντολὴ, εἶχε πάντα· αὐτὸς γὰρ ὁ Λόγος ἦν αὐτῷ κληρονομία, αὐτὸς ἔνδυμα καὶ δόξα σκέπουσα αὐτὸν, αὐτὸς διδασκαλία. Ὑπετίθετο γὰρ αὐτῷ καλέσαι πάντα, τοῦτο εἶπε οὐρανὸν, τοῦτο ἥλιον, τοῦτο σελήνην, τοῦτο γῆν, τοῦτο πτηνὸν, τοῦτο θηρίον, τοῦτο δένδρον, καθὼς ἐδιδάσκετο, οὕτως καὶ ἔλεγεν.
Answer. So long as the Word of God was with him, and the commandment, he possessed all things; for the Word Himself was to him an inheritance, He Himself was a garment and a glory covering him, He Himself was instruction. For He suggested to him to name all things: this he called heaven, this sun, this moon, this earth, this bird, this wild beast, this tree; even as he was taught, so also he spoke.
Ζʹ. Ἐρώτησις. Αἴσθησιν εἶχε καὶ κοινωνίαν τοῦ Πνεύματος;
VII. Question. Did he possess perception and fellowship of the Spirit?
Ἀπόκρισις. Αὐτὸς ὁ Λόγος συνὼν, πάντα ἦν
Answer. The Word Himself being with him, was all things
Notes, col. 560

On the reading

Printed ἐστραυρώθησαν, for ἐσταυρώθησαν.