Migne Reading Room

PG 34 · cols. 537–548 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:537Read from the page
τε τὴν γνῶσιν, καὶ πάντα τὰ τοῦ αἰῶνος τούτου βδελυκτὰ ἡγεῖται, καὶ μισητά.
knowledge itself, and all the things of this age, abominable and hateful.
Θʹ. Ὥσπερ γὰρ ὁ φλεγόμενος καὶ κατεχόμενος πυρετῷ, ὅπερ ἂν προσενέγκῃς αὐτῷ βρῶμα ἢ πόμα ἥδιστον βδελύσσεται καὶ ἀποβάλλει, διὰ τὸ πυρετῷ φλέγεσθαι αὐτὸν, καὶ ὑπ' αὐτοῦ σφοδρῶς ἐνεργεῖσθαι· τὸν αὐτὸν τρόπον καὶ οἱ φλεγόμενοι τῷ ἐπουρανίῳ τοῦ Πνεύματος ἱερῷ καὶ σεμνῷ πόθῳ, καὶ τῷ ἔρωτι τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ψυχὴν τρωθέντες, καὶ τῷ θείῳ καὶ ἐπουρανίῳ πυρὶ, ὃ ὁ Κύριος ἐν τῇ γῇ ἦλθε βαλεῖν, καὶ θέλει ἐν τάχει ἀναφθῆναι, σφοδρῶς ἐνεργούμενοι, καὶ ἐκκαιόμενοι εἰς τὸν οὐράνιον τοῦ Χριστοῦ πόθον, ὡς προείρηται, πάντα τὰ τοῦ αἰῶνος ἔνδοξα τούτου, καὶ τίμια, ἀπόβλητα καὶ μισητὰ λογίζονται, διὰ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ πῦρ, τὸ συνέχον καὶ ἐκκαῖον, καὶ φλέγον αὐτοὺς τῇ πρὸς τὸν Θεὸν διαθέσει, καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τῆς ἀγάπης· ἐξ ἧς ἀγάπης οὐδὲν τῶν ἐπουρανίων, ἢ ἐπιγείων, ἢ καταχθονίων χωρίσαι δυνήσεται τούτους· καθὼς ὁ ἀπόστολος ἐμαρτύρησε Παῦλος, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς.
IX. For just as he who is burning and held fast by a fever loathes and rejects whatever sweetest food or drink you may offer him, because he is burning with fever and is vehemently actuated by it; in the same manner also those who are burning with the heavenly, sacred, and venerable longing of the Spirit, and are wounded in soul with the passion of the love of God, and are vehemently actuated by the divine and heavenly fire which the Lord came to cast upon the earth, and wills that it be kindled speedily, and who burn out unto the heavenly longing of Christ, as has been said before, reckon all the glorious and precious things of this age worthy to be cast away and hateful, by reason of the fire of the love of Christ, which constrains and kindles and inflames them with disposition towards God, and with the heavenly goods of love; from which love nothing of things in heaven, or on earth, or under the earth shall be able to separate them; even as the apostle Paul bore witness: Who shall separate us from the love of Christ? and the rest.
Ιʹ. Τὴν δὲ κτῆσιν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῆς ἐπουρανίου τοῦ Πνεύματος ἀγάπης, οὐκ ἐνδέχεταί τινα εὑρεῖν, ἐὰν μὴ πάντων τῶν τοῦ αἰῶνος τούτου ἑαυτὸν ἀλλοτριώσας, πρὸς τὴν ζήτησιν τῆς ἀγάπης τοῦ Χριστοῦ ἑαυτὸν ἐπιδῷ, καὶ πασῶν ὑλικῶν καὶ περισπασμῶν γηΐνων ὁ νοῦς ἐκτὸς γένηται, ἵνα περὶ τὸν ἕνα σκοπὸν ὅλος ἀσχοληθῆναι δυνηθῇ, διὰ πασῶν ἐντολῶν ταῦτα κατευθύνων, ἵνα ὅλη ἡ μέριμνα, καὶ ἡ ζήτησις, καὶ ὁ περισπασμὸς, καὶ ἡ ἀσχολία τῆς ψυχῆς περὶ τὴν ἔρευναν τῆς νοερᾶς οὐσίας ᾖ, πῶς αὐτὴν κοσμηθῆναι δεῖ ταῖς τῶν ἀρετῶν ἐντολαῖς, καὶ τῷ ἐπουρανίῳ τοῦ Πνεύματος κόσμῳ, καὶ τῇ κοινωνίᾳ τῆς τοῦ Χριστοῦ καθαρότητος καὶ ἁγιασμοῦ, ἵνα τις πᾶσιν ἀποταξάμενος, καὶ πάντα ἑαυτοῦ περικόψας τὰ τῆς ὕλης καὶ γῆς ἐμπόδια, καὶ σαρκικῆς ἀγάπης, ἢ προσπαθείας γονέων, ἢ συγγενῶν ἐκτὸς γενόμενος, ἐν μηδενὶ ἑτέρῳ συγχωρήσῃ τῷ ἑαυτοῦ νῷ ἀσχοληθῆναι, ἢ περισπασθῆναι, οἷον ἢ ἀρχῇ, ἢ δόξῃ, ἢ τιμαῖς, ἢ φιλίαις σαρκικαῖς κόσμου, ἢ ἑτέραις τισὶ φροντίσι γηΐναις, ἀλλ' ὅλος ἐξ ὅλου περὶ τὴν ζήτησιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς τὴν μέριμναν καὶ θλίψιν ὁ νοῦς ἀναλάβῃ, καὶ τῇ προσδοκίᾳ καὶ ἀναμονῇ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως ὅλος ἐξ ὅλου ὑπομένῃ, καθὼς φησιν ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ πάλιν· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
X. Now the possession of his own soul, and of the heavenly love of the Spirit, it is impossible for anyone to find, unless having estranged himself from all the things of this age, he gives himself over to the seeking of the love of Christ, and his mind comes to be outside of all material things and earthly distractions, that he may be able to be wholly occupied about the one aim, directing these things through all the commandments, so that the whole care, and seeking, and distraction, and occupation of the soul may be about the searching of the intellectual substance, how it must be adorned with the commandments of the virtues, and with the heavenly ornament of the Spirit, and with the communion of the purity and sanctification of Christ; so that one, having renounced all things, and having cut away from himself all the hindrances of matter and earth, and having come to be outside of carnal love or attachment to parents or kinsfolk, may suffer his own mind to be occupied or distracted in nothing else, such as either rule, or glory, or honours, or carnal friendships of the world, or any other earthly cares, but the mind may wholly and altogether take up care and affliction about the seeking of the intellectual substance of the soul, and may wholly and altogether endure in the expectation and awaiting of the visitation of the Spirit, even as the Lord says: In your patience possess ye your souls; and again: Seek ye the kingdom of God, and all these things shall be added unto you.
ΙΑʹ. Γένοιτο δὲ, ἵνα οὕτω τις ἀγωνιζόμενος καὶ πάντοτε προσέχων ἑαυτῷ, εἴτε ἐν ὑπακοῇ, εἴτε ἐν ἔργῳ οἱῳδήποτε κατὰ Θεὸν γινομένῳ, τὸ σκότος τῶν πονηρῶν δαιμόνων ἀποφυγεῖν δυνηθῇ. Ὁ γὰρ νοῦς τῆς ἑαυτοῦ ἐρεύνης, καὶ τῆς πρὸς Κύριον ζητήσεως ἐκτὸς μὴ γινόμενος, τὴν ἑαυτοῦ ψυχὴν κτήσασθαι δύναται οὖσαν ἐν ἀπωλείᾳ παθῶν, τῷ πρὸς Κύριον
XI. And it may come to pass that one thus striving and at all times giving heed to himself, whether in obedience, or in whatsoever work done according to God, may be able to escape the darkness of the evil demons. For the mind, not coming to be outside of the searching of itself and the seeking after the Lord, is able to possess its own soul which was in the perdition of the passions, by unceasingly towards the Lord
PG 34:540Read from the page
ἀεὶ βίᾳ καὶ προθυμίᾳ αἰχμαλωτίζειν ἑαυτὸν, καὶ αὐτῷ μόνῳ προσκαλλᾶσθαι, καθὼς εἴρηται· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος, καὶ πόθου, καὶ ζητήσεως ὁ νοῦς καταξιωθῇ γενέσθαι μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα τῆς δωρεᾶς καὶ χάριτος τοῦ Χριστοῦ, ἀναπαυσάμενος ἐν τῷ ἀγγείῳ τῆς ψυχῆς, εἰς πᾶν ἔργον ἀγαθὸν προευτρεπισαμένης αὐτῆς, καὶ οὐκ ἐνυβριζούσης τὸ τοῦ Κυρίου Πνεῦμα ἐν τοῖς ἰδίοις θελήμασι, καὶ τοῖς τοῦ αἰῶνος τούτου ῥεμβασμοῖς, ἢ δόξαις, ἡ ἀρχαῖς ἢ ἰδιογνωμοσύναις, ἢ ἡδοναῖς σαρκικαῖς, καὶ τῶν πονηρῶν ἀνθρώπων συνδυασμοῖς, καὶ κοινωνίαις.
with force and eagerness leading itself captive, and cleaving to Him alone, even as it is said: Leading captive every thought unto the obedience of Christ; so that through such struggle, and longing, and seeking, the mind may be counted worthy to become one spirit with the Lord by the gift and grace of Christ, resting in the vessel of the soul, when she has prepared herself beforehand unto every good work, and does not insult the Spirit of the Lord in her own wills, and in the wanderings of this age, or glories, or rules, or self-willed opinions, or carnal pleasures, and in the pairings and fellowships of evil men.
ΙΒʹ. Ἀγαπητὸν γὰρ ἐὰν ὅλη ἐξ ὅλου ἑαυτὴν τῷ Κυρίῳ ἀναθεῖσα, καὶ αὐτῷ μόνῳ προσκολλωμένη, καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἀνεπιλήστως ἐνδιατρίβουσα, καὶ τὸ ἐπιφοιτῆσαν καὶ ἐπισκιάσαν τοῦ Χριστοῦ Πνεῦμα ἀξίως τιμήσασα, καταξιωθῇ μετ' αὐτοῦ εἰς ἓν πνεῦμα καὶ μίαν κρᾶσιν γενέσθαι, καθὼς φησιν ὁ Ἀπόστολος· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἐὰν δέ τις ἐκδῷ ἑαυτὸν εἰς μέριμναν, ἢ δόξαν, ἢ ἀρχὴν, ἢ τιμῶν ἀνθρωπίνων ἐπιμελήσηται, καὶ ταῦτα ἐπιζητῇ, καὶ ἐν γηΐνοις λογισμοῖς ἡ ψυχὴ ἀναφύρηται καὶ συγχέηται, ἢ ἔν τινι τοῦ αἰῶνος τούτου δέδηται καὶ κεκράτηται, καὶ ποθῇ ἡ τοιαύτη ψυχὴ διαπερᾶσαι καὶ φυγεῖν, καὶ ἐξελάσαι τὸ σκότος τῶν παθῶν, εἰς ὃ κατέχεται ὑπὸ τῶν πονηρῶν δυνάμεων, οὐ δύναται, διὰ τὸ ἀγαπᾷν, καὶ ποιεῖν τὸ θέλημα τοῦ σκότους, καὶ τελείως μὴ μισεῖν τὰ ἐπιτηδεύματα τῆς κακίας.
XII. For it is a thing to be desired if, having wholly and altogether dedicated herself to the Lord, and cleaving to Him alone, and dwelling unforgetfully in His commandments, and having worthily honoured the Spirit of Christ that has visited and overshadowed her, she be counted worthy to become with Him one spirit and one mingling, even as the Apostle says: He that is joined unto the Lord is one spirit. But if anyone gives himself over to care, or glory, or rule, or takes thought for human honours, and seeks after these things, and his soul is defiled and confounded in earthly thoughts, or is bound and held fast in anything of this age, and such a soul longs to pass through and flee, and drive away the darkness of the passions wherein it is held fast by the evil powers, it cannot, because it loves and does the will of darkness, and does not perfectly hate the practices of wickedness.
ΙΓʹ. Ἑτοιμάσωμεν οὖν ἑαυτοὺς ὅλῃ προαιρέσει, καὶ ὅλῳ θελήματι πρὸς Κύριον πορεύεσθαι, καὶ Χριστοῦ ἀκόλουθοι γίνεσθαι, εἰς τὸ τὰ θελήματα αὐτοῦ ἐπιτελεῖν, καὶ μεμνῆσθαι πασῶν τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς, καὶ ὅλους ἑαυτοὺς ἀπὸ τῆς ἀγάπης τοῦ κόσμου χωρίσαντες, αὐτῷ μόνῳ τὰς ἑαυτῶν ψυχὰς ἀναρτήσωμεν, καὶ τὴν ἀσχολίαν καὶ μέριμναν καὶ ζήτησιν αὐτοῦ μόνου ἐν νῷ ἔχωμεν. Εἰ δὲ καὶ διὰ τοῦ σώματος, εἰς ἀσχολίαν ἐντολῶν, καὶ διὰ Θεὸν ὑπακοὴν, ὀλίγον ἀσχοληθῶμεν, ὁ νοῦς τῆς πρὸς Κύριον ἀγάπης καὶ ζητήσεως καὶ πόθου μὴ χωριζέσθω· ὅπως τοιούτῳ νοῒ ἀγωνιζόμενοι, καὶ ὀρθῷ φρονήματι τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύοντες, καὶ πάντοτε ἑαυτοῖς προσέχοντες, ἐπιτύχωμεν τῆς ἐπαγγελίας τοῦ Πνεύματος αὐτοῦ, καὶ λυτρωθῶμεν διὰ τῆς χάριτος ἐκ τῆς ἀπωλείας τοῦ σκότους τῶν παθῶν, ὑφ' ὧν ἡ ψυχὴ ἐνεργεῖται, ἵνα τῆς αἰωνίου βασιλείας ἄξιοι γενώμεθα, καὶ συναπολαῦσαι Χριστῷ ὅλους αἰῶνας καταξιωθῶμεν, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας. Ἀμήν.
XIII. Let us therefore prepare ourselves with our whole purpose and whole will to walk towards the Lord, and to become followers of Christ, so as to accomplish His wills, and to remember all His commandments to do them; and having separated our whole selves from the love of the world, let us fasten our souls upon Him alone, and hold in mind the occupation and care and seeking of Him alone. And even though on account of the body we be occupied a little in the occupation of the commandments and obedience for God's sake, let not the mind be separated from the love and seeking and longing towards the Lord; so that striving with such a mind, and travelling the way of righteousness with a right mind, and at all times giving heed to ourselves, we may obtain the promise of His Spirit, and be delivered through grace from the perdition of the darkness of the passions whereby the soul is actuated, that we may become worthy of the eternal kingdom, and be counted worthy to enjoy Christ together through all ages, glorifying the Father and the Son and the Holy Spirit, unto the ages. Amen.
ΟΜΙΛΙΑ Ιʹ.
HOMILY X.
Ταπεινοφροσύνῃ καὶ προθυμίᾳ διασώζεται καὶ αὔξεται τὰ δῶρα τῆς θείας χάριτος· ἐπάρσει δὲ καὶ ῥᾳθυμίᾳ ἀπόλλυται.
By humility and eagerness the gifts of divine grace are preserved and increased; whereas by elation and slothfulness they are lost.
Αʹ. Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ, αἱ τελείως
I. The truth-loving and God-loving souls, which perfectly
Notes, col. 540

On the reading

Printed προσκαλλᾶσθαι, for προσκολλᾶσθαι.

Printed ἡ ἀρχαῖς, for ἢ ἀρχαῖς.

PG 34:541Read from the page
τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι, τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρήζουσιν, οὔτε τοῦ οὐρανίου πόθου, καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ πόσον ἐλαττοῦσθαι ὑπομένωσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι, πρὸς τὸν πνευματικὸν νυμφίον, ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. Τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἐκπεινοῦσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέστῳ ἔχουσιν. Εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαβεῖν ἀξιοῦνται, εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ' ὅσον πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσοῦτον μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου, ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσοῦτον μᾶλλον ἐν πείνῃ καὶ δίψῃ εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι· καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον, ὡς πενόμεναί εἰσι παρ' ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον Νυμφίον· ὥς φησιν ἡ Γραφή· Οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
long to put on Christ in great hope and faith, do not so much need reminder from others, nor do they endure even to some extent to fall short of the heavenly longing and of love towards the Lord, but being wholly and altogether nailed to the cross of Christ, towards the spiritual Bridegroom, they daily recognise within themselves the perception of spiritual progress. And being wounded with the heavenly longing and hungering deeply after the righteousness of the virtues, they possess the shining forth of the Spirit in great and insatiable desire. And even if through their faith they are counted worthy to receive full knowledge of divine mysteries, or become partakers of the gladness of heavenly grace, they do not trust in themselves, thinking themselves to be something, but the more they are counted worthy of spiritual gifts, the more insatiably they are disposed towards the heavenly longing, and seek after it laboriously; and the more they receive within themselves the perception of spiritual progress, the more they are in hunger and thirst for the partaking and increase of grace; and the richer they grow spiritually, the more they are as poor in their own sight, being insatiably disposed in spiritual longing towards the heavenly Bridegroom; even as the Scripture says: They that eat Me shall yet hunger, and they that drink Me shall yet thirst.
Βʹ. Αἱ τοιαῦται ψυχαὶ, αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς Κύριον ἔχουσαι, ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἀῤῥήτου καὶ μυστικῆς κοινωνίας, ἐν πληρώματι χάριτος, ἔκλαμψιν καὶ μετουσίαν τελείως κομίζονται. Ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαὶ, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως, δι' ὑπονομῆς καὶ μακροθυμίας δέξασθαι, καὶ κοινωνῆσαι τῷ παρακλήτῳ Πνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ Πνεύματος μὴ ἐκδεξάμεναι, ἢ πᾶλιν χάριτος θείας καταξιωθεῖσαι εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτόμεναι, ἑαυτὰς ἐξέδωκαν.
II. Such souls, which fiery and insatiably hold love towards the Lord, are worthy of eternal life; wherefore also they are counted worthy of redemption from the passions, and in the fulness of grace receive perfectly the shining forth and participation of the ineffable and mystical communion of the Holy Spirit. Whereas all those unmanly and slack souls, not seeking henceforth, while they are still in the flesh, to receive the sanctification of the heart not in part, but perfectly, through patience and long-suffering, and not hoping to have communion with the Paraclete Spirit in perfection with all perception and assurance, and not waiting to be delivered through the Spirit from the passions of wickedness, or again, having been counted worthy of divine grace, being beguiled by wickedness, have given themselves over unto a certain carelessness and relaxation.
Γʹ. Ὡς ὅτι λαβοῦσαι τὴν χάριν τοῦ Πνεύματος, καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει, καὶ πόθῳ, καὶ γλυκύτητι πνευματικῇ, καὶ ἐπὶ τούτῳ πεποιθυῖαι, ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τὴν καρδίαν, καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι, μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον, μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ' ἐπληροφορήθησαν, καὶ ἐπανεπάησαν, καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον, ἤπερ εἰς ταπείνωσιν προκόψασαι αἱ τοιαῦται ψυχαὶ, καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὅτε δήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν, καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τύφον.
III. Inasmuch as having received the grace of the Spirit, and having the consolation of grace in rest, and longing, and spiritual sweetness, and trusting in this, they are lifted up and become careless, not being contrite in heart, nor humbled in mind, neither being at the perfect measure of passionlessness, nor waiting in all earnestness and faith to be filled perfectly with grace; but they were satisfied, and rested upon it, and remained in the small consolation of grace, advancing unto elation rather than unto humility, such souls are at some time or other stripped of the very gift whereof they were counted worthy, by reason of their negligent contempt and the vain pride of their self-conceit.
Δʹ. Ψυχὴ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος, κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη,
IV. The soul that is truly God-loving and Christ-loving, even though it should perform ten thousand righteous deeds, as having wrought nothing,
Notes, col. 541

On the reading

Printed ὑπονομῆς, for ὑπομονῆς.

Printed πᾶλιν, for πάλιν.

PG 34:544Read from the page
οὕτως ἔχει παρ' ἑαυτῇ, διὰ τὸν πρὸς Κύριον ἀκόρεστον πόθον· κἂν νηστείαις, κἂν ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ Πνεύματος διαφόρων, ἢ καὶ ἀποκαλύψεων, καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι, διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς Κύριον ἀγάπην, ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος, καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια, καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι Πνεύματος οὐρανίου τετρωμένη, καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν αὐτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀῤῥήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας, ἀποκεκαλυμμένῃ τῷ τῆς ψυχῆς προσώπῳ, καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρνωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ, ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε, καὶ τῆς ἁμαρτίας, καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ Πνεύματος, ἐν πληροφορίᾳ πιστεύουσα· ἵνα καθαρισθεῖσα διὰ τοῦ Πνεύματος, ψυχῇ καὶ σώματι ἁγιασθεῖσα, καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ ἐπουρανίου μύρου, καὶ μονὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθῇ· καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν Πνεύματος ἁγίου ἐντεῦθεν γενομένη.
holds herself thus within herself, because of her insatiable longing towards the Lord; even if she should exhaust the body with fastings and with vigils, she is disposed as though she had not yet begun to labour concerning the virtues; even if she should be counted worthy to obtain divers gifts of the Spirit, or even revelations and heavenly mysteries, she is within herself as though she had acquired nothing as yet, because of her measureless and insatiable love towards the Lord, but every day, famished and parched with thirst through faith and love in perseverance of prayer towards the mysteries of grace and towards every state of virtue, she is insatiably disposed, wounded with the love of the heavenly Spirit, and ever stirring up within herself through grace a fiery longing towards the heavenly Bridegroom, desiring to be counted worthy perfectly of the mystical and ineffable communion with Him in sanctification of the spirit, with the unveiled face of the soul, and gazing intently upon the heavenly Bridegroom face to face in a spiritual and unutterable light, being mingled with Him in all fulness of assurance, being conformed to His death in much desire, ever awaiting death for Christ's sake, and believing in fulness of assurance that she will receive from the Spirit perfect redemption from sin and from the darkness of the passions; so that, having been cleansed through the Spirit, sanctified in soul and body, she may be counted worthy to become a pure vessel for the reception of the heavenly ointment, and an abode of the heavenly and true King, Christ; and then she is rendered worthy of the heavenly life, having become from henceforth a pure dwelling-place of the Holy Spirit.
Εʹ. Εἰς ταῦτα δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν, οὔτε ὑφ' ἓν, οὔτε ἀδοκιμάστως ἔστιν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων, καὶ χρόνων, καὶ σπουδῆς, μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει, ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως, τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν, καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γένηται κληρονόμος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
5. Yet for a soul to come unto these measures is neither all at once nor without trial, but through many labours and struggles, and long seasons, and earnestness, with proving and manifold temptations she receives spiritual growth and advancement, unto the perfect measure of dispassion, so that, enduring readily and nobly in every temptation brought upon her by wickedness, she may then be counted worthy of great honours and spiritual gifts and heavenly wealth, and thus become an heir of the heavenly kingdom, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages. Amen.
ΟΜΙΛΙΑ ΙΑʹ.
Homily XI.
Τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος ἐν τῇ καρδίᾳ τοῦ ἀνθρώπου εἶναι ὡς πῦρ· καὶ τίνων χρήζωμεν πρὸς τὸ διακρίνεσθαι τοὺς λογισμοὺς ἐν τῇ καρδίᾳ βρύοντας. Καὶ περὶ τοῦ νεκροῦ ὄφεως εἰς τὸ ἀκρότατον τοῦ ξύλου παρὰ Μωσέως προσπεπηγμένου, ὃς τύπος ἐγένετο τοῦ Χριστοῦ. Συνέχει καὶ ὁμιλία διαλογισμοὺς δύο· ἕτερον μὲν Χριστοῦ μετὰ τοῦ πονηροῦ Σατανᾶ, θάτερον δὲ τῶν ἁμαρτωλῶν μετὰ τοῦ αὐτοῦ.
That the power of the Holy Spirit in the heart of man is as fire; and of what things we have need for discerning the thoughts springing up in the heart. And concerning the dead serpent fixed by Moses upon the top of the wood, which became a type of Christ. The homily also contains two dialogues: the one of Christ with the wicked Satan, and the other of sinners with the same.
Αʹ. Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται, καὶ πάλιν συμπήσσει τὰ μέλη, καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν. Ὥσπερ γὰρ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ
1. The heavenly fire of the Godhead, which Christians receive within them in their heart now in this present age, this very fire that ministers within their heart, when the body is dissolved, comes to be outside, and compacts the members together again, and effects a resurrection of the dissolved members. For just as the fire in Jerusalem that ministered upon the altar
Notes, col. 544

On the reading

Printed ἀποκεκαλυμμένῃ, for ἀποκεκαλυμμένη.

PG 34:545Read from the page
κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ χωσθὲν ἦν ἐν λάκκῳ, καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας, ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει· οὕτω καὶ νῦν τὸ πλησίον σῶμα, ὃ μετὰ τὸ λυθῆναι γίνεται βόρβορος, ἐργάζεται τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει, καὶ ἀνιστᾷ τὰ ἐφθαρμένα σώματα. Τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ, τότε ἐξώτερον γίγνεται, καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων.
at the time of the captivity had been buried in a pit, and that very fire, when peace came to pass and the captives returned, was as it were renewed and ministered as was customary; so also now the kindred body, which after being dissolved becomes mire, the heavenly fire fashions and renews, and raises up the corrupted bodies. For the fire now dwelling inwardly in the heart then comes to be outward, and effects the resurrection of the bodies.
Βʹ. Καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὸ πῦρ ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκὸν, ἀλλ' ἦν κτίσμα· οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες, ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν οὐράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς. Καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη, καὶ ἐπεῖχε τὸ φαινόμενον πῦρ, τοῦ μὴ καίειν καὶ βλάπτειν τι τοὺς δικαίους. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τοῦ μακρυνθῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ εἰς εἰδωλολατρείαν τραπῆναι, ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς, ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια. Λοιπὸν ὁ χρυσὸς, καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένενο, καὶ ὥσπερ ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. Τοῦτο δὲ θαυμαστὸν πρᾶγμα. Ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ, καὶ τοῖς λογισμοῖς αὐτῶν ἐβουλεύσαντο τὴν εἰδωλολατρείαν, καὶ τὸ πῦρ ὁμοίως τὰ ἐμβληθέντα σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν ἐν τῷ φαινομένῳ εἰδωλολάτρησαν. Ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι, ἐδέξαντο ἐν ἑαυτοῖς τὸ τοῦ Θεοῦ πῦρ, καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐν ἀληθείᾳ· οὕτω καὶ νῦν αἱ πισταὶ ψυχαὶ δέχονται ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ, ἐν τῷ αἰῶνι τούτῳ, ἐν τῷ κρυπτῷ· καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.
2. For in the time of Nebuchadnezzar also, the fire in the furnace was not divine, but was a creature; whereas the three youths, being because of their righteousness in the visible fire, had in their hearts the divine, heavenly fire ministering within their thoughts and working in them. And that very fire appeared outside them; for it stood in the midst of them, and restrained the visible fire from burning and harming the righteous in any way. Likewise also in the case of Israel, since their mind and thought held it in purpose to depart far from the living God and to turn unto idolatry, Aaron was compelled to tell them to bring the golden vessels and the ornaments. Thereafter the gold and the vessels which they cast into the fire became an idol, and the fire as it were imitated their purpose. And this is a marvellous thing. For since according to purpose in secret and in their thoughts they counselled idolatry, the fire likewise wrought the vessels that were cast in into an idol, and thereafter in the visible realm they worshipped idols. Just as, therefore, the three youths, having meditated upon righteousness, received within themselves the fire of God, and worshipped the Lord in truth; so also now faithful souls receive that divine and heavenly fire, in this age, in secret; and that very fire forms a heavenly image in humanity.
Γʹ. Ὥσπερ οὖν ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ, καὶ ἐγένετο εἴδωλον· οὕτω καὶ ὁ Κύριος, ὃς μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καὶ νῦν ἐν τῇ ψυχῇ, καὶ ἐν τῇ ἀναστάσει ἐξώτερον αὐτῶν φαίνεται, καὶ δοξάζει τὰ σώματα αὐτῶν ἔσωθεν καὶ ἔξωθεν. Ἀλλ' ὃν τρόπον τὰ σώματα αὐτῶν ἐφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ, καὶ νεκρὰ, καὶ λελυμένα· οὕτως εἰσὶ καὶ οἱ λογισμοί τινων ὑπὸ τοῦ Σατανᾶ ἐφθαρμένοι, καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς, καὶ κεχωσμένοι εἰς βόρβορον καὶ γῆν· ἀπώλετο γὰρ αὐτῶν ἡ ψυχή. Ὥσπερ οὖν οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ, καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τοὺς καθαροὺς λογισμοὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος, καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, καὶ ἐγένοντο εἴδωλον. Καὶ πῶς τις ἵνα αὐτοὺς ἐξεύρῃ, καὶ διακρίνῃ, καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου πυρός; ὧδε λύχνου θεϊκοῦ χρείαν ἔχει ἡ ψυχὴ, Πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον, τοῦ φωτεινοῦ Ἡλίου τῆς δικαιοσύνης, τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν, ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον.
3. Just as, therefore, the fire formed the golden vessels, and an idol came to be; so also the Lord, Who imitates the purposes of faithful and good souls, both forms an image according to their will even now in the soul, and in the resurrection appears outside them, and glorifies their bodies within and without. But in the same way as their bodies are meanwhile corrupted at this present time, and dead, and dissolved; so also are the thoughts of some corrupted by Satan, and dead from life, and buried in mire and earth; for their soul has perished. Just as, therefore, the Israelites cast the golden vessels into the fire, and an idol came to be, so now man has surrendered his pure and good thoughts unto wickedness, and they have been buried in the mire of sin, and have become an idol. And how may anyone find them out, and discern them, and cast them out of his own fire? Here the soul has need of a divine lamp, of the Holy Spirit Who sets in order the darkened house, of the radiant Sun of righteousness, Who illuminates and rises in the heart; she has need of the weapon that conquers in the war.
Notes, col. 545

On the reading

Printed ἐγένενο, for ἐγένετο.

PG 34:548Read from the page
Δʹ. Καὶ γὰρ ἐκεῖ ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν, πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου, καὶ τοῦ λύχνου ἁφθέντος, εὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ, καὶ ἐν τῇ ἀκαθαρσίᾳ, καὶ τῇ γῇ κεχωσμένη. Καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς ἰδίους διαλογισμοὺς αὐτῆς καὶ χωρίσαι, ἀλλ' ὅταν ἁφθῇ ὁ λύχνος ὁ θεϊκὸς, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον, καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσι κεχωσμένοι εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας· ἀνατέλλει ὁ ἥλιος, καὶ τότε βλέπει ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς, καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. Ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.
4. For there indeed the widow who had lost the drachma first lit the lamp, then set the house in order, and when the house was thus set in order and the lamp lit, the drachma was found buried in the dung, and in the uncleanness, and in the earth. And now the soul is not able of herself to find her own thoughts and separate them, but when the divine lamp is lit, it kindles light in the darkened house, and then she sees her thoughts, how they are buried in the uncleanness and the mire of sin; the sun rises, and then the soul sees her ruin, and begins to recall the thoughts mingled in the dung and filthiness. For the soul lost her own image when she transgressed the commandment.
Εʹ. Ὥσπερ ἐὰν ᾖ τις βασιλεὺς, καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ· συμβῇ δὲ τοῦτον ὑπὸ τῶν ἐχθρῶν παραληφθῆναι, καὶ αἰχμαλωτισθῆναι, τούτου παραληφθέντος καὶ ἐξορισθέντος, ἀνάγκη καὶ τοὺς διακόνους αὐτοῦ καὶ ὑπηρέτας ὀπίσω αὐτοῦ ἀκολουθεῖν· οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ Θεοῦ εἰς διακονίαν αὐτοῦ, καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη· Κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων· ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ, καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτὸν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας, καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν· καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος, συμπαρελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετοῦσα αὐτῷ κτίσις. Δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν ἐβασίλευσεν ὁ θάνατος, καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους, καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. Ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ Θεοῦ κτισθέντες καλῶς, προσφέρονται τοῖς δαίμοσιν. Ἄρτον καὶ οἶνον, καὶ ἔλαιον ἐν τοῖς βωμοῖς αὐτῶν, καὶ ζῶα ἐπιτιθέασιν· οὐ μὴν ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις.
5. Just as if there be a king, and he have substance and servants under him who minister unto him, and it happen that he is seized by his enemies and led into captivity, when he has been seized and banished, of necessity his servants and attendants also follow behind him; so also Adam was created pure by God for His service, and these creatures were given unto him for his attendance; for he was appointed lord and king of all creatures; but from the time when the evil word came unto him and conversed with him, he first received it through the outward hearing, then it passed through his heart, and took possession of his whole substance; and when he was thus seized thereafter, the creation that ministered and attended unto him was seized together with him. For through him death reigned over every soul, and obliterated the whole image of Adam as a result of his disobedience, so that men were turned aside and came unto the worship of demons. For behold, the fruits of the earth that were nobly created by God are offered unto demons. Bread and wine and oil they lay upon their altars, and animals as well; nay more, they even sacrificed their sons and their daughters unto the demons.
Ϛʹ. Νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν, αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ, καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς, καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον, καὶ ποιεῖ καινὴν ψυχὴν, ἵνα γένηται πάλιν βασιλεὺς ὁ Ἀδὰμ τοῦ θανάτου, καὶ Κύριος τῶν κτισμάτων. Καὶ ἐν τῇ σκιᾷ δὲ τοῦ νόμου Μωϋσῆς Σωτὴρ ἐπεκαλεῖτο τοῦ Ἰσραήλ· ἐξέβαλε γὰρ αὐτοὺς ἐκ τῆς Αἰγύπτου. Οὕτω καὶ νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς διέρχεται εἰς τὰ κρύφια τῆς ψυχῆς, καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου, τοῦ βαρυτάτου ζυγοῦ, καὶ τῆς πικρᾶς δουλείας. Ἐντέλλεται οὖν ἡμῖν, ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου, καὶ πτωχεῦσαι ἀπὸ πάντων τῶν φαινομένων, καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας ἑστηκέναι εἰς τὴν θύραν, καὶ ἀπεκδέχεσθαι πότε ὁ Κύριος ἀνοίξει τὰς συγκεκλεισμένας καρδίας, καὶ ἐπιχεεῖ ἡμῖν τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.
6. Now therefore He Himself Who fashioned the body and the soul comes in person and dissolves all the conduct of the evil one, and his works that are accomplished in the thoughts, and renews and forms a heavenly image, and makes a new soul, so that Adam may again become king over death and lord of the creatures. And in the shadow of the law Moses was called Saviour of Israel; for he brought them out of Egypt. So also now the true Redeemer, Christ, passes into the hidden depths of the soul, and brings her out of dark Egypt, from the most heavy yoke and the bitter bondage. He commands us, therefore, to go out from the world, and to become poor of all visible things, and to have no earthly care, but night and day to stand at the door, and wait earnestly for when the Lord will open the closed hearts, and pour out upon us the gift of the Holy Spirit.
Ζʹ. Εἶπεν οὖν ἀφιέναι χρυσὸν, ἄργυρον, συγγέ-
7. He told us, therefore, to leave gold, silver, kin-