Βʹ. Ὥσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τὸν ὀφθαλμὸν, καὶ αὐτὸς ὁρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα· ὑπόθου δέ μοι διέρχεσθαί τινα διὰ τόπων ὑλωδῶν, καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορβόρων, ἔνθα καὶ πῦρ ἀναβάλλει, καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖ τυγχάνει· τὸ λοιπὸν ὁ γοργὸς καὶ σπουδαῖος καὶ ἀκίνητος, ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν, πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν χερσὶ καὶ ποσὶ τὸν χιτῶνα ἑαυτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ, ἢ ἀπὸ τοῦ βορβόρου ἀφανισθῇ, ἢ ὑπὸ ξίφους διακοπῇ. Καὶ ὁ ὀφθαλμὸ⟨ς⟩ ὅλον ὁδηγεῖ τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταῤῥαγῇ, ἢ ὕδασι καταποντισθῇ, ἤ τινι χαλεπῷ καταβλαβῇ. Ὁ οὕτω γοργὸς καὶ συνετὸς, καὶ μετὰ πάσης νήψεως παρερχόμενος συσφίγγων τὸν χιτῶνα αὐτοῦ, ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος, φυλάσσει καὶ ἑαυτὸν ἀβλαβῆ, καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ. Ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς, καὶ ῥᾴθυμος, καὶ βαρὺς, καὶ χαῦνος, διὰ τῶν τοιούτων παρερχόμενος τόπων, περιῤῥέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ ἔνθεν, εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται, ἢ ὑπὸ τοῦ πυρὸς κατακαίεται, διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως τὸ ἔνδυμα· ἢ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται, ἢ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν τοῦ ἐνδύματος χιτῶνα, διὰ τὴν ἀπροσεξίαν, καὶ χαυνότητα, καὶ ὀκνηρίαν αὐτοῦ· εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ αὐτὸς εἰς φάραγγα πεσεῖται, ἢ ἐν τοῖς ὕδασ⟨ι⟩ καταποντισθήσεται.
2. For just as the body has the eye as a guide, and it, seeing, guides the whole body into straightness—suppose for me that someone is passing through wooded places, full of thorns and mire, where fire also shoots up, and swords are fixed beside the way, and precipices and multitudes of waters are there: then the brisk and earnest and unwavering man, having the eye as a guide, passes through those difficult places very attentively, holding together on every side with hands and feet his tunic, lest it be torn about in the woods and thorns, or be ruined by the mire, or be cut through by a sword. And the eye guides the whole body, being its light, lest it be dashed down precipices, or be drowned in waters, or be harmed by some hard thing. He who is thus brisk and prudent, and passes through with all sobriety clasping his tunic closely, being guided straightly by the eye, both keeps himself unharmed, and preserves the tunic of his garment unburned and untorn. But if someone is idle and sluggish, and careless, and heavy, and slack, passing through such places, his tunic flowing loose on this side and on that is torn about upon the woods and thorns, or is burned up by the fire, because of not holding the garment together bravely on every side; or is cut at the side by the swords fixed beside the way, or is stained by the mire, and in short he quickly ruins the fair and new tunic of his garment, through his inattention, and slackness, and sluggishness; and if he does not attend well and straightly to the eye, he himself also will fall into a ravine, or will be drowned in the waters.
Γʹ. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα καλὸν τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα διακριτικὸν μέλος εὐθύνον ὅλην τὴν ψυχὴν μετὰ τοῦ σώματος, παρερχομένην διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ βίου, καὶ βορβόρου, καὶ πυρὸς, καὶ κρημνῶν, τοῦτ' ἔστιν ἐπιθυμιῶν, καὶ ἡδονῶν, καὶ τῶν λοιπῶν ἀτόπων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νήψεως, καὶ ἀνδρίας, καὶ σπουδῆς, καὶ προσοχῆς συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν, καὶ τὸν χιτῶνα τοῦ σώματος, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις, μεριμνῶν, καὶ ἀσχολιῶν, καὶ περισπασμῶν γηΐνων· καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας κατακαυθῇ· οἷον ἐνδεδυμένη τὸν ὀφθαλμὸν ἀποστρέφει, τοῦ μὴ ἰδεῖν πονηρά· τὸ οὖς ὁμοίως ἀποστρέφει, τοῦ μὴ ἀκούειν καταλαλιάν. Τὴν γλῶσσαν τοῦ μὴ λαλεῖν μάταια· χεῖρας καὶ πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν. Ἔχει γὰρ θέλημα ἡ ψυχὴ τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θεαμάτων καὶ ἀκοῆς πονηρᾶς, καὶ αἰσχρᾶς, καὶ λόγων ἀπρεπῶν, καὶ ἐπιτηδευμάτων κοσμικῶν καὶ πονηρῶν.
3. In the same way also the soul, wearing as a fair tunic the garment of the body, having the discerning member directing the whole soul together with the body as it passes through the woods and thorns of life, and mire, and fire, and precipices, that is, lusts, and pleasures, and the remaining absurdities of this age, ought on every side with sobriety, and courage, and earnestness, and attention to clasp closely and guard itself, and the tunic of the body, lest haply it be torn about in the woods and thorns of the world, of cares, and occupations, and earthly distractions, and be burned up by the fire of lust; as being clothed with it, it turns away the eye, so as not to see evil things; likewise it turns away the ear, so as not to hear backbiting; the tongue, so as not to speak vain things; hands and feet from evil pursuits. For the soul has a will to turn away and restrain the members of the body from most wicked spectacles and evil and shameful hearing, and unseemly words, and worldly and evil pursuits.
Δʹ. Ἀποστρέφει δὲ καὶ ἑαυτὴν ἡ ψυχὴ ὑπὸ ῥεμβασμῶν πονηρῶν, φυλάττουσα τὴν καρδίαν, τοῦ μὴ ῥέμβεσθαι ἐν τῷ κόσμῳ τὰ μέλη τῶν λογισμῶν αὐτῆς· καὶ οὕτως ἀγωνιζομένη, καὶ σπουδάζουσα, καὶ συν-
4. And the soul turns itself away also from evil wanderings, guarding the heart, lest the members of its thoughts wander in the world; and thus contending, and being earnest, and