ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φωλεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες, καὶ ὀσμὴ τῆς δυσωδίας παύεται, (ἡ γὰρ φύσις τοῦ ἅλατος, ἀναιρετική ἐστι τῶν σκωλήκων, καὶ τῆς δυσωδίας ἀφανιστική)· τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ Πνεύματι, καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τοῦτ' ἔστι τῆς δυνάμεως τοῦ Θεοῦ, σέσηπται, καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλη[σ]ται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ Θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν τοῦ σκότους, καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. Καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα τῆς πονηρίας, καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι, κἀκεῖ ἐννέμονται, καὶ φωλεύουσι, καὶ ἕρπουσι, καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι. Προσώζεσαν γὰρ, φησὶ, καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ἐπὰν δὲ προσφύγῃ τῷ Θεῷ, καὶ πιστεύσῃ, καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον Πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς δεινοὺς σκώληκας, καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν, καὶ καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ· καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα, ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ, εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ Δεσπότῃ ἀποκαθίσταται. Διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ ὑποδείγματι χρώμενος ὁ Θεὸς, ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.
feed there and eat and lurk in their dens; but whenever the salt comes, the worms that feed there are destroyed and perish, and the smell of the foul stench ceases (for the nature of salt is destructive of worms, and obliterative of foul stench); in the same way also every soul that is not salted with the Holy Spirit, and does not partake of the heavenly salt, that is, the power of God, has rotted, and has been filled with much foul stench of evil thoughts, so that the face of God is turned away from the dreadful stench of the vain thoughts of darkness, and of the passions that dwell in such a soul. And the bad and dreadful worms, which are the spirits of wickedness, and the powers of darkness, walk about in her, and feed there, and lurk in their dens, and creep, and eat and corrupt her. For my bruises, scripture says, stank and rotted (Ps. 37:6). But whenever she flees for refuge to God, and believes, and asks for the salt of life, the good and mankind-loving Spirit, then the heavenly salt, coming, destroys those dreadful worms, and obliterates the evil stench, and cleanses her by the working of His power; and having thus been wrought healthy and unharmed by the true salt, she is restored to usefulness and service for the heavenly Master. For on account of this in the law also God, using an example, commanded every sacrifice to be salted with salt (Lev. 2:13).
Ϛʹ. Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως, καὶ ἀποθανεῖν, καὶ τότε ἁλισθῆναι μελισθὲν, εἶθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. Ἐὰν γὰρ μὴ πρότερον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεὺς, οὐχ ἁλίζεται, οὔτε εἰς ὁλοκάρπωσιν τῷ Δεσπότῃ προσάγεται. Οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, δεῖ τυθῆναι ὑπ' αὐτοῦ, καὶ τῷ φρονήματι ἀποθανεῖν, καὶ τῇ κακίστῃ ζωῇ, ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ ὥσπερ ζωὴν ἐξελθεῖν δεῖ ἐξ αὐτῆς, τὴν τῶν παθῶν πονηρίαν. Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχὴ, ἀπέθανε, καὶ οὐκέτι ζῇ τῇ ζωῇ ἐν ᾗ ἔζη, οὔτε ἀκούει, οὔτε περιπατεῖ· οὕτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ζωὴν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνήσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη, καὶ οὐκέτι οὔτε ἀκούει, οὔτε λαλεῖ, οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται, ὥσπερ ψυχὴ αὐτῆς, ἡ πονηρία τῶν παθῶν. Καὶ ὁ Ἀπόστολος βοᾷ λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ, καὶ τῷ σκότει τῆς ἁμαρτίας, καὶ μὴ θανατωθεῖσα ἀπ' αὐτοῦ, ἀλλ' ἔτι τὴν ψυχὴν τῆς κακίας, τοῦτ' ἔστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας ἐν ἑαυτῇ ἔχουσα, καὶ ὑπ' αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός· ἀλλ' ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν. Ὥσπερ καὶ πάλιν, οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτὸς, τοῦτ' ἔστι τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός.
Chapter VI. First, therefore, the victim must be sacrificed by the priest, and die, and then, having been cut in pieces, be salted, and then thus be laid upon the fire. For if the priest does not first sacrifice and put to death the sheep, it is not salted, nor is it brought for a whole burnt-offering to the Master. So also our soul, approaching the true High Priest Christ, must be sacrificed by Him, and die to her mindset, and to the most evil life wherein she lived, that is, to sin, and the wickedness of the passions must go forth out of her like a life. For just as the body, whenever the soul goes forth, has died, and no longer lives the life wherein it lived, nor hears, nor walks; so whenever the heavenly High Priest Christ by the grace of His power sacrifices and puts to death our life to the world, she dies to the life of wickedness wherein she lived, and no longer either hears, or speaks, or conducts herself in the darkness of sin; because through grace there goes forth, like her soul, the wickedness of the passions. And the Apostle cries aloud, saying: The world has been crucified to me, and I to the world (Gal. 6:14). For the soul that still lives in the world, and in the darkness of sin, and has not been put to death from it, but still has in herself the soul of malice, that is, the working of the darkness of the passions of sin, and is shepherded by it, is not of the body of Christ, is not of the body of light; but she is a body of darkness and is still of the portion of darkness. Just as again, on the other hand, those who have the soul of light, that is, the power of the Holy Spirit, are of the portion of light.