φανείας τοῦ Χριστοῦ. Ψυχῆς γὰρ μυστήριον ἐθεώρει, τῆς μελλούσης δέχεσθαι τὸν ἑαυτῆς Κύριον, καὶ θρόνος δόξης αὐτῷ γενέσθαι. Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ Πνεύματι τοῦ φωτὸς αὐτοῦ, καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀῤῥήτου δόξης αὐτοῦ, ἑτοιμάσαντι αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον, ὅλη φῶς γίνεται, καὶ ὅλη πρόσωπον, καὶ ὅλη ὀφθαλμός· καὶ οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός· τοῦτ' ἔστιν οὐδὲν ἐσκοτισμένον, ἀλλ' ὅλη δι' ὅλου φῶς καὶ πνεῦμα ἀπεργασθεῖσα, καὶ ὅλη ὀφθαλμῶν γέμουσα, μὴ ἔχουσα δὲ ὕστερόν τι ἢ ὄπισθεν μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνει οὖσα, ἐπιβεβηκότος ἐπ' αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀῤῥήτου κάλλους τῆς δόξης τοῦ φωτὸς, τοῦ Χριστοῦ. Καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων τι μέρος ὕστερον ἢ ἐλλεῖπον, ἀλλ' ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ, καὶ ὅλος φῶς ἐστιν, ὁμοιομερὴς τυγχάνων· ἢ ὥσπερ πῦρ, αὐτὸ τὸ φῶς τοῦ πυρὸς, ὅλον ὅμοιον αὐτῷ ἐστι, καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον, ἢ ἔσχατον, ἢ μεῖζον, καὶ ἔλαττον· οὕτω καὶ ψυχὴ ἡ καταλαμφθεῖσα τελείως ὑπὸ τοῦ ἀῤῥήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου τοῦ Χριστοῦ, καὶ κοινωνήσασα Πνεύματι ἁγίῳ τελείως, καὶ κατοικητήριον καὶ θρόνος Θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς, καὶ ὅλη φῶς, καὶ ὅλη πρόσωπον, καὶ ὅλη δόξα, καὶ ὅλη πνεῦμα γίνεται, οὕτως αὐτὴν κατασκευάζοντος Χριστοῦ, τοῦ φέροντος καὶ ἄγοντος, καὶ βαστάζοντος, καὶ φοροῦντος αὐτὴν, καὶ οὕτω εὐτρεπίζοντος, καὶ κατακοσμοῦντος κάλλει πνευματικῷ· καὶ γάρ φησι, Χεὶρ ἀνθρώπου ὑποκάτω ἦν τῶν Χερουβίμ· ὅτι αὐτός ἐστιν ὁ ἐν αὐτῇ βασταζόμενος, καὶ ὁδηγῶν αὐτήν.
station of Christ. For he was beholding the mystery of the soul that was about to receive her own Lord, and to become a throne of glory for Him. For the soul that has been counted worthy to have fellowship with the Spirit of His light, and has been irradiated by the beauty of His ineffable glory, after He has prepared her for Himself as a seat and dwelling-place, becomes all light, and all face, and all eye; and there is no part of her not full of the spiritual eyes of light; that is, nothing darkened, but having been wrought through and through into all light and spirit, and being all full of eyes, having no hindmost or back part, she happens to be altogether face-forward, since the ineffable beauty of the glory of the light, of Christ, has mounted upon her and seated Himself upon her. And just as the sun is altogether like itself, having no part hindmost or defective, but is wholly glorified throughout with light, and is all light, being of like parts; or just as fire, the very light of the fire, is wholly like itself, and has not in itself first, or last, or greater, and lesser; so also the soul that has been irradiated perfectly by the ineffable beauty of the glory of the light of the face of Christ, and has had fellowship with the Holy Spirit perfectly, and has been counted worthy to become a dwelling-place and throne of God, becomes all eye, and all light, and all face, and all glory, and all spirit, Christ thus fashioning her, Who bears and leads, and carries, and wears her, and thus makes her ready, and adorns her thoroughly with spiritual beauty; for indeed Scripture says, The hand of a man was under the Cherubim (Ezek. 10:8); because He Himself is the One Who is carried in her, and guides her.
Γʹ. Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῶα τὰ φέροντα τὸ ἅρμα, αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς. Ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν ὀρνέων, καὶ ὁ λέων τῶν ἀγρίων θηρίων, καὶ ὁ ταῦρος τῶν ἡμέρων ζώων, καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων· οὕτως εἰσὶ καὶ οἱ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆς· λέγω δὲ, τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς, ἡ ἀγαπητικὴ δύναμις· δι' αὐτῶν γὰρ τὸ ἅρμα τῆς ψυχῆς κυβερνᾶται, καὶ εἰς τούτους ἐπαναπαύεται ὁ Θεός. Κατ' ἄλλον δὲ τρόπον, εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν τὴν τῶν ἁγίων λαμβάνεται. Καὶ ὥσπερ ἐκεῖ λέγει, ὅτι Τὰ ζῶα ἦν ὑψηλὰ λίαν, γέμοντα ὀφθαλμῶν, καὶ οὐκ ἦν δυνατόν τινι καταλαβεῖν τὸν ἀριθμὸν τῶν ὀφθαλμῶν, ἢ τὸ ὕψος, ὅτι οὐκ ἐδόθη τούτων ἡ γνῶσις· καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα, τὸ μὲν θεωρεῖν καὶ θαυμάζειν ἐδόθη πᾶσιν ἀνθρώποις, τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν· τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου Ἐκκλησίας τῶν ἁγίων, τὸ μὲν εἰσελθεῖν καὶ ἀπολαύειν εἰς αὐτὴν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη· τὸ δὲ ἰδεῖν καὶ καταλαβεῖν τὸν ἀριθμὸν, αὐτῷ μόνῳ Θεῷ ἀπονέμεται γινώσκειν. Ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος, καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζώων, ἤτοι ὑφ' ἑκάστης ψυχῆς γινομένης αὐτῷ θρόνου καὶ καθέδρας, καὶ οὔσης ὀφθαλμοῦ καὶ φωτὸς,
Chapter III. And the four living creatures that bore the chariot bore a figure of the ruling faculties themselves of the soul. For just as the eagle is king of the birds, and the lion of the wild beasts, and the bull of the tame animals, and man of the creatures; so also there are the more royal faculties of the soul; I mean the will, the conscience, the mind, the loving power; for through them the chariot of the soul is steered, and upon these God rests. And in another way, it is taken as referring to the heavenly Church of the saints. And just as there Scripture says that the living creatures were exceedingly high, full of eyes (Ezek. 1:18; 10:12), and it was not possible for anyone to comprehend the number of the eyes, or the height, because the knowledge of these was not given; and just as with the stars in heaven, to behold and wonder at them has been given to all men, whereas to know their number is possible for no one; in the same way in the case of the heavenly Church of the saints, to enter in and enjoy her has indeed been given to all who are willing to contend; whereas to see and comprehend the number is assigned to God alone to know. He Who rides is therefore led and borne by the chariot, and by the throne of the all-eyed living creatures, that is, by each soul that becomes for Him a throne and a seat, and is eye and light,