Migne Reading Room

PG 34 · cols. 453–464 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:453Read from the page
ἐπιβεβηκὼς αὐτῇ καὶ ἡνιοχῶν ταῖς ἡνίαις τοῦ Πνεύματος, καὶ καθὼς ἐπίσταται, ὁδηγῶν αὐτήν. Ὥσπερ γὰρ τὰ ζῶα τὰ πνευματικὰ, οὐχ ὅπου ἐβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ' ὅπου ᾔδει καὶ ἤθελεν ὁ ἐπικαθήμενος καὶ εὐθύνων. Οὕτω καὶ ἐνταῦθα, αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ Πνεύματι αὐτοῦ· οὕτως καὶ πορεύονται, οὐ κατὰ τὸ αὐτῶν θέλημα ὅτε βούλονται ἐν τῷ οὐρανῷ· καὶ ἐῤῥιμμένου τοῦ σώματος ἡνιοχεῖ καὶ ἐλαύνει ἐν τοῖς οὐρανοῖς τῷ φρονήματι τὴν ψυχήν· καὶ πάλιν ὅτε βούλεται, ἔρχεται ἐν τῷ σώματι καὶ τοῖς λογισμοῖς· ὅτε δὲ βούλεται εἰς τὰ πέρατα τῆς γῆς, καὶ ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ. Ὢ τοῦ καλοῦ καὶ χρηστοῦ, μόνου ἡνιόχου ἀληθινοῦ! Οὕτω δὲ καταξιωθήσονται καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς οὕτω νῦν προδοξαζομένης, καὶ τῷ Πνεύματι ἀνακιρνωμένης.
having mounted upon her and driving her with the reins of the Spirit, and guiding her according as He knows how. For just as the spiritual living creatures did not go wherever they wished to go, but wherever He Who sat upon them and directed them knew and wished; so here also, He Himself drives and leads, guiding with His Spirit; thus also they go, not according to their own will when they wish in heaven; and while the body lies cast down, He drives and courses through the heavens with the mind as to the soul; and again when He wishes, He comes in the body and the thoughts; and when He wishes, unto the ends of the earth, and shows her revelations of mysteries. O the good and kind, the only true Charioteer! And thus the bodies also shall be counted worthy in the resurrection, while the soul is now thus glorified beforehand, and mingled with the Spirit.
Δʹ. Ὅτι δὲ οὐράνιον φῶς γίγνονται αἱ ψυχαὶ τῶν δικαίων, αὐτὸς ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αὐτὸς γὰρ ἀπεργασάμενος αὐτοὺς φῶς, δι' αὐτῶν φωτίζεσθαι τὸν κόσμον προσέταξε· καὶ, Οὐ καίουσι, φησὶ, λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἀντὶ τοῦ, Μὴ κρύψατε τὸ δόμα ὃ ἐλάβετε παρ' ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοις· καὶ πάλιν· Ὁ λύχνος τοῦ σώματος, ἐστὶν ὁ ὀφθαλμός. Ἐὰν ᾖ ὁ ὀφθαλμός σου φωτεινὸς, ὅλον τὸ σῶμά σου πεφώτισται· εἰ δὲ ὁ ὀφθαλμός σου πονηρὸς, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ ὑγιεῖς ὦσιν, ὅλον τὸ σῶμα πεφώτισται· ἐπὰν δὲ παρεμπέσῃ τι καὶ σκοτισθῶσιν, ὅλον τὸ σῶμα σκοτεινόν ἐστιν· οὕτως οἱ ἀπόστολοι, ὀφθαλμοὶ καὶ φῶς ὅλου τοῦ κόσμου ἐτέθησαν. Ἔλεγεν οὖν αὐτοῖς παραγγέλλων ὁ Κύριος· Ἐὰν ὑμεῖς στῆτε, καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ κόσμου, ἰδοὺ ὅλον τὸ σῶμα πεφώτισται τοῦ κόσμου. Εἰ δὲ ὑμεῖς οἱ ὄντες φῶς σκοτισθῆτε, τὸ σκότος πόσον, ὅ ἐστιν ὁ κόσμος; Φῶς οὖν γενόμενοι οἱ ἀπόστολοι, φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς δὲ καρδίας αὐτῶν φωτίσαντες τῷ ἐπουρανίῳ τοῦ Πνεύματος φωτὶ, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον.
Chapter IV. And that the souls of the righteous become heavenly light, the Lord Himself said to the apostles: You are the light of the world (Matt. 5:14). For He Himself, having wrought them into light, commanded the world to be illuminated through them; and, They do not light a lamp, He says, and put it under the bushel, but upon the lampstand, and it shines for all who are in the house; so let your light shine before men (Matt. 5:15-16); instead of saying, Do not hide the gift which you received from Me, but give to all who wish; and again: The lamp of the body is the eye. If your eye be luminous, your whole body is illuminated; but if your eye be evil, your whole body shall be dark. If therefore the light that is in you be darkness, how great is the darkness! (Matt. 6:22-23; Luke 11:34). For just as the eyes are the light of the body, and whenever the eyes are healthy, the whole body is illuminated; but whenever something falls into them and they are darkened, the whole body is dark; so the apostles were set as eyes and light of the whole world. The Lord therefore said, charging them: If you stand fast, and are not turned aside, being the light of the world, behold, the whole body of the world is illuminated. But if you who are light be darkened, how great is the darkness, which is the world! Having therefore become light, the apostles ministered light to those who believed, illuminating their hearts with the heavenly light of the Spirit, wherewith they themselves also happened to be illuminated.
Εʹ. Καὶ ἅλας αὐτοὶ ὑπάρχοντες ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ ἁγίου Πνεύματος. Ἔλεγε γὰρ αὐτοῖς ὁ Κύριος· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. Διηκόνησαν γὰρ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ Πνεύματος, ἀρτύσαντες αὐτοὺς, καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας. Ὥσπερ γὰρ κρέας, ἐὰν μὴ ἔχῃ ἅλας, σέσηπται, καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς· καὶ σκώληκες ἕρπουσιν εἰς τὸ σεσηπὸς κρέας, καὶ
Chapter V. And being themselves salt, they seasoned and salted every believing soul with the salt of the Holy Spirit. For the Lord said to them: You are the salt of the earth (Matt. 5:13), calling the souls of men earth. For they ministered in the souls of men the heavenly salt of the Spirit, seasoning them, and rendering them incorrupt and unharmed from much foul stench. For just as flesh, if it does not have salt, rots, and is filled with much foul stench, so that all turn away from the most evil smell; and worms creep into the rotten flesh, and
PG 34:456Read from the page
ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φωλεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες, καὶ ὀσμὴ τῆς δυσωδίας παύεται, (ἡ γὰρ φύσις τοῦ ἅλατος, ἀναιρετική ἐστι τῶν σκωλήκων, καὶ τῆς δυσωδίας ἀφανιστική)· τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ ἁγίῳ Πνεύματι, καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τοῦτ' ἔστι τῆς δυνάμεως τοῦ Θεοῦ, σέσηπται, καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλη[σ]ται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ Θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν τοῦ σκότους, καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. Καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα τῆς πονηρίας, καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι, κἀκεῖ ἐννέμονται, καὶ φωλεύουσι, καὶ ἕρπουσι, καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι. Προσώζεσαν γὰρ, φησὶ, καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ἐπὰν δὲ προσφύγῃ τῷ Θεῷ, καὶ πιστεύσῃ, καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον Πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς δεινοὺς σκώληκας, καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν, καὶ καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ· καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα, ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ, εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ ἐπουρανίῳ Δεσπότῃ ἀποκαθίσταται. Διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ ὑποδείγματι χρώμενος ὁ Θεὸς, ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι.
feed there and eat and lurk in their dens; but whenever the salt comes, the worms that feed there are destroyed and perish, and the smell of the foul stench ceases (for the nature of salt is destructive of worms, and obliterative of foul stench); in the same way also every soul that is not salted with the Holy Spirit, and does not partake of the heavenly salt, that is, the power of God, has rotted, and has been filled with much foul stench of evil thoughts, so that the face of God is turned away from the dreadful stench of the vain thoughts of darkness, and of the passions that dwell in such a soul. And the bad and dreadful worms, which are the spirits of wickedness, and the powers of darkness, walk about in her, and feed there, and lurk in their dens, and creep, and eat and corrupt her. For my bruises, scripture says, stank and rotted (Ps. 37:6). But whenever she flees for refuge to God, and believes, and asks for the salt of life, the good and mankind-loving Spirit, then the heavenly salt, coming, destroys those dreadful worms, and obliterates the evil stench, and cleanses her by the working of His power; and having thus been wrought healthy and unharmed by the true salt, she is restored to usefulness and service for the heavenly Master. For on account of this in the law also God, using an example, commanded every sacrifice to be salted with salt (Lev. 2:13).
Ϛʹ. Δεῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως, καὶ ἀποθανεῖν, καὶ τότε ἁλισθῆναι μελισθὲν, εἶθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. Ἐὰν γὰρ μὴ πρότερον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεὺς, οὐχ ἁλίζεται, οὔτε εἰς ὁλοκάρπωσιν τῷ Δεσπότῃ προσάγεται. Οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, δεῖ τυθῆναι ὑπ' αὐτοῦ, καὶ τῷ φρονήματι ἀποθανεῖν, καὶ τῇ κακίστῃ ζωῇ, ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ ὥσπερ ζωὴν ἐξελθεῖν δεῖ ἐξ αὐτῆς, τὴν τῶν παθῶν πονηρίαν. Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχὴ, ἀπέθανε, καὶ οὐκέτι ζῇ τῇ ζωῇ ἐν ᾗ ἔζη, οὔτε ἀκούει, οὔτε περιπατεῖ· οὕτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ζωὴν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνήσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη, καὶ οὐκέτι οὔτε ἀκούει, οὔτε λαλεῖ, οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται, ὥσπερ ψυχὴ αὐτῆς, ἡ πονηρία τῶν παθῶν. Καὶ ὁ Ἀπόστολος βοᾷ λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ, καὶ τῷ σκότει τῆς ἁμαρτίας, καὶ μὴ θανατωθεῖσα ἀπ' αὐτοῦ, ἀλλ' ἔτι τὴν ψυχὴν τῆς κακίας, τοῦτ' ἔστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας ἐν ἑαυτῇ ἔχουσα, καὶ ὑπ' αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός· ἀλλ' ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν. Ὥσπερ καὶ πάλιν, οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτὸς, τοῦτ' ἔστι τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός.
Chapter VI. First, therefore, the victim must be sacrificed by the priest, and die, and then, having been cut in pieces, be salted, and then thus be laid upon the fire. For if the priest does not first sacrifice and put to death the sheep, it is not salted, nor is it brought for a whole burnt-offering to the Master. So also our soul, approaching the true High Priest Christ, must be sacrificed by Him, and die to her mindset, and to the most evil life wherein she lived, that is, to sin, and the wickedness of the passions must go forth out of her like a life. For just as the body, whenever the soul goes forth, has died, and no longer lives the life wherein it lived, nor hears, nor walks; so whenever the heavenly High Priest Christ by the grace of His power sacrifices and puts to death our life to the world, she dies to the life of wickedness wherein she lived, and no longer either hears, or speaks, or conducts herself in the darkness of sin; because through grace there goes forth, like her soul, the wickedness of the passions. And the Apostle cries aloud, saying: The world has been crucified to me, and I to the world (Gal. 6:14). For the soul that still lives in the world, and in the darkness of sin, and has not been put to death from it, but still has in herself the soul of malice, that is, the working of the darkness of the passions of sin, and is shepherded by it, is not of the body of Christ, is not of the body of light; but she is a body of darkness and is still of the portion of darkness. Just as again, on the other hand, those who have the soul of light, that is, the power of the Holy Spirit, are of the portion of light.
Ζʹ. Ἀλλ' ἐρεῖ τις· Πῶς σῶμα τοῦ σκότους λέγεις τὴν
Chapter VII. But someone will say: How do you call the
PG 34:457Read from the page
ψυχὴν, μὴ οὖσαν αὐτοῦ κτίσμα; Ὧδε προσέχων, καὶ ὀρθῶς νόησον· Ὥσπερ ἔνδυμα ἱμάτιον, ὃ φορεῖς, ἄλλος κατεσκεύασε, καὶ σὺ αὐτὸ ἐν[δέ]δυσαι· ὁμοίως καὶ οἶκον ἕτερος ᾠκοδόμησε καὶ ἔκτισε, καὶ σὺ οἰκεῖς ἐν αὐτῷ· τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ ἀκούσας τοῦ πονηροῦ ὄφεως, ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ· καὶ ἐνεδύσατο τὴν ψυχὴν ὁ πονηρὸς, τὸ καλὸν κτίσμα, ὃ κατεσκεύασεν ὁ Θεὸς, πρὸς τὴν αὐτοῦ εἰκόνα, ὡς καὶ ὁ Ἀπόστολος λέγει· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας, ἐθριάμβευσεν αὐτοὺς ἐν τῷ σταυρῷ. Διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γεγένηται, ἵνα ἐκβάλῃ αὐτοὺς, καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ ναὸν, τὸν ἄνθρωπον. Τούτου τοίνυν ἕνεκεν σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους, καὶ ἐκεῖ κεκράτηται, καθὼς καὶ ὁ Παῦλος, σῶμα ἁμαρτίας, καὶ σῶμα θανάτου καλῶν λέγει· Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. Καὶ πάλιν, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ Θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα, καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους, καὶ τὸ φῶς τοῦ ἁγίου Πνεύματος ὥσπερ ζωὴν λαβοῦσα, καὶ ἐκεῖθεν ζήσασα, ἐκεῖ λοιπὸν διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος. Οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ, οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλ' ἔστι κτίσμα τι νοερὸν, καὶ ὡραῖον, καὶ μέγα, καὶ θαυμαστὸν, καὶ καλὸν ὁμοίωμα καὶ εἰκὼν Θεοῦ· καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.
soul a body of darkness, since she is not its creature? Attending here, understand rightly as well: Just as another fashioned a garment or cloak which you wear, and you have clothed yourself with it; and likewise another built and founded a house, and you dwell in it; in the same way Adam also, having transgressed the commandment of God, and obeyed the evil serpent, was sold and sold himself to the devil; and the evil one clothed himself with the soul, the fair creature which God fashioned according to His image, as the Apostle also says: Having stripped off the principalities and authorities, He triumphed over them in the cross (Col. 2:15). For on account of this the coming of the Lord also took place, that He might cast them out, and recover His own house and temple, man. For this sake, therefore, the soul is called a body of the darkness of wickedness, so long as the darkness of sin is in her, because there she lives unto the evil age of darkness, and there she is held fast, even as Paul also, calling it a body of sin and a body of death, says: That the body of sin might be done away with (Rom. 6:6). And again: Who shall deliver me out of the body of this death? (Rom. 7:24). Likewise again, the soul that has believed in God and been delivered out of sin, and been put to death from the life of darkness, and has received the light of the Holy Spirit as a life, and has come to live from thence, tarries there henceforth, because there she is held fast by the light of the Godhead. For the soul is neither of the nature of the Godhead, nor of the nature of the darkness of wickedness, but she is a certain intellectual creature, both fair, and great, and wonderful, and a goodly likeness and image of God; and through the transgression there entered into her the wickedness of the passions of darkness.
Ηʹ. Τὸ λοιπὸν, ᾧ συγκέκραται, καὶ συνήνωται ἡ ψυχὴ ἐν τοῖς θελήμασιν. Ἤτοι οὖν τὸ φῶς τοῦ Θεοῦ ἐν αὐτῇ ἔχουσα, καὶ ἐν αὐτῷ ζῶσα ἐν πάσαις ταῖς ἀρεταῖς, τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστιν· ἤτοι τὸ σκότος τῆς ἁμαρτίας ἔχουσα, τῆς κατακρίσεως τυγχάνει. Ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ Θεῷ ἐν ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ, προσελθεῖν δεῖ, ὡς προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ, καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ, καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας, καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀνατροφῇ θείᾳ. Ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε φωνῆς τῶν ἐκεῖ ἀκούει, οὔτε λαλιᾶς, οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε, καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὐκ εἰσὶ φωναὶ καὶ κραυγαὶ τῆς πόλεως ἐκείνης· οὕτω καὶ ἡ ψυχὴ, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν, οὐκέτι ἀκούει ἐν ἑαυτῇ τῆς φωνῆς τῶν διαλογισμῶν τοῦ σκότους· οὐκ ἔτι ἀκούεται λαλιὰ καὶ κραυγὴ ματαίου διαλογισμοῦ, καὶ ταραχῆς πνευμάτων σκότους· ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγαθότητος καὶ εἰρήνης μεστὴν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ ἀκούει, κἀκεῖ πολιτεύεται καὶ λαλεῖ, καὶ διαλογίζεται, κἀκεῖ ἐργάζεται ἔργα πνευματικὰ καὶ Θεοῦ ἄξια.
Chapter VIII. Finally, that with which the soul is mingled and united in her wills: either, having the light of God in herself, and living in it in all the virtues, she belongs to the light of rest; or, having the darkness of sin, she meets with condemnation. For the soul that wishes to live with God in eternal rest and light must approach, as has been said before, the true High Priest Christ, and be sacrificed and die to the world, and to the former life of the darkness of wickedness, and be transferred into another life and divine nurture. Just as if someone dies in a city, he hears neither the voice of those there, nor speech, nor sounds, but has died once for all, and is transferred into another place, where the voices and cries of that city are not; so also the soul, whenever she is sacrificed and dies to the city of the malice of the passions wherein she tarries and lives, no longer hears in herself the voice of the reasonings of darkness; no longer is there heard speech and clamour of vain reasoning, and of disturbance of spirits of darkness; but she is transferred into a city full of goodness and peace, into a city of the light of the Godhead, and there she lives and hears, and there she conducts herself as a citizen and speaks, and reasons, and there she works spiritual works worthy of God.
PG 34:460Read from the page
Θʹ. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς, τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους, καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας, καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν Πνεύματος οὐρανίου, καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ, καὶ ἀναπαυθῆναι ἐν ζωῇ ὅλους αἰῶνας. Ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ προλαμβάνον ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον, τοῦ μὴ προκόψαι, καὶ προλαβεῖν εἰς νῖκος· οὕτως οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ· ἐὰν μὲν τύχῃ προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἀπέχει, καὶ κωλύει τὴν ψυχήν, τοῦ μὴ προσεγγίσαι τῷ Θεῷ, καὶ τὸ κατ' αὐτῆς νῖκος ἄρασθαι· ὅπου δὲ αὐτὸς ὁ Κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ, ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντός. Οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ' αὐθέντης καὶ ἐξουσιαστὴς τυγχάνων ἀεὶ, τὴν νίκην αὐτὸς ἐργάζεται. Ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσι πορεύεσθαι, ἀλλ' ὅπου ὁ ἐπιβεβηκὼς καὶ ὁ ἡνιοχῶν ὁδηγεῖ, καὶ ὅπου θέλει αὐτὸς, ἐκεῖ πορεύονται, καὶ αὐτὰ βαστάζει. Χεὶρ γὰρ, φησὶν, ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν. Ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος Πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται, ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται ἐν τῷ σώματι, ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. Ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά εἰσιν· οὕτω τὸ οὐράνιον φῶς τοῦ Πνεύματος ἀναλαμβάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῆς, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς οἶδεν αὐτό.
9. Let us therefore also beseech that we may be sacrificed through His power, and die unto the age of the wickedness of darkness, and that the spirit of sin may be destroyed in us, and that we may put on and receive the soul of the heavenly Spirit, and be translated out of the malice of darkness into the light of Christ, and rest in life for whole ages. For just as in a racecourse the chariots run, and the one that takes the lead hinders and checks and prevents the other from advancing and taking the lead unto victory; so the thoughts of the soul and of sin run in man: if the thought of sin should happen to take the lead, it hinders and holds back and prevents the soul from drawing near to God and winning the victory over it; but where the Lord Himself mounts and drives the soul, He always conquers, driving and guiding with skill the chariot of the soul unto the heavenly and divine mind continually. For He does not war against malice, but being always Sovereign and Lord of power, He Himself works the victory. The Cherubim therefore are led not where they wish to go, but where He Who has mounted and drives guides them, and where He Himself wills, there they go, and He bears them. For the hand of a man, it says, was under them (Ezek. 10:21). The holy souls are led and guided by the driving Spirit of Christ, where He wills, when He wills, in heavenly thoughts; when He wills in the body, wherever He wills, there they minister unto Him. For just as the feet of a bird are its wings, so the heavenly light of the Spirit takes up the wings of the worthy thoughts of the soul, guiding and driving as It itself knows.
Ιʹ. Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου· οὐ γάρ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γιγνόμενον. Καὶ εἰ οὐ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν· ὡς ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας, ἀεὶ βόα πρὸς τὸν Κύριον, καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ Θεὸς, οὐκ ἐκ τῆς αὐτοῦ φύσεως, οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν, καὶ τὴν πόσιν, καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν, αὐτὸ καθ' ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τοῦτ' ἔστι, χωρὶς βρώσεως καὶ πόσεως, καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ, μηδὲν τῶν ἔξωθεν προσλαβὸν, διαφθείρεται καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ' εἰκόνα Θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν· οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς, ἔχει βρῶσιν καὶ πό-
10. When therefore you hear these things, give heed to yourself, whether you possess these things in deed and in truth in your soul; for they are not merely words spoken, but it is a work of truth taking place in the soul. And if you do not possess them, but are destitute of such great spiritual goods, you ought to have sorrow and mourning and unceasing pain; as being still dead from the kingdom, and as one wounded, cry out always towards the Lord, and ask faithfully, that you yourself also may be counted worthy of this true life. For just as God, having made this body, did not give it to have life, food, and drink, and garments and shoes from its own nature, nor from the body, but gave it to have the whole provision of life from without, having made the body naked in and of itself, and without the things that are outside the body it is impossible for the body to live, that is, without food and drink and garments—and if it stands in its own nature alone, taking nothing of the things from without, it is corrupted and perishes—in the same way also the soul that does not have divine light, though created according to the image of God (for thus He ordered it and was well-pleased for it to have eternal life), not from its own nature, but from His own divinity, from His own Spirit, from His own light, has spiritual food and
PG 34:461Read from the page
σιν πνευματικήν, καὶ ἐνδύματα ουρανια, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς.
drink, and heavenly garments, which are the true life of the soul.
ΙΑʹ. Ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ, τοῦτ' ἔστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων, ἀδύνατον αὐτῷ ζῆσαι· οὕτω καὶ ἡ ψυχὴ, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων, κἀκεῖθεν τραφῇ πνευματικῶς τῷ Κυρίῳ προκόπτουσα, καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄῤῥητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφ' ἑαυτῆς ἀδύνατον. Ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· καὶ, Ὕδωρ ζῶν· καὶ, Οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου· καὶ, Ἀγαλλιάσεως ἔλαιον, καὶ παμποίκιλον τροφὴν οὐρανίου Πνεύματος, καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ Θεοῦ τυγχάνοντα. Ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. Οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἑστήκῃ, ὅτι διαφθείρεται καὶ ἀποθνήσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε, καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου Πνεύματος κοινωνίαν, ὅτι ἀποθνήσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπίζουσιν αὐτοὺς, καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί· οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ Πνεύματος, καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. Ταῦτα δὲ καὶ πάλιν φημὶ, οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον πνευματικῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον.
11. Therefore, just as for the body, as has been said before, life is not from itself, but from outside itself, that is, from the earth, and without the things outside itself it is impossible for it to live; so also the soul, unless it be born from now onwards into that land of the living, and thence be nourished spiritually, advancing in the Lord, and be clothed from the divinity with ineffable garments of heavenly beauty, without that nourishment it is impossible for it of itself to live in enjoyment and rest. For the divine nature has both the bread of life, Who said, I am the bread of life (John 6:35); and, living water (John 4:10); and, wine that gladdens the heart of man (Ps. 103:15); and, the oil of gladness (Ps. 44:8), and the manifold nourishment of the heavenly Spirit, and heavenly garments of light coming from God. In these is the eternal life of the soul. Woe to a body, whenever it stands upon its own nature, because it is corrupted and dies; and woe to a soul, if it stands upon its own nature alone, and trusts in its own works alone, having no fellowship of the divine Spirit, because it dies, not having been counted worthy of the eternal life of the divinity. For just as with the sick, when the body can no longer take nourishment, they despair of them, and all true friends, kinsfolk and beloved ones weep; so God and the holy angels weep for the souls that are not nourished with the heavenly nourishment of the Spirit, and have not lived in incorruption. And these things again I say, are not merely words spoken, but a work of spiritual life, a work of truth, taking place in the worthy and faithful soul.
ΙΒʹ. Εἰ τοίνυν ἐγένου θρόνος τοῦ Θεοῦ, καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος, καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς, καὶ ὅλη φῶς· καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ Πνεύματος τροφὴν, καὶ εἰ ἐποτίσθης ἐκ τοῦ ζῶντος ὕδατος, καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀῤῥήτου φωτὸς ἐνδύματα· εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς καὶ τὴν ὄντως αἰώνιον ζωήν, ἀπὸ τοῦ νῦν μετὰ τοῦ Κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου. Ἰδοὺ κέκτησαι καὶ ἔλαβες ταῦτα παρὰ τοῦ Κυρίου ἐν ἀληθείᾳ ἵνα ζῇς ζωὴν ἀληθινήν. Εἰ δὲ μηδὲν τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας, καὶ τὴν ὄντως ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. Πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ Κυρίου νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. Εἴθε δὲ κἂν πόνον τις ἐκέκτητο, διὰ τὴν ἑαυτοῦ πτωχείαν· τὸ μὴ ὥσπερ κεκορεσμένοι ἐν ἀμεριμνίᾳ διήγομεν, ὅτι ὁ πόνον ἔχων, καὶ ζητῶν καὶ αἰτῶν τὸν Κύριον ἀδιαλείπτως, ταχέως τεύξεται τῆς ἀπολυτρώσεως, καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ Κύριος ἔλεγε, περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον· Πόσῳ μᾶλλον ὁ Θεὸς ποιήσει
12. If therefore you have become a throne of God, and the heavenly Charioteer has mounted upon you, and your soul has become wholly a spiritual eye, and wholly light; and if you have been nourished with that nourishment of the Spirit, and if you have been given to drink of the living water, and if you have put on the garments of ineffable light; if of all these things your inner man has been established in experience and full assurance, behold, you live indeed the truly eternal life, your soul resting from now onwards with the Lord. Behold, you have acquired and received these things from the Lord in truth, that you may live the true life. But if you are conscious in yourself of none of these things, weep and grieve and lament, because you have not yet attained the eternal and spiritual wealth, and have not yet received the true life. Have pain therefore over your poverty, beseeching the Lord night and day, because you stand in the dreadful penury of sin. And would that one possessed even pain on account of his own poverty, that we might not pass our days in carelessness as though satisfied, because he who has pain, and seeks and asks the Lord unceasingly, will quickly obtain redemption and the heavenly wealth, even as the Lord said, recounting the word concerning the unjust judge and the widow: How much more shall God execute
Notes, col. 461

On the reading

Printed ουρανια, for οὐράνια.

PG 34:464Read from the page
τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
the avenging of those who cry out to Him night and day; yea, I say, He will execute the avenging of them speedily (Luke 18:7-8): to Whom be the glory and the dominion unto the ages. Amen.
ΟΜΙΛΙΑ Βʹ.
Homily II.
Περὶ τῆς βασιλείας τοῦ σκότους, τοῦτ' ἔστι, τῆς ἁμαρτίας· καὶ ὅτι μόνος ὁ Θεὸς δύναται αἴρειν ἀφ' ἡμῶν τὴν ἁμαρτίαν, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἄρχοντος τοῦ πονηροῦ.
Concerning the kingdom of darkness, that is, of sin; and that God alone is able to take away sin from us, and to deliver us out of the bondage of the evil ruler.
Αʹ. Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄνθρωπον ἀπαρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ τοῦ σκότους ὡσανεὶ ἄνθρωπον· Καὶ ποιήσωσιν αὐτὸν βασιλέα, καὶ ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικὰ, καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων βασιλικὰ φορῇ. Οὕτως τὴν ψυχήν, καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς, καὶ ὅλην ἐμίανε, καὶ ὅλην ᾐχμαλώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ, καὶ οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς ἐλεύθερον ἀπ' αὐτοῦ, οὐ λογισμοὺς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ' ἐνέδυσεν αὐτὴν πορφυρίδα τοῦ σκότους. Ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος, ἢ μέλος, πάσχει, ἀλλ' ὅλον ἐξ ὅλου παθητόν ἐστιν· οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔπαθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. Ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ, τοῦτ' ἔστι, τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν ἐγένετο.
1. The kingdom of darkness, the evil ruler, having taken man captive from the beginning, so encompassed and clothed the soul in the power of darkness as if a man: And let them make him king, and clothe him in royal garments, and from head to nails let him wear royal attire. Thus the evil ruler clothed the soul, and its whole substance, with sin, and defiled the whole of it, and took the whole of it captive into his kingdom, and left not a single member of it free from him, neither thoughts, nor mind, nor body, but clothed it in the purple robe of darkness. For just as the body suffers not in one part, or member, but the whole throughout is subject to passion; so also the whole soul suffered the passions of malice and sin. The evil one therefore clothed the whole soul, the necessary member and part of man, with his malice, that is, sin, and thus the body became subject to passion and corruptible.
Βʹ. Ὅταν γὰρ λέγῃ ὁ Ἀπόστολος· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμοὺς, κεφαλὴν πρὸς κεφαλὴν, ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας. Ὅλον γὰρ τὸν ἄνθρωπον ψυχὴν καὶ σῶμα ἐμίανεν ὁ πονηρὸς, καὶ κατέσπασε, καὶ ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν ἄνθρωπον, καὶ μιαρὸν, ἀκάθαρτον, καὶ θεομάχον, καὶ μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ Θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν, ἵνα μηκέτι βλέπῃ, ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ' ἵνα πονηρῶς ὁρᾷ, καὶ πονηρῶς ἀκούῃ, καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιίαν, καὶ χεῖρας ἐργαζομένας ἀνομίαν, καὶ καρδίαν πονηρὰ διαλογιζομένην. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος ἆραι ἀφ' ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. Αὐτὸς δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς δουλείας ταύτης· ὥσπερ γὰρ ὅταν ἥλιος ᾖ, καὶ ἄνεμός τις πνέῃ, ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα· καὶ οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ Θεὸς παύσῃ, ἵνα μηκέτι πνέῃ· οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη ἐστὶν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν.
2. For when the Apostle says: Put off the old man (Eph. 4:22), he means a complete one, having eyes set against eyes, head against head, ears against ears, hands against hands, feet against feet. For the evil one defiled the whole man, soul and body, and dragged him down, and clothed the man with the old man, polluted, unclean, and fighting against God, and not subject to the law of God, with sin itself, so that the man may no longer see as he wishes, but that he may look wickedly, and hear wickedly, and have feet hastening unto evil-doing, and hands working iniquity (Ps. 58:3), and a heart devising evil things. Let us therefore also beseech God, that He may strip off from us the old man, because He alone is able to take away sin from us; because stronger than we are those who have taken us captive, and hold us fast in their kingdom. But He Himself promised to deliver us out of this bondage: for just as when the sun is shining, and some wind is blowing, the sun has its own body and its own nature, and likewise the wind has its own nature and its own body, and no one is able to separate the wind from the sun, unless God alone should make it cease, that it blow no longer; so also sin is mingled with the soul, though each has its own nature.
Γʹ. Ἀδύνατον οὖν ἐστι χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ Θεὸς παύσῃ καὶ στήσῃ τὸν πονηρὸν τοῦτον ἄνεμον, τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ
3. It is impossible therefore to separate the soul from sin, unless God make to cease and stay this evil wind, which dwells in the soul and