Migne Reading Room

PG 34 · cols. 256–265 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:256Read from the page
ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς, λέγων· τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρούσαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν ἐκάθισα. νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν λαλήσας μηδέν. καὶ τῇ ὥρᾳ τῆς ἐνάτης ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. ἐγὼ δὲ εἶπον· ἐγείρεσθε, φάγωμεν. καὶ ἀναστάντες ἐφάγομεν. καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· ὑπάγεις; ἐγὼ δὲ εἶπον· οὐχί, ἀλλ' ὧδε κοιμῶμαι. καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος. καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. ὡς δὲ ἔθηκαν ἑαυτούς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευράν, καὶ ἐγείρονται, καὶ ζωννῦσιν ἑαυτούς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ εἶδον ἄγγελον κυρίου κατέχοντα ῥομφαίαν πυρός, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ' αὐτοῦ. τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διυπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; λέγω· ναί· καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν ἀλληλούια. καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. ὡσαύτως καὶ ὁ μείζων ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. καὶ ἐξελθὼν λέγω· εὔξασθε περὶ ἐμοῦ. αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες. ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι, τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. μετὰ δὲ μικρὰς ἡμέρας ἐκοιμήθη ὁ μείζων ἀδελφός, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μι-
did, whatever I told them; and they did not visit me for three years. And I remained warring with my thoughts, saying, 'What then is their work, that they have not come to ask about a thought? Those from afar come to me; and these who are near have not come, nor did they go to others, except only to the church in silence, to receive the oblation.' And having fasted for the week, I prayed to God that He might show me their work. And rising up after the week, I went off to them to see how they sat; and when I knocked, they opened, and greeted me in silence; and having offered a prayer, I sat down. And the elder, having nodded to the younger to go out, sat down to plait the rope, speaking nothing. And at the hour of the ninth hour he knocked, and the younger came, and made a little gruel, and set a table, when the elder nodded to him; and he placed upon it three rusks, and stood in silence. And I said, 'Rise, let us eat.' And rising up, we ate. And he brought the cruse, and we drank. And when evening came, they say to me, 'Are you departing?' And I said, 'No, rather I am sleeping here.' And they laid a mat for me apart on one side, and for themselves in the corner apart on one side. And they took off their girdles and their scapulars, and laid themselves down together on the mat in front of me. And when they had laid themselves down, I prayed to God that He might reveal to me their work. And the roof was opened, and there came a light as day; but they themselves did not behold the light. And when they supposed that I was sleeping, the elder nudges the younger in the side, and they rise, and gird themselves, and stretch out their hands to heaven. And I beheld them, while they did not behold me; and I saw the demons coming like flies upon the younger; and some came to sit upon his mouth, and others upon his eyes. And I saw an angel of the Lord holding a sword of fire, and fencing him round and driving the demons away from him. But the elder they could not approach. And towards morning they laid themselves down; and I made myself as though I had just woken up, and they likewise. And the elder spoke to me this word only: 'Do you wish that we recite the twelve psalms?' I say, 'Yes'; and the younger chants five psalms of six verses each and one alleluia. And at each verse a torch of fire went forth out of his mouth, and ascended into heaven. Likewise the elder also, when he opened his mouth chanting, there went forth as it were a cord of fire, and reached even unto heaven. And I too recited a little by heart. And going out, I say, 'Pray for me.' And they made a prostration in silence. I learned therefore that the elder was perfect, whereas the enemy was still warring against the younger. And after a few days the elder brother fell asleep, and on the third day the youn-
Notes, col. 256

On the reading

Printed ζωννῦσιν, for ζωννύουσιν.

PG 34:257Read from the page
κρότερος. καὶ ὅτε παρέβαλόν τινες τῶν πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν λέγων· δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.
ger." And when some of the fathers visited Abba Macarius, he used to take them into their cell, saying, "Come, see the martyrdom of the little strangers."
34. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σέ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς κύριον. παραγενομένου αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν· καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. ὁ δὲ ἀκούσας ἔφη· κλαύσωμεν, ἀδελφοί, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.
34. Once the elders of the mountain sent to Abba Macarius in Scetis, entreating him; and they say to him, "Lest all the people be troubled in coming to you, we ask you to come to us, that we may behold you before you depart to the Lord." When he arrived at the mountain, all the people gathered together to him; and the elders entreated him to speak a word to the brothers. And hearing this, he said, "Let us weep, brothers, and let our eyes pour down tears, before we depart thither where our tears shall burn up our bodies." And they all wept, and fell upon their faces and said, "Father, pray for us."
35. Ἄλλοτε πάλιν δαίμων ἐπέστη τῷ ἀββᾷ Μακαρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς λέγει αὐτῷ· ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.
35. At another time again a demon stood by Abba Macarius with a small knife, wishing to cut off his foot; and being unable on account of his humility, he says to him, "Whatever things you have, we also have; by humility alone you differ from us, and prevail."
36. Εἶπεν ὁ ἀββᾶς Μακάριος· ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης· ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι.
36. Abba Macarius said, "If we remember the evils brought upon us by men, we destroy the power of the remembrance of God; but if we remember the evils of the demons, we shall be invulnerable."
37. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων, ὅτι ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων.
37. Abba Paphnutius, the disciple of Abba Macarius, said that the old man used to say, "When I was a little child, I was pasturing young cattle with the other children; and they went off to steal figs; and as they were running, one of them fell, and taking it I ate it; and whenever I remember it, I sit weeping."
38. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν ποτε εἰς τὴν ἔρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐρριμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον· καὶ λέγω αὐτῷ· σὺ τίς εἶ; ἀπεκρίθη μοι τὸ κρανίον· ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. λέγει αὐτῷ ὁ γέρων· ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; λέγει αὐτῷ· ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστιν πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα, ἀλλὰ τὸ πρόσωπον ἑκάστου πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου· αὕτη ἐστὶν ἡ πα-
38. Abba Macarius said: "Walking once in the desert, I found the skull of a dead man cast upon the ground; and when I moved it with my palm-wood staff, the skull spoke to me; and I say to it, 'Who are you?' The skull answered me, 'I was high priest of the idols and of the pagans who remained in this place; and you are Macarius the Spirit-bearer; at whatever hour you take pity on those in punishment, and pray for them, they are consoled a little.'" The old man says to it, "What is the consolation, and what is the punishment?" It says to him, "As far as heaven is distant from the earth, so great is the fire underneath us, as we stand from feet to head in the midst of the fire; and it is not possible to behold anyone face to face, but the face of each is glued to the back of another. So when you pray for us, one beholds in part the face of another; this is the con-
PG 34:260Read from the page
ραμυθία. καὶ κλαύσας ὁ γέρων εἶπεν· οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος· λέγει αὐτῷ ὁ γέρων· ἔστιν ἄλλη χείρων βάσανος; λέγει αὐτῷ τὸ κρανίον· μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. λέγει αὐτῷ ὁ γέρων· καὶ τίνες εἰσὶν ἐκεῖ; λέγει αὐτῷ τὸ κρανίον· ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεόν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεόν, καὶ ἀρνησάμενοι αὐτόν, ὑποκάτωθεν ἡμῶν εἰσι. καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.
solation." And weeping, the old man said, "Woe to the day on which the man was born!" The old man says to it, "Is there another worse torment?" The skull says to him, "There is a greater torment underneath us." The old man says to it, "And who are there?" The skull says to him, "We, as not knowing God, obtain at least a little mercy; but those who recognised God and denied Him are underneath us." And taking the skull, the old man buried it.
39. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· πρόλαβε μικρόν. καὶ ἐν τῷ προάγειν αὐτὸν συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς ἐφώνει λέγων· αἶ, αἶ, δαῖμον, ποῦ τρέχεις; στραφεὶς δὲ ἐκεῖνος διδοῖ αὐτῷ πληγὰς καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. καὶ ἄρας τὸ ξύλον ἔτρεχε· καὶ προβάντι ὀλίγον συναντᾷ αὐτῷ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· σωθείης, σωθείης, καματηρέ. καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν καὶ εἶπεν· τί καλὸν εἶδες ἐν ἐμοί, ὅτι προσηγόρευσάς με; λέγει αὐτῷ ὁ γέρων· ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας, ὅτι εἰς κενὸν κοπιᾷς. λέγει αὐτῷ καὶ αὐτός· κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον, ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ· ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πληγὰς εἰς θάνατον. καὶ ἔγνω ὁ γέρων, ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μοναχόν. καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχός, καὶ ἐβάσταξαν αὐτὸν καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους· καὶ ἰδόντες τὸν ἱερέα μετ' αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν· καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι' αὐτὸν Χριστιανοί. ἔλεγεν οὖν ο ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος καὶ τοὺς κακοὺς ποιεῖ καλούς.
39. They used to say concerning Abba Macarius the Egyptian that he was once going up from Scetis to the mountain of Nitria; and when he drew near to the place, he said to his disciple, "Go on a little ahead." And as he went ahead, he met a certain priest of the pagans; and crying out at him, the brother called aloud, saying, "Ah, ah, demon, where are you running?" And turning back, that man gave him blows and left him half-dead. And picking up his wood, he ran on; and when he had advanced a little, Abba Macarius met him running; and he says to him, "May you be saved, may you be saved, toiler!" And marvelling, he came to him and said, "What good did you see in me, that you greeted me?" The old man says to him, "Because I saw you labouring, and you do not know that you labour in vain." And he himself says to him, "I too was pricked to the heart at your greeting, and I learned that you are on the side of God; whereas another evil monk met me and insulted me, and I gave him blows unto death." And the old man knew that it was his disciple. And laying hold of his feet, the priest said, "I will not let you go unless you make me a monk." And they came up where the monk was, and carried him and brought him into the church of the mountain; and seeing the priest with him, they were amazed; and they made him a monk; and many of the pagans became Christians on his account. Abba Macarius therefore used to say that an evil word makes even the good evil, and a good word makes even the evil good.
40. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ' αὐτοῦ τὴν κάμηλον. ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος, ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν ἐπέθηκε τῇ καμήλῳ λέγων· ἀδελφέ, τοῦτο ζητεῖ ἡ κάμηλος. καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ λέγει· ἀνάστα· καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον
40. They used to say concerning Abba Macarius that in his absence a robber entered into his cell. And when he arrived at the cell, he found the robber loading the camel with his vessels; and entering into the cell himself, he took from the vessels and helped him load the camel. When therefore they had loaded it, the robber began to beat the camel so that it would rise; and it did not rise. And when Abba Macarius saw that it did not rise, entering into the cell he found a small hoe; and bringing it out, he laid it upon the camel, saying, "Brother, the camel is seeking this." And striking it with his foot, the old man says, "Rise"; and straightway it rose, and went forward a little on account of the word
Notes, col. 260

On the reading

Printed ο, for ὁ.

PG 34:261Read from the page
αὐτοῦ· καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.
of his; and again he sat down, and did not rise up until they had emptied all the vessels; and thus he departed.
41. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.
41. Abba Aio questioned Abba Macarius, saying: Speak a word to me. Abba Macarius says to him: Flee from men; sit in your cell, and weep for your sins, and do not love the talk of men; and you shall be saved.
IV. ALIA SANCTI MACARII APOPHTHEGMATA
IV. OTHER APOPHTHEGMATA OF SAINT MACARIUS
A JO. BAPT. COTELERIO EDITA.
EDITED BY JEAN-BAPTISTE COTELIER.
« Sanctorum senum Apophthegmata » s. vv. Agathon, Zacharias, Theodorus Phermensis apud Io. Bapt. Cotelerium Eccl. Graec. Mon. T. I, p. 372. 443. 451.
"Apophthegmata of the holy elders," s.vv. Agathon, Zacharias, Theodorus of Pherme, in Jean-Baptiste Cotelier, Ecclesiae Graecae Monumenta, Vol. I, pp. 372, 443, 451.
1. Εἶπεν ὁ ἀββᾶς Πέτρος ὁ τοῦ ἀββᾶ Λώτ, ὅτι ἐν τῷ κελλίῳ τοῦ ἀββᾶ Ἀγάθωνος ἤμην ποτέ, καὶ ἦλθε πρὸς αὐτὸν ἀδελφὸς λέγων· θέλω οἰκῆσαι μετὰ ἀδελφῶν· εἰπόν μοι πῶς μετ' αὐτῶν οἰκήσω. λέγει αὐτῷ ὁ γέρων· ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ ὅτε εἰσέρχῃ πρὸς αὐτούς, οὕτως φύλαξον τὴν ξενιτείαν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μὴ παῤῥησιασθῇς μετ' αὐτῶν. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· τί γὰρ ποιεῖ ἡ παῤῥησία; λέγει αὐτῷ ὁ γέρων· ἔοικεν ἡ παῤῥησία καύσωνι μεγάλῳ· ὃς ὅταν γίνηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ, καὶ τῶν δένδρων τὸν καρπὸν διαφθείρει. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· οὕτως χαλεπή ἐστιν ἡ παῤῥησία; καὶ εἶπεν ὁ ἀββᾶς Ἀγάθων· οὐκ ἔστιν ἕτερον πάθος χαλεπώτερον τῆς παῤῥησίας· γεννήτρια γάρ ἐστι πάντων τῶν παθῶν· πρέπει δὲ τῷ ἐργάτῃ μὴ παῤῥησιάζεσθαι, κἂν μόνος ᾖ ἐν τῷ κελλίῳ. οἶδα γὰρ ὅτι ἀδελφὸς ποιήσας χρόνον ἐν τῷ κελλίῳ οἰκῶν, ἔχων τι κοιτωνάριον, εἶπεν, ὅτι μετέβην ἐκ τοῦ κελλίου, μὴ γνοὺς αὐτὸ τὸ κοιτωνάριον, εἰ μὴ ἕτερός μοι εἶπεν. ὁ τοιοῦτος ἐργάτης ἐστὶ καὶ πολεμιστής.
1. Abba Peter, the disciple of Abba Lot, said: I was once in the cell of Abba Agathon, and a brother came to him, saying: I wish to dwell with brethren; tell me how I shall dwell with them. The elder says to him: As on the first day when you enter in among them, so guard your state as a stranger all the days of your life, that you may not use familiarity with them. Abba Macarius says to him: Why, what does familiarity do? The elder says to him: Familiarity is like a great scorching wind, which, when it arises, all flee from before its face, and it destroys the fruit of the trees. Abba Macarius says to him: Is familiarity so grievous? And Abba Agathon said: There is no other passion more grievous than familiarity; for it is the begetter of all the passions; and it befits the labourer not to use familiarity, even if he be alone in the cell. For I know that a brother who spent a long time dwelling in the cell, where there was a certain small bedchamber, said: I moved out of the cell without having noticed that small bedchamber itself, until another told me. Such a man is a labourer and a warrior.
2. Εἶπεν ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ζαχαρίᾳ· εἰπέ μοι τὸ ἔργον τοῦ μοναχοῦ. λέγει αὐτῷ· ἐμὲ ἐρωτᾷς, πάτερ; καὶ λέγει ὁ ἀββᾶς Μακάριος· πληροφοροῦμαι εἰς σὲ, τέκνον Ζαχαρία· ἔστι γὰρ ὁ νύσσων με τοῦ ἐρωτῆσαί σε. λέγει αὐτῷ ὁ Ζαχαρίας· τὸ κατ' ἐμὲ, πάτερ, τὸ ἑαυτὸν βιάζεσθαι εἰς πάντα, οὗτός ἐστιν ὁ μοναχός.
2. Abba Macarius said to Abba Zacharias: Tell me the work of the monk. He says to him: Do you question me, father? And Abba Macarius says: I have full confidence in you, child Zacharias; for there is one who pricks me to question you. Zacharias says to him: According to my judgement, father, forcing oneself in all things, this is the monk.
3. Ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης ἐκτήσατο τρία βιβλία καλά· καὶ παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ, καὶ λέγει αὐτῷ, ὅτι ἔχω τρία βιβλία καλά, καὶ ὠφελοῦμαι ἐξ αὐτῶν, καὶ οἱ ἀδελφοὶ κιχρῶνται αὐτὰ
3. Abba Theodorus of Pherme acquired three fine books; and he visited Abba Macarius, and says to him: I have three fine books, and I profit from them, and the brethren borrow them
PG 34:263Read from the page
καὶ ὠφελοῦνται. εἰπὲ οὖν μοι, τί ὤφειλον ποιῆσαι; κατάσχω αὐτὰ εἰς τὴν ἐμὴν καὶ τὴν τῶν ἀδελφῶν ὠφέλειαν, ἢ πωλήσω αὐτὰ καὶ δώσω πτωχοῖς; καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· καλαὶ μὲν αἱ πράξεις, ἀλλὰ μείζων πάντων ἡ ἀκτημοσύνη ἐστί. καὶ τοῦτο ἀκούσας, ἀπελθὼν ἐπώλησεν αὐτὰ, καὶ διέδωκε πτωχοῖς.
and profit from them. Tell me therefore, what ought I to do? Shall I keep them for my own profit and that of the brethren, or shall I sell them and give to the poor? And answering, the elder said: The actions are indeed good, yet greater than all is non-possession. And having heard this, he went away and sold them, and distributed to the poor.
V. APOPHTHEGMATA SANCTI MACARII ALEXANDRINI
V. APOPHTHEGMATA OF SAINT MACARIUS THE ALEXANDRIAN
A JO. BAPT. COTELERIO EDITA.
EDITED BY JEAN-BAPTISTE COTELIER.
« Sanctorum senum Apophthegmata » s. v. Macarius urbicus apud Jo. Bapt. Cotelerium Eccl. Graec. Mon. t. I, p. 572 sq.
"Apophthegmata of the holy elders," s.v. Macarius the citizen, in Jean-Baptiste Cotelier, Ecclesiae Graecae Monumenta, Vol. I, p. 572 ff.
Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ πολιτικοῦ.
Concerning Abba Macarius the citizen.
1. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Μακάριος ὁ πολιτικὸς κόψαι θαλλία καὶ οἱ ἀδελφοὶ μετ' αὐτοῦ. καὶ λέγουσιν αὐτῷ τὴν πρώτην ἡμέραν· δεῦρο, φάγε μεθ' ἡμῶν, πάτερ. ὁ δὲ ἀπῆλθε καὶ ἔφαγε. καὶ πάλιν τῇ ἄλλῃ λέγουσιν αὐτῷ φαγεῖν. ὁ δὲ οὐκ ἤθελεν, ἀλλ' ἔλεγεν αὐτοῖς· ὑμεῖς χρείαν ἔχετε φαγεῖν, τέκνα· ἀκμὴν γὰρ σάρξ ἐστε· ἐγὼ δὲ νῦν οὐ θέλω φαγεῖν.
1. Abba Macarius the citizen went off once to cut palm-branches, and the brethren with him. And they say to him on the first day: Come, eat with us, father. And he went off and ate. And again on the next day they tell him to eat. But he was unwilling, and said to them: You have need to eat, children, for you are still flesh; whereas I do not wish to eat now.
2. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος πρὸς τὸν ἀββᾶν Παχώμιον τῶν Ταβεννησιωτῶν· ὁ δὲ Παχώμιος ἠρώτα αὐτὸν λέγων· ὅτε εἰσὶν ἀδελφοὶ ἄτακτοι, καλόν ἐστι παιδεῦσαι αὐτούς; λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· παίδευσον, καὶ κρῖνον δικαίως τοὺς ὑπὸ σέ· ἔξω δὲ μὴ κρίνῃς τινάς. γέγραπται γάρ· οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.
2. Abba Macarius visited Abba Pachomius of the Tabennesiotes; and Pachomius questioned him, saying: When there are disorderly brethren, is it good to chastise them? Abba Macarius says to him: Chastise, and judge righteously those under you; but judge none outside. For it is written: Do you not judge those who are within? Whereas those who are without God will judge (1 Cor. 5:12-13).
3. Ἐποίησέ ποτε ὁ ἀββᾶς Μακάριος τετράμηνον, παραβάλλων τινὶ ἀδελφῷ ἡμερούσιον· καὶ οὐχ εὗρεν αὐτὸν εὐκαιροῦντα ἀπὸ τῆς προσευχῆς οὐδὲ ἅπαξ. καὶ θαυμάσας ἔλεγεν· ἰδοὺ ἐπίγειος ἄγγελος.
3. Abba Macarius once spent four months visiting a certain brother daily; and he did not find him at leisure from prayer even once. And marvelling, he used to say: Behold an earthly angel!
JO. SAL. SEMLERI
OF JOHANN SALOMO SEMLER
DISSERTATIONES DUAE DE SCRIPTIS S. MACARII AEGYPTII.
TWO DISSERTATIONS CONCERNING THE WRITINGS OF SAINT MACARIUS THE EGYPTIAN.
DISSERTATIO PRIOR.
FIRST DISSERTATION.
Specimen examinis critici Operum quae ita feruntur Macarii, sub laetissimos festosque dies Christo ab inferis magnifice redeunti sacros, boni ominis caussa edidit J. S. S. Sal. Thur. S. LL. S. Halae Magdeburgicae, typis Joannis Christiani Hendelii Acad. Typ. MDCCXLV.
A specimen of a critical examination of the Works that are thus attributed to Macarius, which during the most joyful and festive days sacred to Christ magnificently returning from the lower world, for the sake of a good omen, J. S. S., of Saalfeld in Thuringia, student of sacred letters, published at Halle in Magdeburg, from the press of Johann Christian Hendel, University Printer, 1745.
[Pag. 3] Viro summe reverendo, amplissimo, doctissimo D. Gotth. Augusto Franckio, Fac. Theol. Hal. Seniori, patrono suo summopere venerando. [Pag. 4.] Viro summe reverendo, amplissimo, doctissimo D. Sigism.
[Page 3] To the most reverend, most eminent, most learned Master Gotthilf August Francke, Senior of the Theological Faculty of Halle, his most highly venerable patron. [Page 4.] To the most reverend, most eminent, most learned Master Sigismund
PG 34:265Read from the page
Jacobo Baumgarten, Sem. Theol. directori, patrono suo summopere venerando. Leve hoc et tenue scriptum reverentiae suae documentum multis faustisque in festos hos dies ominibus et precationibus offert auctor.
Jakob Baumgarten, Director of the Theological Seminary, his most highly venerable patron. This slight and slender writing, as a token of his reverence, with many auspicious wishes and prayers for these festive days, the author offers.
[Pag. 5] Bella sunt verba, viri summe reverendi, quae habentur in Homilia inter Macarii vulgo creditas VIa § 9, omnibus veris Christianis Xanthicum mensem, sive Aprilem, non iniuria fausta quaeque polliceri. Hic enim, quemadmodum renovat quasi frigidi et inimici olim caeli naturam, et calidiorem iam iucundamque reddit, ita beata recordatio eorum, quae sub hoc fere idem tempus in nos omnes per Salvatoris novam quasi vitam redundarunt, non potest non animi opprimere tristitiam, mentemque divina quadam perfundere laetitia. Unde oro atque obsecro, viri summe reverendi, pro eximia vestra benevolentia clementer interpretamini, quod sollemne hoc Christiano orbi tempus vobis ex animi sententia gratulari sustineo, inque eam rem leve hoc vobis offero scriptum. Quod quidem ipse satis intelligo ita esse comparatum, venerabilibus ut personis vestris dignum videri vix possit. Quare et ipse non mediocriter dubitabam, an summis nominibus vestris inscribere illud commode possim. At videbar mihi satis cognovisse in vobis, viri summe reverendi, [Pag. 6] eam virtutem, qua, ut potestis maxime, omnia benevolentissime in eam accipere soletis partem quae est lenior. Quidni ergo eodem me beneficio fruiturum sperem, dum meorum rationem vobis studiorum his reddere volo? Tum ne mihi ipsi quidem satisfeci, sed multa adhuc reprehendo. Hoc tamen, licet forte unicum, non omnino carere sua quacunque utilitate mihi videbatur, quod jam intelligi potest, ex se ipso Macarium, si diligenter volvatur, posse in multis corrigi, quod omnia bis aut ter occurrunt, et librariorum inde errores abstergi optime possunt. Quod licet parvum utilitatis momentum si vobis non penitus improbari intellexero, viri summe reverendi, videbor mihi non inutiliter hanc parvam operam consumsisse. Valete et benevolentia vestra, nisi indignus videbor, porro me amplectimini. Dabam Halae sub ipsos festos dies.
[Page 5] Fine are the words, most reverend sirs, which are found in the sixth Homily, section 9, among those commonly believed to be of Macarius, that to all true Christians the month Xanthicus, or April, not without reason promises all auspicious things. For just as this month renews, as it were, the nature of the sky that was formerly cold and hostile, and renders it now warmer and pleasant, so the blessed remembrance of those things which at about this very same time overflowed unto us all through the new life, so to speak, of the Saviour cannot fail to crush the sadness of the soul and bathe the mind with a certain divine gladness. Wherefore I pray and beseech you, most reverend sirs, in accordance with your singular goodwill kindly to excuse my venturing heartily to congratulate you upon this season solemn to the Christian world, and offering you this slight writing for that purpose. Which indeed I myself sufficiently understand to be of such a nature that it can scarcely seem worthy of your venerable persons. Wherefore I myself also doubted not a little whether I could fittingly inscribe it with your illustrious names. Yet I seemed to myself to have sufficiently recognized in you, most reverend sirs, [Page 6] that virtue whereby, as much as ever you can, you are wont most benevolently to take all things in the gentler part. Why then should I not hope that I shall enjoy the same favour, while by these pages I wish to render to you an account of my studies? Moreover, I have not even satisfied myself, but still find fault with many things. Yet this one point, though perhaps the only one, seemed to me not altogether to lack some usefulness of its own, that it can now be understood that Macarius, if he be diligently perused, can in many places be corrected out of himself, because all things occur twice or thrice, and the errors of copyists can thence be wiped away most excellently. And if I shall learn that this small measure of usefulness is not wholly disapproved by you, most reverend sirs, I shall seem to myself not to have spent this slight labour in vain. Farewell, and unless I shall seem unworthy, continue to embrace me with your goodwill. Given at Halle during the festive days themselves.
[Pag. 7] § I.
[Page 7] Section I.
Quae Macarii circumferuntur Opuscula, ut diligenti lectione non omnino indigna sunt, ita nec forte hoc examine, Macarii an nomen jure prae se ferant et revera ab eo sint. Atque hic non dubito fore plerosque qui mirentur, quid sit quod ego potissimum dubitem de re, de qua nemini unquam fere in mentem venit. Quin et ipse aliquantum timidum me esse non nego. Utcunque vero res ceciderit, juvabit tamen errori, quem esse suspicatus sum, me ipsum pro virili parte obstitisse.
Just as the Opuscula of Macarius that are in circulation are not altogether unworthy of diligent reading, so perhaps neither are they unworthy of this examination as to whether they rightly bear the name of Macarius and are truly by him. And here I do not doubt that there will be very many who will marvel why it is that I above all doubt concerning a matter which has scarcely ever come into anyone's mind. Nay, I do not deny that I myself also am somewhat timid. Yet however the matter may turn out, it will nevertheless be pleasing that to the best of my ability I myself have withstood what I have suspected to be an error.
§ II.
Section II.
Quod antea jam tetigi, posse mihi forte aliorum obstare auctoritatem, qui nihil tale suspicati sunt, id adhuc contendo vitio mihi verti nullo modo [Pag. 8] posse. Ita enim in his studiis mihi jam diu multorum auctoritatibus suasi esse versandum, ut temere nihil, nec sine rationibus facile crederem. Neque hoc meum examen ulla in re nomini magnorum virorum derogare aliquid potest. Mirari enim nemo erit qui vetet, cur hanc nemo quaestionem moverit. Nisi quis eo forte referat Possinum, qui in Thesauro suo ascetico de tertio Macario ideo cogitat, quod horum duorum neutri veterum testimonium exstet. Quam quidem litem simul confecero, si hanc potuero, quam ipse incipio.
What I have already touched upon before, that perhaps the authority of others who have suspected nothing of the kind might stand in my way, I still maintain can in no way [Page 8] be imputed to me as a fault. For I have long since persuaded myself by the authorities of many that in these studies one must proceed in such a way as to believe nothing rashly, nor easily without reasons. Nor can this examination of mine in any respect detract anything from the renown of great men. For there will be no one to forbid wondering why no one has raised this question; unless perhaps someone should refer to this point Possinus, who in his Thesaurus asceticus thinks of a third Macarius for the reason that no testimony of the ancients is extant for either of these two. Which controversy indeed I shall at the same time have settled, if I shall be able to settle this one which I myself begin.
§ III.
Section III.
Atque videamus jam, quibus argumentis fidem haberi velint aut velle possint, qui Macario, quicunque is sit, ista adscribunt. Nulla certe habere alia possunt, quam omnino duo. Quorum alterum codicum MSS. est, alterum ex ipsis veterum scriptis petitum et testimoniis. Quod si ergo neutrum stabile et firmum sit, non temere dubitare ego videbor. Atque id ipsum ego assero.
And let us now see for what arguments those who ascribe those works to Macarius, whoever he may be, wish or could wish credence to be given. Assuredly they can have no others than two in all: one of which belongs to the manuscript codices, while the other is sought from the very writings and testimonies of the ancients. If therefore neither of the two be stable and firm, I shall seem not to doubt rashly. And that very thing I assert.
Primum enim quod attinet ad MSS., ad quae in his rebus provocare non exiguum est testimonium, multa erunt circumspicienda. Quam antiqui tales codices sint, qui Macarium auctorem produnt, statuere vix possum, quia eorum in his terris, ut fit, nulla aut exigua est notitia. At contendere vix vereor, non ultra saeculum XII aut XIII esse posse, quia, ut ostendemus postea, nemo fere ante ista tempora istorum operum Macarii sub nomine mentionem facit. Hoc ergo sane non multum roboris habebit argumentum. [Pag. 9] Accedit, sint licet MSS. multi, possunt ab uno omnes profecti esse, atque ergo auctoritatis adhuc minoris. Tum, si vel maxime de auctoritate MSS. constaret, iis tamen ex eo tantum capite aliquid dandum esset, quod rationibus contraria non dicunt. Jam vero fieri vix potest, ut auctor asceticus, qualis est Macarius, tam diu monachis ignoratus sit per X et plura saecula, ut nemo ejus meminerit. Adde, quod multi talia praecepta scripserint, ut hoc studium ἀσκητικὸν fere semper viguerit. Ita hoc eodem jure Caveus, Hist. Lit. P. I, Macarii negat esse opusculum aliquod de exodio animae justorum et impiorum, quod, licet MS. praeferat Macarii nomen, tamen ratio tractationis absona et non conveniens sit. Et profecto, si licet conjecturis indulgere, non dubito, nostra omnia Macariana Opuscula tempore eodem cum hoc isto nata et consarcinata fuisse.
For first, as regards the manuscripts, to appeal to which in these matters is no slight testimony, many points will have to be considered. How ancient such codices may be as set forth Macarius as author, I can scarcely determine, because in these lands, as happens, there is no knowledge of them, or very little. Yet I scarcely fear to maintain that they cannot go beyond the twelfth or thirteenth century, because, as we shall show afterwards, almost no one before those times makes mention of those works under the name of Macarius. This argument, therefore, will assuredly not possess much strength. [Page 9] Moreover, even though the manuscripts be many, they may all have proceeded from a single one, and therefore be of still less authority. Furthermore, even if the authority of the manuscripts were established in the highest degree, yet weight would have to be given to them only on that score, that they do not say things contrary to reason. Now indeed it can scarcely happen that an ascetic author, such as Macarius is, should have been unknown to monks so long through ten and more centuries that no one made mention of him. Add that many wrote such precepts, inasmuch as this ascetic pursuit almost always flourished. Thus by this very same right Cave, Historia Literaria, Part I, denies to be of Macarius a certain opusculum on the departure of the soul of the righteous and of the ungodly, because, although the manuscript bears the name of Macarius, nevertheless the manner of treatment is discordant and unsuitable. And assuredly, if it is permissible to indulge in conjectures, I do not doubt that all our Macarian Opuscula were born and patched together at the same time with that one.