Migne Reading Room

PG 34 · cols. 188–197 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:188Read from the page
δοῦλος Μακάριος στοχασμῷ μόνῳ ἠκολούθει τοῖς ἄστροις, καθάπερ ναυτικοὶ διαβαίνοντες τὰ πελάγη. οὕτως δὲ τὴν ἔρημον πᾶσαν διώδευσεν. ἔχων δέμα καλάμων χάριν σημείου ἕνα κατὰ μίλιον ἵστα, ὅπως δι' αὐτῆς ὑποστρέψῃ. καὶ ἐντὸς ἡμερῶν θʹ πλησίον τοῦ κήπου γέγονε, καὶ νυκτὸς καταλαβούσης μικρὸν ἐκαθεύδησεν· ὁ δὲ πονηρὸς δαίμων συναγαγὼν τοὺς καλάμους ἐκείνους πρὸς τῇ κεφαλῇ αὐτοῦ τέθεικεν, τάχα τοῦ Θεοῦ συγχωρήσαντος πρὸς μείζονα τούτου γυμνασίαν, ἵνα μὴ ὁδηγίᾳ καλάμων ἐλπίζῃ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι μᾶλλον, τοῦ διὰ στύλου πυρὸς καὶ νεφέλης ἐπὶ τεσσαράκοντα ἔτη μᾶλλον ἐν ἐκείνῃ τῇ ἐρήμῳ τὸν ἀπειθέα καὶ ἀντίλογον τοῦ Ἰσραὴλ λαὸν ὁδηγήσαντος. καὶ ἀναστὰς εὗρεν ἐν δεσμῷ τοὺς καλάμους. ἔλεγε δὲ ὁ ἅγιος, ὅτι ἐγγίσαντός μου τῷ κήπῳ ἐξῆλθον ἀπ' αὐτοῦ εἰς συνάντησίν μου ὡσεὶ οʹ δαίμονες παντοίῳ σχήματι, οἱ μὲν βοῶντες, οἱ δὲ πηδῶντες, ἄλλοι μεγάλῳ βρυγμῷ τρίζοντες κατ' ἐμοῦ τοὺς ὀδόντας, ἕτεροι ὡς κόρακες πτερυσσόμενοι ἐτόλμων κατὰ τῆς ἐμῆς ὄψεως λέγοντες· τί θέλεις, Μακάριε, πειρασμὲ τῶν μοναχῶν; τί πρὸς ἡμᾶς παρεγένου; μὴ καὶ ἡμεῖς εἴς τινας τῶν μοναχῶν ἐνηργήσαμεν; ἐκεῖ τὰ ἡμέτερα ἔχεις, τὴν ἔρημον, μετὰ τῶν ὁμοίων σου, ἀφ' ἧς τοὺς συγγενεῖς ἡμῶν ἐδιώξατε. οὐδὲν κοινὸν ἔχομεν μετὰ σοῦ, τί ἐπιβαίνεις ἡμῶν τοῖς τόποις; ὡς ἀναχωρητὴς ἀρκέσθητι τῇ ἐρήμῳ. ἡμῖν τοῦτον τὸν τόπον οἱ κτίσαντες ἀπεκλήρωσαν. οὐ δυνήσῃ ὧδε μεῖναι. τί ζητεῖς εἰσελθεῖν, εἰς ὃ οὐδεὶς τῶν ζώντων ἀνθρώπων εἰσῆλθεν, ἀφ' οὗπερ οἱ τοῦτο κτίσαντες ἀδελφοὶ ὑφ' ἡμῶν ἐνθάδε κατεκηδεύθησαν; καὶ ἔτι πολλὰ τῶν δαιμόνων ταραττομένων καὶ ὀλοφυρομένων εἶπον αὐτοῖς, φησὶν, εἰσέλθω μόνον καὶ ἱστορήσω καὶ ἀπέρχομαι ἔνθεν. οἱ δὲ δαίμονες· τοῦτο ἡμῖν ὁμολόγησον ἐν συνειδήσει σου. καὶ εἰπόντος μου· τοῦτο ποιήσω, εὐθὺς ἠφανίσθησαν. εἰσελθὼν οὖν, φησὶν, ἐθεασάμην πάντα, ἐν οἷς εὗρον κάδον χαλκοῦν σιδηρᾷ ἁλύσει κρεμάμενον κατὰ τοῦ φρέατος, λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα, καὶ καρπὸν ῥοῶν ξηρῶν οὐδὲν ἐχόντων ἔνδον. ἀταράχως οὖν ἐκεῖθεν ἀναχωρήσας ὁ ἅγιος διὰ εἴκοσι ἡμερῶν ὑπέστρεψεν. ἀναλωθεισῶν δὲ τῶν τροφῶν σχεδὸν οὐδ' ὅλως ἐγεύσατο ὁδεύων τὴν ἔρημον, ὡς καὶ τὸ πρᾶγμα ἔδειξεν, καὶ εἰς ὑπομονὴν ἐπειράζετο. καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι, ὤφθη αὐτῷ τις ὡς ἀπὸ σταδίου ἑστῶσα κόρη, καθαρὰν ὀθόνην φέρουσα, καὶ καυκάλιον ὕδατος κατέχουσα στάζον, καὶ τοῦτον προσκαλουμένη. καὶ ἐπὶ τρεῖς ἡμέρας ὥδευσε, βλέπων μὲν αὐτὴν, καταλαβεῖν δὲ μὴ δυνηθεὶς, τῇ δὲ ἐλπίδι τοῦ πιεῖν ὑπομείνας τῇ ἀτονίᾳ. μεθ' ἣν ἀνεφάνη πλῆθος βουβάλων· εἰσὶ γὰρ ἐν τοῖς τόποις ἐκείνοις· ἐξ ὧν μία ἔχουσα μόσχον ἐστὶ, φησὶ, κατέναντί μου. καὶ ἰδὼν, ὅτι ἔῤῥει αὐτῆς τὸ γάλα, ὑπ-
Macarius by conjecture alone followed the stars, just as sailors crossing the seas. And thus he traversed the whole desert. Having a bundle of reeds for a sign, he set up one at every mile, so that by this means he might return. And within nine days he came near the garden, and when night fell he slept a little; and the evil demon, having gathered those reeds together, placed them by his head, God perhaps permitting it for his greater training, so that he might not place his hope in the guidance of reeds, but rather in the grace of God, Who through a pillar of fire and of cloud for forty years rather guided the disobedient and gainsaying people of Israel in that desert. And having risen, he found the reeds in a bundle. And the saint used to say: When I drew near to the garden, there came out from it to meet me about seventy demons in every shape, some shouting, others leaping, others with great gnashing grinding their teeth against me, others like ravens flapping their wings ventured against my face, saying: What do you want, Macarius, temptation of the monks? Why have you come to us? Have we also wrought against any of the monks? There you have our possessions, the desert, with those like you, whence you have driven out our kinsmen. We have nothing in common with you; why do you trespass upon our places? As an anchorite, be content with the desert. Those who built this place allotted it to us. You will not be able to remain here. Why do you seek to enter into that which none of living men has entered since the brothers who built this were buried here by us? And whilst the demons were still in great tumult and lamenting, I said to them, says he: Let me only enter and view it, and I depart hence. And the demons said: Promise us this upon your conscience. And when I had said: I will do this, straightway they vanished. Having entered therefore, says he, I beheld everything, amongst which I found a brazen bucket hanging by an iron chain down the well, already worn away by time, and the fruit of dried pomegranates having nothing within. Having withdrawn thence untroubled, therefore, the saint returned in twenty days. And when his provisions had been consumed, he tasted almost nothing at all whilst travelling through the desert, as the event itself showed, and he was tried as to his endurance. And when he came near to collapsing, there appeared to him a certain maiden standing about a stade off, wearing a clean linen cloth, and holding a dripping cup of water, and calling him to her. And for three days he journeyed, seeing her indeed, yet not able to overtake her, but through the hope of drinking enduring in his exhaustion. After her there appeared a herd of antelopes—for they are in those places—one of which, having a calf, stood, says he, over against me. And seeing that her milk was flowing, under
PG 34:189Read from the page
εισελθὼν καὶ θηλάσας ἠρκέσθην. ἣ καὶ θείῳ προστάγματι πειθαρχοῦσα ἠκολούθει ἕως τῆς κέλλης, ἐμοῦ μὲν θηλάζοντος αὐτὴν, τὸν δὲ μόσχον αὐτῆς μὴ δεχομένη.
having entered and suckled, I was sufficed. And she, obeying a divine command, followed as far as the cell, whilst I suckled her, whereas she did not receive her own calf.
Ἄλλοτε πάλιν πλησίον θρύων καὶ φρυγάνων ὀρύσσων φρέαρ ὁ ἐνάρετος οὗτος εἰς ἀνάπαυσιν μοναχῶν ὑπὸ ἀσπίδος ἐδήχθη. ἀναιρετικὸν δὲ ἰὸν ἔχει τοῦτο τὸ θηρίον. δραξάμενος οὖν τῆς ἀσπίδος ὁ ἅγιος ταῖς χερσὶν ἀπὸ τῶν χελυνείων αὐτῆς διέῤῥηξεν αὐτὴν εἰπών· μὴ ἀποστείλαντός σε Κυρίου μου πῶς ἐτόλμησας σὺ πρός με ἐλθεῖν;
At another time again, whilst digging a well near rushes and brushwood for the refreshment of monks, this virtuous man was bitten by an asp; and this beast possesses a deadly venom. Taking hold, therefore, of the asp with his hands by its jaws, the saint tore it asunder, saying: Since my Lord did not send thee, how didst thou dare to come unto me?
Οὗτος ὁ μέγας Μακάριος διαφόρους κέλλας εἶχεν ἐν τῇ ἐρήμῳ, ἐν αἷς τοὺς ἄθλους τῆς ἀρετῆς εἰργάζετο, μίαν ἐν τῇ Σκήτει τῇ ἐνδοτέρᾳ πανερήμῳ, μίαν εἰς Λιβύην εἰς τὰ λεγόμενα κελλία, καὶ ἄλλην εἰς τὸ ὄρος τῆς Νιτρίας. καὶ αἱ μέν εἰσιν ἀθυρίδωτοι, εἰς ἃς ἐλέγετο ὁ Μακάριος ἐν τῇ μʹ καθέζεσθαι ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη κέλλα στενοτάτη ὑπῆρχε πάνυ, εἰς ἣν ἐκτεῖναι τοὺς πόδας οὐκ ἦν· ἡ δὲ τρίτη πλατυτέρα ἦν, ἐν ᾗ καὶ συνετύγχανε τοῖς πρὸς αὐτὸν φοιτῶσιν.
This great Macarius had various cells in the desert, in which he wrought the contests of virtue: one in Scete, the inner utter desert, one in Libya at the so-called Kellia, and another on the mountain of Nitria. And some are windowless, in which Macarius was said to sit in darkness during the forty days of Lent; and the other cell was exceedingly narrow, in which it was not possible to stretch out the feet; and the third was wider, in which he also met with those who resorted unto him.
Οὗτος ὁ φιλόθεος τοσοῦτον πλῆθος ἐθεράπευσε δαιμονώντων, ὡς μὴ ῥᾳδίως τούτους ὑποβάλλεσθαι ἀριθμῷ. παρόντων δὲ ἡμῶν πρὸς τοῦτον τὸν ὅσιον παρθένος τις ἀπὸ Θεσσαλονίκης, εὐγενὴς τῷ γένει, πλουσία τῷ βίῳ, φοράδην ἐκομίσθη, πολυετίαν ἔχουσα ἐν παραλύσει. καὶ τούτῳ προσαχθεῖσα ἐῤῥίφη πλησίον τῆς αὐτοῦ κέλλης. εἰς ἣν σπλαγχνισθεὶς καὶ ἐπευξάμενος, ἐλαίῳ ἁγίῳ ἀλείφων αὐτὴν ταῖς αὐτοῦ χερσὶν, καὶ ἐκτενῶς ὑπὲρ αὐτῆς προσευχόμενος συχνῶς ἐπὶ εἴκοσι ἡμέρας ταύτην ὑγιῆ εἰς τὴν ἑαυτῆς ἀπέστειλε πόλιν, ἰδίοις ποσὶν ἀπελθοῦσαν, ἥτις πολλὴν καρποφορίαν ἀπέστειλε τοῖς ἁγίοις.
This lover of God healed so great a multitude of demoniacs that they could not easily be subjected to number. And when we were present with this holy man, a certain virgin from Thessalonica, noble by birth and wealthy in life, was brought on a litter, having spent many years in paralysis; and being brought unto him, she was cast down near his cell. Being moved with compassion towards her and having prayed over her, anointing her with holy oil with his own hands, and praying fervently on her behalf continually for twenty days, he sent her away whole to her own city, departing on her own feet; and she sent a bountiful offering of fruit unto the saints.
Οὗτος ὁ μέγας Μακάριος ἀκούσας, ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται, μεταμφιεσάμενος καὶ ἀναλαβὼν κοσμικὸν σχῆμα ἐργάτου, δι' ἡμερῶν ιεʹ εἰσῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας· καὶ ἐλθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν Ταβεννησιωτῶν ἐπεζήτει τὸν ἀρχιμανδρίτην αὐτῶν Παχώμιον, ἄνδρα δοκιμώτατον, καὶ χάρισμα ἔχοντα προφητικόν. ἀπεκρύβη δὲ τούτῳ τὰ κατὰ τὸν μέγαν Μακάριον. περιτυχὼν οὖν αὐτῷ λέγει αὐτῷ ὁ Μακάριος· δέομαί σου, κύριε, δέξαι με εἰς τὴν μονήν σου, ἵνα γένωμαι μοναχός. λέγει αὐτῷ ὁ Παχώμιος· λοιπὸν εἰς γῆρας ἤλασας, πῶς σὺ ἀσκεῖν δύνασαι; ἀδελφοί εἰσιν ἀπὸ νεότητος ἀσκήσαντες καὶ τοῖς πόνοις συνανατραφέντες, καὶ οὐ φέρουσι τὸν κάματον. σὺ δὲ ἐν ταύτῃ τῇ ἡλικίᾳ οὐ δύνασαι ὑπενεγκεῖν τοὺς τῆς ἀσκήσεως πειρασμοὺς, καὶ
When this great Macarius heard that the Tabennesiotes maintained a great rule of life, disguising himself and assuming the worldly garb of a labourer, he entered the Thebaid in fifteen days, journeying through the desert; and coming to the monastery of the Tabennesiotes, he sought out their archimandrite Pachomius, a most approved man and one possessing a prophetic gift of grace. Yet the matters concerning the great Macarius were hidden from him. Having met with him, therefore, Macarius says unto him: I beseech thee, sir, receive me into thy monastery, that I may become a monk. Pachomius says unto him: Thou hast now advanced into old age; how art thou able to practise asceticism? The brethren have practised asceticism from youth and have been reared together with labours, and they do not bear the toil; whereas thou at this age art not able to endure the trials of asceticism, and
Notes, col. 189

On the reading

Printed εισελθὼν, for εἰσελθὼν.

PG 34:192Read from the page
σκανδαλίζῃ, καὶ ἐξέρχῃ, καὶ κακολογεῖς ἡμᾶς, καὶ οὐκ ἐδέξατο αὐτόν. ὁ δὲ ηὐτόνησε παραμείνας νῆστις ἕως ἡμερῶν ἑπτά. ὕστερον δὲ λέγει αὐτῷ ὁ μέγας Μακάριος· δέξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ' αὐτοὺς καὶ ἐργάζωμαι, ἃ ἐργάζονται, τότε κέλευσόν με ἐκριφῆναι τῆς μονῆς. πείθει οὖν τοὺς ἀδελφοὺς ὁ μέγας Παχώμιος δέξασθαι αὐτόν. ἐστὶ δὲ τὸ σύστημα τῆς μονῆς ἐκείνης χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον. εἰσῆλθεν οὖν εἰς ταύτην ὁ μέγας Μακάριος. παρελθόντος δὲ ὀλίγου χρόνου ἐπέστη ἡ μʹ, καὶ ἰδὼν ὁ μέγας Μακάριος ἕκαστον αὐτῶν διαφόρους πολιτείας ἀναλαμβάνοντα, τὸν μὲν ἐσθίοντα ἐν ἑσπέρᾳ, τὸν δὲ διὰ δύο, τὸν δὲ διὰ πέντε, ἄλλον δὲ πάλιν ἑστῶτα διὰ πάσης τῆς νυκτὸς, τὴν δὲ ἡμέραν καθήμενον εἰς ἔργον, οὗτος βρέξας θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος ἔστη ἐν γωνίᾳ μιᾷ καὶ, μέχρις οὗ ἡ μʹ ἐπληρώθη καὶ τὸ πάσχα παραγέγονεν, οὐκ ἄρτου, οὐχ ὕδατος ἥψατο, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐδενὸς ἄλλου ἐγεύσατο παρεκτὸς φύλλων κράμβης ὠμῶν, ὧν ἐλάμβανεν κατὰ κυριακὴν, ἵνα δόξῃ ἐσθίειν, καὶ μὴ εἰς οἴησιν ἐμπέσῃ. καὶ εἴποτε ἐξῄει εἰς τὴν χρείαν αὐτοῦ, θᾶττον εἰσιὼν ἵστατο εἰς τὸ ἐργόχειρον, μὴ ἀνοίγων στόμα, μὴ λαλήσας μὴ μικρὸν μὴ μέγα, ἀλλ' ἑστὼς ἐσιώπα, μηδὲν ἄλλο ποιῶν παρεκτὸς τῆς ἐν τῇ καρδίᾳ προσευχῆς καὶ τῶν θαλλῶν, ὧν εἶχεν ἐν ταῖς χερσί. θεασάμενοι δὲ τοῦτον πάντες οἱ ἀσκηταὶ τῆς μονῆς ἐκείνης ἐστασίασαν κατὰ τὸν ἡγούμενον αὐτῶν λέγοντες· πόθεν ἡμῖν ἤγαγες τοῦτον τὸν ἄσαρκον ἄνθρωπον εἰς ἡμετέραν κατάκρισιν; ἢ ἔκβαλλε τοῦτον ἐντεῦθεν, ἢ ἴσθι, ὅτι ἡμεῖς ἅπαντες ἀναχωροῦμέν σου σήμερον. ἀκούσας δὲ ταῦτα ὁ μέγας Παχώμιος παρὰ τῶν ἀδελφῶν ἠρώτησε τὰ κατ' αὐτὸν, καὶ μαθὼν τὰ περὶ τῆς αὐτοῦ πολιτείας προσηύξατο τῷ Θεῷ, ἵνα αὐτῷ ἀποκαλύψῃ τὸ τίς ἐστιν οὗτος. ἀπεκαλύφθη δὲ αὐτῷ, ὅτι οὗτός ἐστι Μακάριος ὁ μοναχός. τότ' ἐκράτει αὐτὸν τὴν χεῖρα ὁ κύριος Παχώμιος καὶ ἐξάγει αὐτὸν ἔξω, καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸ εὐκτήριον οἴκου, ἐν ᾧ τὸ θυσιαστήριον ἦν, καὶ ἀσπασάμενος αὐτὸν λέγει αὐτῷ· δεῦρο, καλόγηρε. σὺ εἶ Μακάριος καὶ ἀπέκρυψας καὶ οὐκ ἐφανέρωσάς μοι. ἐκ πολλῶν ἐτῶν ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. χάριν σοι ἔχω, ὅτι ἐκονδύλισας τὰ παιδία μου, ἵνα μὴ μέγα φρονῶσιν ἐπὶ τῇ ἑαυτῶν ἀσκήσει. παρακαλῶ σε, ἄπελθε εἰς τὸν τόπον σου· αὐτάρκως γὰρ ᾠκοδόμησας ἡμᾶς, καὶ εὔχου ὑπὲρ ἡμῶν. τότε ἀξιωθεὶς ὑπ' αὐτοὺ δεηθέντων αὐτῶν πάντων τῶν ἀδελφῶν ἀνεχώρησεν.
thou art offended, and goest forth, and speakest evil of us; and he did not receive him. Yet he persisted, remaining fasting for seven days. Afterwards the great Macarius says unto him: Receive me, abba, and if I do not fast as they do and work the things that they work, then command me to be cast out of the monastery. The great Pachomius, therefore, persuades the brethren to receive him. Now the community of that monastery is one thousand four hundred men unto this day. The great Macarius, therefore, entered into it. And when a little time had passed, the forty days of Lent came on; and when the great Macarius saw each of them undertaking various rules of life—one eating in the evening, another every two days, another every five, and another again standing throughout the whole night and sitting at work in the daytime—he, having soaked palm branches in abundance, stood in one corner and, until the forty days of Lent were fulfilled and Easter had arrived, touched neither bread nor water, bent not his knee, sat not down, lay not down, tasted nothing else save raw cabbage leaves, which he took on the Lord's day so that he might seem to eat and might not fall into conceit. And if ever he went out for his need, coming in quickly he stood at his handiwork, not opening his mouth, having spoken neither little nor much, but standing he kept silence, doing nothing else save the prayer in his heart and the branches which he held in his hands. And when all the ascetics of that monastery beheld him, they rose up in sedition against their superior, saying: Whence hast thou brought unto us this fleshless man for our condemnation? Either cast him out from hence, or know that all of us are departing from thee today. When the great Pachomius heard these things from the brethren, he inquired into the matters concerning him, and having learned the things regarding his rule of life, he prayed unto God that He might reveal unto him who this man was. And it was revealed unto him that this was Macarius the monk. Then Master Pachomius took him by the hand and leads him outside, and having brought him into the oratory of the house wherein the altar was, and having embraced him, he says unto him: Come hither, good elder; thou art Macarius, and thou didst hide it and didst not make it manifest unto me. For many years I have desired to see thee, hearing the things concerning thee. I give thee thanks that thou hast buffeted my little children, so that they may not think highly of their own asceticism. I beseech thee, depart unto thine own place, for thou hast sufficiently edified us, and pray on our behalf. Then, having been entreated by him and all the brethren themselves having made supplication, he withdrew.
Ἄλλοτε πάλιν διηγήσατο ἡμῖν οὗτος ὁ ἀπαθὴς, ὅτι πᾶσαν πολιτείαν ἀσκητικὴν ἣν ἐπεθύμησα κατ-
At another time again this impassible man related unto us: Every ascetic rule of life that I desired, having ac-
Notes, col. 192

On the reading

Printed αὐτοὺ, for αὐτοῦ.

PG 34:193Read from the page
ορθώσας, τότε εἰς ἄλλην ἐπιθυμίαν πνευματικὴν ἦλθον, καὶ ἠθέλησα, φησί, πέντε ἡμέρας τὸν νοῦν μου ἀπὸ τοῦ Θεοῦ ἀπερίσπαστον ποιῆσαι, καὶ μηδὲν ὅλως ἄλλο τι ἐννοῆσαι, ἀλλ' ἐκείνῳ μόνῳ προσανασχεῖν. καὶ τοῦτο κρίνας ἐν ἐμαυτῷ ἀπέκλεισά μου τὴν κέλλαν καὶ ἔξωθεν τὴν αὐλήν, ὥστε μὴ δοῦναι ἀνθρώπῳ ἐλθόντι ἀπόκρισιν. καὶ ἔστην ἀρξάμενος ἀπὸ τῆς δευτέρας, παραγγείλας μου τῷ νῷ καὶ εἰπὼν αὐτῷ· βλέπε μὴ κατέλθῃς ἐκ τῶν οὐρανῶν· ἔχεις ἐκεῖ ἀγγέλους, καὶ ἀρχαγγέλους, τὰς ἄνω δυνάμεις, τὰ χερουβὶμ καὶ τὰ σεραφίμ, τὸν Θεὸν τῶν ἁπάντων τούτων ποιητήν· ἐκεῖ διάτριψον· μὴ κατέλθῃς ὑποκάτω τοῦ οὐρανοῦ· μὴ ἐμπέσῃς εἰς λογισμοὺς ψυχικούς. καὶ διαρκέσας, φησί, δύο ἡμέρας καὶ νύκτας οὕτως παρώξυνα τὸν δαίμονα, ὡς φλόγα πυρὸς γενέσθαι τοῦτον καὶ κατακαῦσαί μου πάντα τὰ ἐν τῷ κελλίῳ, ὡς καὶ τὸν ψίαθον, ἐφ' ὃν εἰστήκειν, καταφλεχθῆναι, καὶ οὕτω νομίσαι με, ὅτι κἀγὼ ὅλως ἐμπίπραμαι. τέλος, πληγεὶς ἐγὼ τῷ φόβῳ, ἀπέστην τῆς προθέσεως ταύτης τῇ τρίτῃ ἡμέρᾳ, μηκέτι δυνηθεὶς λοιπὸν ἀπερίσπαστόν μου ποιῆσαι τὸν νοῦν, ἀλλὰ κατῆλθον εἰς θεωρίαν τοῦ κόσμου τούτου, ἵνα μὴ λογισθῇ μοι τοῦτο εἰς τῦφον.
complished it, I then came unto another spiritual desire, and I wished, says he, for five days to render my mind undistracted from God, and to think of nothing else at all whatsoever, but to cleave unto Him alone. And having determined this within myself, I shut up my cell and the courtyard outside, so as not to give an answer to any man who came. And I stood beginning from Monday, having charged my mind and said unto it: See that thou come not down from the heavens; thou hast there angels and archangels, the powers above, the cherubim and the seraphim, God the Maker of all these things; tarry there; come not down beneath the heaven; fall not into natural thoughts. And having held out, says he, for two days and nights, I so provoked the demon that he became a flame of fire and burned up all my things in the cell, so that even the rush mat upon which I was standing was consumed by flames, and I thus supposed that I myself also was wholly on fire. At last, being struck with fear, I desisted from this purpose on the third day, being no longer able henceforth to render my mind undistracted, but I came down to the contemplation of this world, lest this should be reckoned unto me for pride.
Παραβαλών ποτε τῷ ἁγίῳ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης τινὸς κατακείμενον, οὗ ἡ κεφαλὴ ἐβέβρωτο, ὡς καὶ αὐτὸ τὸ ὀστοῦν ἀπὸ τῆς κορυφῆς φαίνεσθαι ἅπαν ὑπὸ πάθους τοῦ λεγομένου καρκίνου, καὶ τοῦτον οὐδὲ ἐν συντυχίᾳ ἐδέχετο· παρακαλέσας τοίνυν αὐτὸν λέγω· κατοικτείρησον, δέομαί σου, τοῦτον τὸν ἄθλιον, καὶ δὸς αὐτῷ κἂν ἀπόκρισιν. καὶ λέγει μοι· ὅτι ἀνάξιός ἐστι τοῦ ἰαθῆναι. παιδεία γὰρ αὐτῷ ἀπεστάλη αὕτη. εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀποστῆναι τῆς λειτουργίας. καὶ εἶπον ἐγώ· διὰ τί, δέομαί σου; λέγει μοι· πορνεύων λειτουργεῖ, καὶ διὰ τοῦτο παιδεύεται νῦν. ἐὰν οὖν ἀποστῇ φόβῳ, ὧν καταφρονῶν κατετόλμησεν, ὁ Θεὸς ἰᾶται αὐτόν. κἀγὼ εἶπον τῷ πάσχοντι. ὁ δὲ συνέθετο ὀμόσας ἐπὶ Θεοῦ, μηκέτι ἱερατεῦσαι. καὶ τότε ἐδέξατο καὶ λέγει αὐτῷ· πιστεύεις, ὅτι ἔστι Θεός, ὃν οὐδὲν λανθάνει; καὶ ἀπεκρίνατο· καὶ δέομαί σου. εἶτα λέγει αὐτῷ· μὴ ἠδυνήθης διαπαῖξαι τὸν Θεόν; καὶ λέγει ἐκεῖνος· οὐκ ἠδυνήθην, κύριέ μου. λέγει ὁ μέγας· εἰ γνωρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ Θεοῦ παιδείαν, δι' ἣν ταῦτα ὑπέστης, διόρθωσαι εἰς τὸ ἑξῆς· καὶ ἐξωμολογήσατο τὴν ἁμαρτίαν, καὶ ἔδωκε λόγον τοῦ μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι τῷ θυσιαστηρίῳ, ἀλλὰ τὸν λαϊκὸν ἀσπάσασθαι κλῆρον· εἶθ' οὕτως ἐπέθηκεν αὐτῷ χεῖρας ὁ ἅγιος, καὶ ἐν ὀλίγαις ἡμέ-
Coming once to the saint, I found lying outside his cell a presbyter of a certain village, whose head had been eaten away so that even the very bone from the crown appeared entirely bare from the disease called cancer, and he would not even receive him in converse. Having entreated him, therefore, I say: Have compassion, I beseech thee, upon this wretched man, and give him at least an answer. And he says unto me: He is unworthy to be healed, for this chastisement was sent unto him; but if thou wishest him to be healed, persuade him to withdraw from the liturgy. And I said: Wherefore, I beseech thee? He says unto me: Committing fornication he performs the liturgy, and on this account he is now chastised; if, therefore, he withdraw in fear from the things which he despised and presumed to do, God heals him. And I told the sufferer; and he agreed, swearing before God no longer to serve as priest. And then he received him and says unto him: Believest thou that there is a God, Whom nothing escapes? And he answered: Yea, I beseech thee. Then he says unto him: Wast thou able to mock God? And he says: I was not able, my lord. The great man says: If thou acknowledgest thy sin and the chastisement of God, on account of which thou hast undergone these things, amend thyself henceforth. And he confessed his sin, and gave his word no longer to sin nor to minister at the altar, but to embrace the lay estate; then thus the saint laid hands upon him, and in a few days
PG 34:196Read from the page
ραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεὸν καὶ εὐχαριστῶν τῷ ἁγίῳ.
he was healed and grew hair and departed unto his house, glorifying God and giving thanks unto the saint.
Εἶδον πάλιν, ὅτι προσηνέχθη αὐτῷ παιδαρίσκος ἐνεργούμενος ὑπὸ πνεύματος πονηροῦ. Ἐπιθεὶς δὲ αὐτῷ τὴν δεξιὰν ἐπὶ τῆς κεφαλῆς καὶ τὴν εὐώνυμον ἐπὶ τὴν καρδίαν, ἐπὶ τοσοῦτον ὁ ἅγιος προσηύξατο, ἕως οὗ αὐτὸν ἀπὸ ἀέρος ἐποίησε κρεμασθῆναι. οἰδήσας οὖν ὁ παῖς ὡς ἀσκὸς ὑπερμεγέθης τῷ σώματι ὠγκώθη, καὶ αἰφνίδιον ἀνακράξας διὰ πασῶν τῶν αἰσθήσεων ὕδωρ ἤνεγκεν, καὶ λωφήσας εἰς ὃ ἦν ἀπ' ἀρχῆς γέγονεν. καὶ ἀλείψας αὐτὸν ἁγίῳ ἐλαίῳ ηὐλογημένον ὕδωρ ἐπιχέων παραδίδωσιν αὐτὸν τῷ πατρὶ αὐτοῦ, παραγγείλας, μὴ κρεῶν, μὴ οἴνου ἅψασθαι αὐτὸν ἐπὶ ἡμέρας μʹ. καὶ οὕτως ἰασάμενος ἀπέλυσεν αὐτούς.
I saw again that a young boy possessed by an evil spirit was brought unto him. And having laid his right hand upon his head and his left upon his heart, the saint prayed to such a degree until he caused him to hang suspended in the air. Having swollen up, therefore, the boy was distended in body like an oversized wineskin, and suddenly crying out he brought forth water through all his senses, and having subsided he became what he had been from the beginning. And having anointed him with holy oil and pouring blessed water over him, he delivers him to his father, having charged that he touch neither flesh nor wine for forty days; and having thus healed him, he dismissed them.
Ὤχλησαν τούτῳ ποτὲ τῷ μεγάλῳ Μακαρίῳ λογισμοὶ κενοδοξίας πειρώμενοι τοῦτον ἐκβαλεῖν τῆς κέλλης, ὑποτιθέμενοι οἰκονομίας χάριν καταλαμβάνειν τὴν Ῥώμην, ὡς ἐπὶ προφάσει δῆθεν εὐεργεσίας τῶν ἐκεῖ ἀῤῥωστούντων. ἄκρως γὰρ κατὰ τῶν πνευμάτων εἰς αὐτὸν ἐνήργει ἡ χάρις τοῦ Κυρίου. καὶ ὡς ἐπὶ πολὺ ὀχλοῦντες οὐχ ὑπήκουε, σφοδροτέρως αὐτῷ προσελάσαντες τοῦτον ἐξήλαυνον. πεσὼν οὖν ἐπὶ τὴν φλιὰν τῆς ἑαυτοῦ κέλλης ὁ ἅγιος τοὺς πόδας ἐκτείνας ἀφῆκεν ἐπὶ τὰ ἔξω, λέγων τοῖς τῆς κενοδοξίας δαίμοσιν· ἕλκετέ με σύροντες, δαίμονες, ἐὰν δύνασθε. ἐγὼ γὰρ τοῖς ἐμοῖς ποσὶν ἀλλαχοῦ οὐκ ἀπέρχομαι. εἰ οὖν δύνασθέ με οὕτως ἀπενεγκεῖν, ὅπου λέγετε, ἀπελεύσομαι, διομνύμενος αὐτοῖς· ὅτι οὕτως ἔσομαι κείμενος ἕως ἑσπέρας· ἐὰν μή με σαλεύσητε, οὐ μὴ ὑμῶν ὑπακούσω. καὶ μείνας ἀσάλευτος ἀνέστη λοιπὸν ἑσπέρας οὔσης βαθείας. νυκτὸς δὲ πάλιν ἐπιγενομένης σφοδροτέρως ἐνώχλουν. ἀναστὰς οὖν ὁ ἅγιος, καὶ λαβὼν σπυρίδα ὡς δύο μοδίων ψάμμου, ταύτην ἐπλήρωσε, καὶ τεθεικὼς ἐπὶ τὸν ἑαυτοῦ ὦμον διεκίνει τὴν ἔρημον. τούτῳ συνήντησεν Θεοσέβιος ὁ κοσμήτωρ Ἀντιοχεὺς καὶ λέγει αὐτῷ· τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον καὶ μὴ σκύλλου αὐτός· ὁ δὲ ἔλεγε· σκύλλω τὸν σκύλλοντά με· ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει. καὶ ἐπὶ πολὺ διακινήσας οὕτως εἰσῆλθεν εἰς τὴν κέλλαν συντρίψας τὸ σῶμα.
Thoughts of vainglory once troubled this great Macarius, attempting to cast him out of his cell, suggesting for the sake of stewardship that he betake himself to Rome, under the pretext, forsooth, of benefitting the sick who were there; for the grace of the Lord wrought supremely in him against spirits. And when, though they troubled him for a long while, he did not obey, assailing him more violently they sought to drive him out. Falling down, therefore, upon the threshold of his own cell, the saint stretched out his feet and left them outside, saying to the demons of vainglory: Draw me, dragging me, O demons, if ye are able; for with mine own feet I depart nowhere else. If, therefore, ye are able to carry me off thus, I shall depart whither ye say, swearing earnestly unto them: Thus I shall lie until evening; unless ye move me, I shall in no wise obey you. And having remained unmoved, he arose at last when it was late evening. And when night came on again, they troubled him more violently. Rising up, therefore, and taking a basket of about two pecks of sand, the saint filled it, and having placed it upon his own shoulder, he traversed the desert to and fro. Theosebius the Antiochine magistrate met him and says unto him: What art thou carrying, abba? Yield the burden to me and trouble not thyself. And he said: I am troubling him who troubles me; for being at ease, he suggests journeys abroad unto me. And having thus moved about for a long while, he entered into his cell, having bruised his body.
Περὶ Μάρκου τοῦ μὲν ἀσκητοῦ τὸ παράδοξον τοῦτο ὁ θαυμάσιος οὗτος Μακάριος διηγήσατο λέγων· ὅτι ἐν τῷ λειτουργεῖν με ἐπεσημηνάμην ἐγὼ κατὰ τὸν καιρὸν τῆς διαδόσεως τῶν τοῦ Χριστοῦ μυστηρίων, ὅτι Μάρκῳ τῷ ἀσκητῇ οὐδέποτε ἔδωκα ἐγὼ προσφοράν, ἀλλ' ἄγγελος αὐτῷ ἐδίδω ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνων. ἐγὼ δὲ τὸν ἀστράγαλον
Concerning Mark the ascetic, this marvellous Macarius related this paradoxical thing, saying: Whilst I was performing the liturgy, I myself observed at the time of the distribution of the mysteries of Christ that to Mark the ascetic I myself never gave an oblation, but an angel gave it unto him, taking it from the altar; and I beheld only the knuckle
PG 34:197Read from the page
μόνον τῆς χειρὸς ἐθεώρουν τοῦ ἐπιδιδόντος αὐτῷ τὴν κοινωνίαν. οὗτος δὲ ὁ Μάρκος νεώτερος ὢν παλαιὰν καὶ καινὴν γραφὴν ἀπεστήθισεν πρᾶος ὢν καθ' ὑπερβολήν, ἁγνὸς δὲ εἴ καί τις ἄλλος.
of the hand of him who administered the communion unto him. Now this Mark, when he was younger, learned the Old and New Scripture by heart, being meek exceedingly, and pure if ever any other man was.
Μιᾶς δὲ τῶν ἡμερῶν καιρούμενος ἐγὼ εἰς τὸ ἔσχατον αὐτοῦ γῆρας λοιπὸν ἀπέρχομαι πρὸς αὐτόν. καὶ παρακαθέζομαι τῇ θύρᾳ τῆς κέλλης αὐτοῦ, ὡς ἅτε ἐγὼ ἀρχάριος ὢν νομίζων αὐτὸν ὑπὲρ ἄνθρωπον εἶναι, ὥσπερ καὶ ἦν. καὶ ἠκροώμην, τί ἄρα λαλεῖ ἢ τί διαπράττει. καὶ μονώτατος ὢν ἔνδον περὶ τὰ ἑκατὸν ἔτη ἐλάσας ἤδη καὶ τοὺς ὀδόντας ἀπολέσας ἑαυτῷ διεμάχετο καὶ τῷ διαβόλῳ, λέγων· τί θέλεις λοιπόν, κακόγηρε; ἰδοὺ καὶ οἴνου ἔλαβες καὶ ἐλαίου ἥψω. λοιπὸν τί θέλεις ποιήσω σοι, πολιοφάγε, κοιλιόδουλε ἑαυτὸν ἐξυβρίζων; εἶτα τῷ δαίμονι· ἄπελθε, λέγων, ἀπ' ἐμοῦ, διάβολε συγγεγήρακάς μοι ἐν ἀδιαφορίαις, ἀσθένειάν μοι τοῦ σώματος ἐπιῤῥίψας. οἴνου με ἐποίησας μεταλαβεῖν καὶ ἐλαίου, φιλήδονόν με ἀπεργασάμενος. μὴ ἀκμήν σοί τι χρεωστῶ; οὐδὲν εὑρίσκεις ἐν ἐμοὶ ὃ θέλεις συλῆσαι. ἄπελθε λοιπὸν ἀπ' ἐμοῦ, μισάνθρωπε. καὶ ὡς στερίζων ἑαυτῷ διελέγετο· δεῦρο λοιπόν, λῆρε, πολιοφάγε, φαγόγηρε, ἕως πότε ἔσομαι μετὰ σοῦ;
And on one of the days, having an opportunity in his extreme old age, I at last go off unto him; and I sit beside the door of his cell, inasmuch as I was a beginner, supposing him to be above man, even as he indeed was; and I listened to what he might be speaking or what he might be doing. And being wholly alone within, having already advanced to about a hundred years and having lost his teeth, he was contending with himself and with the devil, saying: What dost thou want henceforth, wicked old man? Behold, thou hast both taken wine and touched oil; what more dost thou want me to do for thee, grey-haired glutton, slave of the belly—reviling himself? Then to the demon: Depart from me, says he, O devil; thou hast grown old with me in laxities, having cast bodily weakness upon me. Thou hast caused me to partake of wine and oil, having rendered me a lover of pleasure. Do I still owe thee anything? Thou findest nothing in me that thou wishest to plunder; depart henceforth from me, O hater of mankind. And as though mocking, he conversed with himself: Come hither then, driveller, grey-haired glutton, voracious old man, how long shall I be with thee?
Διηγήσατο δὲ ἡμῖν καὶ ὁ δοῦλος τοῦ Χριστοῦ Παφνούτιος ὁ τοῦ γενναίου τούτου μαθητής, ὅτι μιᾶς τῶν ἡμερῶν καθεζομένου τοῦ Μακαρίου οἴκου ἐν τῇ αὐλῇ, καὶ τῷ Θεῷ προσομιλοῦντος ὕαινα λαβοῦσα τὸν ἑαυτῆς σκύμνον τυφλὸν ὄντα ἤνεγκε, καὶ τῷ θυριδίῳ τῆς αὐλῆς κρούσασα τῇ κεφαλῇ εἰσῆλθεν ἔτι αὐτοῦ ἐκεῖ καθεζομένου. καὶ ῥίπτει αὐτὸν ὑπὸ τοὺς πόδας αὐτοῦ· τοῦτον τὸν σκύμνον λαβὼν ὁ ἅγιος Μακάριος καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο, καὶ παραχρῆμα ἀνέβλεψε, καὶ θηλάσαντα αὐτὸν ὕαινα ἀπῆλθε. καὶ τῇ ἑξῆς ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἤνεγκε τῷ ἁγίῳ Μακαρίῳ· ὅπερ κώδιον αὐτὸς κατέλιπε τῷ ἁγίῳ Ἀθανασίῳ τῷ ἐπισκόπῳ. καὶ ἡ μακαρία δὲ Μελάνη εἶπέ μοι· ὅτι παρὰ τοῦ ἁγίου Ἀθανασίου ἐκεῖνο τὸ κώδιον ἔλαβον, ξένιον τῆς ὑαίνης λεγόμενον. τοῦτο γὰρ πεποίηκεν ὁ κύριος, ὥστε δοξάσαι τὸν δοῦλον αὐτοῦ, ὡς καὶ ἐπὶ τοῦ Ἠλίου καὶ τοῦ Δανιὴλ πεποίηκεν.
And Paphnutius also, the servant of Christ and disciple of this noble man, related unto us that on one of the days, whilst Macarius was sitting at home in the courtyard and conversing with God, a hyena took her own cub, which was blind, and brought it, and having knocked with her head at the little door of the courtyard, came in whilst he was still sitting there, and casts it beneath his feet. Taking this cub and spitting upon its eyes, Saint Macarius prayed, and immediately it recovered its sight; and when it had suckled, the hyena departed. And on the next day she brought the fleece of a great sheep to Saint Macarius, which fleece he himself left to Saint Athanasius the bishop. And the blessed Melania also told me: From Saint Athanasius I received that fleece, which was called the gift of the hyena. For the Lord did this in order to glorify His servant, even as He also did in the case of Elias and of Daniel.
Ἐλέγετο δὲ περὶ αὐτοῦ τοῦ ἁγίου, ὅτι, ἀφ' οὗ ἐβαπτίσθη, οὐκ ἔπτυσε χαμαὶ ἐπὶ ἑξήκοντα ἔτη. τεσσαρακονταετὴς γὰρ ἐβαπτίσθη. ἦν δὲ τὸ εἶδος τῆς αὐτοῦ ἡλικίας ὑποκόλοβον, σπανὸν, ἐπὶ τοῦ χείλους μόνον ἔχον τρίχας, καὶ εἰς τὸ ἄκρον δὲ τοῦ γενείου εἶχεν ὀλίγας· ὑπερβολῇ γὰρ ἀσκητικῶν πόνων οὐδὲ αἱ τρίχες τῆς γενειάδος αὐτοῦ ἐξέφυσαν.
And it was said concerning this saint himself that, from the time when he was baptized, he did not spit upon the ground for sixty years; for he was baptized when forty years old. Now the form of his stature was somewhat short and sparse-bearded, having hairs only upon the lip, and at the tip of the chin also he had a few; for through the excess of ascetic labours not even the hairs of his beard grew out.