γὰρ ὑπεύθυνα ἦν Κυρίῳ τὰ μέλη κολάσεως, καὶ συμφέρον ἐστὶν αὐτὰ ὧδε δοῦναι τὴν δίκην, ἢ μετὰ τὴν ἔξοδον τοῦ ἐνθάδε σταδίου. Οὕτως οὖν ἡμᾶς παρακαλέσας, καὶ τοῖς τοιούτοις λόγοις τῆς ὑπομονῆς στηρίξας, ᾠκοδόμησεν ἐγκαρτερεῖν τοῖς θλιβεροῖς. Ταῦτα δὲ διηγησάμην, ἵνα μὴ ξενιζώμεθα, ὅταν ἁγίους τινὰς ἴδωμεν τοιούτοις περιπεσόντας δεινοῖς πάθεσιν.
for my members were liable to punishment before the Lord, and it is expedient for them to pay the penalty here, rather than after the departure from the course here below. Having therefore thus comforted us, and having strengthened us with such words of endurance, he built us up to persevere in afflictions. Now I have related these things, that we may not think it strange when we see certain saints who have fallen into such terrible sufferings.
Οὐάλης τις γέγονεν τῷ γένει Παλαιστῖνος, τῇ γνώμῃ Κορίνθιος, πεφυσιωμένος τὸ φρόνημα. Ὁ γὰρ μακάριος Παῦλος ὁ ἀπόστολος Κορινθίοις γράφων, τούτοις τὸ πάθος περιῆψεν τῆς φυσιώσεως, εἰπών· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὗτος αὐτὸς ὁ Οὐάλης τὴν ἔρημον καταλαβὼν, ᾤκησεν μεθ' ἡμῶν ἐπὶ πλείονα ἔτη· ὅστις μεγάλῃ βιοὺς σκληραγωγίᾳ τὸν ἄκρον βίον τῆς ἀσκήσεως κατορθώσας, ὑπὸ τοῦ τῆς οἰήσεως καὶ τοῦ τύφου δαίμονος δελεασθεὶς, εἰς ἄκρον κορυφῆς ἐξεπήδησεν ὑπερηφανίας, ὡς ὑπὸ δαιμόνων τοῦτον ἀπατηθῆναι. Ἐκ γὰρ τοῦ ὀλεθρίου πάθους τῆς οἰήσεως ἐπαρθεὶς κατὰ μικρὸν ἑαυτὸν ἀπατῶν τὴν διάνοιαν ἑαυτοῦ παρεσκεύασεν μέγα φρονῆσαι, ὡς ἀγγέλων αὐτῷ συντυγχανόντων, καὶ τὰ πρὸς ἑκάστην διακονίαν αὐτῷ εὐτρεπιζόντων. Μιᾷ γοῦν τῶν ἡμερῶν ὡς διηγοῦντο οἱ τούτῳ συνήθεις, ὅτι ἐργαζόμενος τὰς σπυρίδας ἐν ἑσπέρᾳ βαθείᾳ οὔσης σκοτίας τὴν βελόνην ἀφῆκεν, ῥίψας ἐν τῷ ἐδάφει ἐν ᾧ κατέῤῥαπτεν τὰς σπυρίδας. Καὶ μὴ εὑρίσκοντος ταύτην αὐτοῦ, λαμπάδα φανῆναι ὁ δαίμων τούτῳ ἐποίησεν, καὶ οὕτως ἣν ἀπώλεσεν εὗρεν βελόνην. Καὶ πάλιν φυσηθεὶς ὄγκῳ κενῷ, καὶ ἐπὶ τούτῳ μειζόνως πρισθεὶς τῷ τύφῳ μέγα φρονεῖ. Καὶ ἐπὶ τοσοῦτον ἐφυσιώθη ὁ ἄθλιος, ὡς καὶ αὐτῶν καταφρονῆσαι τῶν μυστηρίων τοῦ Χριστοῦ. Συνέβη δὲ ἐλθόντας τινὰς ξένους τραγήματα ἐνεγκεῖν ἐν τῇ ἐκκλησίᾳ τῇ ἀδελφότητι. Λαβὼν οὖν ὁ κύριος Μακάριος ὁ πρεσβύτερος ἡμῶν ἀπήγγειλεν ἑκάστῳ εἰς τὴν κέλλαν πρὸς δράκα, ἐν οἷς καὶ τούτῳ τῷ Οὐάλεντι ἀπέστειλεν. Λαβὼν οὖν ὁ Οὐάλης, τὸν ἀπενέγκαντα καὶ ὕβρισεν καὶ ἐτύπτησεν· καὶ λέγει αὐτῷ· Ἄπελθε, καὶ εἶπε Μακαρίῳ· Οὐκ εἰμί σου χείρων, ἵνα σύ μοι εὐλογίας πέμψῃς. Ἐγνωκὼς οὖν ὁ ἅγιος Μακάριος ὅτι ἐπλανήθη, μετὰ μίαν ἡμέραν ἀπῆλθεν αὐτὸν παρακαλέσαι, καὶ λέγει αὐτῷ· Ἀδελφὲ Οὐάλη, ἐνεπαίχθης. Παῦσαι, καὶ δεήθητι τοῦ Θεοῦ. Ὁ δὲ Οὐάλης οὐ προσέσχε ταῖς παραινέσεσι τοῦ Πατρὸς Μακαρίου. Ὡς δὲ οὐκ ἤκουσεν αὐτοῦ τῆς παρακλήσεως, ἀνεχώρησεν τούτου σφόδρα θλιβόμενος ἐπὶ τῇ τοῦ Οὐάλεντος ἥττᾳ. Πληροφορηθεὶς οὖν ὁ δαίμων ὅτι ἐπ' ἄκρον αὐτοῦ ἐπείσθη τῇ πλάνῃ, ἀπέρχεται, καὶ σχηματίζει ἑαυτὸν εἰς τὸν Σωτῆρα ὁ διάβολος, καὶ παραγίνεται ἐν νυκτὶ πρὸς αὐτὸν μετὰ τῶν ἑαυτοῦ δαιμόνων ἐν φαντασίᾳ ὡς ἀγγέλων χιλίων λαμπαδηφορούντων. Καὶ δείκνυσιν αὐτῷ δῆθεν τροχὸν πύρινον, ἐν ᾧ ἔδοξεν μέσον τὸν Σωτῆρα σχηματίζειν· καὶ ἕνα προλαμβάνοντα τῶν δαιμόνων ὡς ἄγγελον λέγοντα αὐτῷ, Ἠρέσθη σου ὁ Χριστὸς τῇ πολιτείᾳ, καὶ τῇ παῤῥησίᾳ τοῦ βίου, καὶ παρεγένετο πρὸς σὲ τοῦ ἰδεῖν σε. Ἔξελθε οὖν τῆς κέλλης σου, καὶ μηδὲν ἄλλο ποιήσῃς, ἀλλὰ πόῤῥωθεν ἑστὼς, καὶ τοῦτον ἰδὼν, τὸν ἐν μέσῳ πάντων ἑστῶτα κύψας προσκύνησον, καὶ εἴσελθέ σου εἰς τὴν κέλλαν. Ἐξελθὼν οὖν ὁ Οὐάλης, καὶ θεασάμενος τὴν παράταξιν τῶν λαμπαδηφόρων, ὡς ἀπὸ σταδίου δὲ τὸν Ἀντίχριστον πεσὼν προσεκύνησεν. Ἐπὶ τοσοῦτον οὖν ἐφρενοβλάβησεν ὁ ἠπατημένος, ὡς πάλιν τὴν ἄλλην ἡμέραν ἐλθεῖν εἰς τὴν
There was a certain Valens, by race a Palestinian, in mindset a Corinthian, puffed up in his spirit. For the blessed Paul the Apostle, writing to the Corinthians, attached to them the passion of being puffed up, saying: And you are puffed up (1 Cor. 5:2). This same Valens, having reached the desert, dwelt with us for several years; who, living in great austerity and having achieved the highest life of asceticism, being lured by the demon of conceit and delusion, leapt forth to the uttermost summit of pride, so that he was deceived by demons. For being lifted up from the destructive passion of conceit, deceiving himself little by little, he prepared his own mind to think highly of itself, as though angels were conversing with him and making ready for him the things for each service. One day at any rate, as those familiar with him related, while working at baskets in the deep evening when there was darkness, he lost his needle, having dropped it on the ground where he was stitching the baskets. And when he did not find it, the demon caused a lamp to appear to him, and thus he found the needle which he had lost. And being puffed up again with empty swelling, and sawed through still more over this with delusion, he thinks highly of himself. And the wretched man was puffed up to such a degree as to despise even the very mysteries of Christ. Now it happened that certain strangers came and brought sweetmeats into the church for the brotherhood. Taking them therefore, our lord Macarius the presbyter sent word to each one in his cell by the handful, among whom he sent also to this Valens. Taking them therefore, Valens both insulted and struck him who brought them; and he says to him: Depart, and tell Macarius: I am not inferior to you, that you should send blessings to me. Having recognized therefore that he had gone astray, the holy Macarius went off after one day to exhort him, and says to him: Brother Valens, you have been mocked. Cease, and pray to God. But Valens paid no heed to the admonitions of Father Macarius. And when he did not listen to his exhortation, he departed from him exceedingly grieved over the defeat of Valens. Being assured therefore that he had been persuaded to the uttermost by its error, the demon goes off, and the devil fashions himself into the Saviour, and comes by night to him with his own demons in a fantasy as of a thousand angels bearing torches. And he shows him forsooth a fiery wheel, wherein he seemed in the midst to fashion the Saviour; and one of the demons going ahead as an angel saying to him: Christ has been pleased with your manner of life and the boldness of your life, and has come to you to see you. Come out therefore from your cell, and do nothing else, but standing afar off, and seeing Him Who stands in the midst of all, bow down and worship Him, and enter into your cell. Having gone out therefore, Valens, and having beheld the array of the torch-bearers, falling down at about a furlong's distance worshipped the Antichrist. To such a degree therefore was the deceived man deranged in mind, as to come again the next day into the