Migne Reading Room

PG 34 · cols. 1082–1087 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1082Read from the page
ἔβρεξεν ἕνα (ξηροὶ γὰρ ἦσαν), ἐκείνῳ δὲ τρεῖς· βάλλει ψαλμὸν ὁ Ἀντώνιος ὃν ᾔδει, καὶ δωδέκατον αὐτὸν ψάλας, δωδέκατον ηὔξατο, ἵνα καὶ ἐν τούτῳ δοκιμάσῃ τὸν Παῦλον. Ὁ δὲ γέρων προθυμότερον συνηύξατο τῷ μεγάλῳ. ᾘρεῖτο γὰρ, ὡς οἶμαι, σκορπίους μᾶλλον ποιμᾶναι, ἢ μοιχαλίδι συζῆσαι.... Μετὰ δὲ τὰς δώδεκα προσευχὰς, εἶπε πρὸς αὐτόν· Δεῦρο, μετάλαβε τῆς τροφῆς. Ὡς δὲ παρέθηκε τράπεζαν, καὶ τὰ σιτία, Κάθισον, φησὶ, καὶ μὴ φάγῃς ἕως ἑσπέρας, ἀλλὰ πρόσεχε μόνον τοῖς ἐδωδίμοις. Ἑσπέρας δὲ γενομένης, καὶ τοῦ Παύλου μὴ βεβρωκότος, λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· Ἀναστὰς εὖξαι, καὶ κάθευδε. Ὁ δὲ καταλιπὼν τὴν τράπεζαν, ἐποίησεν ὡσαύτως. Μεσαζούσης δὲ τῆς νυκτὸς ἐγείρει αὐτὸν εἰς προσευχὴν ἄχρις ἐννάτης ὥρας ἡμερινῆς παρατείνας τὰς εὐχάς. Παραθεὶς δὲ τράπεζαν πάλιν ἐκέλευσε μεταλαβεῖν, καὶ ἐκαθέσθησαν τοῦ φαγεῖν ἑσπέρας οὔσης βαθείας. Φαγὼν οὖν ὁ μέγας Ἀντώνιος τὸν παξαμᾶν τὸν ἕνα, ἄλλου οὐχ ἥψατο. Ὁ δὲ γέρων σχολαιότερον ἐσθίων, ἔτι εἶχεν τοῦ παξαμαδίου οὗ ἤρξατο· ἐξεδέξατο οὖν ὁ Ἀντώνιος, ἕως οὗ τελέσῃ· καὶ λέγει αὐτῷ· Φάγε, παππία, καὶ ἄλλον παξαμᾶν. Λέγει αὐτῷ ὁ Παῦλος· Ἐὰν σὺ ἐσθίῃς, κἀγώ· σοῦ δὲ μὴ ἐσθίοντος, οὐκ ἐσθίω. Λέγει αὐτῷ ὁ Ἀντώνιος· Ἐμοὶ ἐπαρκεῖ· μοναχὸς γάρ εἰμι. Ἀποκρίνεται τῷ μεγάλῳ ὁ Παῦλος. Ἀρκεῖ καὶ ἐμοί. Κἀγὼ γὰρ θέλω μοναχὸς γενέσθαι. Ἐγείρονται πάλιν, καὶ ποιεῖ δώδεκα προσευχὰς, καὶ δώδεκα ψάλλει ψαλμούς. Καὶ μετὰ τὰς προσευχὰς καθεύδουσι μικρὸν τοῦ πρώτου ὑπνίου· καὶ πάλιν ἐγείρονται ψάλλειν ἀπὸ μεσονυκτίου ἕως ἡμέρας.
he soaked one (for they were dry), and for him three; Anthony strikes up a psalm which he knew, and having chanted it twelve times, prayed twelve times, that in this also he might test Paul. And the old man prayed together with the great man still more eagerly. For he chose, as I suppose, rather to tend scorpions than to live with an adulteress.... And after the twelve prayers, he said to him: Come hither, partake of nourishment. And when he had set forth the table and the provisions, Sit down, says he, and do not eat until evening, but only fix your attention upon the eatables. And when evening had come, and Paul had not eaten, Anthony says to him: Rise, pray, and sleep. And leaving the table, he did likewise. And in the middle of the night he rouses him to prayer, extending the prayers until the ninth hour of the day. And having set forth the table again he bade him partake, and they sat down to eat when evening was far advanced. Having therefore eaten the one rusk, the great Anthony touched no other. But the old man, eating more slowly, still had some of the little rusk which he had begun; Anthony therefore waited until he should finish, and says to him: Eat, little father, another rusk also. Paul says to him: If you eat, I also will; but if you do not eat, I do not eat. Anthony says to him: For me it suffices; for I am a monk. Paul answers the great man: It suffices for me also. For I too wish to become a monk. They rise again, and he makes twelve prayers, and chants twelve psalms. And after the prayers they sleep a little of the first sleep; and again they rise to chant psalms from midnight until day.
Εἶτα ἔπεμπεν αὐτὸν εἰς τὴν ἔρημον περιάγειν, λέγων αὐτῷ· Μετὰ τρεῖς ἡμέρας ἧκε ἐνταῦθα. Τούτου δὲ γενομένου καὶ ἀδελφῶν τινων πρὸς αὐτὸν ἐληλυθότων προσεῖχεν ὁ Παῦλος τῷ Ἀντωνίῳ, τί κελεύοι αὐτὸν ἐργάσασθαι. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἀντώνιος, σιωπῶν διακόνησον τοῖς ἀδελφοῖς, καὶ μηδενὸς γεύσῃ ἄχρις ἂν οἱ ἀδελφοὶ ὁδεύσωσιν. Ὡς δὲ λοιπὸν τρίτη ἑβδομὰς ἐπληρώθη μὴ βεβρωκότος τοῦ Παύλου, οἱ ἀδελφοὶ ἠρώτων αὐτὸν, Τίνος ἕνεκεν σιωπᾷς; Τοῦ δὲ μὴ ἀποκρινομένου λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· Τί σιωπᾷς; ὁμίλησον τοῖς ἀδελφοῖς. Ὁ δὲ ὡμίλησεν. Ἄλλοτε δὲ στάμνου μέλιτος αὐτῷ ἐνεχθέντος, εἶπεν Ἀντώνιος πρὸς αὐτόν· Κλᾶσον τὸ ἀγγεῖον, καὶ ἐκχυθήτω τὸ μέλι. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· Σύναξον πάλιν τὸ μέλι. Ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· Σύναξον πάλιν τὸ μέλι μυακίῳ ἄνωθεν, ἵνα μὴ ῥυπαρίαν τινὰ εἰσενέγκῃς. Καὶ πάλιν ἀντλεῖν ὕδωρ προσέταξε πᾶσαν ἡμέραν. Καὶ παραλύσας αὐτοῦ τὸ ἱμάτιον ἐκέλευσε ῥάπτειν, καὶ πάλιν ἐκεῖνος ἔῤῥαπτε. Καὶ τοσαύτην ὁ ἀνὴρ ἐκτήσατο ὑπακοὴν, ὥστε καὶ χάριν αὐτῷ δεδόσθαι θειόθεν τὴν κατὰ τῶν δαιμόνων ἐλασίαν. Ὡς οὖν ἴδε τὸν γέροντα ὁ μέγας Ἀντώνιος εἰς πάντα προθύμως αὐτῷ ἐπακολουθήσαντα εἰς τὴν τῆς ἀσκήσεως πολιτείαν· πάλιν λέγει αὐτῷ· Ἴδε, ἀδελφὲ, ἐὰν δύνασαι καθ' ἡμέραν οὕτως, μεῖνον μετ' ἐμοῦ. Λέγει αὐτῷ ὁ Παῦλος· Ἐὰν μὲν πλέον τί ποτε ἔχῃς μοι δεῖξαι, οὐκ οἶδα, ἐπεὶ ταῦτα ἃ εἶδον ποιοῦντά σε, ποιῶ κἀγὼ εὐχερῶς. Τότε λέγει αὐτῷ ὁ Ἀντώνιος τὴν ἄλλην ἡμέραν· Ἐν ὀνόματι τοῦ Κυρίου, ἰδοὺ γέγονας μοναχός. Πληροφορηθεὶς οὖν καθ' ὑπερβολὴν ἐν πᾶσιν εἰς αὐτὸν ὁ μακάριος καὶ μέγας Ἀντώνιος, ὅτι τέλειός ἐστι πάνυ ψυχῆς ὁ τοῦ Χριστοῦ δοῦλος Παῦλος ὁ ἄπλαστος
Then he sent him out to walk about in the desert, saying to him: After three days come back here. And when this had been done and certain brethren had come to him, Paul paid heed to Anthony, as to what he might bid him do. And Anthony said to him: Serve the brethren in silence, and taste nothing until the brethren set out on their journey. And when finally a third week was fulfilled without Paul having eaten, the brethren asked him: On what account are you silent? And as he did not answer, Anthony says to him: Why are you silent? Converse with the brethren. And he conversed with them. And at another time, when a jar of honey had been brought to him, Anthony said to him: Break the vessel, and let the honey be poured out. And he did so; and he says to him: Gather up the honey again. And he did so; and he says to him: Gather up the honey again from the start with a mussel-shell, so that you do not bring in any dirt. And again he commanded him to draw water all day. And having ripped open his garment he bade him sew it, and again he sewed it. And the man acquired so great an obedience that grace was even given to him from God for the driving out of demons. When therefore the great Anthony saw that the old man had eagerly followed him in all things unto the manner of life of asceticism, he says to him again: Behold, brother, if you are able to live thus daily, remain with me. Paul says to him: Whether you have anything more at all to show me, I do not know, since these things which I have seen you doing, I also do easily. Then Anthony says to him on the next day: In the name of the Lord, behold, you have become a monk. Being therefore exceedingly assured in all things regarding him, the blessed and great Anthony, seeing that the servant of Christ, Paul the guileless, is altogether perfect of soul
PG 34:1083Read from the page
λίαν ἁπλοῦς ὤν, μετὰ μῆνας ῥητοὺς τῆς τοῦ Θεοῦ χάριτος συνεργούσης Ἀντωνίῳ τῷ μακαρίῳ ποιεῖ αὐτῷ κέλλαν λοιπὸν ὡς ἀπὸ σημείων τριῶν ἢ τεσσάρων τῆς ἑαυτοῦ κέλλης. Καὶ λέγει αὐτῷ· Ἰδοὺ, τῆς δυνάμεως τοῦ Χριστοῦ συνεργούσης σοι γέγονας μοναχός. Μένε κατ' ἰδίαν λοιπὸν, ἵνα καὶ πεῖραν λάβῃς δαιμόνων. Οἰκήσας οὖν καθ' ἑαυτὸν Παῦλος ὁ ἁπλοῦς ἔτος ἓν, χαρίσματος ἠξιώθη κατὰ δαιμόνων καὶ νοσημάτων παντοδαπῶν, κατορθώσας εἰς ἄκρον τὴν τῆς ἀσκήσεως ἀρετήν.
and exceedingly simple, after a set number of months, with the grace of God working together with the blessed Anthony, makes for him a cell thereafter at a distance of about three or four miles from his own cell. And he says to him: Behold, with the power of Christ working together with you, you have become a monk. Remain by yourself henceforth, that you may also make trial of demons. Having therefore dwelt by himself for one year, Paul the Simple was counted worthy of a gift of grace against demons and diseases of every kind, having achieved unto the uttermost the virtue of asceticism.
Μιᾷ τοίνυν τῶν ἡμερῶν καθ' ὑπερβολὴν δεινοτάτως δαιμονιῶν ἤχθη νεανίσκος Ἀντωνίῳ τῷ μακαρίῳ ἀρχικὸν ἔχων χαλεπώτατον δαίμονα, ὃς καὶ αὐτὸν τὸν οὐρανὸν ἐδυσφήμει. Προσεσχηκὼς οὖν ὁ μέγας Ἀντώνιος τῷ νεανίσκῳ, λέγει τοῖς ἄγουσιν αὐτόν· Οὐκ ἔστι τοῦτο ἐμὸν τὸ ἔργον. Κατὰ γὰρ τούτου τοῦ τάγματος τῶν δαιμόνων τοῦ ἀρχικοῦ οὔπω ἠξιώθην χαρίσματος, ἀλλὰ τοῦτό ἐστι τὸ χάρισμα Παύλου τοῦ ἁπλοῦ. Ἀπελθὼν οὖν ὁ μακάριος Ἀντώνιος πρὸς τὸν δόκιμον Παῦλον ἀπήγαγεν καὶ αὐτοὺς, καὶ λέγει αὐτῷ· Ἀββᾶ Παῦλε, ἔκβαλε τὸν δαίμονα τοῦτον ἀπὸ τοῦ ἀνθρώπου, ἵνα ὑγιαίνων ἀπέλθῃ εἰς τὰ ἴδια, καὶ δοξάζῃ τὸν Κύριον. Λέγει αὐτῷ ὁ Παῦλος· Σὺ γὰρ τί; Λέγει αὐτῷ ὁ Ἀντώνιος· Οὐ σχολάζω ἐγὼ, ἄλλο ἔχω ἔργον. Καὶ καταλείψας ἐκεῖ τὸν παῖδα ὁ μέγας Ἀντώνιος, ὑπέστρεψεν πάλιν εἰς τὴν ἰδίαν κέλλαν. Ἀναστὰς οὖν ὁ ἄκακος γέρων, καὶ προσευξάμενος ἐνεργῆ προσευχὴν, προσκαλεσάμενος τὸν δαιμονιῶντα, λέγει· Εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου, ἵνα δοξάζῃ τὸν Κύριον ὑγιής. Ὁ δὲ δαίμων μετὰ δυσφημίας ἀνέκραξεν· Οὐκ ἐξέρχομαι, φαγόγηρε, λῆρε. Λαβὼν οὖν τὴν μηλωτὴν αὐτοῦ κατὰ τοῦ νώτου αὐτὸν ἔτυπτεν, λέγων· Ἔξελθε, εἴρηκεν ὁ ἀββᾶς Ἀντώνιος. Ὁ δὲ δαίμων ἐλοιδόρει καὶ Ἀντώνιον σφοδρότερον μετὰ τοῦ Παύλου, λέγων· Οἱ πολιοφάγοι οὗτοι, οἱ λεληθαργημένοι, οἱ ἄπληστοι, οἱ μηδέποτε τοῖς ἰδίοις ἀρκούμενοι, τί κοινὸν ἔχετε μεθ' ἡμῶν; τί ἡμᾶς τυραννεῖτε; Τέλος λέγει αὐτῷ ὁ Παῦλος· Ἐκβαίνεις, ἢ ὑπάγων λέγω τῷ Χριστῷ; μὰ τὸν Ἰησοῦν, ἐὰν οὐκ ἐκβαίνῃς, ἐγὼ ἄρτι ὑπάγω, λέγω τῷ Χριστῷ, καὶ οὐαί σοι ἔχει ποιῆσαι. Προσεδυσφήμησεν καὶ τὸν Ἰησοῦν ὁ ἀνήμερος δαίμων, κράζων, Οὐκ ἐξέρχομαι. Ἐπὶ τούτῳ χολώσας ὁ ἅγιος Παῦλος κατὰ τοῦ δαίμονος, ἐξῆλθε τῆς ἑαυτοῦ ξενίας κατ' αὐτὴν τὴν σταθερὰν μεσημβρίαν. Τῶν δὲ Αἰγυπτίων τὸ καῦμα μάλιστα τὸ ἐν τοῖς τόποις ἐκείνοις συγγενές ἐστι τάχα τῆς Βαβυλωνίας καμίνου. Στὰς οὖν ὡς στύλος ὁ τοῦ οὐρανοῦ στύλος ἐπὶ τῆς πέτρας ἐν τῷ ὄρει προσεύχεται, λέγων οὕτως· Σὺ βλέπεις, Ἰησοῦ Χριστὲ, ὁ σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου, ὅτι οὐ καταβῶ ἀπὸ τῆς πέτρας, οὐ φάγω, οὐ πίω, ἕως οὗ ἀποθάνω· ἐὰν μὴ ἄρτι ἀκούσῃς καὶ ἐκβάλῃς τοῦτον τὸν δαίμονα ἀπὸ τοῦ ἀνθρώπου, καὶ ἐλεύθερον αὐτὸν ποιήσῃς ἀπὸ τούτου τοῦ πνεύματος τοῦ ἀκαθάρτου. Ἔτι λαλοῦντος τοῦ ἁπλοῦ καὶ ταπεινόφρονος Παύλου τῷ Ἰησοῦ, πρὸ τοῦ τελεσθῆναι τοὺς λόγους τοῦ στόματος αὐτοῦ τοῦ καθαροῦ, ἀνέκραξεν κάτω πρὸς τὴν κέλλαν ὁ δαίμων· Ὑπάγω, ὑπάγω, ἐξέρχομαι, βίᾳ καὶ τυραννίδι ἐλαύνομαι, ἀναχωρῶ τοῦ ἀνθρώπου, οὐκέτι ἐγγίζω. Τὸ ταπεινὸν καὶ ἁπλοῦν Παύλου ἐλαύνει με φυγαδεῦον,
On one of the days, therefore, a young man possessed by a demon in an exceedingly terrible manner was brought to the blessed Anthony, having a most fierce ruling demon, who reviled even heaven itself. Having therefore observed the young man, the great Anthony says to those who brought him: This work is not mine. For against this ruling order of demons I have not yet been counted worthy of a gift of grace, but this is the gift of grace of Paul the Simple. Having therefore gone off to the approved Paul, the blessed Anthony led them there also, and says to him: Abba Paul, cast out this demon from the man, so that being in health he may depart to his own home, and glorify the Lord. Paul says to him: Why, what of you? Anthony says to him: I have no leisure, I have another work. And having left the lad there, the great Anthony returned again to his own cell. Having risen, therefore, the guileless old man, and having prayed an effectual prayer, calling to himself the demoniac, says: Abba Anthony has said: Come out from the man, so that being in health he may glorify the Lord. But the demon cried out with reviling: I am not coming out, you gluttonous old dotard, you babbler. Taking therefore his sheepskin, he struck him across the back, saying: Come out, Abba Anthony has said. But the demon railed even more vehemently at Anthony together with Paul, saying: These grey-haired gluttons, these lethargic ones, these insatiable ones, who are never content with their own things, what have you in common with us? Why do you tyrannize over us? Finally Paul says to him: Are you coming out, or shall I go and tell Christ? By Jesus, if you do not come out, I am going right now to tell Christ, and He will make woe for you. The savage demon reviled Jesus also in addition, crying out: I am not coming out. Moved to wrath at this against the demon, the holy Paul went out of his lodging at the very height of midday. Now the heat of the Egyptians, especially that in those places, is akin perhaps to the Babylonian furnace. Standing therefore like a pillar upon the rock on the mountain, the pillar of heaven prays, saying thus: Thou seest, O Jesus Christ, Who wast crucified under Pontius Pilate, that I will not come down from the rock, I will not eat, I will not drink, until I die, unless Thou hear me right now and cast out this demon from the man, and make him free from this unclean spirit. While the simple and humble-minded Paul was still speaking to Jesus, before the words of his pure mouth were finished, the demon cried out below by the cell: I am going, I am going, I am coming out, by force and tyranny I am driven away, I depart from the man, I come near no more. The humility and simplicity of Paul drives me away, putting me to flight,
PG 34:1084Read from the page
καὶ ποῦ ἀπέλθω οὐκ οἶδα. Καὶ παραχρῆμα ἐξῆλθεν τὸ πνεῦμα τοῦ δαίμονος, καὶ μετεβλήθη εἰς δράκοντα μέγιστον ὡσεὶ πηχῶν ἑβδομήκοντα. Καὶ ἀπῄει συρόμενος εἰς τὴν θάλασσαν τὴν Ἐρυθράν· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ ἁγίου Πνεύματος· Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος. Καὶ πάλιν ἐν ἑτέρῳ· Ἐπὶ τίνα ἐπιβλέψω, φησὶν ὁ Κύριος, ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Εἴωθε γὰρ τὰ ταπεινότερα τῶν δαιμόνων ὑπὸ τῶν ἀρχικῶν ἀνθρώπων ἐν τῇ πίστει ἐκβάλλεσθαι· τοὺς δὲ ἀρχικοὺς πάλιν δαίμονας ὑπὸ τῶν ταπεινῶν φυγαδεύεσθαι. Ταῦτά ἐστι θαύματα τοῦ ἁπλοῦ καὶ ταπεινόφρονος, καὶ ἄλλα πλείονα καὶ μείζονα τούτων. Ὅς ἀπεκλήθη Ἁπλοῦς παρὰ πάσης τῆς ἀδελφότητος.
and where I shall go off to I do not know. And immediately the spirit of the demon went out, and was changed into a very great dragon of about seventy cubits. And it went away crawling into the Red Sea; that what was spoken by the Holy Spirit might be fulfilled: The righteous man will declare a faith that is shown forth (Prov. 12:17). And again in another place: Upon whom shall I look, says the Lord, save upon him that is humble, and quiet, and trembles at My words (Isa. 66:2)? For the lower ranks of demons are accustomed to be cast out by the leading men in the faith; whereas the ruling demons in turn are put to flight by the humble. These are the wonders of the simple and humble-minded man, and there are others more numerous and greater than these. And he was surnamed the Simple by the whole brotherhood.
ΚΕΦΑΛ. ΚΘʹ. Περὶ Παχών.
Chapter XXIX. Concerning Pachon.
Παχών τις ὀνόματι περὶ τὰ ἑβδομήκοντα ἐλάσας ἔτη ἐκαθέζετο ἐν τῇ Σκήτει. Συνέβη δ' ἐμὲ ὀχληθέντα ὑπὸ τοῦ δαίμονος συνεχόμενον ἐπιθυμίᾳ γυναικείᾳ δυσφορεῖν καὶ πρὸς τοὺς λογισμοὺς καὶ πρὸς τὰς φαντασίας τὰς νυκτερινάς. Καὶ ἐγγὺς γενόμενος ὑπὸ τούτου τοῦ πειρασμοῦ ἐξελθεῖν τῆς ἐρήμου, ἐλαύνοντός με σφοδροτάτως τοῦ πάθους (τοῖς μὲν γὰρ γείτοσι τῶν Πατέρων οὐκ ἀνεθέμην τὸ πρᾶγμα, ἀλλ' οὔτε τῷ διδασκάλῳ μου Εὐαγρίῳ)· λεληθότως δὲ παραβαλὼν εἰς τὴν πανέρημον, συνετύγχανον ἐπὶ ἡμέρας δεκαπέντε τοῖς κατὰ τὴν Σκῆτιν Πατράσιν γηράσασιν ἐν τῇ ἐρήμῳ. Ἐν οἷς δὴ περιέτυχον καὶ τῷ Παχών. Εὑρὼν οὖν αὐτὸν ἀκεραιότερον καὶ ἀσκητικώτερον, ἐθάρσησα αὐτῷ ἀναθέσθαι μου τὰ τῆς διανοίας. Καὶ λέγει μοι ὁ ἅγιος οὗτος· Μὴ ξενίσῃ σε τὸ πρᾶγμα. Οὐ γὰρ αὐτὸ πάσχεις ἀπὸ ῥᾳθυμίας. Μαρτυρεῖ γάρ σοι καὶ ὁ τόπος καὶ ἡ σπάνις τῶν χρειῶν, καὶ τὸ μὴ εἶναι συντυχίας θηλειῶν ἐνθάδε. Ἀλλὰ μᾶλλον ἀπὸ σπουδῆς τῆς κατ' ἀρετὴν συμβαίνει σοι τοῦτο παρὰ τοῦ ἐναντίου. Τριπλοῦς γάρ ἐστιν ὁ πόλεμος ὁ πορνικός. Ποτὲ μὲν γὰρ ἡ σὰρξ ἡμῖν ἐπιτίθεται εὖ παθοῦσα· ποτὲ δὲ τὰ πάθη ἡμῖν ἐπανίστανται διὰ τῶν λογισμῶν· ποτὲ δὲ καὶ αὐτὸς ὁ δαίμων τυραννεῖ ἡμᾶς διὰ τῆς βασκανίας. Ἐγὼ γὰρ πολλὰ παρατηρήσας εὕρηκα τοῦτο. Ἰδοὺ, ὡς ὁρᾷς με, γέροντα ἄνθρωπον· τεσσαρακοστὸν ἔτος ἔχω ἐν τῇ κέλλῃ ταύτῃ φροντίζων τῆς ἐμαυτοῦ σωτηρίας· καὶ ταύτην ἄγων τὴν ἡλικίαν μέχρις ἄρτι πειράζομαι. Καὶ ὤμνυτο λέγων, ὅτι Δώδεκα ἔτη, μετὰ τὸ πεντηκοστόν με ἔτος ἄγειν, οὐ νύκτα μοι συνεχώρησεν, οὐχ ἡμέραν ἐπιτιθέμενός μοι. Ὑπονοήσας οὖν ὅτι ἀπέστη μου ὁ Θεὸς, διὸ καὶ καταδυναστεύομαι οὕτως· ᾑρησάμην ἀποθανεῖν μᾶλλον ἀλόγως, ἢ πάθει σώματος ἀσχημονῆσαι αἰσχρῶς. Καὶ ἐξελθών μου τῆς κέλλης, καὶ περιιὼν τὴν ἔρημον, σπήλαιον εὗρον ὑαίνης· εἰς ὃ σπήλαιον ἔθηκα ἐμαυτὸν ἐν ἡμέρᾳ γυμνόν· ἵνα ἐξελθόντα με φάγῃ τὰ θηρία. Ὡς οὖν ἐγένετο ἑσπέρα, κατὰ τὸ γεγραμμένον, Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Οἱ σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἐξελθόντες οὖν οἱ θῆρες ἐν ἐκείνῃ τῇ ὥρᾳ ὅ τε ἄρσην καὶ η θήλεια ὠσφράνθησάν με, ἀπὸ ποδῶν ἕως κεφαλῆς περιλείξαντές με. Καὶ ὡς ἐδόκουν βρωθῆναι, ἀνεχώ-
A certain man named Pachon, having advanced to about seventy years of age, sat in Scete. Now it happened that I, being troubled by the demon and held fast by desire for women, was distressed both at the thoughts and at the nocturnal fantasies. And having come near through this temptation to departing from the desert, as the passion drove me most violently (for to my neighbours among the Fathers I did not disclose the matter, nor even to my teacher Evagrius), repairing secretly into the utter desert, I conversed for fifteen days with the Fathers in Scete who had grown old in the desert. Among whom indeed I met also with Pachon. Finding him therefore more guileless and more ascetic, I took courage to disclose to him the things of my mind. And this holy man says to me: Let not the matter seem strange to you. For you do not suffer this from indolence. For both the place bears witness for you, and the scarcity of necessities, and the fact that there is no meeting with females here. Rather, it is from earnestness according to virtue that this happens to you from the adversary. For the war of fornication is threefold. For sometimes our flesh attacks us when it is well-conditioned; sometimes the passions rise up against us through thoughts; and sometimes the demon himself tyrannizes over us through envy. For having observed many things, I have found this. Behold me, as you see, an old man; I have my fortieth year in this cell taking thought for my own salvation; and keeping this age, until now I am tempted. And he swore saying: For twelve years, after I passed my fiftieth year, neither by night did it yield to me, nor by day, attacking me. Supposing therefore that God had departed from me, wherefore also I am thus overpowered, I chose rather to die irrationally than through passion of the body to behave unseemly in a shameful manner. And having gone out of my cell, and going about the desert, I found a hyena's cave; into which cave I placed myself naked by day, so that when the wild beasts came out they might devour me. When therefore evening came, according as it is written: The sun knew his going down. Thou didst appoint darkness, and it became night. In it all the wild beasts of the forest will pass through; the lions' whelps roaring to snatch and to seek from God food for themselves (Ps. 103:19-21). Having come out therefore in that hour, the wild beasts, both the male and the female, smelled me, licking me all over from feet to head. And just as I expected to be devoured, they with-
Notes, col. 1084

On the reading

Printed η, for ἡ.

PG 34:1085Read from the page
Dei gratia opem ferente beato Antonio, facit ei deinceps cellam ad tres vel quatuor lapides a sua cella. Et dicit ei : Ecce Christi virtute opem ferente tu factus es monachus, mane deinceps seorsum, ut etiam facias periculum daemonum. Cum ergo anno uno apud se habitasset Paulus Simplicissimus, et gratia dignatus est adversus daemones et adversus omne genus morbos, se perfecte gerens in virtute exercitationis.
With the grace of God bringing help to the blessed Anthony, he makes for him thereafter a cell at three or four miles from his own cell. And he says to him: Behold, with the power of Christ bringing help you have become a monk; remain henceforth apart, that you may also make trial of demons. When therefore Paul the Most Simple had dwelt for one year by himself, he was counted worthy of grace both against demons and against every kind of disease, conducting himself perfectly in the virtue of ascetic exercise.
Quodam ergo die adolescentulus qui supra modum graviter vexabatur a daemone, allatus est ad beatum Antonium, habens principalem saevissimum daemonem, qui etiam ipsum caelum maledictis et probris insequebatur. Cum igitur adolescentem observasset magnus Antonius, dicit iis qui eum ducebant : Non est hoc meum opus ; nam contra hunc ordinem daemonum, nempe principalem, nondum sum donatus gratia, sed haec est Pauli gratia Simplicis. Abiens ergo magnus Antonius ad probatissimum Paulum, ipsos quoque deduxit, et dicit ei : Abba Paule, ejice hunc daemonem ab hoc homine, ut sanus ad sua redeat, et Dominum glorificet. Dicit ei Paulus : Tu vero quid ? Dicit ei Antonius : Non est mihi otium, est aliud quod agam. Et relicto illic puero, reversus est magnus Antonius in suam cellam. Cum ergo surrexisset innocens senex, et efficacem fudisset orationem, dicit provocans daemoniacum : Dixit abbas Antonius, Egredere ab homine. Daemon autem cum probris ac maledictis exclamabat, dicens : Non egrediar, helluo, senex nugator. Accepta itaque pelle sua ovilla, verberabat eum in tergo, dicens : Egredere, dixit abbas Antonius. Daemon autem maledictis insequebatur Paulum et Antonium. Helluones isti in senectute, veternosi, insatiabiles, qui propriis nunquam sunt contenti, quid est vobis commune nobiscum ? quid in nos exercetis tyrannidem ? Tandem dicit ei Paulus : Aut exibis, aut abeo ut id dicam Christo, isque faciet ut sit tibi vae. At Jesum quoque probris et maledictis insectabatur immitis ille daemon, clamans : Non exibo. Ea de causa indignatus Paulus adversus daemonem, egressus est e suo hospitio in ipso puncto meridiei ; aestui autem AEgyptiorum intercedit cognatio cum fornace Babylonia. Stans ergo sanctus senex tanquam columna super petram, sic orat Christum, dicens : Tu vides, Jesu Christe, qui fuisti crucifixus sub Pontio Pilato, me non descensurum ex hac petra, neque esurum nec bibiturum donec moriar, nisi me nunc audieris, et hunc daemonem ab homine ejeceris, et a spiritu immundo ipsum liberaveris. Adhuc cum Jesu loquente simplici et humili Paulo, priusquam ipse preces perfecisset, exclamavit daemon, dicens : Recedo, recedo, vi egredior, et per tyrannidem expellor ; discedo ab homine, non amplius ad eum accedo. Pauli simplicitas et humilitas me expellit, neque scio quo abeam. Protinusque exiit daemon, et mutatus est in maximum draconem circiter septuaginta cubitorum, receditque reptans in mare Rubrum ut impleretur quod dictum est per sanctum Spiritum : Fidem quae demonstratur
On a certain day, therefore, a young lad who was troubled beyond measure grievously by a demon was brought to the blessed Anthony, having a most savage ruling demon, who pursued even heaven itself with curses and reproaches. When therefore the great Anthony had observed the youth, he says to those who were leading him: This is not my work; for against this order of demons, namely the ruling one, I have not yet been gifted with grace, but this is the grace of Paul the Simple. Going off therefore to the most approved Paul, the great Anthony led them also, and says to him: Abba Paul, cast out this demon from this man, that being whole he may return to his own home, and glorify the Lord. Paul says to him: And what of you? Anthony says to him: I have no leisure, there is something else for me to do. And leaving the boy there, the great Anthony returned to his own cell. When therefore the innocent old man had risen, and had poured forth an effectual prayer, he says challenging the demoniac: Abba Anthony has said, Come out from the man. But the demon cried out with reproaches and curses, saying: I will not come out, glutton, trifling old man. Taking therefore his sheepskin, he beat him on the back, saying: Come out, Abba Anthony has said. But the demon pursued Paul and Anthony with curses: These gluttons in old age, lethargic, insatiable, who are never content with their own things, what have you in common with us? Why do you exercise tyranny against us? At length Paul says to him: Either you will come out, or I go away to tell it to Christ, and He will cause woe to be unto you. Yet that fierce demon assailed Jesus also with reproaches and curses, crying out: I will not come out. On that account Paul, indignant against the demon, went out from his lodging at the very point of midday; now the heat of the Egyptians has a kinship with the Babylonian furnace. Standing therefore like a pillar upon a rock, the holy old man thus prays to Christ, saying: Thou seest, O Jesus Christ, Who wast crucified under Pontius Pilate, that I will not come down from this rock, nor eat nor drink until I die, unless Thou hear me now, and cast out this demon from the man, and free him from the unclean spirit. While the simple and humble Paul was still speaking with Jesus, before he himself had finished his prayers, the demon cried out, saying: I withdraw, I withdraw, by force I come out, and through tyranny I am driven out; I depart from the man, I approach him no more. The simplicity and humility of Paul drives me out, nor do I know where I may go. And forthwith the demon went out, and was changed into a very great dragon of about seventy cubits, and withdraws crawling into the Red Sea, so that what was spoken by the Holy Spirit might be fulfilled: The faith that is shown forth
PG 34:1086Read from the page
justus annuntiabit (Prov. XII). Et rursus alibi : Super quem respiciam, inquit Dominus, nisi super mansuetum et humilem et trementem verba mea (Isa. LXVI)? Solent enim humiliores daemones ejici ab hominibus fide principalibus, principales rursus daemones fugari ab humilibus. Haec sunt miracula sancti Pauli Simplicis et humilis, aliaque plura et his majora. Hic vocatus est Simplex a tota fraternitate.
the righteous man will declare (Prov. 12:17). And again elsewhere: Upon whom shall I look, says the Lord, save upon the meek and humble and him that trembles at My words (Isa. 66:2)? For the lower demons are accustomed to be cast out by men who are principal in faith, and the principal demons in turn to be put to flight by the humble. These are the miracles of the holy Paul the Simple and humble, and there are many others even greater than these. He was called the Simple by the whole brotherhood.
CAPUT XXIX. Vita abbatis Pachon.
Chapter XXIX. The life of Abbot Pachon.
Quidam Pachon nomine, cum pervenisset ad annum septuagesimum, sedebat in Scete. Aecidit autem ut ego vexatus ab affectione femineae cupiditatis, cogitationibusque et visis nocturnis, ferrem difficulter. Cumque parum abesset quin propter hanc tentationem exirem e solitudine, quod me haec animi perturbatio ageret vehementissime, vicinis quidem meis rem non exposui ; sed neque meo magistro Evagrio [Al., Eulogio] : sed latenter veniens in solitudinem quindecim diebus versatus sum cum patribus senescentibus in solitudine, qui erant in Scete. Inter quos incidi etiam in sanctum virum Pachonem. Cum ergo invenissem eum sinceriorem et magis versatum in exercitatione, ausus sum ei meum animum aperire. Dixit autem mihi ille sanctus : Ne tibi videatur res mira et aliena ; hoc enim non tibi accidit ob delicias, otiumque et negligentiam. Nam et mores tibi ferunt testimonium, et penuria eorum quae sunt necessaria, et quod nulla sit hic tibi consuetudo cum feminis ; sed potius hoc tibi accidit ab adversario ob studium virtutis. Est enim triplex hostis qui impellit ad fornicationem. Aliquando enim nos caro invadit luxurians, et quae nimis laute et delicate est curata ; aliquando autem in nos insurgunt motus animi propter cogitationes ; aliquando autem ipse quoque daemon in nos exercet tyrannidem propter invidiam ; nam ego quoque multa observans, hoc inveni. Ecce me, ut vides, hominem senem ; cum jam quadragesimum annum degam in hac cella, curam gerens meae salutis, et ad hanc aetatem pervenerim, tentor usque in hodiernum diem. Et juravit dicens : Jam duodecim annis postquam transegi annum quinquagesimum, nullam diem nec noctem intermisit qua me non invaserit. Cum itaque suspicatus essem Deum a me recessisse, quandoquidem tanta in me daemon uteretur potestate, potius delegi mori absque ratione, quam vitio affectioneque corporis, me turpiter gerere. Egressusque a cella mea, et obiens solitudinem, inveni speluncam hyaenae. In quam speluncam me nudum immisi toto die, ut ferae egressae me devorarent. Postquam autem fuit vespera, prout scriptum est, Sol cognovit occasum. Posuisti tenebras, et facta est nox. In ipsa transibunt omnes bestiae silvae. Catuli leonum rugientes ut rapiant et quaerant a Deo escam sibi (Psal. CIII). Egressae ergo ferae in illa hora, et masculus et femina, me a pedibus ad caput usque odorati sunt, circumlingentes. Cumque exspectarem
A certain man named Pachon, when he had reached his seventieth year, sat in Scete. Now it happened that I, being harassed by the passion of desire for women, and by thoughts and nocturnal visions, bore it with difficulty. And when I was not far from departing out of the desert on account of this temptation, because this perturbation of mind drove me most vehemently, to my neighbours indeed I did not set forth the matter, nor even to my master Evagrius [another reading: Eulogius]; but coming secretly into the desert I spent fifteen days with the fathers growing old in the desert, who were in Scete. Among whom I met also with the holy man Pachon. When therefore I had found him more sincere and more experienced in ascetic exercise, I ventured to open my mind to him. And that holy man said to me: Let not the matter seem strange and foreign to you; for this does not happen to you on account of luxuries, leisure, and negligence. For both your habits bear witness for you, and the scarcity of those things which are necessary, and the fact that you have here no familiarity with women; but rather this happens to you from the adversary on account of your zeal for virtue. For threefold is the enemy that impels to fornication. For sometimes the flesh invades us when it is luxuriating, and has been cared for too sumptuously and delicately; sometimes movements of the mind rise up against us on account of thoughts; and sometimes the demon himself also exercises tyranny against us on account of envy; for having observed many things, I also have found this. Behold me, as you see, an old man; though I already spend my fortieth year in this cell, taking care for my salvation, and have arrived at this age, I am tempted unto this day. And he swore saying: Already for twelve years after I passed my fiftieth year, it has intermitted no day nor night wherein it did not invade me. When therefore I suspected that God had departed from me, seeing that the demon used so great a power against me, I chose rather to die without reason than through vice and passion of the body to conduct myself shamefully. And having gone out from my cell, and going about the desert, I found a hyena's cave. Into which cave I cast myself naked for the whole day, that when the wild beasts came out they might devour me. And after evening came, according as it is written: The sun knew his going down. Thou hast appointed darkness, and it became night. In it all the beasts of the forest shall pass through; the lions' whelps roaring to snatch and to seek from God food for themselves (Ps. 103:19-21). Having come out therefore in that hour, the wild beasts, both male and female, smelled me from feet even to head, licking me all around. And while I was waiting
Notes, col. 1086

On the reading

Printed Aecidit, for Accidit.

PG 34:1087Read from the page
fore ut devorarer, a me recesserunt. Cum ergo illic tota nocte jacuissem, non fui devoratus. Existimans ergo Deum omnino mihi pepercisse, surrexi. Rursus vero in cellam redii. Cum autem se paucis diebus continuisset daemon, me est adortus vehementius quam antea, ut parum abfuerit quin blasphemarem. Transformatus enim cum esset in puellam AEthiopissam, quam in mea juventute videram aestate spicas legentem, ea mihi visa est meis insidere genibus ; meque usque adeo commovit ut putarem me cum ea coivisse. Furore ergo percitus impegi ei colaphum ; eaque sic evanuit. Hoc autem mihi crede dicenti : biennio non poteram ferre manus meae fetorem. Cum ergo hac de causa pusilli et abjecti animi evasissem, et de me omnem spem abjecissem, egressus sum pererrans vastam solitudinem, et inveni parvam aspidem. Quam cum accepissem, eam admoveo meis genitalibus, ut vel sic morsus morerer ; et cum eis caput virilibus applicassem, ut quae mihi fuissent causa tentationis, ne sic quidem morsus sum gratiae providentia. Post haec autem audivi vocem dicentem mihi in mea cogitatione : Abi, Pachon, decerta ; ideo enim permisi in te tantam exerceri potestatem, ne tibi esset elatior et arrogantior spiritus, perinde ac ipse posses hanc superare affectionem : sed tuam agnosceres imbecillitatem, et in tuae vitae instituto nunquam haberes fiduciam, sed recurreres ad Dei auxilium. Sic autem admonitus et confirmatus, ad cellam sum reversus, et deinceps sedens cum fiducia, et nullam belli curam gerens, reliquos dies egi in pace. Daemon autem cum cognovisset meam ejus despicientiam, pudore deinceps affectus, ad me non accessit amplius. His verbis cum ad luctam adversus Satanam me confirmasset, et ad bellum instruxisset, et adversum daemonem fornicationis me parasset ac docuisset, dimisit, jubens ut forti animo me gererem in omnibus.
to be devoured, they departed from me. When therefore I had lain there the whole night, I was not devoured. Thinking therefore that God had altogether spared me, I arose. And I returned again to my cell. But when the demon had restrained itself for a few days, it attacked me more vehemently than before, so that I came very near to blaspheming. For having transformed itself into an Ethiopian girl, whom in my youth I had seen in summer gleaning ears of corn, she seemed to me to sit upon my knees; and she moved me to such a degree that I thought I had lain with her. Driven therefore by fury, I dealt her a buffet; and thus she vanished. Now believe me when I say this: for two years I could not bear the stench of my hand. When therefore from this cause I had become faint-hearted and downcast in spirit, and had cast away all hope concerning myself, I went out wandering through the vast desert, and found a small asp. Having taken it, I apply it to my genitals, that being bitten I might even thus die; and although I had applied its head to those virile parts, as having been to me the cause of temptation, not even thus was I bitten, through the providence of grace. After these things, however, I heard a voice saying to me in my thought: Go, Pachon, contend; for on this account I permitted so great a power to be exercised against you, lest your spirit should become too elated and arrogant, as though of yourself you could overcome this passion, but that you might acknowledge your own weakness, and never have confidence in your own manner of life, but have recourse to the help of God. Being thus admonished and strengthened, I returned to my cell, and sitting thenceforth with confidence, and taking no anxious care about the war, I spent the remaining days in peace. And when the demon recognized my contempt for it, being affected thenceforth with shame, it approached me no more. When with these words he had strengthened me for the wrestling against Satan, and had equipped me for war, and had prepared and taught me against the demon of fornication, he dismissed me, bidding me bear myself with a courageous spirit in all things.
CAPUT XXX. Vita Abbatis Stephani.
Chapter XXX. The life of Abbot Stephen.
Stephanus quidam Libs genere, sedit sexaginta annos ex latere Marmaricae et Mareotae. Is cum fuisset summe versatus in exercitatione, et esset discernendi potestate praeditus, hanc gratiam est consecutus, ut quicunque eum conveniret, a quacunque cruciaretur molestia, is molestia vacuus ab eo recederet. Fuit autem is quoque notus beato Antonio. Pervenit autem etiam ad nostra usque tempora ; atque ego quidem cum eo non sum versatus propter viae longitudinem : sanctus autem Ammonius et Evagrius, qui eum convenerunt, narraverunt se eum invenisse in talem prolapsum aegritudinem in ipsis locis testiculorum, et penis summum ulcerasse cancrum, qui φαγέδαινα dicitur. Eum, aiebant, invenimus dum a quodam medico curaretur. Et manibus quidem operabatur ; et palmae ramos contexebat, et nobiscum etiam loquebatur : reliquo autem corpori manum adhibebat chirurgus. Erat autem Dei gratia, ea praeditus patientia, ut perinde affectus videretur, ac si corpus alterius secaretur ; et cum ejus membra
A certain Stephen, a Libyan by race, sat for sixty years bordering upon Marmarica and Mareotis. Since he was supremely experienced in ascetic exercise, and was endowed with the power of discernment, he obtained this grace, that whosoever met with him, by whatsoever trouble he was tormented, departed from him free from trouble. Moreover, he was also known to the blessed Anthony. And he reached even unto our own times; and I indeed did not meet with him on account of the length of the journey; but the holy Ammonius and Evagrius, who met with him, related that they found him fallen into such a sickness in the very parts of the testicles, and that a canker which is called phagedaena had ulcerated the tip of his genital member. We found him, they said, while he was being treated by a certain physician. And with his hands indeed he was working, and weaving palm-branches, and conversing also with us, while to the rest of his body the surgeon was applying his hand. And by the grace of God he was endowed with such patience that he seemed affected just as though the body of another were being cut; and while his members