Οὗτος ἔλεγεν καὶ τὸν Ἀμοῦν τοιούτῳ τρόπῳ βεβιωκέναι· Ὀρφανὸς, φησὶν, ὑπάρχων νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο, βίᾳ παρὰ τοῦ ἰδίου θείου γυναικὶ συνεζεύχθη. Καὶ μὴ δυνηθεὶς ἀντιστῆναι τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξεν καὶ στεφανοῦσθαι, καὶ ἐν παστῷ καθέζεσθαι, καὶ πάντα μεμενηκέναι κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσοντας αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ μακάριος Ἀμοῦν ἀποκλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ καὶ γνησίαν σύζυγον, καὶ λέγει αὐτῇ· Δεῦρο δὴ, κυρία καὶ ἀδελφὴ, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστιν περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσομεν ἡμεῖς, ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ' ἰδίαν καθευδήσῃ, ἵνα καὶ τῷ Χριστῷ λοιπὸν ἀρέσωμεν, ἐκτελέσαντες ἄθικτον ἡμῶν τὴν παρθενίαν. Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου βιβλίον γεγραμμένον, ὡς ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ Σωτῆρος ἀνεγίνωσκεν τῇ κόρῃ ἀπείρῳ οὔσῃ Γραφῶν· τὸ πλεῖστον μέρος τῆς ἀναγνώσεως προστιθεὶς ἀπὸ τῆς ἰδίας θεοπνεύστου διανοίας, τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγούμενος αὐτῇ βίον· ὡς τῇ χάριτι τοῦ Χριστοῦ πληροφορηθεῖσαν ἐκείνην εἰπεῖν· Κἀγὼ πέπεισμαι, κύριέ μου, τὸν ἁγνὸν βίον ἡδέως βιοῦσα, καὶ εἴ τι κελεύεις, τοῦτο ποιήσω λοιπόν. Ὁ δὲ, Τοῦτο κελεύω, φησὶ, καὶ παρακαλῶ, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ' ἰδίαν μένῃ. Ἡ δὲ οὐκ ἠνέσχετο εἰποῦσα· Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν, ἐν διαφόροις δὲ κλίναις. Ζήσας οὖν μετ' αὐτῆς ἐν τῷ αὐτῷ οἴκῳ ἔτη δέκα ὀκτὼ, διὰ πάσης ἡμέρας ἐσχόλαζεν ἐν τῷ κήπῳ καὶ τῷ βαλσαμῶνι· βαλσαμουργὸς γὰρ ἦν· ἥτις βάλσαμος ἀμπέλου δίκην φυτεύεται, γεωργουμένη καὶ κλαδευομένη, πολὺν ἔχουσα πόνον. Ἑσπέρας οὖν εἰσερχόμενος εἰς τὸν οἶκον, καὶ ποιῶν εὐχὰς, ἤσθιεν μετ' αὐτῆς, καὶ πάλιν νυκτερινὰς ποιῶν εὐχὰς καὶ συνάξεις, ὑπὸ βαθὺν ὄρθρον ἀπίει εἰς τὸν κῆπον. Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ ἁγίου Ἀμοῦν, καὶ λέγει αὐτῷ τὰ τελευταῖα ἡ μακαρῖτις ἐκείνη· Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἄν μου ἀκούσῃς, πληροφορηθῶ ὅτι ὄντως κατὰ Θεὸν ἀγαπᾷς με. Λέγει αὐτῇ, Εἰπὲ ὃ βούλει· λέγει αὐτῷ· Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα θεοσεβῆ καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως δὲ καὶ ἐμὲ ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδὸν κατ' ἰδίαν μένειν, καὶ πολλοὺς ὠφελεῖσθαι. Ἄτοπον γάρ ἐστι δι' ἐμὲ κρύπτεσθαί σου τὴν τοσαύτην καὶ τοιαύτην ἀρετὴν τῆς φιλοσοφίας, συνοικοῦντά μοι διὰ τὸν Κύριον ἐν ἁγνείᾳ. Ὁ δὲ εὐχαριστήσας αὐτῇ, καὶ δεδωκὼς δόξαν τῷ Θεῷ, λέγει αὐτῇ· Καλῶς σοι ἔδοξεν, κυρία καὶ ἀδελφή. Καὶ εἰ τοῦτό σοι ἀρέσκει, ἔχε σὺ τοῦτον τὸν οἶκον, ἐγὼ δὲ ἀπελθὼν ποιήσω μοι ἕτερον οἶκον. Καὶ ἐξελθὼν ἀπ' αὐτῆς εἰσῆλθεν ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους. Οὔπω γὰρ ἦν ἐκεῖ τότε συνεχῆ μοναστήρια. Οἰκοδομεῖ ἑαυτῷ δύο θόλους κελλίων, καὶ βιώσας ἄλλα εἴκοσι καὶ δύο ἔτη ἐν τῇ ἐρήμῳ, καὶ κατορθώσας εἰς ἄκρον τὴν τῆς ἀσκήσεως ἀρετὴν, ἐν τῷ μονήρει βίῳ ἐτελεύτησε· μᾶλλον δὲ ἐκοιμήθη ὁ ἅγιος Ἀμοῦν, ἐτῶν ἑξήκοντα δύο, δὶς οῦτ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.
This man said that Amoun also had lived in such a manner as this: Being an orphan, said he, a young man of about twenty-two years, he was joined in marriage to a wife by force on the part of his own uncle. And not being able to resist the compulsion of his uncle, he consented both to be crowned, and to sit in the bridal chamber, and to endure all things according to the marriage custom. But after all those who were to put them to bed in the bridal chamber and upon the couch had gone out, the blessed Amoun rose up and shut the door, and sitting down he called to him his blessed and lawful spouse, and said to her: Come hither, lady and sister, henceforth I shall declare the matter to you: this marriage which we have married is something that has nothing superfluous. We shall therefore do well if from now on each of us sleeps apart, so that henceforth we may also please Christ, having kept our virginity untouched. And bringing forth from his bosom a written book, he read as from the person of the Apostle and of the Saviour to the maiden, who was unacquainted with the Scriptures; adding the greatest part of the reading from his own divinely inspired mind, introducing her to the life of virginity and chastity; so that, being fully assured by the grace of Christ, she said: I also am persuaded, my lord, gladly living the chaste life, and whatsoever you command, this I shall do henceforth. And he said: This I command and beseech, that each of us from now on remain apart. She however did not consent, saying: Let us remain in the same house, but in different beds. Having lived therefore with her in the same house for eighteen years, throughout the whole day he occupied himself in the garden and the balsam-grove; for he was a dresser of balsam; which balsam is planted after the manner of a vine, being tilled and pruned, involving much labour. In the evening therefore, entering into the house and offering prayers, he ate with her, and again offering nightly prayers and assemblies, at deep dawn he went off to the garden. Whilst these things were thus being accomplished, and both had advanced unto passionlessness, the prayers of the holy Amoun wrought their effect, and at the last that blessed woman says to him: I have something to say to you, my lord; so that, if you hearken to me, I may be fully assured that you truly love me according to God. He says to her: Speak what you wish. She says to him: It is a righteous thing that you, being a godfearing man and practising righteousness, and likewise I also, who have emulated the same way as you, should dwell apart, and that many should be benefited. For it is unfitting that on my account so great and such a virtue of philosophy of yours should be hidden, whilst you dwell with me in chastity for the sake of the Lord. And having given thanks to her, and having given glory to God, he says to her: It has seemed good to you rightly, lady and sister. And if this pleases you, keep this house yourself, and I shall depart and make myself another house. And having gone out from her, he entered further into the mountain of Nitria. For at that time there were not yet continuous monasteries there. He builds for himself two domed cells, and having lived another twenty-two years in the desert, and having brought the virtue of ascetic practice to the highest perfection, he ended his life in the solitary state; or rather the holy Amoun fell asleep, at sixty-two years of age, seeing his blessed consort twice in the year.