Migne Reading Room

PG 34 · cols. 1018–1027 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1018Read from the page
τοὺς ἄθλους τῶν μακαρίων ἀποστόλων, καὶ προφητῶν, καὶ μαρτύρων. Τῆς δὲ ἑσπέρας καταλαβούσης, δοξολογήσασά μού τὸν Δεσπότην, ἐσθίω μου τὸν ψωμὸν, τὰς πάσας ὥρας τῆς νυκτὸς προσκαρτεροῦσά μου τῇ δεήσει, καὶ τὸ τέλος ἐκδεχομένη μου, πότε ἀναλύσω ἐντεῦθεν μετ' ἐλπίδων χρηστῶν, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Χριστοῦ.
the contests of the blessed apostles, and prophets, and martyrs. And when evening has overtaken me, having glorified my Master, I eat my morsel of bread, persevering in my supplication throughout all the hours of the night, and awaiting my end, when I shall depart hence with good hopes, and shall appear before the face of Christ.
Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν προσχήματι θεοσεβείας ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθοκότων τὴν ἀρετὴν, ἀσφάλειαν δὲ καὶ παραφυλακὴν τῶν ἐντυγχανόντων.
Yet I shall not pass over in the narrative those also who under a pretext of godliness have lived in contempt, for the praise of those who have rightly achieved virtue, and for the safety and safeguarding of those who read.
ΚΕΦΑΛ. Ϛʹ.
Chapter VI.
Περὶ τῆς φιλαργύρου παρθένου.
Concerning the money-loving virgin.
Παρθένος τις γέγονεν ἐν τῇ Ἀλεξανδρείᾳ, ὀνόματι μόνον, τῷ μὲν σχήματι δῆθεν ταπεινὴ, τῇ δὲ προαιρέσει φειδωλὸς, σοβαρὴ, καὶ φιλόπλουτος εἰς ἄγαν ἐν χρήμασιν· φιλόχρυσος μᾶλλον ἢ φιλόχριστος· μηδέποτε προϊεμένη τῶν ἑαυτῆς τι, μὴ ξένῳ, μὴ πενομένῳ, μὴ ἀγχομένῳ, μὴ μοναχῷ, μὴ παρθένῳ, μὴ Ἐκκλησίᾳ ὀβολὸν ἕνα. Αὕτη πολλαῖς νουθεσίαις τῶν ἁγίων Πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην τοῦ πλούτου. Ὑπῆρχε δὲ ταύτῃ καὶ γένος, ἐν οἷς τεκνοποιεῖται θυγατέρα ἀδελφῆς ἰδίας· ᾗ νύκτωρ καὶ μεθ' ἡμέραν ἐπηγγέλλετο τὰ ἑαυτῆς, τοῦ οὐρανίου πόθου αὐτὴ ἐκπεσοῦσα. Εἶδος γάρ ἐστι καὶ τοῦτο ἓν τῆς πλάνης τοῦ διαβόλου, ἐν προσχήματι φιλοσυγγενείας τὴν πλεονεξίαν ὠδίνειν παρασκευάζοντος. Ὅτι γὰρ αὐτῷ οὐ μέλει γένους, δῆλον ἐντεῦθεν. Ἀδελφοκτονεῖν γὰρ καὶ μητροκτονεῖν καὶ πατροκτονεῖν αὐτὸς ἐξεδίδαξεν. Καὶ τοῦτο ταῖς θείαις Γραφαῖς ὡμολόγηται. Ἀλλὰ κἂν δόξῃ συγγενῶν κηδεμονίαν ἐντιθέναι τισὶν, οὐκ εἰς εὔνοιαν ἐκείνων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ τὴν ψυχὴν ἄδικον ἐξασκῆσαί τινων, σαφῶς αὐτὸς εἰδὼς τὴν ἀπόφασιν, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Δύναται δέ τις συνέσει πνευματικῇ καὶ θείῳ πόθῳ κινούμενος, μήτε τῆς ἑαυτοῦ ψυχῆς ἀμελεῖν, καὶ τοῖς συγγενέσιν ἐπικουρεῖν, εἰ ἄρα λίποιντο, καὶ διαφόρους παρέχειν παραμυθίας. Ὅταν δέ τις ὅλην τὴν ψυχὴν ἑαυτοῦ καταπατήσῃ κηδεμονίᾳ συγγενῶν, ὑποπίπτει νόμῳ, ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ λογιζόμενος. Ἄδει δὲ καὶ ὁ ἱεροψάλτης Δαβὶδ περὶ τῶν τῆς ψυχῆς φροντιζόντων ἐν φόβῳ Θεοῦ· λέγων, ὅτι Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἀντὶ τοῦ, σπανίως. Ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. Ἐκεῖνοι γὰρ ἐπὶ ματαίῳ τὴν ψυχὴν ἑαυτῶν λαμβάνουσιν, οἱ νομίζοντες αὐτὴν τῷ σαρκίῳ τούτῳ συνδιαλύεσθαι, οἱ τῶν πνευματικῶν ἀρετῶν ἀμελοῦντες.
There was a certain virgin in Alexandria, in name only, in her outward habit forsooth humble, but in her purpose stingy, haughty, and exceedingly fond of wealth in money; a lover of gold rather than a lover of Christ; never giving away anything of her own, not to a stranger, not to one in poverty, not to one in distress, not to a monk, not to a virgin, not to the Church a single obol. Though admonished with many admonitions of the holy Fathers, she did not divest herself of the matter of her wealth. Now she also had kinsfolk, amongst whom she adopted as her child a daughter of her own sister; to whom night and day she promised her possessions, having herself fallen away from the heavenly desire. For this also is one form of the deceit of the devil, who under a pretext of love for kinsfolk contrives to travail with covetousness. For that he cares nothing for kindred is manifest from this: for he himself taught men to slay brothers and to slay mothers and to slay fathers. And this is acknowledged in the divine Scriptures. But even if he should seem to instil in some a care for kinsfolk, he does not do this out of goodwill towards them, but in order to train the soul of some to be unrighteous, knowing clearly the sentence that the unrighteous shall not inherit the kingdom of God (1 Cor. 6:9). Yet someone moved by spiritual understanding and divine desire is able neither to neglect his own soul, and also to succour his kinsfolk, if perchance they should be in want, and to supply various consolations. But whenever anyone tramples down his whole soul through care for kinsfolk, he falls under the law, reckoning his soul for vanity. And the sacred psalmist David also sings concerning those who care for the soul in the fear of God, saying: Who shall ascend into the mountain of the Lord? meaning, rarely. Or who shall stand in His holy place? He that is innocent in hands and pure in heart, who hath not taken his soul in vain (Ps. 23:3-4). For those take their soul in vain who suppose that it is dissolved together with this little body of flesh, who neglect the spiritual virtues.
Ταύτην τὴν παρθένον τὴν τῷ ὀνόματι μόνῳ τὴν ἐπωνυμίαν κεκτημένην, τοῖς δὲ τρόποις τῆς ἀσκήσεως ἀπεξενωμένην, τὸ δὴ λεγόμενον, θελήσας φλεβοτομῆσαι εἰς κουφισμὸν τῆς πλεονεξίας ὁ ἁγιώτατος Μακάριος ὁ πρεσβύτερος, καὶ ἀφηγούμενος τοῦ πτωχείου τῶν λελωβημένων, σοφίζεται δρᾶμα τοιοῦτον. Ἦν γὰρ ἐν νεότητι αὐτοῦ λιθουργὸς, ὃν λέγουσι καβιδάριον. Καὶ ἀπελθὼν λέγει αὐτῇ· Λίθοι ἀναγκαῖοι σμάραγδοι καὶ ὑάκινθοι ἐμπεπτώκασί μοι· καὶ εἴτε κλεψιμαῖοι ἢ ἐμπορικοὶ εἰπεῖν οὐκ ἔχω. Τιμῇ οὐχ ὑποβάλλονται, ὑπὲρ διατίμησιν ὄντες. Πιπράσκει δὲ αὐτὸς πεντακοσίων νομισμάτων ὁ ἔχων.
Wishing, as the saying goes, to let the blood of this virgin—who possessed the appellation in name alone, whilst being estranged from the manners of ascetic practice—for the relief of her covetousness, the most holy Macarius the presbyter, who was also superintendent of the almshouse of the maimed, devises such a drama as this. For in his youth he had been a stone-cutter, whom they call a lapidary. And going to her, he says to her: Precious stones, emeralds and jacinths, have fallen into my hands; and whether they are stolen or merchandise I cannot say. They are not subject to a price, being beyond valuation. Yet he who has them sells them for five hundred solidi.
Notes, col. 1018

On the reading

Printed μού, for μου.

Printed κατωρθοκότων, for κατωρθωκότων.

PG 34:1019Read from the page
Ἐὰν οὖν δόξῃ σοι αὐτοὺς λαβεῖν, δὸς τὰ πεντακόσια νομίσματα· τοῖς δὲ λοιποῖς χρήσασθαι εἰς κατασκευὴν κόσμου ποικίλην τῆς ἀδελφιδῆς σου. Ἐκκρεμαμένη δὲ ἡ λεγομένη παρθένος πάσῃ ψήφῳ τῇ κόρῃ, δελεάζεται τῇ φιλοκοσμίᾳ ταύτης, καὶ πίπτει αὐτοῦ εἰς τοὺς πόδας, καὶ λέγει αὐτῷ· Δέομαί σου, μή τις αὐτοὺς λάβῃ. Προτρέπεται οὖν ταύτην ὁ ἅγιος, λέγων, ὅτι Παραγενοῦ ἕως τῆς οἰκίας μου, καὶ βλέπε αὐτούς. Ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ προσρίπτει αὐτῷ τὰ πεντακόσια νομίσματα, λέγουσα, Δέομαί σου, ὡς θέλεις, λάβε αὐτούς. Ἐγὼ γὰρ οὐ θέλω ἰδεῖν τὸν ἄνθρωπον τὸν πιπράσκοντα αὐτούς. Λαβὼν οὖν τὰ πεντακόσια νομίσματα παρ' αὐτῆς ὁ ἅγιος Μακάριος, δίδωσι ταῦτα εἰς τὰς χρείας τοῦ πτωχείου. Χρόνου δὲ παρελθόντος, ἐπειδὴ μεγάλην ὑπόληψιν εἶχεν ὁ ἀνὴρ ἐν Ἀλεξανδρείᾳ, εἰς ἄκρον φιλόθεος ὢν καὶ ἐλεήμων πρεσβύτης (ἤκμασεν γὰρ μέχρι τῶν ἑκατὸν ἐτῶν, ᾧ συνεχρονίσαμεν καὶ ἡμεῖς), ηὐλαβεῖτο αὐτὸν ὑπομνῆσαι. Τέλος εὑροῦσα αὐτὸν ἐν τῇ ἐκκλησίᾳ, λέγει αὐτῷ, Δέομαί σου, τί λέγεις περὶ τῶν λίθων ἐκείνων, ὧν δεδώκαμεν τὰ πεντακόσια νομίσματα; Ὁ δὲ ἀπεκρίνατο, λέγων αὐτῇ· Ἀφ' ἧς ἡμέρας δέδωκάς μοι τὸν χρυσὸν, κατέβαλον αὐτὸν εἰς τὴν τιμὴν τῶν λίθων. Καὶ εἰ βούλει ἰδεῖν αὐτοὺς, ἐλθὲ ἐν τῷ ὁσπιτίῳ μου· ἐκεῖ γὰρ κεῖνται οἱ λίθοι, καὶ βλέπε ἐάν σοι ἀρέσωσιν, ἐπεὶ αἴρῃς σου τὸν χρυσόν. Ἦλθεν δὲ ἐκείνη ἀσμενεστάτη. Ἦν δὲ τὸ πτωχεῖον, εἰς μὲν τὰ ἀνάγαια ἔχον τὰς γυναῖκας, εἰς δὲ τὰ κατάγαια, τοὺς ἄνδρας. Παραγενομένης δὲ αὐτῆς, εἰσάγει αὐτὴν εἰς τὸν πυλῶνα, καὶ λέγει αὐτῇ ὁ ἅγιος· Τί θέλεις πρῶτον ἰδεῖν; τοὺς ὑακίνθους, ἢ τοὺς σμαράγδους; Λέγει αὐτῷ, Ὃ δοκεῖ σοι. Ὡς δὲ ἀνάγει αὐτὴν εἰς τὰ ἀνάγαια, καὶ δείκνυσιν αὐτῇ ἠκρωτηριασμένας γυναῖκας, λελωβημένας ὄψεις ἐχούσας· καὶ λέγει αὐτῇ, Ἰδοὺ οἱ ὑάκινθοι· εἶτα κατάγει αὐτὴν εἰς τὰ κατάγαια, καὶ δείκνυσιν αὐτῇ τοὺς ἄνδρας, εἰπών· Ἰδοὺ οἱ σμάραγδοι· καὶ νομίζω τούτων τιμιωτέρους μὴ εὑρεθῆναι. Ἐὰν οὖν σοι ἀρέσκωσιν, ἐπεὶ λάβε σου τὸν χρυσόν. Τούτων τοίνυν οὕτως γεγονότων διατραπεῖσα ἡ παρθένος ἐξῆλθεν, καὶ ἀπελθοῦσα ἐν τῇ οἰκίᾳ ἑαυτῆς ἀπὸ πολλῆς λύπης ἐνόσησεν, ὅτι οὐ κατὰ Θεὸν τοῦτο ἐποίησεν τὸ πρᾶγμα, ἀλλ' ἀναγκαστῶς. Εἰς ὕστερον δὲ ηὐχαρίστησεν τῷ πρεσβυτέρῳ, τῆς κόρης ἧς ἐφρόντιζεν μετὰ γάμον ἀτέκνου τελευτησάσης, καὶ λοιπὸν ταύτης εἰς δέον καταχρησαμένης τῷ βίῳ.
If therefore it seems good to you to take them, give the five hundred solidi; and the rest you may use for the varied preparation of adornment for your niece. And since the so-called virgin was wholly devoted to the girl in every respect, she is enticed by her fondness for adornment, and falls at his feet, and says to him: I beseech you, let no one else take them. The saint therefore urges her on, saying: Come as far as my house, and see them. But she would not wait, and throws the five hundred solidi before him, saying: I beseech you, take them as you wish; for I do not wish to see the man who sells them. Having therefore taken the five hundred solidi from her, the holy Macarius gives them for the needs of the almshouse. And when time had passed, since the man held a great reputation in Alexandria, being an elder supremely loving towards God and merciful (for he flourished up to a hundred years, with whom we also were contemporary), she was shy of reminding him. At last, having found him in the church, she says to him: I beseech you, what do you say concerning those stones, for which we gave the five hundred solidi? And he answered, saying to her: From the day you gave me the gold, I paid it down for the price of the stones. And if you wish to see them, come into my hospice; for there the stones lie, and see whether they please you, or else you may take your gold. And she came most gladly. Now the almshouse had the women in the upper chambers, and the men in the lower chambers. And when she arrived, the saint brings her into the porch, and says to her: What do you wish to see first? The jacinths, or the emeralds? She says to him: Whatever seems good to you. And when he leads her up into the upper chambers, he shows her mutilated women, having maimed faces; and he says to her: Behold the jacinths; then he leads her down into the lower chambers, and shows her the men, saying: Behold the emeralds; and I think none more precious than these are to be found. If therefore they please you, well; otherwise take your gold. When these things therefore had thus come to pass, the virgin went out abashed, and having gone away to her own house she fell sick from great grief, because she had not done this thing according to God, but under compulsion. Afterwards, however, she gave thanks to the presbyter, when the girl for whom she cared died childless after marriage, and thenceforth she herself used her wealth as was fitting.
ΚΕΦΑΛ. Ζʹ.
Chapter VII.
Περὶ τῶν ἐν τῇ Νιτρίᾳ.
Concerning those in Nitria.
Συντετυχηκὼς οὖν πολλοῖς τῶν ἁγίων ἐγὼ, καὶ ἐνδιατρίψας τοῖς περὶ τὴν Ἀλεξάνδρειαν μοναστηρίοις ἐπὶ ἔτη τρία, καὶ συνδιατρίψας καλλίστοις καὶ σπουδαιοτάτοις μεγάλοις ἀνδράσιν ὡς δισχιλίοις, πάσῃ ἀρετῇ κεκοσμημένοις, ἀναχωρήσας ἐκεῖθεν ἦλθον ἐπὶ τὸ ὄρος τῆς Νιτρίας. Μεταξὺ δὲ τοῦ ὄρους τούτου καὶ τῆς Ἀλεξανδρείας λίμνη κεῖται, ἡ καλουμένη Μαρία. Κατέχει δὲ αὕτη ἐπὶ μίλια ἑβδομήκοντα. Ἣν διαπλεύσας, διὰ μιᾶς καὶ ἡμισείας ἡμέρας ἦλθον εἰς τὸ ὄρος ἐπὶ τὸ μέρος τῆς μεσημβρίας.
Having therefore met with many of the saints myself, and having spent three years in the monasteries around Alexandria, and having lived in company with about two thousand most noble and most zealous great men, adorned with every virtue, departing thence I came to the mountain of Nitria. Now between this mountain and Alexandria lies a lake, which is called Maria. And this extends for seventy miles. Having sailed across it, in a day and a half I came to the mountain on the side of the south.
PG 34:1020Read from the page
Ὧ ὄρει παράκειται ἡ πανέρημος παρατείνουσα ἕως Αἰθιοπίας καὶ τῶν Μαζίκων καὶ τῆς Μαυριτανίας. Ἐν ᾧ ὄρει οἰκοῦσιν ἄνδρες ὡς πεντακισχίλιοι, οἵτινες διαφόρους ἔχουσι πολιτείας, ἕκαστος ὡς δύναται καὶ ὡς βούλεται· ὡς ἐξεῖναι καὶ μόνον μένειν, καὶ δεύτερον, καὶ πολλοστόν. Ἐν τούτῳ τῷ ὄρει ἀρτοκοπεῖά ἐστιν ἑπτὰ, ὑπηρετούμενα κἀκείνοις, καὶ τοῖς εἰς τὴν πανέρημον ἀναχωρηταῖς, ἀνδράσιν οὖσιν ἑξακοσίοις. Παροικήσας οὖν ἐγὼ ἐν τῷ ὄρει τούτῳ ἐνιαυτὸν ὅλον, καὶ πολλὰ ὠφεληθεὶς ἀπὸ τῶν μακαρίων καὶ ὁσίων Πατέρων, Ἀρσισίου τοῦ μεγάλου, καὶ Πουτουβαστοῦ, καὶ Ἀγίωνος, καὶ Χρονίου, καὶ Σεραπίωνος, καὶ πολλοῖς διηγήμασιν ἀρχαιοτέρων πνευματικῶν Πατέρων παρ' αὐτῶν κεντρωθεὶς, ἦλθον εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω. Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας ἐκκλησία μία ἐστὶ μεγίστη. Ἐν ταύτῃ τῇ ἐκκλησίᾳ τρεῖς φοίνικες ἑστᾶσιν, ἕκαστος ἔχων μάστιγα ἐφ' ἑαυτοῦ κρεμαμένην. Καὶ ὁ μέν ἐστιν εἰς ἐπιστροφὴν τῶν μοναχῶν τῶν πταιόντων· ὁ δὲ, εἰς τιμωρίαν ληστῶν, ἐάν γε ἐμπέσωσί ποτε· ὁ δὲ, εἰς διόρθωσιν τῶν περιτυγχανόντων καὶ ἐκπεπτωκότων οἱοισδήποτε σφάλμασιν· ὡς πάντας τοὺς πταίοντας, καὶ διελεγχομένους, καὶ ὑπευθύνους πληγῶν καθεστῶτας, περιλαμβάνειν τὸν φοίνικα, καὶ λαμβάνοντα κατὰ νώτου ῥητὰς οὕτως ἀπολύεσθαι. Πρόσκειται δὲ τῇ ἐκκλησίᾳ ξενοδοχεῖον εἰς ὃ τὸν ἀπελθόντα ξένον δεξιοῦνται πάντα τὸν χρόνον, κἂν ἐπὶ διετίαν ἢ τριετίαν μεῖναι θελήσῃ, μέχρις οὗ αὐθαίρετος ἀναχωρῆσαι θελήσῃ, συγχωρήσαντες αὐτῷ ἐπὶ ἑβδομάδα μίαν ἐν ἀργίᾳ διάξαι· τὰς λοιπὰς ἡμέρας περισπῶσιν αὐτὸν λοιπὸν ἐν ἔργοις, ἢ ἐν κήπῳ, ἢ ἐν ἀρτοκοπείῳ, ἢ ἐν μαγειρείῳ. Εἰ δὲ ἀξιόλογός τις εἴη, διδόασιν αὐτῷ βιβλίον ἀναγινώσκειν, μὴ συγχωρήσαντες αὐτῷ ἕως ἕκτης ὥρας μηδενὶ συντυχεῖν. Ἐν τούτῳ τῷ ὄρει καὶ ἰατροὶ διάγουσι, καὶ πλακουντάριοι. Κέχρηνται δὲ καὶ οἴνῳ, καὶ πιπράσκεται οἶνος. Πάντες δὲ οὗτοι ὀθόνην ἐργάζονται ταῖς χερσὶν ἑαυτῶν, ὡς εἶναι τοὺς πάντας ἀνενδεεῖς. Καὶ τῆς ἑσπέρας καταλαβούσης ἔστιν ἑστᾶναι καὶ ἀκούειν ἀφ' ἑκάστης μονῆς ὕμνους καὶ ψαλμοὺς τῷ Χριστῷ ᾀδομένους, καὶ προσευχὰς εἰς οὐρανοὺς ἀναπεμπομένας, ὡς νομίσαι τινὰ μετάρσιον ἐν τῷ τῆς τρυφῆς παραδείσῳ μετοικισθῆναι. Τὴν δὲ ἐκκλησίαν Σαββάτῳ καὶ Κυριακῇ καταλαμβάνουσι μόνον. Ὀκτὼ δέ εἰσιν πρεσβύτεροι ἀφηγούμενοι ταύτης τῆς ἐκκλησίας· ἐν ᾗ, μέχρις οὗ ζῇ ὁ πρῶτος πρεσβύτερος, οὐδὲ εἷς τῶν ἄλλων οὐ προσφέρει, οὐ δικάζει, οὐχ ὁμιλεῖ, ἀλλ' ἐν ἡσυχίᾳ αὐτῷ συγκαθέζονται μόνον.
Beside this mountain lies the utter desert stretching as far as Ethiopia and the Mazices and Mauritania. On this mountain dwell about five thousand men, who have different ways of life, each as he is able and as he wishes, so that it is permitted to abide either alone, or with a second, or with a number of others. On this mountain there are seven bakeries, which serve both them and the anchorites in the utter desert, who are six hundred men. Having sojourned therefore myself on this mountain for a whole year, and having been greatly benefited by the blessed and holy Fathers, Arsisius the Great, and Poutoubastes, and Hagion, and Chronius, and Serapion, and having been spurred on by them with many narratives of the more ancient spiritual Fathers, I came into the innermost desert. On this mountain of Nitria there is one very great church. In this church stand three palm-trees, each having a whip hanging upon it. And one is for the correction of the monks who err; another for the punishment of robbers, if ever they should fall in there; and the third for the amendment of those who happen to come by and have fallen into any faults whatsoever; so that all who err, and are convicted, and are found liable to stripes, embrace the palm-tree, and having received on the back an appointed number of blows, are thus dismissed. And adjoining the church is a guest-house, in which they welcome for the whole time the stranger who has arrived, even if he should wish to remain for two years or three years, until of his own accord he wishes to depart, allowing him to spend one week in leisure; during the remaining days they occupy him thenceforth in labours, either in the garden, or in the bakery, or in the kitchen. And if anyone should be a person of note, they give him a book to read, not allowing him to converse with anyone until the sixth hour. On this mountain dwell doctors also, and cake-makers. And they also use wine, and wine is sold. And all these work linen with their own hands, so that all are free from want. And when evening has overtaken them, one may stand and hear from each monastery hymns and psalms being sung to Christ, and prayers being sent up to the heavens, so that one might suppose oneself uplifted and translated into the paradise of delight. And they resort to the church on the Sabbath and the Lord's Day alone. And there are eight presbyters presiding over this church; in which, so long as the first presbyter lives, not a single one of the others celebrates the offering, or judges, or preaches, but in silence they only sit together with him.
Περὶ Ἀρσισίου. Οὗτος ὁ μέγας Αρσίσιος, καὶ ἄλλοι πολλοὶ γέροντες τῶν ἁγίων, οἱ σὺν αὐτῷ, οὓς ἡμεῖς ἑωράκαμεν, σύγχρονοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου. Ἐν οἷς διηγεῖτο οὗτος αὐτὸς ὁ μέγας Ἀρσίσιος καὶ τὸν Ἀμοῦν εἰδέναι τὸν Νιτριώτην, οὗ τὴν ψυχὴν εἶδεν ἀναλαμβανομένην ὑπὸ ἀγγέλων ὁ μέγας Ἀντώνιος, καὶ εἰς τοὺς οὐρανοὺς ἀναγομένην. Ἔλεγεν δὲ ουτος καὶ Παχώμιον εἰδέναι τὸν Ταβεννησιώτην, ἄνδρα προφητικὸν χάρισμα ἐσχηκότα, ἀρχιμανδρίτην γεγονότα ἀνδρῶν τρισχιλίων, περὶ οὗ εἰς ὕστερον τὰς ἀρετὰς διηγήσομαι.
Concerning Arsisius. This great Arsisius, and many other elders of the saints who were with him, whom we have seen, were contemporaries of the blessed Antony. Amongst these things this same great Arsisius related that he also knew Amoun the Nitriote, whose soul the great Antony saw being taken up by angels and led up into the heavens. And this man said that he also knew Pachomius the Tabennesiote, a man who possessed a prophetic gift of grace, who had become archimandrite of three thousand men, concerning whose virtues I shall relate hereafter.
Notes, col. 1020

On the reading

Printed Ἀγίωνος, for Ἁγίωνος.

Printed Αρσίσιος, for Ἀρσίσιος.

Printed ουτος, for οὗτος.

PG 34:1025Read from the page
ΚΕΦΑΛ. Ηʹ.
Chapter VIII.
Βίος τοῦ ἁγίου Ἀμοῦν καὶ τῆς τούτου συζύγου.
Life of the holy Amoun and of his spouse.
Οὗτος ἔλεγεν καὶ τὸν Ἀμοῦν τοιούτῳ τρόπῳ βεβιωκέναι· Ὀρφανὸς, φησὶν, ὑπάρχων νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο, βίᾳ παρὰ τοῦ ἰδίου θείου γυναικὶ συνεζεύχθη. Καὶ μὴ δυνηθεὶς ἀντιστῆναι τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξεν καὶ στεφανοῦσθαι, καὶ ἐν παστῷ καθέζεσθαι, καὶ πάντα μεμενηκέναι κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσοντας αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ μακάριος Ἀμοῦν ἀποκλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ καὶ γνησίαν σύζυγον, καὶ λέγει αὐτῇ· Δεῦρο δὴ, κυρία καὶ ἀδελφὴ, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστιν περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσομεν ἡμεῖς, ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ' ἰδίαν καθευδήσῃ, ἵνα καὶ τῷ Χριστῷ λοιπὸν ἀρέσωμεν, ἐκτελέσαντες ἄθικτον ἡμῶν τὴν παρθενίαν. Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου βιβλίον γεγραμμένον, ὡς ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ Σωτῆρος ἀνεγίνωσκεν τῇ κόρῃ ἀπείρῳ οὔσῃ Γραφῶν· τὸ πλεῖστον μέρος τῆς ἀναγνώσεως προστιθεὶς ἀπὸ τῆς ἰδίας θεοπνεύστου διανοίας, τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγούμενος αὐτῇ βίον· ὡς τῇ χάριτι τοῦ Χριστοῦ πληροφορηθεῖσαν ἐκείνην εἰπεῖν· Κἀγὼ πέπεισμαι, κύριέ μου, τὸν ἁγνὸν βίον ἡδέως βιοῦσα, καὶ εἴ τι κελεύεις, τοῦτο ποιήσω λοιπόν. Ὁ δὲ, Τοῦτο κελεύω, φησὶ, καὶ παρακαλῶ, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ' ἰδίαν μένῃ. Ἡ δὲ οὐκ ἠνέσχετο εἰποῦσα· Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν, ἐν διαφόροις δὲ κλίναις. Ζήσας οὖν μετ' αὐτῆς ἐν τῷ αὐτῷ οἴκῳ ἔτη δέκα ὀκτὼ, διὰ πάσης ἡμέρας ἐσχόλαζεν ἐν τῷ κήπῳ καὶ τῷ βαλσαμῶνι· βαλσαμουργὸς γὰρ ἦν· ἥτις βάλσαμος ἀμπέλου δίκην φυτεύεται, γεωργουμένη καὶ κλαδευομένη, πολὺν ἔχουσα πόνον. Ἑσπέρας οὖν εἰσερχόμενος εἰς τὸν οἶκον, καὶ ποιῶν εὐχὰς, ἤσθιεν μετ' αὐτῆς, καὶ πάλιν νυκτερινὰς ποιῶν εὐχὰς καὶ συνάξεις, ὑπὸ βαθὺν ὄρθρον ἀπίει εἰς τὸν κῆπον. Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ ἁγίου Ἀμοῦν, καὶ λέγει αὐτῷ τὰ τελευταῖα ἡ μακαρῖτις ἐκείνη· Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἄν μου ἀκούσῃς, πληροφορηθῶ ὅτι ὄντως κατὰ Θεὸν ἀγαπᾷς με. Λέγει αὐτῇ, Εἰπὲ ὃ βούλει· λέγει αὐτῷ· Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα θεοσεβῆ καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως δὲ καὶ ἐμὲ ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδὸν κατ' ἰδίαν μένειν, καὶ πολλοὺς ὠφελεῖσθαι. Ἄτοπον γάρ ἐστι δι' ἐμὲ κρύπτεσθαί σου τὴν τοσαύτην καὶ τοιαύτην ἀρετὴν τῆς φιλοσοφίας, συνοικοῦντά μοι διὰ τὸν Κύριον ἐν ἁγνείᾳ. Ὁ δὲ εὐχαριστήσας αὐτῇ, καὶ δεδωκὼς δόξαν τῷ Θεῷ, λέγει αὐτῇ· Καλῶς σοι ἔδοξεν, κυρία καὶ ἀδελφή. Καὶ εἰ τοῦτό σοι ἀρέσκει, ἔχε σὺ τοῦτον τὸν οἶκον, ἐγὼ δὲ ἀπελθὼν ποιήσω μοι ἕτερον οἶκον. Καὶ ἐξελθὼν ἀπ' αὐτῆς εἰσῆλθεν ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους. Οὔπω γὰρ ἦν ἐκεῖ τότε συνεχῆ μοναστήρια. Οἰκοδομεῖ ἑαυτῷ δύο θόλους κελλίων, καὶ βιώσας ἄλλα εἴκοσι καὶ δύο ἔτη ἐν τῇ ἐρήμῳ, καὶ κατορθώσας εἰς ἄκρον τὴν τῆς ἀσκήσεως ἀρετὴν, ἐν τῷ μονήρει βίῳ ἐτελεύτησε· μᾶλλον δὲ ἐκοιμήθη ὁ ἅγιος Ἀμοῦν, ἐτῶν ἑξήκοντα δύο, δὶς οῦτ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.
This man said that Amoun also had lived in such a manner as this: Being an orphan, said he, a young man of about twenty-two years, he was joined in marriage to a wife by force on the part of his own uncle. And not being able to resist the compulsion of his uncle, he consented both to be crowned, and to sit in the bridal chamber, and to endure all things according to the marriage custom. But after all those who were to put them to bed in the bridal chamber and upon the couch had gone out, the blessed Amoun rose up and shut the door, and sitting down he called to him his blessed and lawful spouse, and said to her: Come hither, lady and sister, henceforth I shall declare the matter to you: this marriage which we have married is something that has nothing superfluous. We shall therefore do well if from now on each of us sleeps apart, so that henceforth we may also please Christ, having kept our virginity untouched. And bringing forth from his bosom a written book, he read as from the person of the Apostle and of the Saviour to the maiden, who was unacquainted with the Scriptures; adding the greatest part of the reading from his own divinely inspired mind, introducing her to the life of virginity and chastity; so that, being fully assured by the grace of Christ, she said: I also am persuaded, my lord, gladly living the chaste life, and whatsoever you command, this I shall do henceforth. And he said: This I command and beseech, that each of us from now on remain apart. She however did not consent, saying: Let us remain in the same house, but in different beds. Having lived therefore with her in the same house for eighteen years, throughout the whole day he occupied himself in the garden and the balsam-grove; for he was a dresser of balsam; which balsam is planted after the manner of a vine, being tilled and pruned, involving much labour. In the evening therefore, entering into the house and offering prayers, he ate with her, and again offering nightly prayers and assemblies, at deep dawn he went off to the garden. Whilst these things were thus being accomplished, and both had advanced unto passionlessness, the prayers of the holy Amoun wrought their effect, and at the last that blessed woman says to him: I have something to say to you, my lord; so that, if you hearken to me, I may be fully assured that you truly love me according to God. He says to her: Speak what you wish. She says to him: It is a righteous thing that you, being a godfearing man and practising righteousness, and likewise I also, who have emulated the same way as you, should dwell apart, and that many should be benefited. For it is unfitting that on my account so great and such a virtue of philosophy of yours should be hidden, whilst you dwell with me in chastity for the sake of the Lord. And having given thanks to her, and having given glory to God, he says to her: It has seemed good to you rightly, lady and sister. And if this pleases you, keep this house yourself, and I shall depart and make myself another house. And having gone out from her, he entered further into the mountain of Nitria. For at that time there were not yet continuous monasteries there. He builds for himself two domed cells, and having lived another twenty-two years in the desert, and having brought the virtue of ascetic practice to the highest perfection, he ended his life in the solitary state; or rather the holy Amoun fell asleep, at sixty-two years of age, seeing his blessed consort twice in the year.
Notes, col. 1025

On the reading

Printed ἀπίει, for ἀπῄει.

Printed οῦτ, for τοῦ.

PG 34:1026Read from the page
Μόνου οὖν αὐτοῦ ἐν ταῖς Νιτρίαις ὑπάρχοντος, φέρουσιν παῖδα λυσσῶντα πρὸς αὐτὸν, ἁλύσεσι δεδεμένον· λυσσῶν γὰρ δήξας κύων, ἐκείνῳ τὴν λύσσαν μετέδωκεν. Ἐσπάρασσεν οὖν ἑαυτὸν ὅλον, ἀφορήτως ἔχων τὸ πάθος. Ὡς γοῦν ἴδεν αὐτοῦ τοὺς γονεῖς πρὸς τὴν ἱκεσίαν χωροῦντας, Τί μοι κόπους παρέχετε, φησὶν, ὦ ἄνθρωποι, τὰ ὑπὲρ τὴν ἐμὴν ἀξίαν ἐπιζητοῦντες, ἔχοντες οὖν ἐν χερσὶ τὸ βοήθημα; ἀπόδοτε γὰρ τῇ χήρᾳ τὸν βοῦν ὃν λαθραίως ἀπεκτείνατε, καὶ ὑγιὴς ὑμῖν ὁ παῖς ἀποδοθήσεται. Οἱ δὲ ὡς ἠλέγχθησαν, χαίροντες ἐποίουν τὰ προσταχθέντα, τοῦ παιδὸς ὑγιάναντος εὐξαμένου αὐτοῦ.
Now whilst he was alone in Nitria, they bring a raving boy to him, bound with chains; for a rabid dog, having bitten him, had imparted the madness to him. He was therefore tearing his whole self to pieces, having the affliction intolerably. When therefore he saw his parents coming forward to supplicate him: Why do you give me trouble, says he, O men, seeking things beyond my worth, when you have the remedy in your own hands? For restore to the widow the ox which you secretly slew, and the boy shall be restored to you whole. And when they were convicted, rejoicing they did the things commanded, the boy having been healed when he prayed.
Ἄλλοι δὲ παρῆσαν πρὸς αὐτὸν ἐπισκέψεως ἕνεκα· πρὸς οὓς δοκιμάζων τὴν γνώμην αὐτῶν ὁ ἀνὴρ ἔλεγεν· Πίθον μοι ἕνα κομίσατε, ἵνα ἔχω ὕδωρ ἱκανὸν πρὸς ὑποδοχὴν τῶν ἐρχομένων. Οἱ δὲ ὑπέσχοντο δι' αὐτῶν ἐνεγκεῖν. Μεταμεληθεὶς δὲ ὁ ἕτερος παραγενόμενος εἰς τὴν κώμην, λέγει τῷ ἑτέρῳ· Οὐκ ἀποκτενῶ μου τὴν κάμηλον, οὐδὲ ἐπιτίθημι τὸν πίθον ἐπ' αὐτὴν, ἵνα μὴ ἀποθάνῃ. Ἀκούσας δὲ ταῦτα ὁ ἄλλος, τὰς οἰκείας ὑποζεύξας ὄνους, πολλῷ καμάτῳ τὸν πίθον ἀπήνεγκεν. Προλαβὼν δὲ αὐτὸν ὁ Ἀμοῦν εἶπεν· Τί ὅτι ἡ κάμηλος τοῦ ἑτέρου σου τέθνηκεν, ἕως ὅτου σὺ ἐνταῦθα παραγέγονας; Ὁ δὲ ὑποστρέψας, εὗρεν αὐτὴν ἀπὸ λύκων βεβρωμένην. Πολλά τε καὶ ἄλλα ὁ ἀνὴρ διεπράξατο.
And others came to him for the sake of a visit; to whom, testing their disposition, the man said: Bring me one storage-jar, so that I may have sufficient water for the reception of those who come. And they promised to bring it themselves. But the one, having repented when he arrived in the village, says to the other: I will not kill my camel, nor do I lay the jar upon her, lest she die. Having heard these things, the other, yoking his own asses under it, with much toil brought the jar. And forestalling him, Amoun said: Why is it that the camel of your companion has died whilst you have been coming hither? And having returned, he found her devoured by wolves. And many other things also the man wrought.
Τούτου θαῦμα διηγήσατο ὁ μακάριος Ἀθανάσιος ὁ ἐπίσκοπος Ἀλεξανδρείας, γράψας εἰς τὸν περὶ Ἀντωνίου βίον, ὅτιπέρ ποτε μοναχῶν ἀποσταλέντων παρὰ Ἀντωνίου πρὸς αὐτὸν, καὶ φωνοῦντες αὐτόν. Ἦν γὰρ ἐν τῇ ἐσωτέρᾳ ἐρήμῳ ὁ Ἀντώνιος. Ὡς δὲ ἀπίεσαν πρὸς αὐτὸν, ἀναστὰς ὁ γέρων συνεπορεύετο αὐτοῖς· ὅτι παρέρχεσθαί ποτε μέλλων τὸν Λύκον ποταμὸν ἅμα Θεοδώρῳ μαθητῇ αὐτοῦ, εὐλαβεῖτο ἀποδύσασθαι, ἵνα μὴ γυμνὸν ἑαυτὸν ἴδῃ ποτέ. Καὶ ἐν τῷ διαπορεῖν αὐτὸν εἰς τὸ πέραν εὑρέθη τοῦ ποταμοῦ, ὡς ἐν ἐκστάσει περάσας δίχα πορθμοῦ ὑπὸ ἀγγέλων μετενεχθείς. Οἱ δὲ ἀδελφοὶ κολύμβῳ διεπόρθμευσαν. Ὡς δὲ παρεγένετο πρὸς Ἀντώνιον, πρῶτος ὁ Ἀντώνιος εἶπεν πρὸς αὐτόν· Τοῦ Θεοῦ ἀποκαλυψαντός μοι πολλὰ περὶ σοῦ, καὶ τὴν μετάθεσίν σου δηλώσαντός μοι, ἀναγκαίως σε πρὸς ἐμαυτὸν προσεκαλεσάμην, ἵνα ἀλλήλων ἀπολαύσαντες, ὑπὲρ ἀλλήλων πρεσβεύσωμεν. Τάξας δ' αὐτὸν ἐν τόπῳ τινὶ κεχωρισμένῳ μακρὰν, μὴ ἀναχωρεῖν ἐκεῖθεν μέχρι τῆς μεταθέσεως προετρέψατο. Τελειωθέντος δὲ αὐτοῦ κατὰ μόνας, ἴδεν αὐτοῦ τὴν ψυχὴν ὁ Ἀντώνιος ἀναλαμβανομένην εἰς τὸν οὐρανὸν ὑπὸ ἀγγέλων. Οὗτός ἐστιν ὁ Ἀμοῦν, ὁ οὕτως βιώσας, καὶ οὕτως τελευτήσας, ὡς τὸν μακάριον Ἀντώνιον τὴν ψυχὴν αὐτοῦ ἰδεῖν ὑπὸ ἀγγέλων ἀναγομένην εἰς τὸν οὐρανόν. Τοῦτον τὸν Λύκον ποταμὸν μετὰ δειλίας ἐγὼ πορθμῷ παρῆλθόν ποτε. Διώρυξ γάρ ἐστι τοῦ μεγάλου Νείλου
A miracle of this man was related by the blessed Athanasius the bishop of Alexandria, writing in the Life concerning Antony, how once monks were sent by Antony to him, calling him. For Antony was in the inner desert. And as they were going off to him, the elder rose up and journeyed together with them; and when he was once about to cross the river Lycus together with Theodorus his disciple, he shrank from stripping himself, lest he should ever see himself naked. And whilst he was in perplexity, he was found on the further side of the river, having crossed as if in a trance without a ferry-boat, transported by angels. And the brethren crossed over by swimming. And when he arrived before Antony, Antony first said to him: Since God has revealed to me many things concerning you, and has made known to me your translation, of necessity I have summoned you to myself, so that having enjoyed one another's company, we may intercede on behalf of one another. And having stationed him in a certain place separated far off, he exhorted him not to depart thence until his translation. And when he was perfected alone, Antony saw his soul being taken up into heaven by angels. This is Amoun, who lived thus and ended his life thus, so that the blessed Antony saw his soul being led up by angels into heaven. This river Lycus I myself once crossed with fear by a ferry-boat; for it is a canal of the great Nile.
ΚΕΦΑΛ. Θʹ.
Chapter IX.
Βίος τοῦ ἀββᾶ Ὤρ.
Life of Abba Or.
Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας γέγονεν ἀνήρ τις θαυμάσιος, ἀββᾶ Ὢρ ὄνομα αὐτῷ, Πατὴρ μονὰς ἔχων ἀδελφῶν χιλίων, σχῆμα ἔχοντας ἀγγελικόν, ἐνενήκοντα ἔτη που ὑπάρχων, οὐκ ἀπεβάλετο ἐκ τοῦ πλήθους τοῦ σώματος, λαμπρὸς ἄγαν καὶ φαιδρὸς
On this mountain of Nitria there was a certain marvellous man, Abba Or his name, a Father having monasteries of a thousand brethren who bore an angelic habit; being about ninety years of age, he had lost nothing of the fullness of his body, being exceedingly radiant and cheerful
Notes, col. 1026

On the reading

Printed ἀποκαλυψαντός, for ἀποκαλύψαντός.

PG 34:1027Read from the page
τῷ προσώπῳ, ὡς καὶ ὁρώμενον μόνον, δυσωπήσιμον εἶναι τὸν ἄνδρα. Οὗτος πολλὰ πρότερον καθ' ἑαυτὸν ἀσκήσας ἐν τῇ ἐρήμῳ τῇ ποῤῥωτέρᾳ, ὕστερον ἐν τῇ πλησίον ἐρήμῳ τὰ μοναστήρια συνεκρότησεν, ἕλος φυτεύσας χερσὶν οἰκείαις, ξύλων οὐκ ὄντων ἐν τῷ τόπῳ, ὡς ὕλην εἶναί τινα ἐν τῇ ἐρήμῳ πυκνήν. Ἔλεγον γὰρ ἡμῖν οἱ περὶ αὐτὸν Πατέρες, ὅτι οὐδὲ βλαστὸς ἦν ὧδέ ποτε, ὅτε πρὶν ὁ ἀνὴρ ἐκ τῆς ἐρήμου παρεγένετο· ἐφύτευσεν δὲ αὐτὸ, ἵνα μὴ διά τινα χρείαν οἱ συνερχόμενοι πρὸς αὐτὸν ἀδελφοὶ ἀναγκασθῶσιν περιάγειν· ἀλλὰ πᾶσαν πρόνοιαν αὐτῶν ἐποιεῖτο, εὐχόμενος τῷ Θεῷ, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτων ἀγωνιζόμενος, ἵνα ἐν μηδενὶ λείπωνται τῶν ἀναγκαίων, καὶ μὴ πρόφασις αὐτοῖς ῥᾳθυμίας γένηταί τις. Οὗτος ἐν τῇ ἐρήμῳ πρῶτον διάγων, ἤσθιεν μὲν βοτάνας καὶ ῥίζας γλυκείας, ἔπινεν δὲ καὶ ὕδωρ ὅτε ηὕρισκεν, ἐν εὐχαῖς καὶ ὕμνοις διατελῶν πάντα τὸν χρόνον. Ὡς δὲ λοιπὸν τὴν τελείαν τοῦ γήρως ἔφθασεν ἡλικίαν, ἄγγελος αὐτῷ φαίνεται κατ' ὄναρ ἐν τῇ ἐρήμῳ, λέγων, ὅτι Ἔσῃ εἰς ἔθνος μέγα, καὶ πολὺν λαλν πιστευθήσῃ, ἔσονται δὲ οἱ σωζόμενοι διὰ σοῦ χιλιάδες δέκα· οὕσπερ ἐὰν ἐνταῦθα κερδήσῃς, τοσούτων ἄρξης ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Καὶ μηδὲν διστάσεις, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν. Οὐδέποτε γάρ σοι λείψει τῶν πρὸς τὴν χρείαν, ἄχρι τῆς τελευτῆς σου, ὁσάκις ἂν ἐπικαλέσῃ τὸν Θεόν. Ταῦτα ἀκούσας, ἐπὶ τὴν πλησίον ἔρημον ὥρμησεν, καταμόνας πρῶτον διάγων· καλύβιον γὰρ μικρόν τι ἑαυτῷ κατασκευάσας, λαχάνοις συνθέτοις μόνον ἀρκούμενος, πολλάκις δὲ καὶ δι' ἑβδομάδος μόνης μεταλαμβάνων, ἀγράμματος μὲν ὢν τὸ πρῶτον, ἐπειδὴ δὲ ἐκ τῆς ἐρήμου εἰς τὴν οἰκουμένην ἤρχετο, χάρις αὐτῷ θεόθεν δίδοται, καὶ τὰς Γραφὰς ἔξωθεν ἀπεστήθιζεν. Ἐπιδοθέντος γὰρ αὐτῷ βιβλίου παρὰ τῶν ἀδελφῶν, ὡς ἔμπειρος τῶν γραμμάτων, οὕτως λοιπὸν ἀνεγίνωσκεν. Εἰλήφει δὲ καὶ ἑτέραν χάριν, τὴν κατὰ δαιμόνων ἐλασίαν· ὡς πολλοὺς τῶν πασχόντων καὶ μὴ βουλομένους αὐτοὺς παριστᾶν βοῶντας αὐτοῦ τὴν πολιτείαν· ἰάσεις τε τὰς ἄλλας ἐπιτελῶν οὐκ ἐπαύετο, ὡς συναχθῆναι πρὸς αὐτὸν μοναχοὺς τρεῖς χιλιάδας. Ἰδὼν δ' ἡμᾶς ὁ ἀνὴρ, καὶ περιχαρὴς γενόμενος, ἠσπάσατο καὶ περιεπτύξατο. Νίψας δὲ τοὺς πόδας ἡμῶν χερσὶν οἰκείαις, πρὸς διδασκαλίαν ἐτρέπετο. Ἔμπειρος γὰρ ἦν λίαν τῶν Γραφῶν, θεόθεν τὴν χάριν ταύτην δεξάμενος. Πολλὰ δὲ τῶν Γραφῶν λύσας ἡμῖν κεφάλαια, καὶ τὴν ὀρθόδοξον πίστιν παραδοὺς, ἐπὶ τὰς εὐχὰς προετρέπετο. Ἔθος γὰρ τοῖς μεγάλοις, μὴ προΐεσθαί τι τῆς σαρκὸς, πρὶν τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παραδοῦναι· αὕτη δέ ἐστιν τοῦ Χριστοῦ κοινωνία. Μεταλαβόντες οὖν ταύτης καὶ εὐχαριστήσαντες, ἐπὶ τὴν τράπεζαν προετρέπετο αὖθις ἡμᾶς, αὐτὸς ἀεὶ τῶν σπουδαίων ὑπομιμνήσκων, καθήμενος καὶ λέγων ἡμῖν τὰ πρὸς σωτηρίαν. Ἦν γοῦν τοιοῦτος ὁ ἀνὴρ ἐπίδοξος ἐν πολλοῖς Πατράσιν· ὡς πολλῶν μοναχῶν πρὸς αὐτὸν ἐρχομένων, πάντας τοὺς παρόντας ἀδελφοὺς συγκαλούμενον, ἐν μιᾷ ἡμέρᾳ τὰ κελλία αὐτοῖς ποιεῖν, τοῦ μὲν πηλὸν ἐπιδιδόντος, τοῦ δὲ πλίνθον, ἄλλου δὲ ὕδωρ ἀντλοῦντος, ἄλλου δὲ ξύλα κόπτοντος. Καὶ ἀποτελεσθέντων αὐτοῖς τῶν κελλίων, αὐτὸς τὰς χρείας ἐπήρκει τοῖς ἐρχομένοις. Οὗτος ψευδάδελφόν ποτε ἐλθόντα πρὸς
in countenance, so that even when only seen, the man inspired reverence. Having first practised asceticism at length by himself in the further desert, he afterwards established the monasteries in the nearer desert, planting a marsh-grove with his own hands, since there was no timber in the place, so that there came to be a dense wood in the desert. For the Fathers around him told us that there was not even a shoot here formerly, before the man came out of the desert; and he planted it so that the brethren who gathered to him might not be compelled to wander about on account of any need; rather, he took all care for them, praying to God and contending on behalf of their salvation, so that they might lack nothing of necessities, and that no pretext for indolence might arise for them. Whilst living at first in the desert, he used to eat herbs and sweet roots, and drank water also when he found it, continuing all the time in prayers and hymns. And when at length he reached the full age of eld, an angel appears to him in a dream in the desert, saying: You shall become a great nation, and shall be entrusted with a numerous people, and those saved through you shall be ten thousand; and as many as you gain here, over so many shall you rule in the age to come. And do not doubt at all, says the angel to him. For you shall never lack the things needed for your use until your end, as often as you call upon God. Having heard these things, he set out for the nearer desert, living alone at first; for having built himself a small hut, contenting himself with pickled herbs alone, and often partaking only once a week, though he was unlettered at first, yet when he came from the desert into the inhabited land, grace was given to him from God, and he learned the Scriptures by heart from without. For when a book was handed to him by the brethren, he thenceforth read it just as one experienced in letters. And he had received another grace also, the expulsion of demons; so that many of those who suffered came forward even against their will, crying out his way of life; and he did not cease performing other healings, so that three thousand monks were gathered to him. And when the man saw us, becoming overjoyed, he greeted and embraced us. And having washed our feet with his own hands, he turned to teaching. For he was exceedingly experienced in the Scriptures, having received this grace from God. And having expounded for us many chapters of the Scriptures, and delivered the orthodox faith, he exhorted us to prayers. For it is the custom of great men not to give anything to the flesh before delivering spiritual nourishment to the soul; and this is the communion of Christ. When therefore we had partaken of this and given thanks, he exhorted us again to the table, himself always reminding us of earnest things, sitting and speaking to us the things pertaining to salvation. Such then was the man, renowned amongst many Fathers; so that when many monks came to him, calling together all the brethren present, he made their cells for them in a single day, one handing clay, another brick, another drawing water, and another cutting wood. And when the cells were completed for them, he himself supplied the needs of those who came. Once, when a false brother came to
Notes, col. 1027

On the reading

Printed αὐτων, for αὐτῶν.

Printed λαλν, for λαὸν.