Παύλου διδασκαλίας· ἐπιθεντος δὲ αὐτοῖς τὰς χεῖρας τοῦ Παύλου, καὶ ἐλθόντος τοῦ ἁγίου Πνεύματος ἐπὶ αὐτοὺς, ἐλάλουν γλώσσαις καὶ ἐπροφήτευον. Τοσαύτη τε ἐπ' αὐτῷ ἦν ἡ χάρις πνευματικὴ, ὡς μὴ μόνον αὐτὸν ἁπτόμενον ἰᾶσθαι· ἀλλὰ γὰρ καὶ τὰ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ ἐπιφερόμενα σουδάρια καὶ σημικίνθια, θεραπεύειν τὰς νόσους, καὶ ἀπελαύνειν τὰ τοῦ πονηροῦ πνεύματα· ἤδη δὲ καὶ τοὺς τὰ περίεργα πράξαντας, συνενέγκαντας τὰς βίβλους κατακαίειν ἐπὶ πάντων.
teaching of Paul; and when Paul had laid his hands upon them, and the Holy Spirit had come upon them, they spoke with tongues and prophesied. And so great was the spiritual grace upon him, that not only did he heal by touching, but indeed even the handkerchiefs and aprons carried from his skin healed the diseases, and drove away the spirits of the evil one; and moreover those who had practised curious arts brought their books together and burned them before all.
ΛΑʹ. Παρατρέχω καὶ τὰ ἐν Τρωάδι κατὰ τὸν Εὔτυχον, κατενεχθέντα μὲν ἀπὸ τοῦ ὕπνου, καὶ πεσόντα ἀπὸ τριστέγου κάτω, καὶ ἀρθέντα νεκρὸν, ὑπὸ δὲ Παύλου διασωθέντα. Παρατρέχω καὶ τὰς πρὸς τοὺς πρεσβυτέρους Ἐφέσου, τοὺς ἐν Μιλήτῳ κληθέντας, προφητείας· οἷς φανερῶς ἔλεγεν· Ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον, ὅτι, καὶ τὰ ἑξῆς. Διὰ γὰρ τοῦ εἰπεῖν, ὅτι κατὰ πόλιν, ἐδήλωσεν ὁ Παῦλος, ὅτι τὰ ἐν ἑκάστῃ πόλει γενόμενα ὑπ' αὐτοῦ θαυμάσια, ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἦν, νεύματι Θεοῦ, καὶ ἐν ὀνόματι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ. Ἐκ τῆς δυνάμεως τούτου τοῦ ἁγίου Πνεύματος, ἔσπευδε μὲν εἰς τὴν ἁγίαν ταύτην πόλιν Ἱερουσαλὴμ ὁ αὐτὸς Παῦλος· καὶ ταῦτα τοῦ Ἀγάβου τὰ συμβησόμενα αὐτῷ προφητεύοντος Πνεύματι· ἐδημηγόρει δὲ, τὰ περὶ Χριστοῦ διηγούμενος, ἐν πεποιθήσει. Εἰς δὲ τὴν Καισάρειαν ἀναχθεὶς, καὶ μέσοις δικαστηρίων βήμασι, ποτὲ μὲν ἐπὶ Φήλικος, ποτὲ δὲ ἐπὶ Φήστου ἡγεμόνος καὶ Ἀγρίππα τοῦ βασιλέως, τοσαύτην ἐκ Πνεύματος ἁγίου νικητικὴν ἐν σοφίᾳ χάριν ἔσχεν ὁ Παῦλος, ὡς αὐτὸν ἤδη τὸν βασιλέα τῶν Ἰουδαίων
31. I pass over also the things in Troas concerning Eutychus, who having been borne down by sleep, both fell down from the third loft, and was taken up dead, and was restored to life by Paul. I pass over also the prophecies to the elders of Ephesus, who were called to Miletus; to whom he manifestly said: That the Holy Spirit in every city testifies to me, saying that, and the rest. For by saying, in every city, Paul showed that the marvels wrought by him in each city were from the operation of the Holy Spirit, by the nod of God, and in the name of Christ Who spoke in him. Out of the power of this Holy Spirit, the same Paul hastened unto this holy city Jerusalem, even though Agabus by the Spirit prophesied the things that were to befall him; and he spoke publicly, recounting the things concerning Christ, with confidence. And having been brought up to Caesarea, and in the midst of the tribunals of the courts of judgement, at one time before Felix, and at another time before Festus the governor and Agrippa the king, Paul had from the Holy Spirit such victorious grace in wisdom, that the king of the Jews himself already,