Migne Reading Room

PG 33 · cols. 985–996 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:985Read from the page
μος μέν εἰμι τοῦ δοῦναι καὶ νῦν, οὔπω δὲ τὸ ἀγγεῖον χωρεῖ. Τέως μὲν οὖν λάβετε τὴν χάριν ὅσην χωρεῖτε· ἐκδέχεσθε δὲ καὶ πλείονα. Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Νῦν λάβετε μερικῶς· τότε φορέσετε αὐτοτελῶς. Ὁ μὲν γὰρ δεχόμενος, πολλάκις μερικῶς ἔχει τὸ διδόμενον· ὁ δὲ ἐνδυόμενος, ὑπὸ τῆς στολῆς πανταχόθεν περιέχεται. Μὴ φοβηθῆτε, φησὶν, ὅπλα διαβόλου καὶ βέλη· φορέσετε γὰρ δύναμιν Πνεύματος ἁγίου (μνημονεύετε δὲ τῶν ἀρτίως εἰρημένων, ὅτι Πνεῦμα οὐ μεμέρισται, ἀλλ' ἡ δι' αὐτοῦ χάρις).
y indeed am I to give even now, yet the vessel does not yet contain it. For the present, therefore, receive as much grace as you can contain; and look for still more. But tarry ye in the city of Jerusalem, until you be clothed with power from on high (Luke 24:49). Receive now in part; then you shall wear it in its fulness. For he who receives oftentimes possesses the gift in part; whereas he who is clothed is encompassed on all sides by the robe. Fear not, He says, the weapons and darts of the devil; for you shall wear the power of the Holy Spirit (and remember the things spoken just now, that the Spirit is not divided, but the grace that is given through Him).
ΙΓʹ. Ἀνῆλθε τοίνυν ὁ Ἰησοῦς εἰς οὐρανοὺς, καὶ τὴν ἐπαγγελίαν ἐπλήρωσεν· εἶπε γὰρ πρὸς αὐτούς· Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. Ἐκαθέζοντο ἐκδεχόμενοι τὴν παρουσίαν τοῦ ἁγίου Πνεύματος· Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἐνταῦθα, ἐν ταύτῃ τῇ πόλει Ἱερουσαλήμ· ἡμέτερον γὰρ καὶ τοῦτο τὸ ἀξίωμα· καὶ λαλοῦμεν, οὐ περὶ τῶν παρ' ἑτέροις γεγενημένων ἀγαθῶν, ἀλλὰ τῶν παρ' ἡμῖν κεχαρισμένων. Τῆς Πεντηκοστῆς οὖν οὔσης, ἐκαθέζοντο καὶ κατήρχετο ὁ Παράκλητος ἐξ οὐρανοῦ. Ὁ φρουρὸς καὶ ἁγιοποιὸς τῆς Ἐκκλησίας, ὁ διοικητὴς τῶν ψυχῶν, ὁ κυβερνήτης τῶν χειμαζομένων, ὁ φωταγωγὸς τῶν πεπλανημένων, καὶ ἀθλοθέτης τῶν ἀγωνιζομένων, καὶ στεφανωτὴς τῶν νενικηκότων.
13. Jesus therefore ascended into the heavens, and fulfilled the promise; for He had said unto them: I will ask the Father, and He shall give you another Paraclete (John 14:16). They were sitting awaiting the coming of the Holy Spirit; And when the day of Pentecost was being fulfilled (Acts 2:1), here, in this city of Jerusalem—for this prerogative also is ours, and we speak not of the good things that have taken place among others, but of those that have been vouchsafed among ourselves—when Pentecost, therefore, was come, they were sitting, and the Paraclete came down from heaven: the Guardian and Sanctifier of the Church, the Ruler of souls, the Pilot of the tempest-tossed, the Illuminator of those who have gone astray, the Presider over the games of those who contend, and the Crowner of those who have conquered.
ΙΔʹ. Κατήρχετο δὲ, ἵνα ἐνδύσῃ δύναμιν καὶ ἵνα βαπτίσῃ τοὺς ἀποστόλους. Λέγει γὰρ ὁ Κύριος· Ὑμεῖς βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οὐ μερικὴ ἡ χάρις, ἀλλὰ αὐτοτελὴς ἡ δύναμις. Ὥσπερ γὰρ ὁ ἐνδύνων ἐν τοῖς ὕδασι καὶ βαπτιζόμενος, πανταχόθεν ὑπὸ τῶν ὑδάτων περιβάλλεται· οὕτω καὶ ὑπὸ τοῦ Πνεύματος ἐβαπτίσθησαν ὁλοτελῶς. Ἀλλὰ τὸ μὲν ὕδωρ ἔξωθεν περιχεῖται, τὸ δὲ Πνεῦμα καὶ τὴν ἔνδοθεν ψυχὴν βαπτίζει ἀπαραλείπτως. Καὶ τί θαυμάζεις; Λαβὲ ὑπόδειγμα σωματικὸν, μικρὸν μὲν καὶ εὐτελὲς, χρήσιμον δὲ τοῖς ἀφελεστέροις. Εἰ τὸ πῦρ διὰ τῆς παχύτητος τοῦ σιδήρου διαβαῖνον ἔνδον, τὸ ὅλον ἀπεργάζεται πῦρ· καὶ ὁ ψυχρὸς γίνεται ζεστὸς, καὶ ὁ μέλας γίνεται ἐκλάμπων· εἰ σῶμα ὂν τὸ πῦρ, ἐν σώματι σιδήρου ἐνδύνον οὕτως ἀπαρεμποδίστως ἐργάζεται· τί θαυμάζεις, εἰ Πνεῦμα ἅγιον ἐν τοῖς ἐνδοτάτοις τῆς ψυχῆς εἰσέρχεται;
14. And He came down that He might clothe with power and that He might baptize the apostles. For the Lord says: You shall be baptized with the Holy Spirit not many days hence (Acts 1:5). The grace was not partial, but the power was complete in its fulness. For just as he who plunges into the waters and is baptized is encompassed on all sides by the waters, so also were they baptized completely by the Spirit. Yet the water is poured round from without, whereas the Spirit baptizes even the soul within, leaving nothing untouched. And why do you marvel? Take a bodily example, small indeed and humble, yet useful for the simpler sort. If fire passing inward through the thickness of iron renders the whole of it fire, so that what was cold becomes burning hot, and what was black becomes brightly shining—if fire, being a body, penetrating into the body of the iron, works thus without hindrance, why do you marvel if the Holy Spirit enters into the innermost recesses of the soul?
ΙΕʹ. Ἵνα δὲ τοσαύτης χάριτος κατερχομένης μὴ ἀγνοηθῇ τὸ μέγεθος, σάλπιγξ ὥσπερ ἐπουράνιος ἤχησεν. Ἐγένετο γὰρ ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος,
15. And in order that, when so great a grace came down, its magnitude might not be unknown, a heavenly trumpet, as it were, sounded forth. For suddenly there came from heaven a sound,
PG 33:988Read from the page
ὥσπερ φερομένης πνοῆς βιαίας, σημαινούσης τὴν παρουσίαν τοῦ χαριζομένου τοῖς ἀνθρώποις, μετὰ βίας ἁρπάζειν τὴν βασιλείαν τοῦ Θεοῦ· ἵνα καὶ ὀφθαλμοὶ ἴδωσι τὰς πυρίνας γλώσσας, καὶ ὦτα ἐπακούσῃ τοῦ ἤχου. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Δοχεῖον γέγονε τοῦ νοητοῦ ὕδατος ὁ οἶκος· οἱ μαθηταὶ ἔνδον ἐκαθέζοντο, καὶ ὁ οἶκος πᾶς ἐπλήσθη· ἐβαπτίσθησαν τοίνυν ἀνελλειπῶς κατὰ τήν ἐπαγγελίαν· ἐνεδύσθησαν δὲ ψυχῇ καὶ σώματι θείαν ἔνδυσιν καὶ σωτήριον· Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. Πυρὸς μετέλαβον, οὐ καταφλεκτικοῦ, ἀλλὰ σωτηριώδους πυρὸς, ἀφανίζοντος μὲν ἀκάνθας ἁμαρτιῶν, λαμπρύνοντος δὲ τὴν ψυχήν. Τοῦτο μέλλει νῦν ἔρχεσθαι καὶ ἐφ' ὑμᾶς· καὶ τὰς μὲν ἀκανθώδεις ὑμῶν ἁμαρτίας περιαίρειν καὶ ἀναλίσκειν, τὸ δὲ τῆς ψυχῆς ὑμῶν κτῆμα τὸ τίμιον ἔτι λαμπρύνειν, καὶ διδόναι ὑμῖν χάριν· ἔδωκε γὰρ καὶ τότε τοῖς ἀποστόλοις. Ἐν εἴδει δὲ πυρίνων γλωσσῶν ἐπεκαθέζετο αὐτοῖς, ἵνα διαδήματα καινότερα περιθῶνται πνευματικὰ, διὰ πυρίνων γλωσσῶν, ἐπὶ κεφαλῆς. Φλογίνη ῥομφαία πρότερον ἐκώλυε πύλας παραδείσου· πυρίνη γλῶσσα σωτηριώδης ἀποκατέστησε τὴν χάριν.
as of a rushing mighty wind (Acts 2:2), signifying the presence of Him Who grants unto men to seize by force the kingdom of God (Matt. 11:12); so that both their eyes might see the fiery tongues, and their ears might hear the sound. And it filled all the house where they were sitting (Acts 2:2). The house became a receptacle of the spiritual water; the disciples were sitting within, and the whole house was filled; they were therefore baptized completely without fail according to the promise, and were clothed in soul and body with a divine and saving garment. And there appeared unto them parted tongues as of fire, and it sat upon each one of them, and they were all filled with the Holy Spirit (Acts 2:3-4). They partook of fire, not a consuming, but a saving fire, which destroys the thorns of sins, and makes bright the soul. This Spirit is now about to come upon you also, both to strip away and consume your thorny sins, and to make the precious possession of your soul shine still more brightly, and to give you grace; for He gave it then also to the apostles. And He sat upon them in the form of fiery tongues, so that they might crown their heads with new spiritual diadems through fiery tongues. A flaming sword formerly barred the gates of paradise (Gen. 3:24); a saving fiery tongue restored the grace.
ΙϚʹ. Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Γαλιλαῖος ὁ Πέτρος καὶ Ἀνδρέας, ἢ ἐπέρσιζεν, ἢ ἐμήδιζεν. Ἰωάννης καὶ οἱ λοιποὶ ἀπόστολοι πᾶσαν γλῶσσαν ἐλάλουν τοῖς ἀπὸ τῶν ἐθνῶν· οὐ γὰρ νῦν ἐνταῦθα ἤρξαντο τῶν ξένων πλήθη συναθροίζεσθαι πανταχόθεν, ἀλλ' ἔκτοτε. Ποῖος τοσοῦτος διδάσκαλος εὑρίσκεται διδάσκων ἀθρόως ἃ μὴ μεμαθήκασιν; Τοσούτοις ἔτεσι διὰ γραμματικῆς, καὶ διὰ τεχνῶν, μανθάνουσι μόνον Ἑλληνιστὶ καλῶς λαλεῖν· καὶ οὐδὲ πάντες λαλοῦσιν ὁμοίως· ἀλλ' ὁ ῥήτωρ μὲν ἴσως κατορθοῖ λαλεῖν καλῶς, ὁ γραμματικὸς δὲ ἐνίοτε οὐ καλῶς· καὶ ὁ τὴν γραμματικὴν εἰδὼς, τὰ φιλοσοφούμενα οὐκ οἶδε. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἅμα διδάσκει πολλὰς γλώσσας, ἅσπερ ἐν παντὶ τῷ χρόνῳ ἐκεῖνοι οὐκ οἶδασι. Τοῦτό ἐστιν ἀληθῶς σοφία πολλὴ, τοῦτο θεία δύναμις. Ποία σύγκρισις τῆς ἐν πολλῷ χρόνῳ ἀμαθείας ἐκεί-
16. And they began to speak with other tongues, as the Spirit gave them utterance (Acts 2:4). Peter and Andrew, Galileans, spoke either Persian or Median. John and the rest of the apostles spoke every tongue to those of the Gentiles; for it has not begun now for crowds of strangers to be gathered together here from all quarters, but from that time. What teacher so great can be found who teaches all at once things that men have not learned? Through so many years, by means of grammar and the arts, they learn only to speak Greek well; nor do all speak alike; rather, the rhetorician perhaps succeeds in speaking well, while the grammarian sometimes does not speak well, and he who knows grammar knows not philosophical matters. Yet the Holy Spirit teaches many tongues at once, which those men in all their lifetime know not. This is truly great wisdom, this is divine power. What comparison is there between that long-standing ignorance of their-
Notes, col. 988

On the reading

Printed τήν, for τὴν.

PG 33:989Read from the page
νων, πρὸς τὴν ἀθρόαν, καὶ διάφορον, καὶ ξένην, ἐξαίφνης τῶν γλωσσῶν ἐνέργειαν;
s, and this sudden, diverse, and strange working of tongues all at once?
ΙΖʹ. Ἐγένετο σύγχυσις τοῦ πλήθους τῶν ἀκουσάντων· δευτέρα σύγχυσις, ἀντὶ τῆς ἐν Βαβυλῶνι πρώτης κακῆς. Ἐπὶ μὲν γὰρ τῆς συγχύσεως τῶν γλωσσῶν, διαίρεσις ἦν τῆς προαιρέσεως, ἐπειδὴ ἀντίθεον ἦν τὸ φρόνημα· ὧδε δὲ ἀποκατάστασις καὶ ἕνωσις τῶν γνωμῶν, ἐπειδὴ εὐσεβὲς ἦν τὸ σπουδαζόμενον. Δι' ὧν ἡ ἀπόπτωσις, διὰ τούτων ἡ ἐπάνοδος. Ὅθεν ἐθαύμαζον λέγοντες· Πῶς ἡμεῖς ἀκούομεν λαλούντων αὐτῶν; Οὐδὲν θαυμαστὸν εἰ ὑμεῖς ἀγνοεῖτε· καὶ γὰρ καὶ Νικόδημος ἠγνόησε τοῦ Πνεύματος τὴν παρουσίαν· καὶ πρὸς ἐκεῖνον ἐῤῥέθη· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· εἰ δὲ καὶ τὴν φωνὴν αὐτοῦ ἐὰν ἀκούσω, οὐκ οἶδα πόθεν ἔρχεται· αὐτὸ τί ποτέ ἐστι τὴν ὑπόστασιν, πῶς δύναμαι διηγήσασθαι;
17. The multitude of those who heard were confounded (Acts 2:6): a second confusion, in place of the first evil one at Babylon (Gen. 11:7-9). For in that confusion of tongues there was a division of purpose, because their mind was set against God; whereas here there was a restoration and union of minds, because the object of their zeal was devout. Through the very means whereby the fall came about, through these came the return. Wherefore they marvelled, saying: How hear we them speaking? (Acts 2:8). It is no wonder if you are ignorant; for Nicodemus also was ignorant of the coming of the Spirit, and to him it was said: The Spirit breathes where He wills, and you hear His voice, but know not whence He comes and whither He goes (John 3:8). And if, even when I hear His voice, I know not whence He comes, how can I explain what He Himself is in His hypostasis?
ΙΗʹ. Ἄλλοι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν· λέγοντες μὲν ἀληθῶς, ἀλλὰ χλευαστικῶς· νέος γὰρ ἦν ἀληθῶς ὁ οἶνος, Καινῆς Διαθήκης ἡ χάρις· ἀλλ' ὁ νέος οὗτος οἶνος, ἀπὸ νοητῆς ἀμπέλου, πολλάκις ἤδη καρποφορησάσης ἐν προφήταις, καὶ ἐν Καινῇ Διαθήκῃ βλαστησάσης. Ὥσπερ γὰρ αἰσθητῶς, ἡ μὲν ἄμπελος ἀεὶ μένει ἡ αὐτή κατὰ δὲ καιροὺς, καινοτέρους ἐκφέρει καρπούς· οὕτω καὶ τὸ αὐτὸ Πνεῦμα μένον ὅπερ ἐστὶ, καὶ πολλάκις ἐν προφήταις ἐνεργῆσαν, νῦν νέον τι καὶ θαυμάσιον ἐνεδείξατο. Ἔφθασε μὲν γὰρ καὶ ἐπὶ τοὺς Πατέρας ἡ χάρις, ἀλλ' ὧδε ὑπερβολικῶς. Ἐκεῖ μὲν γὰρ μετέσχον ἁγίου Πνεύματος, ὧδε δὲ αὐτοτελῶς ἐβαπτίσθησαν.
18. But others mocking said: They are filled with new wine (Acts 2:13); speaking truly indeed, yet mockingly. For the wine was truly new, even the grace of the New Testament; yet this new wine was from a spiritual vine, which had oftentimes already borne fruit in the prophets, and had budded forth in the New Testament. For just as in things of sense the vine ever remains the same, yet according to the seasons brings forth new fruits; so also the selfsame Spirit, remaining what He is, and having oftentimes wrought in the prophets, now displayed something new and wonderful. For grace reached even unto the Fathers also, yet here in superabundance; for there they partook of the Holy Spirit, whereas here they were baptized in full completeness.
ΙΘʹ. Ἀλλ' ὁ Πέτρος ὁ ἔχων Πνεῦμα ἅγιον, καὶ εἰδὼς ὃ ἔχει, φησίν· Ἄνδρες Ἰσραηλῖται, οἱ τὸν μὲν Ἰωὴλ ἀπαγγέλλοντες, μὴ εἰδότες δὲ τὰ γεγραμμένα, οὐχ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσι. Μεθύουσι γὰρ, οὐχ ὡς ὑμεῖς ὑπολαμβάνετε, ἀλλὰ καθὼς γέγραπται· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ ἐκ τῶν χειμάῤῥων τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Μεθύουσι μέθην νηφάλιον, νεκρωτικὴν ἁμαρτίας καὶ καρδίας ζωοποιητικὴν, μέθην ἐναντίαν τῆς σωματικῆς. Ἡ μὲν γὰρ καὶ τῶν ἐγνωσμένων ἐμποιεῖ λήθην, αὕτη δὲ καὶ τῶν
19. But Peter, who had the Holy Spirit, and knew what he had, says: Men of Israel, you who recite Joel, yet know not the things that are written, these men are not drunken, as you suppose (Acts 2:14-15). For they are drunken, not as you suppose, but even as it is written: They shall be inebriated with the fatness of Thy house, and of the torrents of Thy delight Thou shalt give them to drink (Ps. 35:9). They are drunken with a sober drunkenness, which deadens sin and quickens the heart, a drunkenness contrary to that of the body; for that brings about forgetfulness even of things that were known, whereas this bestows knowledge even of things
Notes, col. 989

On the reading

Printed αὐτή, for αὐτή·.

PG 33:992Read from the page
μὴ ἐγνωσμένων τὴν γνῶσιν χαρίζεται. Μεθύουσι, πιόντες τὸν οἶνον τῆς νοητῆς ἀμπέλου, τῆς λεγούσης· Ἐγώ εἰμι ἡ ἄμπελος, καὶ ὑμεῖς τὰ κλήματα. Εἰ δὲ μὴ πείθεσθέ μοι, ἐκ τοῦ καιροῦ σύνετε τὸ λεγόμενον· Ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Ὁ γὰρ ἐν τρίτῃ ὥρᾳ σταυρωθεὶς, ὡς Μάρκος φησὶ, τρίτῃ ὥρᾳ νῦν κατέπεμψε τὴν χάριν. Οὐ γὰρ ἄλλη χάρις ἐκείνου, καὶ ἄλλη χάρις τούτου· ἀλλ' ὁ τότε σταυρωθεὶς, καὶ ἐπαγγειλάμενος, ἐπλήρωσεν ὃ ἐπηγγείλατο. Εἰ δὲ βούλεσθε δέξασθαι καὶ μαρτυρίαν, ἀκούσατε, φησίν· Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου. Τὸ δὲ, ἐκχεῶ, πλουσίαν ἠνίξατο δόσιν· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Δέδωκε δὲ αὐτῷ τὴν ἐξουσίαν καὶ τοῦ χαρίζεσθαι τοῦ παναγίου Πνεύματος τὴν χάριν οἷς βούλεται. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν· καὶ ἑξῆς· Καί γε, ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπροσωπόληπτόν ἐστιν· οὐ γὰρ ζητεῖ ἀξιώματα, ἀλλὰ ψυχῆς εὐλάβειαν. Μήτε οἱ πλούσιοι τυφούσθω- ⟨…⟩ νον δὲ ἕκαστος ἑαυτὸν ἑτοιμαζέτω πρὸς ὑποδοχὴν τῆς ⟨…⟩
grants the knowledge of things not known. They are drunken, having drunk the wine of the spiritual vine, which says: I am the vine, and you are the branches. And if you do not believe me, understand from the time what is spoken: For it is the third hour of the day. For He Who was crucified at the third hour, as Mark says, now at the third hour sent down the grace. For the grace of the one is not one thing, and the grace of the other another thing; but He Who was then crucified, and Who promised, fulfilled what He promised. And if you wish to receive a testimony also, hear, he says: But this is that which was spoken through the prophet Joel: And it shall be after these things, says God, I will pour out of My Spirit. And the word, I will pour out, hinted at a rich gift: For God gives not the Spirit by measure. The Father loves the Son, and has given all things into His hand. And He has given Him the authority also to bestow the grace of the all-holy Spirit upon whom He wills. I will pour out of My Spirit upon all flesh, and your sons and your daughters shall prophesy; and the rest: And indeed, upon My menservants and upon My maidservants in those days will I pour out of My Spirit, and they shall prophesy. The Holy Spirit is no respecter of persons; for He seeks not dignities, but piety of soul. Let neither the rich be puffed ⟨…⟩ let each one prepare himself for the reception of the ⟨…⟩
Κʹ. Πολλὰ μὲν οὖν ἡμῖν εἴρηται σήμερον, καὶ ἴσως κέκμηκεν ἡ ἀκρόασις· πλείονα δέ ἐστι τὰ λειφθέντα· καὶ χρεία ἦν ὡς ἀληθῶς, τοῖς περὶ ἁγίου Πνεύματος διδάγμασι, καὶ τρίτης ἄλλης καὶ πλειόνων κατηχήσεων. Συγγνώμη δὲ ἡμῖν εἰς ἑκάτερον. Τῆς γὰρ ἁγίας ἑορτῆς τοῦ Πάσχα λοιπὸν ἐφεστώσης, ἐμηκύνθη τε ἡμῖν σήμερον ὁ λόγος· καὶ πάσας, ὅσας ἐχρῆν, μαρτυρίας ἀπὸ τῆς Καινῆς Διαθήκης ἀγαγεῖν εἰς μέσον οὐκ ἐνεχώρησε. Λείπει γὰρ ἡμῖν πολλὰ μὲν ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων, ἐν οἷς ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐν Πέτρῳ καὶ πᾶσιν ὁμοῦ τοῖς ἀποστόλοις ἐνήργησε. Λείπει δὲ πολλὰ καὶ ἐκ τῶν Καθολικῶν, καὶ ἐκ τῶν Παύλου δεκατεσσάρων ἐπιστολῶν· ἐξ ὧν ὀλίγα νῦν, ὥσπερ ἐκ μεγάλου λειμῶνος
20. Many things, therefore, have been spoken by us today, and perhaps the hearing has grown weary; yet more are the things left out; and there was need in truth, for the teachings concerning the Holy Spirit, both of a third other and of more catecheses. But pardon be to us for each of the two. For since the holy feast of Pascha is now at hand, our discourse today was both lengthened, and it was not possible to bring forward all the testimonies from the New Testament that were needed. For many things are lacking to us from the Acts of the Apostles, in which the grace of the Holy Spirit wrought in Peter and in all the apostles together. And many things are lacking also both from the Catholic epistles, and from the fourteen epistles of Paul; from which a few things now, just as from a great meadow
PG 33:993Read from the page
ὑπομνήσεως μόνης ἕνεκεν ἀπανθίσασθαι πειρασόμεθα.
for the sake of remembrance alone we shall endeavour to cull as flowers.
ΚΑʹ. Ἐν γὰρ τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος, βουλήσει Πατρὸς καὶ Υἱοῦ, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ (κατὰ τὸ εἰρημένον· Ὕψωσον ἐν ἰσχύϊ φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ), τῷ νοητῷ δικτύῳ τῶν λόγων, ψυχὰς ὡσεὶ τρισχιλίας ἐζώγρησε· τοσαύτης ἐν πᾶσι τοῖς ἀποστόλοις ὁμοῦ τῆς χάριτος ἐνεργούσης, ὡς ἐκ τῶν Ἰουδαίων, τῶν τὸν Χριστὸν ἐσταυρωκότων ἐκείνων, πιστεῦσαι τοσούτους· καὶ ἐν ὀνόματι Χριστοῦ βαπτισθῆναι, καὶ προσκαρτερεῖν τῇ διδαχῇ τῶν ἀποστόλων, καὶ ταῖς προσευχαῖς. Ἐν τῇ αὐτῇ δὲ πάλιν δυνάμει τοῦ ἁγίου Πνεύματος, Πέτρος καὶ Ἰωάννης ἀναβάντες εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην, καὶ τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ χωλὸν ἐκ κοιλίας μητρὸς ἀπὸ ἐτῶν τεσσαράκοντα ὑπάρχοντα, ἐν ὀνόματι Ἰησοῦ θεραπεύσαντες (ἵνα πληρωθῇ τὸ εἰρημένον· Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς), τῇ πνευματικῇ μὲν τῆς διδασκαλίας σαγήνῃ, πεντακισχιλίους ὁμοῦ πιστεύσαντας ἐζώγρησαν· τοὺς δὲ πεπλανημένους ἄρχοντας τοῦ λαοῦ καὶ ἀρχιερεῖς διήλεγξαν· καὶ οὐ δι' οἰκείαν σοφίαν (ἀγράμματοι γὰρ καὶ ἰδιῶται ἦσαν), ἀλλὰ διὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν· γέγραπται γάρ· Τότε Πέτρος πλησθεὶς Πνεύματος ἁγίου, εἶπε πρὸς αὐτούς. Καὶ τοσαύτη, διὰ τῶν δώδεκα ἀποστόλων, ἡ τοῦ ἁγίου Πνεύματος ἐν τοῖς πιστεύσασιν ἐνήργησε χάρις, ὡς εἶναι μὲν αὐτῶν τὴν καρδίαν καὶ τὴν ψυχὴν μίαν, ἐπίκοινον δὲ τὴν τῶν ὄντων ἀπόλαυσιν· τῶν μὲν κτητόρων τὰς τιμὰς τῶν κτημάτων προσφερόντων εὐλαβῶς, ἐνδεοῦς δὲ μηδενὸς ὄντος ἐν αὐτοῖς· Ἀνανίου δὲ καὶ Σαπφείρης, τῶν ψεύδεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐπιχειρησάντων, τὴν πρέπουσαν δίκην ὑπομεινάντων.
21. For in the power of the Holy Spirit, by the counsel of the Father and the Son, Peter standing with the eleven, and lifting up his voice (according to that which was spoken: Lift up in strength thy voice, thou that bringest good tidings to Jerusalem), with the spiritual net of his words, took alive about three thousand souls; so great grace working in all the apostles together, that out of the Jews, those very ones who had crucified the Christ, so many believed, and were baptized in the name of Christ, and continued steadfastly in the teaching of the apostles, and in the prayers. And again in the same power of the Holy Spirit, Peter and John having gone up into the temple, at the ninth hour of prayer, and having healed in the name of Jesus the man at the Beautiful Gate who had been lame from his mother's womb for forty years (that what was spoken might be fulfilled: Then shall the lame man leap as a hart), with the spiritual drag-net of their teaching, took alive five thousand together who believed; and they confuted the erring rulers of the people and chief priests; and not through their own wisdom (for they were unlettered and common men), but through the operation of the Spirit; for it is written: Then Peter, filled with the Holy Spirit, said unto them. And so great grace of the Holy Spirit wrought through the twelve apostles in those who had believed, that their heart and soul were one, and the enjoyment of their goods was common; the owners devoutly bringing the prices of their possessions, and no one being in need among them; whereas Ananias and Sapphira, who attempted to lie to the Holy Spirit, underwent the fitting punishment.
ΚΒʹ. Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων, ἐγένετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ τοσαύτη περιεκέχυτο τοῖς ἀποστόλοις ἡ πνευματικὴ χάρις, ὡς φοβεροὺς μὲν αὐτοὺς εἶναι, καὶ ταῦτα πράους ὄντας (τῶν γὰρ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός)· προστίθεσθαι δὲ πλήθη τῶν τῷ Κυρίῳ πιστευόντων, ἀνδρῶν τε καὶ γυναικῶν· πεπληρῶσθαι δὲ τὰς πλατείας τῶν ἐπὶ τοῖς κλιναρίοις καὶ κραββάτοις ἀσθενῶν, ἵνα ἐρχομένου Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν· συνέρχεσθαι δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς τὴν ἁγίαν ταύτην Ἱερουσαλὴμ φερόντων ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου Πνεύματος.
22. And by the hands of the apostles were many signs and wonders wrought among the people; and so great spiritual grace was poured around the apostles, that they were awesome, even though they were meek (for of the rest no one dared to join himself to them, but the people magnified them); and multitudes of those believing in the Lord were added, both of men and of women; and the streets were filled with the sick upon couches and beds, so that as Peter came by, at least his shadow might overshadow some one of them; and there came together also the multitude of the cities round about into this holy Jerusalem, bringing the sick and those vexed by unclean spirits, who were all healed in this power of the Holy Spirit.
ΚΓʹ. Οἱ δώδεκα πάλιν ἀπόστολοι, διὰ τὸ κηρύσσειν τὸν Χριστὸν, ὑπὸ τῶν ἀρχιερέων εἰς φυλακὴν ἐμβληθέντες, καὶ ὑπὸ ἀγγέλου διὰ νυκτὸς παραδόξως ταύτης ἀπαλλαγέντες, καὶ εἰς δικαστήριον ἐκ τοῦ ἱεροῦ
23. Again the twelve apostles, because of preaching the Christ, having been cast into prison by the chief priests, and having been wonderfully delivered from it by an angel during the night, and from the temple into the court of judgement
PG 33:996Read from the page
πρὸς αὐτοὺς ἀχθέντες· ἀδυσωπήτως ἐχρήσαντο τοῖς ἐλέγχοις, ἐν τοῖς περὶ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένοις· καὶ τοῦτο προσθέντες, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ· καὶ δαρέντες, ἐπορεύοντο μὲν χαίροντες, οὐκ ἐπαύοντο δὲ διδάσκοντες, καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.
having been brought before them, used reproofs unflinchingly in the things spoken to them concerning Christ; adding this also, that God has given the Holy Spirit also to those who obey Him; and having been beaten, they departed rejoicing, and ceased not teaching and preaching as good tidings the Christ Jesus.
ΚΔʹ Οὐ μόνον δὲ ἐν τοῖς δώδεκα ἀποστόλοις ἡ τοῦ ἁγίου Πνεύματος ἐνήργησε χάρις· ἀλλὰ γὰρ καὶ ἐν τοῖς πρωτογόνοις τέκνοις τῆς ποτε στείρας Ἐκκλησίας ταύτης, τοῖς ἑπτὰ διακόνοις λέγω. Καὶ οὗτοι γὰρ ἐξελέχθησαν, ὡς γέγραπται, πλήρεις ἁγίου Πνεύματος καὶ σοφίας· ἐξ ὧν ὁ φερώνυμος Στέφανος, τὸ τῶν μαρτύρων ἀκροθίνιον, ἀνὴρ πλήρης πίστεως καὶ Πνεύματος ἁγίου, ἐποίει μὲν τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ, κατηγωνίζετο δὲ τοὺς συζητητάς· Οὐ γὰρ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. Συκοφαντόμενος δὲ καὶ εἰς δικαστήριον ἀχθεὶς, ἀγγελικὰς μὲν ἀπέλαμπεν αὐγάς. (Ἀτενίσαντες γὰρ εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου.) Διὰ δὲ τῆς συνετῆς ἀπολογίας αὐτοῦ, τοὺς σκληροτραχήλους καὶ ἀπεριτμήτους τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν Ἰουδαίους ἐλέγξας, τοὺς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντας· ἐθεώρει μὲν τοὺς οὐρανοὺς διηνεῳγμένους, εἶδε δὲ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· εἶδεν δὲ οὐκ ἐξ οἰκείας δυνάμεως, ἀλλ' ὡς ἡ θεία Γραφή φησιν· Ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ.
24. And not only in the twelve apostles did the grace of the Holy Spirit work, but indeed also in the firstborn children of this once barren Church, I mean the seven deacons. For these also were chosen, as it is written, full of the Holy Spirit and of wisdom; among whom Stephen, rightly so named, the firstfruits of the martyrs, a man full of faith and of the Holy Spirit, wrought wonders and great signs among the people, and overcame the disputants: For they were not able to withstand the wisdom and the Spirit by which he spoke. And when falsely accused and brought into the court of judgement, he shone forth angelic rays. (For all who sat in the council, looking steadfastly upon him, saw his face as it had been the face of an angel.) And having by his wise defence confuted the stiff-necked and uncircumcised in heart and ears among the Jews, who always resist the Holy Spirit, he beheld the heavens opened wide, and saw the Son of Man standing at the right hand of God; and he saw not out of his own power, but as the divine Scripture says: But being full of the Holy Spirit, looking steadfastly into heaven, he saw the glory of God, and Jesus standing at the right hand of God.
ΚΕʹ. Ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου Πνεύματος, καὶ Φίλιππος ἐν ὀνόματι Χριστοῦ, ποτὲ μὲν ἐν τῇ πόλει τῆς Σαμαρείας ἀπήλαυνεν τὰ ἀκάθαρτα πνεύματα, βοῶντα φωνῇ μεγάλῃ· παραλελυμένους δὲ καὶ χωλοὺς ἐθεράπευσε, πολλὰ δὲ τῶν πιστευσάντων πλήθη τῷ Χριστῷ προσήγαγεν. Οἷς κατελθόντες Πέτρος καὶ Ἰωάννης, μετὰ προσευχῆς καὶ τῆς τῶν χειρῶν ἐπιθέσεως, μετεδίδοσαν τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας· ἧς μόνος Σίμων ὁ Μάγος ἀλλότριος ἐπεφάνθη, δικαίως. Ποτὲ δὲ ὑπὸ τοῦ ἀγγέλου Κυρίου κληθεὶς καθ' ὁδὸν, διὰ τὸν εὐλαβέστατον Αἰθίοπα τὸν εὐνοῦχον, παρ' αὐτοῦ τοῦ Πνεύματος φανερῶς ἀκού-
25. In this power of the Holy Spirit, Philip also in the name of Christ, at one time in the city of Samaria drove away the unclean spirits, crying out with a loud voice; and healed the palsied and lame, and brought to Christ many multitudes of those who had believed. Unto whom Peter and John having come down, with prayer and the laying on of hands, imparted the communion of the Holy Spirit; from which Simon the Magician alone was shown to be alien, justly. And at another time having been called by the angel of the Lord along the way, on account of the most devout Ethiopian the eunuch, from the Spirit Himself manifestly hear-
Notes, col. 996

On the reading

Printed Συκοφαντόμενος, for Συκοφαντούμενος.