ἑξῆς· Ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα· καὶ τὸ, Μακάριος ὁ ὑπομένων, καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. Διὰ τοῦτο δεῖ παρακαλύπτεσθαι καὶ φεύγειν· ἴσως γὰρ οὐ μὴ τελέσωμεν τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.
follows: A thousand two hundred and ninety days; and this: Blessed is he who endures, and reaches unto a thousand three hundred and thirty-five days. On this account one must hide oneself and flee; for perhaps we shall not have gone through the cities of Israel before the Son of man comes.
ΙΖʹ. Τίς ἄρα μακάριος, ὁ ὑπὲρ Χριστοῦ μετ' εὐσεβείας μαρτυρῶν τότε; ὑπὲρ γὰρ πάντας μάρτυρας ἐγώ φημι εἶναι τοὺς τότε μάρτυρας. Οἱ μὲν γὰρ πρὸ τούτου, μόνοις ἀνθρώποις ἐπάλαισαν· οἱ δὲ ἐπὶ τοῦ Ἀντιχρίστου, αὐτῷ Σατανᾷ αὐτοπροσώπως πολεμήσουσι· καὶ οἱ μὲν πρότερον διώκοντες βασιλεῖς, ἐφόνευον μόνον, νεκροὺς δὲ οὐ προσεποιοῦντο ἐγείρειν, οὐδὲ σημείων καὶ τεράτων φαντασίας ἐδείκνυον· ὧδε δὲ καὶ τοῦ φόβου καὶ τῆς ἀπάτης προτροπὴ κακὴ, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς. Μή ποτε εἰς καρδίαν ἀναβῇ τινος τῶν τότε· Τί πλέον ὁ Χριστὸς ἐποίησεν; ἐκ ποίας γὰρ δυνάμεως οὗτος ἐργάζεται ταῦτα; Εἰ μὴ Θεὸς ἤθελεν, οὐκ ἂν συνεχώρησεν. Ἀσφαλίζεταί σε, καὶ προλέγει ὁ Ἀπόστολος· Καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης (τὸ δὲ, πέμπει, ἀντὶ τοῦ, συγχωρεῖ γίνεσθαι), οὐχ ἵνα ἀπολογήσωνται, ἀλλ', ἵνα κατακριθῶσι. Διὰ τί; Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, τοῦτ' ἔστι τῷ ἀληθινῷ Χριστῷ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ, τοῦτ' ἔστι τῷ Ἀντιχρίστῳ. Συγχωρεῖ δὲ ταῦτα ὁ Θεὸς ἔν τε τοῖς κατὰ καιρὸν διωγμοῖς καὶ τότε, οὐκ ἀδυνατῶν κωλύειν, ἀλλὰ δι' ὑπομονῆς συνήθως στεφανῶν τοὺς οἰκείους ἀθλητὰς, παραπλησίως τοῖς ἑαυτοῦ προφήταις καὶ ἀποστόλοις· ἵνα πρὸς ὀλίγον χρόνον καμόντες, τὴν αἰώνιον κληρονομήσωσι τῶν οὐρανῶν βασιλείαν, καθὼς Δανιήλ φησι· Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς, ὁ γεγραμμένος ἐν τῇ βίβλῳ (δῆλον δὲ, ὅτι τῆς ζωῆς). Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται· οὗτοι εἰς
17. Who then is blessed, bearing witness piously for Christ at that time? For I say that the martyrs of that time surpass all martyrs. For those before this wrestled with men alone; whereas those in the time of the Antichrist will wage war with Satan himself in person. And the kings who persecuted formerly only slew, and did not pretend to raise the dead, nor did they display delusions of signs and wonders; whereas here there is an evil instigation both of fear and of deceit, so as to lead astray, if possible, even the elect. Let it never arise in the heart of anyone of those at that time: What more did Christ do? For by what power does this man work these things? Had God not willed it, He would not have permitted it. The Apostle makes you secure, and foretells: And for this cause God sends them a working of error (where sends stands for permits to happen), not that they may offer an excuse, but that they may be condemned. Why? Because they believed not the truth—that is, the true Christ—but took pleasure in unrighteousness, that is, in the Antichrist. And God permits these things both in the persecutions from time to time and then, not because He is unable to prevent them, but according to His custom crowning His own champions through endurance, in like manner as His prophets and apostles; so that having toiled for a brief time, they may inherit the eternal kingdom of the heavens, even as Daniel says: And at that time all thy people shall be saved, who are written in the book (manifestly, of life). And many of those who sleep in the dust of the earth shall awake, these unto