ἐμπειρότατον· ἁρπάζοντα μὲν ἑαυτῷ τῆς Ῥωμαίων βασιλείας τὴν ἐξουσίαν, ψευδῶς δὲ Χριστὸν ἑαυτὸν ἀποκαλοῦντα· καὶ διὰ μὲν τῆς τοῦ Χριστοῦ προσηγορίας, Ἰουδαίους τοὺς τὸν Ἠλειμμένον προσδοκῶντας ἀπατῶντα· τοὺς ἐξ ἐθνῶν δὲ, ταῖς μαγικαῖς φαντασίαις ὑπαγόμενον.
most experienced; seizing for himself the power of the empire of the Romans, and falsely calling himself Christ; and by the title of Christ deceiving the Jews who look for the Anointed One, whilst drawing away those of the Gentiles by his magical delusions.
ΙΒʹ. Ἔρχεται δὲ ὁ προειρημένος Ἀντίχριστος οὗτος, ὅταν πληρωθῶσιν οἱ καιροὶ τῆς Ῥωμαίων βασιλείας, καὶ πλησιάζοι λοιπὸν τὰ τῆς τοῦ κόσμου συντελείας. Δέκα μὲν ὁμοῦ Ῥωμαίων ἐγείρονται βασιλεῖς, ἐν διαφόροις μὲν ἴσως τόποις, κατὰ δὲ τὸν αὐτὸν βασιλεύοντες καιρόν· μετὰ δὲ τούτους ἑνδέκατος ὁ Ἀντίχριστος, ἐκ τῆς μαγικῆς κακοτεχνίας τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἁρπάσας. Τρεῖς μὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ταπεινώσει, τοὺς ἑπτὰ δὲ τοὺς ἐπιλοίπους ὑφ' ἑαυτὸν ἔχων. Τὰ πρῶτα μὲν ἐπιείκειαν, ὡσανεὶ λόγιός τις καὶ συνετὸς, σωφροσύνην τε καὶ φιλανθρωπίαν ὑποκρίνεται· σημείοις τε καὶ τέρασι, τοῖς ἐκ μαγικῆς ἀπάτης ψευδέσιν, Ἰουδαίους, ὡσανεὶ Χριστὸς ὁ προσδοκώμενος, ἀπατήσας· παντοίοις ὕστερον ἀπανθρωπίας καὶ παρανομίας ἐπιγραφήσεται κακοῖς, ὡς πάντας ὑπερβαλέσθαι τοὺς πρὸ αὐτοῦ γενομένους ἀδίκους καὶ ἀσεβεῖς· φονικὴν καὶ ἀποτομωτάτην, καὶ ἀνηλεῆ, καὶ ποικίλην, κατὰ πάντων μὲν, ἐξαιρέτως δὲ καθ' ἡμῶν τῶν Χριστιανῶν τὴν διάνοιαν ἔχων. Ἐπὶ τρία δὲ ἔτη μόνα καὶ μῆνας ἓξ τὰ τοιαῦτα τολμήσας, ὑπὸ τῆς δευτέρας ἐξ οὐρανῶν ἐνδόξου παρουσίας τοῦ μονογενοῦς Υἱοῦ Θεοῦ καταργεῖται, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ, Χριστοῦ τοῦ ἀληθοῦς· ὃς ἀνελὼν τὸν Ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῷ τῆς γεέννης τοῦτον παραδώσει πυρί.
12. And this aforesaid Antichrist comes when the times of the empire of the Romans have been fulfilled, and the things of the consummation of the world hereafter draw near. Ten kings of the Romans arise together, in different places perhaps, yet reigning at the same time; and after these the Antichrist is the eleventh, having seized the Roman power by his magical evil art. Three of those who reigned before him he shall humble, having the remaining seven under himself. At first indeed he feigns mildness—as though he were a learned and prudent person—and sobriety and loving-kindness; and having deceived the Jews by signs and wonders that are false through magical deceit, as though he were the expected Christ, afterwards he shall be stamped with all manner of evils of inhumanity and lawlessness, so as to surpass all the unjust and ungodly men who have been before him; holding a murderous and most ruthless, merciless, and crafty mind against all indeed, but especially against us Christians. And having dared such things for three years only and six months, he is abolished by the glorious second coming from the heavens of the only-begotten Son of God, our Lord and Saviour Jesus, the true Christ; Who, having slain the Antichrist with the breath of His mouth, shall deliver him over to the fire of Gehenna.
ΙΓʹ. Ταῦτα δὲ διδάσκομεν, οὐχ εὑρεσιλογοῦντες, ἀλλ' ἐκ τῶν θείων ἐκκλησιαζομένων Γραφῶν, καὶ μάλιστα ἐκ τῆς ἀρτίως ἀναγνωσθείσης τοῦ Δανιὴλ προφητείας,
13. And these things we teach, not inventing arguments of our own, but having learnt them from the divine Scriptures read in the Church, and especially from the prophecy of Daniel just now read,