Migne Reading Room

PG 33 · cols. 853–864 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:853Read from the page
της. Τοιούτου τοίνυν ἐπισκόπου πρωτοτύπως ἰδόντος ἀναστάντα τὸν Χριστὸν Ἰησοῦν, σὺ ὁ τούτου μαθητὴς μὴ ἀπιστήσῃς. Ἀλλὰ λέγεις, ὅτι ὁ ἀδελφὸς Ἰάκωβος πρὸς χάριν ἐμαρτύρησεν. Ἔπειτα καὶ ἐμοὶ ὤφθη Παύλῳ, τῷ ἐχθρῷ. Ποία δὲ παρὰ ἐχθροῦ μαρτυρία κηρύσσοντος ἀμφιβάλλεται; Ὁ πρότερον διώκτης, νῦν εὐαγγελίζομαι τὴν ἀνάστασιν.
cese. Since such a bishop, therefore, originally saw Christ Jesus risen again, do not thou, his disciple, disbelieve. But thou sayest that His brother James bore witness out of favour. Then He was seen by me also, Paul, His enemy. And what testimony from an enemy who preaches is called in question? I who formerly was a persecutor now preach the good tidings of the resurrection.
ΚΒʹ. Πολλοὶ μάρτυρές εἰσιν τῆς τοῦ Σωτῆρος ἀναστάσεως. Νὺξ μὲν, καὶ πανσέληνον φῶς· ἑκκαιδεκάτη γὰρ ἡ νὺξ ἦν. Πέτρα τοῦ μνήματος ἡ ὑποδεξαμένη, καὶ ὁ λίθος ἀντικαταστήσεται εἰς πρόσωπον Ἰουδαίων· αὐτὸς γὰρ εἶδε τὸν Κύριον, καὶ ὁ λίθος ὁ τότε ἀποκυλισθεὶς, αὐτὸς μαρτυρεῖ τῇ ἀναστάσει, μέχρι σήμερον κείμενος. Ἄγγελοι Θεοῦ παρόντες ἐμαρτύρησαν τῇ ἀναστάσει τοῦ Μονογενοῦς. Πέτρος καὶ Ἰωάννης, καὶ Θωμᾶς, καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι· οἱ μὲν ἐπὶ τὸ μνῆμα δραμόντες, καὶ τὰ ὀθόνια τῆς ταφῆς, οἷς ἐνετυλίχθη πρότερον, αὐτόθι κείμενα μετὰ τὴν ἀνάστασιν ἰδόντες· οἱ δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ψηλαφήσαντες, καὶ τοὺς τύπους τῶν ἥλων θεωρήσαντες· ὁμοῦ δὲ πάντες τοῦ σωτηριώδους ἐμφυσήματος ἀπολαύσαντες, καὶ τοῦ συγχωρεῖν ἁμαρτίας ἐν δυνάμει Πνεύματος ἁγίου καταξιωθέντες. Γυναῖκες, αἱ κρατήσασαι τοὺς πόδας· τοῦ τε σεισμοῦ τὸ μέγεθος, καὶ τοῦ παρόντος ἀγγέλου τὴν λαμπηδόνα θεωρήσασαι· καὶ τὰ ὀθόνια, ἃ περιβαλλόμενος κατέλιπεν ἀναστάς. Οἱ
XXII. Many are the witnesses of the Saviour's resurrection. The night itself, and the full-moon light; for it was the sixteenth night. The rock of the tomb which received Him, and the stone also shall stand up against the face of the Jews; for it saw the Lord, and the stone which was then rolled away itself bears witness to the resurrection, lying there until today. Angels of God who were present bore witness to the resurrection of the Only-begotten. Peter and John, and Thomas, and all the rest of the apostles: some of whom ran to the tomb, and saw the linen cloths of the burial, in which He had previously been wrapped, lying there after the resurrection; while others handled His hands and His feet, and beheld the prints of the nails; and all of them together enjoyed the saving breath, and were counted worthy to forgive sins in the power of the Holy Spirit. The women, who held fast His feet, and beheld both the greatness of the earthquake and the brightness of the angel who was present; and the linen cloths which, having been wrapped in them, He left behind when He rose again. The
PG 33:856Read from the page
στρατιῶται, καὶ τὸ ἀργύριον τὸ δοθέν. Ὁ τόπος αὐτὸς ἔτι φαινόμενος· καὶ ὁ τῆς ἁγίας Ἐκκλησίας οὗτος οἶκος, ὁ τῇ φιλοχρίστῳ προαιρέσει τοῦ, ἐπὶ τῆς μακαρίας μνήμης, Κωνσταντίνου τοῦ βασιλέως οἰκοδομηθείς τε καὶ, ὡς ὁρᾷς, οὕτως φαιδρυνθείς
soldiers, and the silver that was given to them. The place itself, still visible; and this house of the holy Church, both built and, as thou seest, thus brightened by the Christ-loving purpose of the Emperor Constantine of blessed memory.
ΚΓʹ. Μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ, καὶ ἡ ἐν τῷ ὀνόματι αὐτοῦ ἐκ νεκρῶν ἐγερθεῖσα Ταβιθά. Πῶς γὰρ ἀπιστηθήσεται Χριστὸς ἀναστὰς, ὅπου γε καὶ τὸ ὄνομα αὐτοῦ νεκροὺς ἤγειρε; Μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ καὶ ἡ θάλασσα, καθὼς πρότερον ἤκουσας· μαρτυρεῖ καὶ ἡ τῶν ἰχθύων ἄγρα, καὶ ἡ ἀνθρακιὰ ἡ κειμένη, καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον· μαρτυρεῖ καὶ Πέτρος, ὁ πρότερον μὲν τρὶς ἀρνησάμενος, τὸ δὲ τρίτον ὁμολογήσας, καὶ ποιμαίνειν τὰ νοητὰ πρόβατα προσταχθείς. Ἕστηκε μέχρι σήμερον ὁ Ἐλαιὼν, τὸν ἐπὶ νεφέλης ἀναβάντα τοῖς τῶν πιστῶν ὀφθαλμοῖς μονονουχὶ δεικνύων μέχρι σήμερον, καὶ τὴν οὐράνιον τῆς ἀνόδου πύλην. Εἰς μὲν γὰρ Βηθλεὲμ ἐξ οὐρανῶν κατελήλυθεν· ἐκ δὲ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς οὐρανοὺς ἀνελήλυθεν· ἐκεῖθεν μὲν εἰς ἀνθρώπους τῶν ἀγώνων ἀρξάμενος, ἐνταῦθα δὲ ἐπὶ τοῖς ἀγῶσι στεφανούμενος. Πολλοὺς οὖν ἔχεις τοὺς μάρτυρας· ἔχεις ἀναστάσεως τὸν τόπον τοῦτον· ἔχεις καὶ τὸν ἐξ ἀνατολῆς ἡμῶν τόπον τῆς ἀναβάσεως· ἔχεις καὶ μάρτυρας, τοὺς ἐκεῖ μαρτυρήσαντας ἀγγέλους, καὶ τὴν νεφέλην ἧς ἐπέβη, καὶ τοὺς ἐκεῖθεν κατελθόντας μαθητάς.
XXIII. Tabitha also, who in His name was raised from the dead, bears witness to the resurrection of Jesus. For how shall Christ risen again be disbelieved, seeing that even His name raised the dead? The sea also bears witness to the resurrection of Jesus, even as thou heardest before; the draught of fishes also bears witness, and the fire of coals that was laid there, and the fish that was laid thereon; Peter also bears witness, who previously indeed denied Him thrice, but afterwards thrice confessed Him, and was commanded to shepherd the spiritual sheep. The Mount of Olives stands until today, all but showing until today to the eyes of the faithful Him Who ascended upon a cloud, and the heavenly gate of His ascension. For into Bethlehem He came down from heaven; and from the Mount of Olives He went up into the heavens: there beginning His contests among men, and here crowned for His contests. Many witnesses, therefore, hast thou: thou hast this place of the resurrection; thou hast also the place of the ascension to the east of us; thou hast as witnesses also the angels who bore witness there, and the cloud whereon He mounted, and the disciples who came down from thence.
ΚΔʹ. Καὶ ἡ μὲν ἀκολουθία τῆς διδασκαλίας τῆς πίστεως, προέτρεπεν εἰπεῖν καὶ τὰ περὶ τῆς ἀναλήψεως· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις ᾠκονόμησε πληρέστατά σε ἀκοῦσαι, κατὰ τὴν ἡμετέραν ἀσθένειαν, τῇ χθὲς ἡμέρᾳ κατὰ τὴν Κυριακὴν κατ' οἰκονομίαν τῆς θείας χάριτος, ἐν τῇ συνάξει τῆς τῶν ἀναγνωσμάτων ἀκολουθίας, τὰ περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ Σωτῆρος ἡμῶν περιεχούσης. Ἐλέγετο δὲ τὰ λεγόμενα, μάλιστα μὲν διὰ πάντας, καὶ διὰ τὸ τῶν πιστῶν ὁμοῦ πλῆθος, ἐξαιρέτως δὲ διὰ σέ· ζητεῖται δὲ εἰ προσέσχες τοῖς λεγομένοις. Οἶδας γὰρ ὅτι ἡ ἀκολουθία
XXIV. And the sequence of the teaching of the faith prompted us to speak also of the things concerning the assumption; but the grace of God arranged that thou shouldest hear most fully, according to our weakness, yesterday on the Lord's Day, by the dispensation of divine grace, in the assembly during the sequence of the readings, which contained the things concerning the ascension of our Saviour into the heavens. And the things that were spoken were spoken especially for the sake of all, and for the whole multitude of the faithful together, yet peculiarly for thy sake; and the question is whether thou didst attend to the things spoken. For thou knowest that the sequence
PG 33:857Read from the page
τῆς πίστεως διδάσκει σε πιστεύειν εἰς τὸν ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός. Μάλιστα μὲν οὖν μνημονεύειν σε νομίζω τῆς ἐξηγήσεως· πλὴν ἐν παραδρομῇ καὶ νῦν ὑπομιμνήσκω σε τῶν εἰρημένων. Μνημόνευε τοῦ γεγραμμένου σαφῶς ἐν Ψαλμοῖς· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Μνημόνευε, ὅτι καὶ αἱ θεῖαι δυνάμεις ἔλεγον πρὸς ἀλλήλας· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ τὰ ἑξῆς. Μνημόνευε καὶ τοῦ ψαλμοῦ λέγοντος· Ἀνέβη εἰς ὕψος, ἠχμαλώτευσεν αἰχμαλωσίαν. Μνημόνευε τοῦ προφήτου εἰπόντος· Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ· καὶ τὰ λοιπὰ, ὅσα εἴρητο χθὲς διὰ τὰς τῶν Ἰουδαίων ἀντιλογίας.
of the faith teaches thee to believe in Him Who rose again on the third day, and ascended into the heavens, and sat down at the right hand of the Father. Most of all, therefore, I think that thou rememberest the exposition; nevertheless, in passing, I now also remind thee of the things that were spoken. Remember that which is clearly written in the Psalms: God is gone up with a shout. Remember that the divine powers also said to one another: Lift up your gates, ye princes, and what follows. Remember also the psalm which says: He ascended on high, He led captivity captive. Remember the prophet who said: He Who builds His ascension up to heaven; and the rest, all that was spoken yesterday on account of the gainsayings of the Jews.
ΚΕʹ. Ὅταν γὰρ ὡς ἀδυνάτῳ τῇ τοῦ Σωτῆρος ἀναβάσει ἀντιλέγωσι, μνημόνευε τῶν περὶ τῆς μεταθέσεως τοῦ Ἀββακοὺμ εἰρημένων. Εἰ γὰρ ὁ Ἀββακοὺμ ὑπὸ ἀγγέλου μετετέθη, βασταχθεὶς ἀπὸ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ· πολὺ μᾶλλον ὁ καὶ προφητῶν καὶ ἀγγέλων Δεσπότης, ἐξ ὄρους Ἐλαιῶν νεφέλῃ ἐπιβὰς, οἰκείᾳ δυνάμει ποιεῖσθαι τὴν εἰς οὐρανοὺς ἄνοδον δυνατώτερος ἦν. Καὶ τὰ μὲν ὅμοια μνημόνευε τῶν θαυμάτων, τὴν δὲ ὑπεροχὴν τήρει τῷ Δεσπότῃ τῷ θαυματοποιῷ· οἱ μὲν γὰρ ἐβαστάζοντο, ὁ δὲ βαστάζει τὰ πάντα. Μνημόνευε, ὅτι Ἐνὼχ μετετέθη, ἀλλ' Ἰησοῦς ἀνῆλθε. Μνημόνευε τῶν περὶ Ἠλίαν τῶν χθὲς εἰρημένων· ὅτι Ἠλίας μὲν ἐν ἅρματι πυρὸς ἀνελήφθη· Χριστοῦ δὲ τὸ ἅρμα, μυριοπλάσιον χιλιάδες εὐφημούντων· καὶ ὅτι Ἠλίας μὲν ἀνελήφθη πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, Χριστὸς δὲ πρὸς ἀνατολὰς τοῦ χειμάῤῥου Κέδρων ἀνῆλθε· καὶ ὅτι ἐκεῖνος ὡς εἰς τὸν οὐρανὸν, Ἰησοῦς δὲ εἰς οὐρανόν· καὶ ὅτι ἐκεῖνος μὲν εἶπε δοθήσεσθαι διπλᾶ ἐν Πνεύματι τῷ ἁγίῳ μαθητῇ, Χριστὸς δὲ τοσαύτην παρέσχε τοῖς ἰδίοις μαθηταῖς ἀπόλαυσιν χάριτος τοῦ ἁγίου Πνεύματος, ὥστε μὴ μόνον αὐτὸ ἔχειν ἐν ἑαυτοῖς, ἀλλὰ καὶ διὰ
XXV. For when they gainsay the ascension of the Saviour as impossible, remember the things that were spoken concerning the translation of Habakkuk. For if Habakkuk was translated by an angel, carried by the hair of his head, much more was the Master both of prophets and of angels able, mounting upon a cloud from the Mount of Olives, to make His ascent into the heavens by His own power. And remember indeed the similar wonders, but reserve the pre-eminence for the Wonder-working Master; for those men were carried, whereas He carries all things. Remember that Enoch was translated, but Jesus ascended. Remember the things spoken yesterday concerning Elijah: that Elijah indeed was taken up in a chariot of fire, whereas the chariot of Christ was ten-thousandfold thousands of those acclaiming Him; and that Elijah indeed was taken up to the east of the Jordan, whereas Christ ascended to the east of the brook Cedron; and that that man went as it were into heaven, whereas Jesus went into heaven; and that that man said that a double portion in the Spirit should be given to his holy disciple, whereas Christ granted to His own disciples so great an enjoyment of the grace of the Holy Spirit as not only to have It in themselves, but also through
PG 33:860Read from the page
τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν, τῆς κοινωνίας αὐτοῦ μεταδιδόναι τοῖς πιστεύουσι.
the laying on of their hands to impart His fellowship to those who believe.
ΚϚʹ. Καὶ ὅταν οὕτως πρὸς Ἰουδαίους παλαίσῃς, ⟨…⟩ ὅταν ἐξ ὁμοιότητος νικήσῃς, τότε ἐλθὲ λοιπὸν ἐπὶ τὴν ὑπεροχὴν τῆς τοῦ Σωτῆρος δόξης· ὅτι οἱ μὲν δοῦλοι, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ. Καὶ οὕτω δὲ τῆς ὑπεροχῆς μνημονεύσεις, ἐννοῶν, ὅτι τοῦ Χριστοῦ δοῦλος ἡρπάγη ἕως τρίτου οὐρανοῦ. Εἰ γὰρ Ἠλίας μὲν ἕως πρώτου ἔφθασε, Παῦλος δὲ ἕως τρίτου οὐρανοῦ· προτιμοτέρας ἄρα τετύχηκε τῆς ἀξίας. Μὴ ἐπαισχυνθῇς τοῖς σοῖς ἀποστόλοις. Οὐκ εἰσὶ χείρονες Μωϋσέως, οὐδὲ δεύτεροι τῶν προφητῶν· ἀλλὰ καλοὶ μετὰ καλῶν, καὶ καλῶν καλλίονες. Ἠλίας μὲν γὰρ ἀνελήφθη εἰς οὐρανόν· ἀλλὰ Πέτρος ἔχει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ἀκούσας· Ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Ἠλίας εἰς οὐρανὸν μόνον· Παῦλος δὲ καὶ εἰς οὐρανὸν, καὶ εἰς παράδεισον (ἔπρεπε γὰρ τοὺς μαθητὰς τοῦ Ἰησοῦ, πολυπλασίονα λαβεῖν τὴν χάριν)· ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Κατέβη δὲ ὁ Παῦλος ἄνωθεν πάλιν, οὐχ ὅτι ἀνάξιος ἦν τῆς ἐν τῷ τρίτῳ οὐρανῷ διατριβῆς· ἀλλ' ἵνα ἀπολαύσας τῶν ὑπὲρ ἄνθρωπον, καὶ ἔντιμος καταβὰς, καὶ Χριστὸν κηρύξας, καὶ ὑπεραποθανὼν αὐτοῦ, λάβῃ καὶ τὸν τοῦ μαρτυρίου στέφανον. Παρέλιπον τὰ λοιπὰ τῆς κατασκευῆς, τὰ χθὲς ἐπὶ τῆς συνάξεως εἰρημένα τῆς Κυριακῆς· παρὰ γὰρ τοῖς συνετοῖς ἀκροαταῖς, αὐτάρκης μόνον καὶ ὑπόμνησις εἰς μάθησιν.
XXVI. And when thou hast thus wrestled against the Jews, ⟨…⟩ when thou hast conquered from the likeness, then come next to the pre-eminence of the Saviour's glory: that those men were servants, whereas He is the Son of God. And thus also thou shalt remember His pre-eminence, considering that a servant of Christ was caught up to the third heaven. For if Elijah reached to the first, whereas Paul reached to the third heaven, he has therefore obtained a more honourable dignity. Be not ashamed of thy apostles. They are not inferior to Moses, nor second to the prophets; but good among the good, and better than the good. For Elijah indeed was taken up into heaven; but Peter has the keys of the kingdom of the heavens, having heard: Whatsoever thou shalt loose on the earth shall be loosed in the heavens. Elijah went into heaven only; whereas Paul went both into heaven and into paradise (for it behoved the disciples of Jesus to receive manifold grace), and heard unspeakable words, which it is not lawful for a man to utter. And Paul came down again from above, not because he was unworthy of the sojourn in the third heaven, but in order that, having enjoyed the things above man, and having come down in honour, and having preached Christ, and having died for Him, he might receive also the crown of martyrdom. I have passed over the rest of the proof, which was spoken yesterday in the assembly of the Lord's Day; for among intelligent hearers a mere reminder is sufficient for learning.
ΚΖʹ. Μέμνησο δὲ καὶ τῶν εἰρημένων μοι πολλάκις περὶ τοῦ ἐκ δεξιῶν τοῦ Πατρὸς καθέζεσθαι τὸν Υἱὸν, διὰ τὴν τῆς πίστεως ἀκολουθίαν, τὴν λέγουσαν· Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ
XXVII. And remember also the things spoken by me oftentimes concerning the Son's sitting at the right hand of the Father, because of the sequence of the faith, which says: And ascended into the heavens, and
PG 33:861Read from the page
καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρὸς. Θρόνου μὲν ἰδιότητα μὴ πολυπραγμονῶμεν· ἀκατάληπτον γάρ. Μήτε δὲ ἀνεχώμεθα τῶν λεγόντων κακῶς, ὅτι μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, τότε ἤρξατο τοῦ ἐκ δεξιῶν τοῦ Πατρὸς καθέζεσθαι ὁ Υἱός. Οὐ γὰρ ἐκ προκοπῆς ἔσχε τὸν θρόνον· ἀλλὰ ἀφ' οὗπερ ἔστιν (ἔστι δὲ ἀεὶ γεννηθεὶς), καὶ συγκαθέζεται τῷ Πατρί. Καὶ τοῦτον τὸν θρόνον, πρὸ τῆς ἐνσάρκου παρουσίας τοῦ Σωτῆρος ἑωρακὼς ὁ προφήτης φησὶν Ἠσαΐας· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ ἑξῆς· τὸν Πατέρα μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, ὁ δὲ τῷ προφήτῃ τότε φανεὶς, Υἱὸς ἦν. Καὶ ὁ Ψαλμῳδός φησιν· Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πολλῶν οὐσῶν τῶν περὶ τούτου μαρτυριῶν, διὰ τὸ πολὺ τῆς ὥρας ἀρκούμεθα καὶ ταύταις.
having sat down at the right hand of the Father. Let us not curiously pry into the distinctive nature of the throne, for it is incomprehensible. Nor let us endure those who wickedly say that it was after the cross and the resurrection, and the ascension into the heavens, that the Son then began to sit at the right hand of the Father. For He did not obtain the throne by advancement; rather, from the time that He is (and He is ever begotten), He also sits together with the Father. And the prophet Isaiah, having seen this throne before the incarnate coming of the Saviour, says: I saw the Lord sitting upon a throne high and lifted up, and what follows (Isa. 6:1); for no one has ever seen the Father (John 1:18; 1 Tim. 6:16), and He Who then appeared to the prophet was the Son. And the Psalmist says: Thy throne is prepared from of old; Thou art from everlasting (Ps. 92:2). Although there are many testimonies concerning this, because of the lateness of the hour we are content even with these.
ΚΗʹ. Νῦν δὲ ὑμᾶς ὑπομνηστέον ὀλίγων, τῶν ἐκ πολλῶν εἰρημένων περὶ τοῦ ἐκ δεξιῶν τοῦ Πατρὸς καθέζεσθαι τὸν Υἱόν. Ὁ μὲν γὰρ ἑκατοστὸς ἔννατος ψαλμὸς σαφῶς φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Βεβαιῶν δὲ ὁ Σωτὴρ τὸ εἰρημένον ἐν Εὐαγγελίοις, φησὶ τὸν Δαβὶδ οὐκ ἀφ' ἑαυτοῦ ταῦτα, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος εἰρηκέναι, λέγων· Πῶς οὖν Δαβὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς; Καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐν τῇ τῆς Πεντηκοστῆς ἡμέρᾳ σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, καὶ τοῖς Ἰσραηλίταις διαλεγόμενος, τῆς ἐν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ ταύτης αὐτολεξεὶ τῆς μαρτυρίας ἐμνημόνευσεν.
28. But now we must remind you of a few out of the many things spoken concerning the Son's sitting at the right hand of the Father. For the one hundred and ninth psalm clearly says: The Lord said unto my Lord: Sit Thou at My right hand, until I make Thine enemies the footstool of Thy feet (Ps. 109:1). And the Saviour, confirming in the Gospels what was spoken, says that David spoke these things not of himself, but by the inspiration of the Holy Spirit, saying: How then does David in the Spirit call Him Lord, saying: The Lord said unto my Lord: Sit Thou at My right hand, and what follows (Matt. 22:43-44)? And in the Acts of the Apostles, on the day of Pentecost, Peter, standing with the eleven and discoursing to the Israelites, made mention word for word of this testimony in the one hundred and ninth psalm (Acts 2:14, 34).
ΚΘʹ. Ὑπομνηστέον δὲ καὶ ἄλλων ὀλίγων μαρτυριῶν ὁμοίως περὶ τοῦ ἐκ δεξιῶν τοῦ Πατρὸς καθέζεσθαι τὸν Υἱόν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ γέγραπται· Πλὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ τὰ ἑξῆς· οἷς ἀκολούθως καὶ ὁ ἀπόστολος Πέτρος φησὶ, γράφων· Δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν. Ὁ δὲ ἀπόστολος Παῦλος Ῥωμαίοις μὲν γράφων, φησίν· Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ· Ἐφεσίοις δὲ ἐπιστέλλων, οὕτως εἴρηκε· Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγεί-
29. And we must likewise call to mind a few other testimonies concerning the Son's sitting at the right hand of the Father. For in the Gospel according to Matthew it is written: Nevertheless I say unto you, hereafter you shall see the Son of Man sitting at the right hand of power, and what follows (Matt. 26:64); in accordance with which the apostle Peter also says, writing: By the resurrection of Jesus Christ, Who is on the right hand of God, having gone into heaven (1 Pet. 3:21-22). And the apostle Paul, writing to the Romans, says: It is Christ Who died, or rather Who also was raised, Who is also at the right hand of God (Rom. 8:34); and sending an epistle to the Ephesians, he has spoken thus: According to the working of the strength of His might, which He wrought in Christ, when He raised
Notes, col. 861

On the reading

Printed Πατρὸς., for Πατρός..

PG 33:864Read from the page
ρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, καὶ τὰ ἑξῆς· τοὺς δὲ ἐν Κολοσσαῖς οὕτως ἐδίδαξεν· Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· ἐν δὲ τῇ πρὸς Ἑβραίους φησί· Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· καὶ πάλιν· Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· Αὐτὸς δὲ μίαν ὑπὲρ πάντων προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· καὶ πάλιν· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε τὸν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε.
Him from the dead, and seated Him at His right hand, and what follows (Eph. 1:19-20); and those in Colossae he taught thus: If then you were raised together with Christ, seek the things that are above, where Christ is, sitting at the right hand of the Father (Col. 3:1); and in the Epistle to the Hebrews he says: When He had made purification of sins, He sat down at the right hand of the Majesty on high (Heb. 1:3); and again: But unto which of the angels has He ever said: Sit Thou at My right hand, until I make Thine enemies the footstool of Thy feet (Heb. 1:13; Ps. 109:1)? And again: But He, having offered one sacrifice for all for ever, sat down at the right hand of God; henceforth waiting until His enemies be made the footstool of His feet (Heb. 10:12-13); and again: Looking unto Jesus the author and perfecter of faith, Who for the joy that was set before Him endured the cross, despising the shame, and has sat down at the right hand of the throne of God (Heb. 12:2).
Λʹ. Καὶ ἄλλων δὲ οὐσῶν μαρτυριῶν περὶ τῆς ἐκ δεξιῶν τοῦ Θεοῦ καθέδρας τοῦ Μονογενοῦς, αὐτάρκεις ἡμῖν ἐν τῷ παρόντι καὶ αὗται· τὴν αὐτὴν πάλιν ἡμῶν ποιουμένων ὑπόμνησιν, ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν τῆς καθέδρας ταύτην ἔσχε τὴν ἀξίαν· ἀλλὰ γὰρ καὶ πρὸ πάντων τῶν αἰώνων, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, Κύριος δὲ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὸν ἐν δεξιᾷ τοῦ Πατρὸς ἀεὶ κατέχει θρόνον. Αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ὁ τοῦ Χριστοῦ Πατὴρ, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καταβὰς καὶ ἀναβὰς καὶ τῷ Πατρὶ συγκαθεζόμενος, φυλάξειε τὰς ὑμετέρας ψυχάς· ἄσειστον ὑμῶν καὶ ἄτρεπτον τὴν ἐλπίδα, τὴν εἰς τὸν ἀναστάντα, διατηρήσειε· συνεξεγείρειεν ὑμᾶς ἐκ τῶν νεκρῶν ὑμῶν ἁμαρτημάτων, εἰς τὴν ἐπουράνιον αὐτοῦ δωρεάν· καταξιώσειεν ὑμᾶς ἁρπαγῆναι ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ἐν καιρῷ εὐθέτῳ· καὶ ἕως ὁ καιρὸς ἐκεῖνος ἔρχεται τῆς ἐνδόξου δευτέρας αὐτοῦ παρουσίας, ἐγγράψειεν ὑμῶν τὰ ὀνόματα πάντων ἐν βίβλῳ ζώντων, καὶ ἐγγράψας μηκέτι ἐξαλείψειε (πολλῶν γὰρ ἐξαλείφεται τῶν ἀποπιπτόντων)·
30. And although there are many other testimonies concerning the seat of the Only-begotten at the right hand of God, even these are sufficient for us at the present time; while we again make the same reminder, that it was not after His incarnate coming that He obtained this dignity of the seat; for even before all the ages, the only-begotten Son of God, and our Lord Jesus the Christ, ever possesses the throne at the right hand of the Father. Now may the God of all Himself, the Father of the Christ, and our Lord Jesus Christ, Who descended and ascended (Eph. 4:10) and sits together with the Father, guard your souls; may He preserve unshaken and unchangeable your hope in Him Who rose again; may He raise you up together from your dead sins unto His heavenly gift; may He count you worthy to be caught up in the clouds, to meet the Lord in the air (1 Thess. 4:16), in due season; and until that season of His glorious second coming arrives, may He inscribe the names of you all in the book of the living, and having inscribed them, may He never blot them out (for the names of many who fall away are blotted out) (Ps. 68:29; Rev. 3:5);