νος, ἢ ἕτερον προσδοκῶμεν; Ἐλυτροῦντο πάντες οἱ δίκαιοι, οὓς κατέπιεν ὁ θάνατος· ἔδει γὰρ τὸν κηρυχθέντα βασιλέα τῶν καλῶν κηρύκων γενέσθαι λυτρωτήν. Εἶτα ἕκαστος τῶν δικαίων ἔλεγε· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον; ἐλυτρώσατο γὰρ ἡμᾶς ὁ νικοποιός.
eth, or look we for another? All the righteous whom death had swallowed up were ransomed; for it behoved the proclaimed King to become the ransomer of His good heralds. Then each of the righteous said: Where, O death, is thy victory? Where, O Hades, is thy sting? For the Giver of victory has ransomed us.
Κʹ. Τούτου τοῦ Σωτῆρος ἡμῶν τὸν τύπον ἐτέλει ὁ προφήτης Ἰωνᾶς, ἐκ κοιλίας κήτους προσευχόμενος καὶ λέγων· Ἐβόησα ἐν θλίψει μου, καὶ ἑξῆς, ἐκ κοιλίας ᾅδου. Καὶ μὴν ἐν τῷ κήτει ἦν· ἀλλ' ἐν τῷ κήτει ὢν, ἐν τῷ ᾅδῃ ἑαυτὸν εἶναι λέγει· τύπος γὰρ ἦν Χριστοῦ, τοῦ μέλλοντος εἰς ᾅδην καταβαίνειν· καὶ μετ' ὀλίγα φησὶν ἐκ προσώποι τοῦ Χριστοῦ, λευκότατα προφητεύων· Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. Καὶ μὴν ἐν γαστρὶ κήτους ἦν· ποῖα οὖν ὄρη σε ἔχει; Ἀλλ' οἶδα, φησὶν, ὅτι τύπον ἔχω τοῦ μέλλοντος ἐν τῷ λαξευτῷ μνήματι τῆς πέτρας τίθεσθαι. Καὶ ἐν τῇ θαλάσσῃ ὢν Ἰωνᾶς, λέγει· Κατέβην εἰς γῆν· ἐπειδὴ τύπον ἔφερε τοῦ Χριστοῦ τοῦ καταβάντος εἰς τὴν καρδίαν τῆς γῆς. Καὶ προορῶν περὶ τῶν Ἰουδαίων, τῶν ἀναπειθόντων τοὺς στρατιώτας ψεύσασθαι, καὶ λεγόντων, Εἴπατε, ὅτι ἔκλεψαν αὐτὸν, φησί· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. Ἦλθε γὰρ ὁ ἐλεῶν αὐτοὺς, καὶ ἐσταυρώθη, καὶ ἀνέστη, δοὺς ἑαυτοῦ τὸ αἷμα τὸ τίμιον ὑπὲρ Ἰουδαίων τε καὶ ἐθνῶν· κἀκεῖνοι λέγουσιν, Εἴπατε, ὅτι ἔκλεψαν αὐτὸν, φυλασσόμενοι μάταια καὶ ψευδῆ. Περὶ δὲ τῆς ἀναστάσεως αὐτοῦ καὶ Ἡσαΐας φησίν· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν· προσέθηκεν τὸν μέγαν, ἵνα μὴ τοῖς προλαβοῦσι ποιμέσιν ἰσότιμος εἶναι νομισθῇ.
XX. The prophet Jonah fulfilled the type of this our Saviour when he prayed out of the belly of the whale and said: I cried out in my affliction, and what follows, out of the belly of Hades. And yet he was in the whale; but while being in the whale, he says that he is in Hades; for he was a type of Christ, Who was about to descend into Hades; and a little after he says in the person of Christ, prophesying most clearly: My head went down into the clefts of the mountains. And yet he was in the belly of the whale; what mountains, then, hold thee? But I know, says he, that I bear the type of Him Who is about to be laid in the tomb hewn out of the rock. And while being in the sea, Jonah says: I went down into the earth; since he bore the type of Christ, Who descended into the heart of the earth. And foreseeing concerning the Jews, who persuaded the soldiers to lie, and said, Say that they stole Him away, he says: Observing vanities and falsehoods, they forsook their mercy. For He Who had mercy on them came, and was crucified, and rose again, having given His own precious blood for both Jews and Gentiles; and those men say, Say that they stole Him away, observing vanities and falsehoods. And concerning His resurrection Isaiah also says: He Who brought up from the earth the Shepherd of the sheep, the great One; he added, the great One, lest He should be thought to be equal in honour to the shepherds who went before.