Migne Reading Room

PG 33 · cols. 745–756 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:745Read from the page
φήτης οὗτος ἔρχεται ὁ προσδοκώμενος ; Ἀνάδραμε, φησὶν, ἐπὶ τὰ ὑπ' ἐμοῦ γεγραμμένα· πολυπραγμόνησον τὴν τοῦ Ἰακὼβ τῷ Ἰούδᾳ ῥηθεῖσαν προφητείαν· Ἰούδα, σὲ αἰνέσειαν οἱ ἀδελφοί σου, καὶ τὰ ἑξῆς, ἵνα μὴ ἅπαντα λέγωμεν. Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία οὐκ Ἰουδαίων ἀλλὰ ἐθνῶν. Σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας, τὸ παύσασθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων. Εἰ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσὶν, οὔπω ἦλθεν ὁ Χριστός· εἰ ἔχουσι τὸν ἐκ γένους Ἰούδα καὶ τοῦ Δαβὶδ, οὔπω ἦλθεν ὁ προσδοκώμενος. Αἰσχύνομαι γὰρ λέγειν αὐτῶν τὰ πρόσφατα περὶ τῶν καλουμένων παρ' αὐτοῖς νῦν πατριαρχῶν πράγματα· καὶ τί τὸ τούτων γένος, καὶ τίς ἡ μήτηρ· καταλιμπάνω δὲ τοῖς εἰδόσιν. Ἀλλ' οὗτος ὁ ἐρχόμενος προσδοκία ἐθνῶν, ποῖον πάλιν ἄρα σημεῖον ἔχει ; φησὶν ἑξῆς· Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Βλέπεις ἐκεῖνον τὸν πῶλον τὸν ὑπὸ τοῦ Ζαχαρίου καταγγελθέντα σαφῶς.
expected Prophet come? Run back, he says, to the things written by me; search out the prophecy spoken by Jacob to Judah: Judah, may thy brethren praise thee (Gen. 49:8), and what follows, so that we may not recite it all. A ruler shall not fail from Judah, nor a leader from his thighs, until He come for Whom it is reserved; and He is the expectation, not of Jews, but of nations (Gen. 49:10). He gave, therefore, as a sign of the coming of Christ, the cessation of the rule of the Jews. If they are not now under the Romans, Christ has not yet come; if they have one from the race of Judah and of David, He Who is expected has not yet come. For I am ashamed to speak of their recent doings concerning those now called patriarchs among them, and what their lineage is, and who their mother is; but I leave it to those who know. Yet this One Who comes, the expectation of nations, what sign, then, has He again? He says next: Binding His colt to a vine (Gen. 49:11). You see that colt which was clearly proclaimed by Zechariah (Zech. 9:9).
PG 33:748Read from the page
ΙΗʹ. Ἀλλὰ ζητεῖς πάλιν καὶ ἄλλην τοῦ χρόνου μαρτυρίαν· Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· καὶ μετ' ὀλίγα· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Εἴρηταί μοι καὶ πρότερον, ὅτι ῥάβδος σιδηρᾶ καλεῖται σαφῶς ἡ Ῥωμαίων βασιλεία· περὶ δὲ ταύτης ἔτι τὸ λεῖπον ἀπὸ τοῦ Δανιὴλ ὑπομνήσωμεν. Διηγούμενος γὰρ καὶ συγκρίνων τῷ Ναβουχοδονόσορ τὴν εἰκόνα τοῦ ἀνδριάντος, λέγει καὶ τὴν περὶ αὐτοῦ πᾶσαν ὀπτασίαν· καὶ λίθον ἄνευ χειρῶν ἐξ ὄρους τμηθέντα, οὐκ ἐξ ἀνθρωπίνης κατασκευῆς συστάντα, περικρατήσειν τῆς οἰκουμένης ἁπάσης· καὶ λευκότατά φησιν οὕτω· Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλειῶν ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται.
XVIII. But again you seek yet another testimony of the time: The Lord said unto Me: Thou art My Son; this day have I begotten Thee (Ps. 2:7); and a little further on: Thou shalt rule them with a rod of iron (Ps. 2:9). It has been said by me before also, that the kingdom of the Romans is clearly called a rod of iron; and concerning this let us recall further what remains from Daniel. For in recounting and interpreting to Nebuchadnezzar the image of the statue, he tells also the whole vision concerning it (Dan. 2:27 ff.): and declares that a stone cut out of a mountain without hands (Dan. 2:34-35), not put together by human fabrication, shall prevail over the whole inhabited earth; and most clearly he speaks thus: And in the days of those kingdoms, the God of heaven shall set up a kingdom, which unto eternity shall not be destroyed, and His kingdom shall not be left to another people (Dan. 2:44).
ΙΘʹ. Ἀλλ' ἔτι ζητοῦμεν λευκότερον τῆς παρουσίας τῶν χρόνων τὴν ἀπόδειξιν. Δύσπιστος γὰρ ὢν ὁ ἄνθρωπος, ἐὰν μὴ καὶ αὐτὰ τὰ ἔτη σαφῶς εἰς ψῆφον λάβῃ, τοῖς λεγομένοις οὐ πιστεύει. Τίς οὖν ὁ καιρὸς, καὶ ποῖός ἐστιν ὁ χρόνος ; Ὅτε ἐκλειπόντων τῶν ἐξ Ἰούδα βασιλέων, λοιπὸν ἀλλόφυλος ὁ Ἡρώδης βασιλεύει. Λέγει τοίνυν ὁ πρὸς τὸν Δανιὴλ ὁμιλῶν ἄγγελος (σὺ δέ μοι νῦν σημείωσαι τὰ λεγόμενα)· Καὶ γνώσῃ καὶ συνήσῃ. Ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο. Ἑξήκοντα τοίνυν καὶ ἐννέα ἑβδομάδες τῶν ἐτῶν, συνάγουσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία. Εἶπεν οὖν, ὅτι μετὰ τὸ οἰκοδομηθῆ-
XIX. But we seek a still clearer demonstration of the times of His coming. For man, being slow to believe, unless he receives the very years also clearly reckoned up, does not believe the things spoken. What then is the season, and of what sort is the time? When the kings sprung from Judah have failed, thereafter Herod, a foreigner, reigns. The angel speaking to Daniel, therefore, says (and do you now mark for me the things spoken): And thou shalt know and understand. From the going forth of the word to answer, and to build Jerusalem, unto Christ the Leader, there are seven weeks and sixty-two weeks (Dan. 9:25). Sixty and nine weeks of years, therefore, make up four hundred and eighty-three years. He said, then, that after the build-
PG 33:749Read from the page
ναι Ἱερουσαλὴμ, τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν διελθόντων, καὶ τῶν ἀρχόντων ἐκλιπόντων, τότε ἔρχεταί τις ἀλλόφυλος βασιλεὺς, ἐφ' οὗ γεννᾶται ὁ Χριστός. Δαρεῖος τοίνυν ὁ Μῆδος ᾠκοδόμησεν, ἕκτῳ μὲν ἔτει τῆς ἑαυτοῦ βασιλείας. πρώτῳ δὲ ἔτει τῆς καθ' Ἕλληνας ἑξηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος. Ὀλυμπιὰς δὲ παρ' Ἕλλησι καλεῖται ὁ μετὰ τέσσαρα ἔτη συντελούμενος ἀγὼν, διὰ τὴν, κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων, ἐκ τῶν κατ' ἔτος τριῶν ὡρῶν συντελουμένην ἡμέραν. Ἡρώδης δὲ βασιλεύει ἐν τῇ ἑκατοστῇ ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι , τετάρτῳ ἔτει ταύτης. Ἀπὸ τοίνυν τῆς ἑξηκοστῆς ἕκτης, εἰς τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἕκτην, γίνονται μεταξὺ ἑκατὸν εἴκοσιν ὀλυμπιάδες, καὶ ὀλίγον τι. Συνάγονται τοίνυν τῶν ἑκατὸν εἴκοσιν ὀλυμπιάδων ἔτη τετρακόσια ὀγδοήκοντα· τὰ γὰρ ἕτερα τρία ἔτη λοιπὸν, ἴσως ἐν τῷ μεταξὺ τοῦ πρώτου καὶ τοῦ τετάρτου ἀναλαμβάνεται. Καὶ ἔχεις τὴν ἀπόδειξιν κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· Ἀπὸ ἐξόδου τοῦ λόγου, τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο. Τῶν μὲν οὖν χρόνων ταύτην τέως ἔχεις τὴν ἀπόδειξιν, καὶ ἄλλων οὐσῶν ἑρμηνειῶν διαφόρων, περὶ τῶν προειρημένων ἐν τῷ Δανιὴλ ἑβδομάδων τῶν ἐτῶν.
ing of Jerusalem, when four hundred and eighty-three years have passed, and the rulers have failed, then there comes a certain foreign king, in whose time Christ is born. Darius the Mede, then, built it, in the sixth year of his own reign (1 Esd. 6:15; 3 Esd. 7:5), and in the first year of the sixty-sixth Olympiad according to the Greeks. Now an Olympiad among the Greeks is the name given to the contest completed after four years, because of the day completed every four-year period of the sun's courses out of the three hours each year. And Herod reigns in the one hundred and eighty-sixth Olympiad, in the fourth year thereof. From the sixty-sixth, therefore, to the one hundred and eighty-sixth, there are in between one hundred and twenty Olympiads, and a little over. There are gathered, therefore, from the one hundred and twenty Olympiads, four hundred and eighty years; for the other three remaining years are doubtless taken up in the interval between the first and the fourth year. And you have the demonstration according to the Scripture which says: From the going forth of the word to answer, and to build Jerusalem, unto Christ the Leader, there are seven weeks, and sixty-two weeks (Dan. 9:25). Of the times, then, you have for the meantime this demonstration, although there are also other different interpretations concerning the aforesaid weeks of years in Daniel.
Κʹ. Ἐπαγγελίας δὲ τὸν τόπον λοιπὸν ἄκουε, Μιχαίου λέγοντος· Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ, τοῦ εἶναι ἐν χιλιάσιν Ἰού-
XX. And now hear the place of the promise, as Micah says: And thou, Bethlehem, house of Ephratha, art thou not very small to be among the thousands of Ju-
PG 33:752Read from the page
δα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Οὐ μὴν ἀλλὰ, περὶ τῶν τόπων, Ἱεροσολυμίτης ὢν, προλαβὼν οἶδας καὶ τὸ ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ γεγραμμένον· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· πρὸ ὀλίγων γὰρ ἐτῶν δρυμώδης ἦν ὁ τόπος. Ἤκουσας πάλιν τοῦ Ἀββακοὺμ λέγοντος πρὸς τὸν Κύριον· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν, ἀναδειχθήσῃ. Καὶ τί τὸ σημεῖόν ἐστιν, ὦ προφῆτα, τοῦ ἐρχομένου Κυρίου ; Ὁ δέ φησιν ἑξῆς· Ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ· τοῦτο πρὸς τὸν Κύριον λέγων σαφῶς, ὅτι Παραγενόμενος ἔνσαρκος, ζῇς καὶ τελευτᾷς, καὶ ἀναστὰς ἐκ νεκρῶν ζῇς πάλιν. Καὶ ἐκ ποίου μέρους τοῦ περὶ τὴν Ἱερουσαλὴμ ἔρχεται ; ἐξ ἀνατολῶν ἢ δυσμῶν, ἢ βοῤῥᾶ ἢ νότου ; εἰπὲ ἡμῖν ἀκριβῶς. Ὁ δὲ ἀποκρίνεται σαφέστατα, καί φησιν· Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει (Θαιμὰν δὲ ἑρμηνεύεται νότος), καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου, δασέως· ὅπερ συμφώνως εἶπεν ὁ Ψαλμῳδός· Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
dah? For out of thee shall come forth unto Me a Leader, to be for a ruler in Israel; and His goings forth are from the beginning, from the days of eternity (Mic. 5:2). Nay more, concerning the places, since you are a Jerusalemite, you know beforehand also that which is written in the one hundred and thirty-first Psalm: Behold, we have heard of it in Ephratha, we have found it in the fields of the wood (Ps. 131:6); for a few years ago the place was wooded. You have heard again Habakkuk saying to the Lord: When the years draw nigh, Thou shalt be known; when the season is present, Thou shalt be shown forth. And what is the sign, O prophet, of the coming Lord? And he says next: In the midst of two lives Thou shalt be known (Hab. 3:2); saying this clearly to the Lord, that having come in the flesh, Thou livest and diest, and having risen from the dead Thou livest again. And from what quarter of the region around Jerusalem does He come? From the east or the west, or the north or the south? Tell us accurately. And he answers most clearly, and says: God shall come from Theman (now Theman is interpreted south), and the Holy One from Mount Pharan, shady, thickly wooded (Hab. 3:3); which the Psalmist spoke in harmony: We have found it in the fields of the wood (Ps. 131:6).
PG 33:753Read from the page
ΚΑʹ. Λοιπὸν ζητοῦμεν ἐκ τίνος ἔρχεται καὶ πῶς ἔρχεται. Τοῦτο δὲ ἡμῖν Ἡσαΐας λέγει· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ ἀντιλέγουσιν Ἰουδαῖοι τούτοις· ἔθος γὰρ αὐτοῖς ἐστιν ἄνωθεν, τῇ ἀληθείᾳ κακῶς ἀντιπίπτειν· καὶ λέγουσιν, ὅτι οὐ γέγραπται, ἡ παρθένος, ἀλλ' ἡ νεᾶνις. Ἐγὼ δὲ τῷ λεχθέντι συμπεριφερόμενος, καὶ οὕτως εὑρίσκω τὴν ἀλήθειαν. Ἐρωτητέον γὰρ αὐτούς· Παρθένος βιαζομένη πότε βοᾷ, μετὰ τὴν φθορὰν ἢ πρὸ τῆς φθορᾶς, ἐκκαλουμένη τοὺς βοηθούς ; Ἐὰν τοίνυν ἀλλαχοῦ λέγῃ ἡ Γραφή· Ἐβόησεν ἡ νεᾶνις, καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ· ἆρα οὐ περὶ παρθένου λέγει ; Ἵνα δὲ σαφέστερον μάθῃς, ὅτι καὶ ἡ παρθένος ἐν τῇ θείᾳ Γραφῇ νεᾶνις καλεῖται, ἄκουε τοῦ βιβλίου τῶν Βασιλειῶν, περὶ τῆς Ἀβισὰκ τῆς Σουναμίτιδος, λέγοντος· Καὶ ἦν ἡ νεᾶνις καλὴ σφόδρα· τὸ γὰρ παρθένον αὐτὴν ἐκλεχθεῖσαν ἐνηνέχθαι πρὸς Δαβὶδ, ὡμολόγηται.
XXI. Next we seek from whom He comes and how He comes. And Isaiah tells us this: Behold, the virgin shall conceive in the womb, and shall bring forth a son; and they shall call His name Emmanuel (Isa. 7:14). And the Jews gainsay these things; for it is their custom from of old wickedly to oppose the truth; and they say that it is not written, the virgin, but, the young woman. Yet even if I go along with what is said, even so I find the truth. For one must ask them: When does a virgin who is forced cry out, after the corruption or before the corruption, calling upon helpers? If, therefore, elsewhere the Scripture says: The young woman cried out, and there was none to help her (Deut. 22:27); does it not speak concerning a virgin? And so that you may learn more clearly that a virgin also is called a young woman in the divine Scripture, hear the book of Reignings, concerning Abishag the Shunammite, saying: And the young woman was very fair (3 Kgs. 1:4); for that she was chosen as a virgin and brought to David is acknowledged.
ΚΒʹ. Ἀλλὰ λέγουσιν οἱ Ἰουδαῖοι πάλιν· Τῷ Ἀχὰζ ἐῤῥέθη τοῦτο περὶ Ἐζεκίου. Οὐκοῦν ἀναγνῶμεν τὴν Γραφήν· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου, εἰς βάθος ἢ εἰς ὕψος. Καὶ μάλιστα μὲν τὸ σημεῖον παράδοξον εἶναι ὀφείλει. Σημεῖον γὰρ, τὸ ὕδωρ τὸ ἐκ πέτρας, τὸ ῥαγῆναι θάλασσαν, τὸ ἥλιον ὑποστρέψαι, καὶ τὰ τοιαῦτα. Τὰ δὲ λεχθησόμενα, φανερώτερον ἔχει τὸν πρὸς Ἰουδαίους ἔλεγχον. (Οἶδα πολλὰ λέγων, καὶ κεκμηκότας τοὺς ἀκροωμένους· ἀλλὰ ἀνέχεσθε τῶν λόγων τοῦ πλήθους, ἐπειδὴ διὰ Χριστὸν ταῦτα κινεῖται, καὶ οὐκ ἔστι περὶ τῶν τυχόντων λόγων.) Βασιλεύοντος τοίνυν τοῦ Αχὰζ, τοῦ Ἡσαΐου τοῦτο εἰρηκότος, ἓξ καὶ δέκα ἔτη τοῦ Ἀχὰζ βασιλεύσαντος μόνα, καὶ τῆς πρὸς αὐτὸν προφητείας ἐν τούτοις ῥηθείσης· ἐλέγχει τὴν ἀντίῤῥησιν Ἰουδαίων ὁ διαδεξάμενος βασιλεὺς Ἐζεκίας, ὁ τοῦ Ἀχὰζ υἱὸς, ἐν τῷ βασιλεύειν ὢν ἐτῶν εἴκοσιπέντε. Τῆς προφητείας γὰρ ἐν ἑκκαίδεκα ἔτεσι περιληφθείσης, προγεννηθεὶς ἦν ὑπὸ τοῦ Ἀχὰζ, πρὸ τῆς προφητείας ἐννέα ἔτη. Τί τοίνυν περὶ τοῦ ἤδη γεννηθέντος, καὶ πρὸ αὐτῆς βασιλείας τοῦ Ἀχὰζ πατρὸς, ἀναγκαῖον ἦν λέγειν τὴν προφητείαν ; Οὐ γὰρ εἶπεν, ὅτι Ἔλαβεν, ἀλλ', ὅτι Λήψεται ἡ παρθένος, προγνωστικῶς εἰπών.
XXII. But the Jews say again: This was spoken to Ahaz concerning Hezekiah. Let us therefore read the Scripture: Ask for thyself a sign from the Lord thy God, into the depth or into the height (Isa. 7:11). Now above all, the sign ought to be extraordinary. For a sign is the water out of the rock (Exod. 17:6), the cleaving of the sea (Exod. 14:21-22), the turning back of the sun (4 Kgs. 20:11), and such like. But the things that will be spoken contain a clearer refutation against the Jews. (I know that I am speaking at length, and that the hearers are wearied; but bear with the multitude of words, since these things are stirred up on account of Christ, and concern no ordinary matters.) For when Ahaz was reigning, and Isaiah had spoken this—Ahaz having reigned sixteen years only, and the prophecy to him having been spoken within these—the succeeding king Hezekiah, the son of Ahaz, refutes the gainsaying of the Jews, being twenty-five years old when he began to reign (4 Kgs. 16:2; 18:2). For since the prophecy was comprised within the sixteen years, he had been begotten beforehand by Ahaz nine years before the prophecy. Why then, concerning one who had already been born, even before the very reign of his father Ahaz, was it necessary to speak the prophecy? For he did not say, She hath conceived, but, The virgin shall conceive, speaking prophetically.
Notes, col. 753

On the reading

Printed Αχὰζ, for Ἀχὰζ.

PG 33:756Read from the page
ΚΓʹ. Ἀλλ' ὅτι μὲν ἐκ παρθένου γεννᾶται ὁ Κύριος, σαφῶς ἔγνωμεν. Ἐκ ποίου δὲ γένους ἦν ἡ παρθένος, δεικτέον. Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου· καὶ πάλιν· Θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· καὶ ἑξῆς· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Ὁρᾷς, ὅτι περὶ Χριστοῦ, καὶ οὐ περὶ Σολομῶντος ὁ λόγος. Οὐ γὰρ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἔμεινεν. Εἰ δέ τις ἀντιλέγῃ, διὰ τὸ μὴ κεκάθικέναι τὸν Χριστὸν ἐπὶ τὸν ξύλινον θρόνον τοῦ Δαβὶδ, προσοίσωμεν ἐκεῖνο τὸ ῥητόν· Ἐπὶ τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· οὐ γὰρ τὴν ξυλίνην καθέδραν, ἀλλὰ τῆς διδασκαλίας σημαίνει τὴν ἐξουσίαν. Οὕτως οὖν καὶ θρόνον Δαβίδ μοι ζήτει, μὴ τὸν ξύλινον θρόνον, ἀλλὰ τὴν βασιλείαν αὐτήν. Καί μοι μάρτυρας λάβε τοὺς παῖδας τοὺς ἐπιφωνήσαντας· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Καὶ οἱ τυφλοὶ δὲ λέγουσιν· Υἱὲ Δαβὶδ, ἐλέησον ἡμᾶς. Καὶ ὁ Γαβριὴλ μαρτυρεῖ σαφῶς πρὸς τὴν Μαριὰμ, λέγων· Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ὁ Παῦλός φησι· Μνημονεύετε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου· καὶ ἐν ἀρχῇ τῆς πρὸς Ῥωμαίους φησί· Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Καταδέχου τοίνυν τὸν ἐκ Δαβὶδ γεγεννημένον, πειθόμενος τῇ προφητείᾳ τῇ λεγούσῃ· Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα του Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.
Chapter XXIII. Now that the Lord is born of a virgin, we have clearly learned. Next it must be shown of what lineage the Virgin was. The Lord swore truth to David, and He will by no means annul it: Of the fruit of thy womb will I set upon thy throne (Ps. 131:11); and again: I will establish his seed for ever and ever, and his throne as the days of heaven (Ps. 88:30); and next: Once have I sworn by My holiness, that I will not lie unto David: his seed shall endure for ever, and his throne as the sun before Me, and as the moon established in completeness for ever (Ps. 88:36-38). You see that the discourse concerns Christ, and not Solomon. For his throne did not endure as the sun. And if anyone should object, on account of Christ's not having sat upon the wooden throne of David, let us bring forward that saying: The scribes and the Pharisees sat upon the seat of Moses (Matt. 23:2); for it signifies not the wooden seat, but the authority of the teaching. Thus therefore seek for me also the throne of David, not the wooden throne, but the kingdom itself. And take for me as witnesses the children who cried out: Hosanna to the Son of David; blessed is the King of Israel (Matt. 21:9; John 12:13). And the blind men also say: Son of David, have mercy on us (Matt. 9:27). And Gabriel bears witness clearly to Mary, saying: And the Lord God shall give unto Him the throne of His father David (Luke 1:32); and Paul says: Remember that Jesus Christ, of the seed of David, was raised from the dead, according to my Gospel (2 Tim. 2:8); and at the beginning of the Epistle to the Romans he says: Who was born of the seed of David according to the flesh (Rom. 1:3). Receive therefore Him Who is born of David, obeying the prophecy which says: And in that day there shall be the root of Jesse, and He that shall rise up to rule over the nations; in Him shall the nations hope (Isa. 11:10).
ΚΔʹ. Ἀλλὰ διαπονοῦνται οἱ Ἰουδαῖοι διὰ ταῦτα. Προῄδει καὶ τοῦτο Ἠσαΐας, λέγων· Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν (οὐ γὰρ αὐτοῖς), υἱὸς καὶ ἐδόθη ἡμῖν. Σημείωσαι δὲ, ὅτι πρῶτον ἦν Υἱὸς Θεοῦ, εἶτα ἐδόθη ἡμῖν· καὶ μετ' ὀλίγα φησίν· Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ὅρια Ῥωμαίων ἐστι· τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ βασιλείας ὅριον οὐκ ἔστιν. Ὅρια Περσῶν καὶ Μήδων ἐστιν, τοῦ δὲ Υἱοῦ ὅριον οὐκ ἔστιν. Εἶτα ἑξῆς· Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ
Chapter XXIV. Yet the Jews are sorely vexed on account of these things. Isaiah foreknew this also, saying: And they shall wish that they had been burnt with fire: for unto us a child was born (for not unto them), and a son was given unto us (Isa. 9:5-6). And take note that first He was the Son of God, then He was given unto us; and a little further on he says: And of His peace there is no bound (Isa. 9:7). The Romans have bounds; of the kingdom of the Son of God there is no bound. The Persians and Medes have bounds, but of the Son there is no bound. Then next: Upon the throne of David, and upon
Notes, col. 756

On the reading

Printed κεκάθικέναι, for κεκαθικέναι.

Printed του, for τοῦ.