Migne Reading Room

PG 33 · cols. 733–744 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:733Read from the page
ναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· καὶ πάλιν· Ἀρὰ καὶ κλοπὴ, καὶ μοιχεία, καὶ φόνος ἐκκέχυται ἐπὶ τῆς γῆς. Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἔθυσαν δαιμονίοις. Οἰωνίζοντο, καὶ ἐφαρμακεύοντο, καὶ ἐκληδονίζοντο. Καὶ πάλιν· Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου.
aside, together they have become unprofitable; there is none that does goodness, there is not so much as one; and again: Cursing and theft, and adultery, and murder are poured out upon the land. They sacrificed their sons and their daughters to demons. They practised augury, and used sorcery, and divined by omens. And again: Binding their garments with cords, they made hangings next to the altar.
Ζʹ. Μέγιστον ἦν τὸ τραῦμα τῆς ἀνθρωπότητος, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἦν ἐν αὐτῷ ὁλοκληρία· οὐκ ἦν μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Εἶτα, οἱ προφῆται ἀποκλαιόμενοι καὶ κάμνοντες, ἔλεγον· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον; καὶ πάλιν· Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ· καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Καὶ ἄλλος τῶν προφητῶν παρεκάλει λέγων· Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι. Ὑπερβαίνει τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύματα. Τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Ἀδιόρθωτον ἡμῖν τὸ κακόν, σοῦ δεῖται διορθωτοῦ.
VII. Most grievous was the wound of mankind; from the feet even to the head there was no soundness in it; there was no poultice to apply, nor oil, nor bandages. Then the prophets, weeping and growing weary, said: Who will give the salvation out of Sion? and again: Let Thy hand be upon the man of Thy right hand, and upon the Son of man Whom Thou didst make strong for Thyself; and we shall in no wise depart from Thee. And another of the prophets entreated, saying: Lord, bow the heavens and come down. The wounds of mankind surpass our healing. They have slain Thy prophets, and dug down Thine altars. The evil is beyond our setting right; it stands in need of Thee to set it right.
Ηʹ. Ἐπήκουσε τῆς δεήσεως τῶν προφητῶν ὁ Κύριος. Ὁ Πατὴρ οὐχ ὑπερεῖδεν ἡμῶν τὸ γένος ἀπολλύμενον· ἐξαπέστειλε τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον οὐρανόθεν ἰατρόν· καὶ λέγει τις τῶν προφητῶν· Κύριος ὃν ὑμεῖς ζητεῖτε, ἔρχεται· καὶ ἐξαίφνης ἥξει. Ποῦ; Εἰς τὸν ναὸν ἑαυτοῦ ὁ Κύριος, ἔνθα αὐτὸν ἐλιθάσατε. Εἶτα τοῦτο ἀκούσας ἄλλος τῶν προφητῶν, λέγει πρὸς αὐτόν· Θεοῦ σωτηρίαν λέγων, ἡσυχίᾳ λαλεῖς; Θεοῦ παρουσίαν πρὸς σωτηρίαν εὐαγγελιζόμενος, ἐν κρυπτῷ λαλεῖς; Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών· εἰπὸν ταῖς πόλεσιν Ἰούδα. Τί εἴπω; Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Αὐτὸς πάλιν ὁ Κύριος εἴρηκεν· Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον. Ἰσραηλῖται τὴν δι' ἐμοῦ σωτηρίαν παρῃτήσαντο· Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας· εἰς γὰρ τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ἔρχῃ, καὶ τί χαρίζῃ τοῖς ἔθνεσιν; Ἔρχομαι συν-
VIII. The Lord hearkened to the supplication of the prophets. The Father did not overlook our race perishing; He sent forth His Son the Lord from heaven as Physician; and one of the prophets says: The Lord Whom you seek is coming, and suddenly He will come. Where? To His own temple the Lord, where you stoned Him. Then another of the prophets, hearing this, says towards him: Speaking of the salvation of God, dost thou speak in silence? Preaching the good tidings of the coming of God for salvation, dost thou speak in secret? Go up upon a high mountain, thou who preachest good tidings to Sion; say to the cities of Juda. What shall I say? Behold our God, behold the Lord comes with strength. The Lord Himself has said again: Behold, I come, and I will dwell in the midst of thee, says the Lord, and many nations shall flee for refuge unto the Lord. The Israelites refused the salvation that is through Me: I come to gather together all the nations and the tongues; for He came unto His own, and His own received Him not. Thou comest, and what dost Thou bestow upon the nations? I come to gather
PG 33:736Read from the page
αγαγεῖν πάντα τὰ ἔθνη, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον· ἐκ τοῦ ἐμοῦ γὰρ ἀγῶνος τοῦ ἐν τῷ σταυρῷ, σφραγῖδα βασιλικὴν ἑκάστῳ δίδωμι τῶν ἐμῶν στρατιωτῶν ἔχειν ἐπὶ μετώπου. Καὶ ἄλλος τῶν προφητῶν ἔλεγε· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· ἠγνοεῖτο γὰρ ἀνθρώποις ἡ ἐξ οὐρανῶν κατάβασις.
together all the nations, and I will leave upon them a sign; for out of My contest upon the cross, I give a royal seal to each of My soldiers to bear upon his forehead. And another of the prophets said: And He bowed the heavens and came down, and thick darkness was under His feet; for the descent from the heavens was unknown to men.
Θʹ. Εἶτα Σολομὼν ἀκούων τοῦ πατρὸς αὐτοῦ Δαβὶδ ταῦτα λέγοντος, καὶ θαυμαστὸν οἶκον οἰκοδομήσας, καὶ προβλέπων τὸν εἰς αὐτὸν ἐρχόμενον, ἀποθαυμάζων λέγει· Εἰ ἀληθῶς κατοικήσει Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; Ναὶ, φησὶ προλαβὼν ὁ Δαβὶδ ἐν τῷ ἐπιγεγραμμένῳ εἰς Σολομῶντα ψαλμῷ, ἐν ᾧ ἐστι· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· ὑετὸς μὲν διὰ τὸ ἐπουράνιον, ἐπὶ πόκον δὲ διὰ τὴν ἀνθρωπότητα. Ὑετὸς μὲν γὰρ ἐπὶ πόκον καταβαίνων, ἀψοφητὶ καταβαίνει· ὡς, ἀγνοουμένου τοῦ μυστηρίου τῆς γεννήσεως, τοὺς Μάγους λέγειν· Ποῦ ἐστιν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων; καὶ τὸν Ἡρώδην ταρασσόμενον ἐξετάζειν περὶ τοῦ γεγεννημένου, καὶ λέγειν· Ποῦ ὁ Χριστὸς γεννᾶται;
IX. Then Solomon, hearing his father David saying these things, and having built a wondrous house, and foreseeing Him Who was coming into it, says in wonder: Will God truly dwell with men upon the earth? Yea, says David anticipating it in the psalm inscribed For Solomon, in which it stands: He shall come down like rain upon a fleece; rain indeed because of His heavenly origin, and upon a fleece because of His manhood. For rain coming down upon a fleece comes down noiselessly; so that, the mystery of His birth being unknown, the Magi say: Where is He Who is born King of the Jews? and Herod in trouble inquires concerning Him Who had been born, and says: Where is the Christ born?
Ιʹ. Τίς ἐστιν οὗτος ὁ καταβαίνων; φησὶν ἑξῆς· Καὶ συμπαραμένει τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν. Καὶ πάλιν ἄλλος τῶν προφητῶν λέγει· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· Ιδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων. Πολλοὶ βασιλεῖς· περὶ τίνος λέγεις, ὦ προφῆτα; Δὸς ἡμῖν σημεῖον ὃ μὴ ἔχουσιν ἄλλοι βασιλεῖς. Ἐὰν εἴπῃς πορφυροφόρον βασιλέα, προείληπται τὸ ἀξίωμα τοῦ σχήματος· ἐὰν εἴπῃς ὑπὸ στρατιωτῶν δορυφορούμενον καὶ ἐφ' ἅρμασι χρυσοκολλήτοις καθεζόμενον, προείληπται παρ' ἄλλων καὶ τοῦτο· δὸς ἡμῖν σημεῖον ἰδιάζον τοῦ βασιλέως, οὗ τὴν παρουσίαν καταγγέλλεις. Ὁ δὲ προφήτης ἀποκρίνεται, καὶ λέγει· Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων· αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐκ ἐπὶ ἅρμασιν. Ἔχεις
X. Who is this Who comes down? He says next: And He shall endure together with the sun and before the moon, throughout generations of generations. And again another of the prophets says: Rejoice exceedingly, O daughter of Sion; proclaim aloud, O daughter of Jerusalem: Behold, thy King comes to thee, righteous and saving. There are many kings; concerning whom dost thou speak, O prophet? Give us a sign which other kings do not have. If thou sayest a king clad in purple, the dignity of that vesture has been anticipated; if thou sayest one attended by a bodyguard of soldiers and seated upon chariots inlaid with gold, this too has been anticipated by others; give us a distinctive sign of the King Whose coming thou proclaimest. And the prophet answers, and says: Behold, thy King comes to thee, righteous and saving; He is meek, and mounted upon a beast of burden and a young foal, not upon chariots. Thou hast
Notes, col. 736

On the reading

Printed Ιδοὺ, for Ἰδοὺ.

PG 33:737Read from the page
μονογενὲς σημεῖον τοῦ παραγενομένου βασιλέως. Μόνος βασιλέων Ἰησοῦς, ἐπὶ πῶλον ἐκάθιζεν ἀσαγῆ, μετ' εὐφημιῶν ὡς βασιλεὺς εἰς τὴν Ἱερουσαλὴμ εἰσερχόμενος. Καὶ τί ποιεῖ οὗτος ἐλθὼν ὁ βασιλεύς ; Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
unique sign of the King Who has come. Alone of kings, Jesus sat upon a colt unaccustomed to a pack-saddle, entering into Jerusalem with acclamations as a king (Matt. 21:7). And what does this King do when He has come? And Thou, in the blood of the covenant, hast sent forth Thy prisoners out of the pit that hath no water (Zech. 9:11).
ΙΑʹ. Ἀλλ' ἐνεχώρει μὲν καὶ ἐπὶ πῶλον καθεσθῆναι· δὸς δὲ σημεῖον ἡμῖν μᾶλλον, ποῦ στήσεται ὁ εἰσερχόμενος βασιλεύς. Καὶ τὸ σημεῖον μὴ μακρὰν δὸς τῆς πόλεως, ἵνα μὴ ἀγνοήσωμεν· ἐγγὺς δὲ ἡμῖν δὸς τὸ σημεῖον ὀφθαλμοφανὲς, ἵνα καὶ ἐν τῇ πόλει ὄντες τὸν τόπον θεωρήσωμεν. Ὁ δὲ προφήτης πάλιν ἀποκρίνεται λέγων· Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν. Ἆρ' οὐκ ἔνδον ἑστώς τις ἐπὶ τῆς πόλεως, θεωρεῖ τὸν τόπον ;
XI. Yet it was indeed possible also to sit upon a colt; give us rather a sign of where the entering King will stand. And give not the sign far from the city, lest we be ignorant of it; but give us near at hand a sign manifest to the eyes, so that even while being in the city we may behold the place. And the prophet again answers, saying: And His feet shall stand in that day upon the Mount of Olives, which is over against Jerusalem on the east (Zech. 14:4). Does not one standing within the city behold the place?
ΙΒʹ. Ἔχομεν δύο σημεια, καὶ τρίτον ἐπιθυμοῦμεν μαθεῖν. Εἰπὲ, τί ποιεῖ παραγενόμενος ὁ Κύριος ; Φησὶν ἄλλος προφήτης· Ἰδοὺ ὁ Θεὸς ἡμῶν· καὶ ἑξῆς· Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Λεγέσθω δὲ ἡμῖν καὶ ἄλλη μαρτυρία. Κύριον λέγεις ἐρχόμενον, ὦ προφῆτα, σημεῖα δὲ ὅσα μηδέποτε γεγένηται ποιοῦντα· ποῖον σαφὲς καὶ ἕτερον λέγεις ; Αὐτὸς Κύριος εἰς κρίσιν ἔρχεται μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Σημεῖον ἐξαίρετον· Δεσπότης ὑπὸ δούλων πρεσβυτέρων κρινόμενος, καὶ ἀνεχόμενος.
XII. We have two signs, and we desire to learn a third. Say, what does the Lord do when He has come? Another prophet says: Behold our God; and next: He Himself will come and save us. Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear; then shall the lame man leap as a stag, and the tongue of the stammerers shall be clear (Isa. 35:4-6). And let yet another testimony be spoken to us. You say that the Lord is coming, O prophet, working such signs as have never come to pass (cf. John 15:24); what other clear sign do you speak of? The Lord Himself comes into judgement with the elders of the people, and with their princes (Isa. 3:14). An extraordinary sign: the Master judged by fellow-servant elders, and enduring it.
ΙΓʹ. Ταῦτα ἀναγινώσκοντες Ἰουδαῖοι οὐκ ἀκούουσιν· ἔβυσαν γὰρ τὰ ὦτα τῆς καρδίας, ἵνα μὴ ἀκούσωσιν. Ἀλλ' ἡμεῖς πιστεύωμεν εἰς Ἰησοῦν Χριστὸν ἐν σαρκὶ παραγενόμενον καὶ ἐνανθρωπήσαντα· ἐπειδὴ ἄλλως οὐκ ἐχωροῦμεν. Ἐπειδὴ γὰρ
XIII. Reading these things, the Jews do not hear; for they have stopped up the ears of their heart, so that they may not hear. But let us believe in Jesus Christ Who has come in the flesh and been made man; since otherwise we could not have received Him. For since
Notes, col. 737

On the reading

Printed σημεια, for σημεῖα.

PG 33:740Read from the page
ἡμεῖς, καθ' ὃ ἦν ἐκεῖνος, ἐμβλέπειν ἢ ἀπολαύσαι οὐκ ἠδυνάμεθα· ἐγένετο ἐκεῖνος ὅπερ ἡμεῖς, ἵνα οὕτως ἀπολαῦσαι καταξιωθῶμεν. Εἰ γὰρ ἥλιον, τὸν ἐν τετάρτῃ ἡμέρᾳ γενόμενον, ἐντελῶς ἰδεῖν οὐ δυνάμεθα, Θεὸν ἄρα τὸν ἐκείνου ποιητὴν ἰδεῖν δυνάμεθα ; Ἐν πυρὶ κατέβη ὁ Κύριος ἐπὶ ὄρους Σινᾶ, καὶ οὐκ ἤνεγκεν ὁ λαὸς, ἀλλ' εἶπαν πρὸς Μωσῆν· Λάλησον σὺ ἡμῖν καὶ ἀκουσόμεθα· καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν· καὶ παλιν· Τίς γὰρ πᾶσα σὰρξ, ἥτις ἤκουσε φωνὴν Θεοῦ ζῶντος, λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς, καὶ ζήσεται ; Εἰ τὸ ἀκοῦσαι φωνὴν Θεοῦ λαλοῦντος , θανάτου παραίτιον· τὸ αὐτὸν Θεὸν ἰδεῖν, πῶς οὐ θανάτου πρόξενον ; Καὶ τί θαυμάζεις ; καὶ Μωσῆς αὐτός φησιν· Ἔκφοβός εἰμι καὶ ἔντρομος.
we were unable to gaze upon or enjoy Him as He was, He became what we are, so that thus we might be counted worthy to enjoy Him. For if we are unable to look completely upon the sun, which came into being on the fourth day, are we then able to look upon God its Maker? In fire the Lord came down upon Mount Sinai, and the people did not bear it, but said to Moses: Speak thou to us, and we will hear; and let not God speak to us, lest perchance we die (Exod. 20:19); and again: For what is all flesh, which hath heard the voice of the living God speaking out of the midst of the fire, and shall live? (Deut. 5:26). If to hear the voice of God speaking is a cause of death, how shall seeing God Himself not be a bringer of death? And why do you marvel? Even Moses himself says: I am terrified and trembling (Heb. 12:21).
ΙΔʹ. Τί οὖν ἤθελες ; τὸν ἐλθόντα ἐπὶ σωτηρίᾳ πρόξενον ἀπωλείας γενέσθαι, διὰ τὸ μὴ φέρειν τοὺς ἀνθρώπους, ἢ συμμετρῆσαι τὴν χάριν ; Δανιὴλ οὐν ἤνεγκεν ὀπτασίαν ἀγγέλου· καὶ σὺ Δεσπότου τῶν ἀγγέλων θέαν ἐνεχώρεις ; Γαβριὴλ ἐφάνη, καὶ πέπτωκε Δανιήλ· καὶ ποταπὸς ἦν ὁ φαινόμενος, ἢ ποίῳ σχήματι ; Τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ ἦν, οὐχ ὡς ὁ ἥλιος· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, οὐχ ὡς κάμινος πυρός· καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου, οὐχ ὡς δώδεκα λεγεώνων ἀγγέλων· καὶ ὅμως ἔπεσεν ὁ προφήτης. Καὶ προσέρχεται ὁ ἄγγελος λέγων· Μὴ φοβοῦ, Δανιὴλ, ἀνάστηθι· ἔνθυμος γενοῦ, εἰσηκούσθησαν οἱ λόγοι σου· καί φησιν ὁ Δανιήλ· Ἀνέστην ἔντρομος· καὶ οὐδὲ οὕτως ἀπεκρίνατο, ἕως ὅτε ἥψατο αὐτοῦ ὁμοίωσις χειρὸς ἀνθρώπου. Καὶ ὅτε μετεβλήθη εἰς ὀπτασίαν ἀνθρώπου ὁ φανεὶς, τότε λαλεῖ ὁ Δανιήλ· καὶ τί φησι ; Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ, καὶ οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Εἰ ἄγγελος φαινόμενος ἐξεῖλε τὴν φωνὴν τοῦ προφήτου καὶ τὴν ἰσχὺν, τὸ τὸν Θεὸν φανῆναι, συνεχώρει τὴν πνοήν ; καὶ ἕως ὅτου, λέγει ἡ Γραφὴ, ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, οὐκ
XIV. What then did you wish? That He Who came for salvation should become a bringer of destruction because men could not bear Him, or that He should proportion His grace to our measure? Daniel, then, did not bear the vision of an angel; and would you have had capacity for the sight of the Master of the angels? Gabriel appeared, and Daniel fell down (Dan. 10:9); and of what sort was he who appeared, or in what form? His face was as lightning, not as the sun; and his eyes were as lamps of fire, not as a furnace of fire; and the voice of his words was as the voice of a multitude (Dan. 10:6), not as of twelve legions of angels (cf. Matt. 26:53); and yet the prophet fell down. And the angel draws near, saying: Fear not, Daniel, arise; take heart, thy words have been heard; and Daniel says: I arose trembling; and not even thus did he answer, until the likeness of a hand of a man touched him. And when he who appeared was changed into the vision of a man, then Daniel speaks; and what does he say? O Lord, at the vision of thee my inward parts were turned within me, and no strength shall stand in me, and no breath was left in me (Dan. 10:11-18). If an angel appearing took away the prophet's voice and strength, would the appearing of God have permitted breath? And until, says the Scripture, there touched me as it were the appearance of a man,
Notes, col. 740

On the reading

Printed ἀπολαύσαι, for ἀπολαῦσαι.

Printed παλιν, for πάλιν.

Printed οὐν, for οὖν.

PG 33:741Read from the page
εθάρσησε Δανιήλ. Πείρας τοίνυν τῆς ασθενείας τῆς ἡμετέρας δειχθείσης, ἀνέλαβεν ὁ Κύριος τοῦτο ὅπερ ἐπεζήτει ὁ ἄνθρωπος· ἐπειδὴ γὰρ παρὰ ὁμοιοπροσώπου ἐζήτει ἀκούειν ὁ ἄνθρωπος, ἀνέλαβε τὸ ὁμοιοπαθὲς ὁ Σωτὴρ ἵν' εὐμαρέστερον παιδευθῶσιν οἱ ἄνθρωποι
Daniel did not take courage. Proof, therefore, of our weakness having been shown, the Lord took up that very thing which man sought; for since man sought to hear from one of like countenance, the Saviour took up a nature of like passions, so that men might be more easily instructed.
ΙΕʹ. Δέξαι δὲ καὶ ἄλλην αἰτίαν. Παρεγένετο Χριστὸς, ἵνα βαπτισθῇ, καὶ ἁγιάσῃ τὸ βάπτισμα· παρεγένετο, ἵνα θαυματουργήσῃ, περιπατῶν ἐπὶ τῶν ὑδάτων τῆς θαλάσσης. Ἐπεὶ οὖν πρὸ τῆς ἐνσάρκου παρουσίας, ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, καὶ ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· ἀνέλαβε τὸ σῶμα ὁ Κύριος, ἵνα ἰδοῦσα ἡ θάλασσα ἀνάσχηται, καὶ ὁ Ἰορδάνης ἀφόβως αὐτὸν ὑποδέξηται. Μία μὲν δὴ αὕτη αἰτία· ἔστι δὲ καὶ δευτέρα. Διὰ παρθένου τῆς Εὔας ἦλθεν ὁ θάνατος, ἔδει διὰ παρθένου, μᾶλλον δὲ ἐκ παρθένου, φανῆναι τὴν ζωήν· ἵνα ὥσπερ ἐκείνην ὄφις ἠπάτησεν, οὕτω καὶ ταύτην Γαβριὴλ εὐαγγελίσηται. Καταλιπόντες ἄνθρωποι Θεὸν, ἐδημιούργησαν ἀνθρωπόμορφα ξόανα. Ἀνθρωπομόρφου τοίνυν ὡς θεοῦ ψευδῶς προσκυνουμένου, Θεὸς ἀληθῶς ἄνθρωπος ἐγένετο, ἵνα λυθῇ τὸ ψεῦδος. Ὀργάνῳ τῇ σαρκὶ καθ' ἡμῶν ἐκέχρητο ὁ διάβολος. Καὶ τοῦτο γινώσκων ὁ Παῦλος, λέγει· Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με, καὶ τὰ ἑξῆς. Δι' ὧν οὖν ὅπλων ὁ διάβολος ἡμᾶς κατηγωνίζετο, διὰ τούτων αὐτῶν ἐσώθημεν. Ἀνέλαβε τὸ ὅμοιον ἡμῶν ἐξ ἡμῶν ὁ Κύριος, ἵνα τὴν ἀνθρωπότητα σώσῃ· ἀνέλαβε τὸν ὅμοιον ἡμῶν, ἵνα τῷ λείποντι μείζονα δῷ τὴν χάριν, ἵνα ἡ ἀνθρωπότης ἡ ἁμαρτωλὸς Θεοῦ γένηται κοινωνός. Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔδει παθεῖν ὑπὲρ ἡμῶν τὸν Κύριον, ἀλλ' οὐκ ἂν ἐτόλμησε προσελθεῖν ὁ διάβολος, εἰ ᾔδει τοῦτον· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Δέλεαρ τοίνυν τοῦ θανάτου γέγονε τὸ σῶμα, ἵνα ἐλπίσας καταπιεῖν ὁ δράκων, ἐξεμέσῃ καὶ τοὺς ἤδη καταποθέντας· Κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας· καὶ πάλιν· Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου παντός.
XV. And receive also another reason. Christ came, so that He might be baptized, and might sanctify baptism; He came, so that He might work wonders, walking upon the waters of the sea (Matt. 14:25). Since, therefore, before His coming in the flesh, the sea saw and fled, and Jordan was turned back (Ps. 113:3), the Lord took up the body, so that the sea on seeing Him might endure it, and the Jordan might receive Him without fear. This, then, is one reason; and there is also a second. Through the virgin Eve came death; it was necessary that through a virgin, or rather from a virgin, life should appear; so that just as the serpent deceived the former, so also Gabriel might bring good tidings to the latter. Men, having forsaken God, fashioned idols in human form. Since, therefore, an image in human form was falsely worshipped as a god, God truly became man, so that the falsehood might be dissolved. The devil had used the flesh as an instrument against us. And knowing this, Paul says: But I see another law in my members, warring against the law of my mind, and bringing me into captivity, and what follows (Rom. 7:23). Through the very weapons, therefore, by which the devil used to overpower us, through these same we have been saved. The Lord took up from us that which is like us, so that He might save humanity; He took up him who is like us, so that to that which was lacking He might give greater grace, so that sinful humanity might become a partaker of God. For where sin abounded, grace did much more abound (Rom. 5:20). It was necessary for the Lord to suffer on our behalf, but the devil would not have dared to approach if he had known Him: For had they known it, they would not have crucified the Lord of glory (1 Cor. 2:8). The body, therefore, became a bait for death, so that the dragon, hoping to swallow it down, might vomit forth even those already swallowed down: For death, having prevailed, swallowed them up; and again: God hath wiped away every tear from every face (Isa. 25:8).
Notes, col. 741

On the reading

Printed εθάρσησε, for ἐθάρσησε.

Printed ασθενείας, for ἀσθενείας.

Printed ἄνθρωποι, for ἄνθρωποι..

PG 33:744Read from the page
ΙϚʹ. Μήτι μάτην Χριστὸς ἐνηνθρώπησε ; μήτι εὑρεσιλογίαι εἰσὶν αἱ διδασκαλίαι, καὶ ἀνθρώπινα σοφίσματα ; οὐχ αἱ θεῖαι Γραφαί εἰσιν ἡμῶν ἡ σωτηρία ; οὐχὶ προφητῶν αἱ προῤῥήσεις ; Τήρει τοίνυν ταύτην μοι τὴν παρακαταθήκην ἄσειστον, καὶ μηδείς σε μετακινησάτω· πίστευε Θεὸν ἄνθρωπον γενόμενον. Ἀλλ' ὅτι μὲν ἐνανθρωπῆσαι δυνατὸν ἦν, ἀποδέδεικται· εἰ δὲ μᾶλλον ἀπιστοῦσιν Ἰουδαῖοι, προτείνωμεν αὐτοῖς· Τί ξένον καταγγέλλομεν, Θεὸν ἐνανθρωπῆσαι λέγοντες· ὑμῶν λεγόντων, ὅτι Ἀβραὰμ τὸν Κύριον ὑπεδέξατο ; Τί ξένον καταγγέλλομεν, τοῦ Ἰακὼβ λέγοντος· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή ; Ὁ παρὰ τῷ Ἀβραὰμ φαγὼν Κύριος, καὶ παρ' ἡμῖν ἔφαγε. Τί οὖν ξένον καταγγέλλομεν ; Ἀλλὰ καὶ μάρτυρας δύο παρέχομεν, τοὺς ἐν ὄρει Σινᾶ τῷ Κυρίῳ παραστάντας· Μωσῆς ἦν ἐν ὀπῇ τῆς πέτρας, καὶ Ἠλίας ἐν ὀπῇ τότε τῆς πέτρας· ἐκεῖνοι μεταμορφουμένῳ συμπαρόντες ἐν ὄρει Θαβὼρ, ἔλεγον τοῖς μαθηταῖς τὴν ἔξοδον, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ἀλλ' ὅτι μὲν ἐνανθρωπῆσαι δυνατὸν ἦν, ἀποδέδεικται, καθὼς προεῖπον· καὶ καταλελείφθω τὸ λοιπὸν τῶν ἀποδείξεων τοῖς σπουδαίοις εἰς ἀνάλεξιν.
XVI. Was Christ then made man in vain? Are our teachings inventions of words and human sophistries? Are not the divine Scriptures our salvation? Are not the predictions of the prophets? Keep, therefore, for me this deposit unshaken, and let no one move you away; believe that God became man. Now that it was possible for Him to be made man has been demonstrated; but if the Jews still disbelieve, let us put this to them: What strange thing do we proclaim in saying that God was made man, when you yourselves say that Abraham received the Lord in hospitality (Gen. 18:3)? What strange thing do we proclaim, when Jacob says: For I have seen God face to face, and my soul was saved (Gen. 32:30)? The Lord Who ate with Abraham (Gen. 18:8) also ate with us. What strange thing, then, do we proclaim? Nay, we also produce two witnesses, those who stood beside the Lord on Mount Sinai (Exod. 19:2-3; 3 Kgs. 19:8-9): Moses was in the cleft of the rock (Exod. 33:22), and Elijah was then in the cleft of the rock (3 Kgs. 19:13); being present with Him when He was transfigured on Mount Tabor, they spoke to the disciples of His departure which He was about to fulfil in Jerusalem (Luke 9:30-31). Now that it was possible for Him to be made man has been demonstrated, as I said before; and let the rest of the proofs be left for the diligent to collect.
ΙΖʹ. Ἐπηγγείλατο δὲ ἡμῶν ὁ λόγος εὑρεῖν καὶ τὸν χρόνον ἐπιδημίας τοῦ Σωτῆρος, καὶ τὸν τόπον· καὶ δεῖ μὴ ψεύδους καταγνωσθέντας ἀναχωρεῖν, μᾶλλον δὲ τοὺς τῆς Ἐκκλησίας νεήλυδας ἠσφαλισμένους ἀποπέμψαι. Ζητήσωμεν τοίνυν τὸν χρόνον, πότε ὁ Κύριος παρεγένετο· ἐπειδὴ πρόσφατος ἡ παρουσία, καὶ ἀντιλέγεται· καὶ ἐπειδὴ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς αἰῶνας. Μωσῆς τοίνυν λέγει ὁ προφήτης· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· τετηρήσθω δὲ τέως τὸ ὡς ἐμὲ, ἐν οἰκείοις τόποις ἐξεταζόμενον. Ἀλλὰ πότε ὁ προ-
XVII. Moreover, our discourse promised to find both the time of the Saviour's sojourn and the place; and we must not depart convicted of falsehood, but rather send away the newcomers of the Church well secured. Let us therefore seek the time when the Lord came; since His coming is recent, and is spoken against; and since Jesus Christ is the same yesterday and today, and for ever (Heb. 13:8). Moses the prophet, then, says: A Prophet shall the Lord God raise up unto you from your brethren, like unto me (Deut. 18:15; Acts 7:37); let that phrase, like unto me, be reserved for the meantime, to be examined in its proper places. But when does this