Migne Reading Room

PG 33 · cols. 673–684 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:673Read from the page
βὼν φυσικῶς. Οὔτε γὰρ ὁ Υἱὸς ἥρπασεν, οὔτε Πατὴρ ἐφθόνησε τῆς μεταδόσεως. Αὐτός ἐστιν ὁ λέγων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· παρεδόθη μοι, οὐχ ὡς πρότερον μὴ ἔχοντι· καὶ τηρῶ καλῶς, οὐκ ἀποστερῶν τὸν δεδωκότα.
ceived it naturally. For neither did the Son seize it, nor did the Father begrudge the impartation. He Himself is the One Who says: All things were delivered to Me by My Father; they were delivered to Me, not as though previously not having them; and I keep them well, not depriving Him Who gave them.
Ιʹ. Κύριος τοίνυν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ · Κύριος ὁ τεχθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὸν εἰρηκότα τοῖς ποιμέσιν ἄγγελον· Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ὅτι ἐτέχθη ὑμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει Δαβίδ· περὶ οὗ φησιν ἀλλαχοῦ τῶν ἀποστόλων τις · Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ὅταν δὲ εἴπῃ τὸ, πάντων, μηδὲν ὑπεξέλῃς τῆς κυριότητος. Εἴτε γὰρ ἄγγελοι, εἴτε ἀρχάγγελοι · εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· εἴτε τι ὑπὸ τῶν ἀποστόλων ὀνομαζόμενον γενητὸν, πάντα ὑπὸ τὴν κυριότητα τοῦ Υἱοῦ τυγχάνει. Ἀγγέλων ἐστὶ Κύριος, καθὼς ἔχεις ἐν Εὐαγγελίοις, ὅτι Τότε ἀπέστη ὁ διάβολος ἀπ' αὐτοῦ, καὶ οἱ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· οὐ γὰρ εἶπεν, ὅτι ἐβοήθουν αὐτῷ, ἀλλὰ, διηκόνουν αὐτῷ· ὅπερ ἐστὶ δουλικῶς. Μέλλοντος αὐτοῦ γεννᾶσθαι ἐκ Παρθένου, ὑπηρέτει τότε ὁ Γαβριὴλ, οἰκεῖον ἀξίωμα λαβὼν τὴν ὑπηρεσίαν αὐτοῦ. Μέλλοντος αὐτοῦ πορεύεσθαι εἰς Αἴγυπτον, ἵνα καταλύσῃ τὰ χειροποίητα τῆς Αἰγύπτου, πάλιν ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Σταυρωθέντος αὐτοῦ καὶ ἀναστάντος, ὁ ἄγγελος εὐηγγελίσατο, καὶ λέγει ταῖς γυναιξὶν ὡς καλὸς οἰκέτης· Πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἀνέστη, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἰδοὺ εἶπον ὑμῖν· μονονουχὶ
Chapter X. The Son of God therefore is Lord; the Lord born in Bethlehem of Judaea, according to the angel who said to the shepherds: I bring you good tidings of great joy, that there has been born to you today Christ the Lord in the city of David; concerning Whom one of the apostles says elsewhere: The word which He sent to the sons of Israel, proclaiming the good tidings of peace through Jesus Christ: He is Lord of all. And when he says the word, of all, subtract nothing from the lordship. For whether angels, or archangels, or principalities, or authorities, or anything created that is named by the apostles, all things happen to be under the lordship of the Son. He is Lord of angels, just as thou hast in the Gospels, that Then the devil left Him, and the angels came near and ministered to Him; for he did not say that they helped Him, but, they ministered to Him, which is after the manner of servants. When He was about to be born of a Virgin, Gabriel then served, receiving His service as his own proper dignity. When He was about to journey into Egypt, that He might overthrow the things made with hands of Egypt, again an angel appears in a dream to Joseph. When He had been crucified and had risen again, the angel brought the good tidings, and says to the women as a good household servant: Having gone, tell His disciples that He has risen, and goes before you into Galilee; behold, I have told you; all but
PG 33:676Read from the page
τοῦτο λέγων · Οὐ παρέβην τὸ πρόσταγμα, μαρτύρομαι τὸ εἰρηκέναι ὑμῖν· ἵν' ἐὰν ἀμελήσητε, μὴ κατ' ἐμοῦ ᾖ τὰ τῆς μέμψεως, ἀλλὰ κατὰ τῶν ἀμελησάντων. Οὕτως τοίνυν ἐστὶν ὁ εἷς Κύριος Ἰησοῦς Χριστὸς, περὶ οὗ καὶ νῦν τὸ ἀνάγνωσμα λέγει· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, καὶ ἑξῆς, ἡμῖν δὲ εἷς ὁ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.
saying this: I did not transgress the command, I call to witness that I have told you, so that if you neglect it, the matters of blame may not be against me, but against those who have neglected it. Thus therefore is the one Lord Jesus Christ, concerning Whom the reading even now says: For even if there are so-called gods many, whether in heaven or upon earth, and what follows, yet for us there is one God the Father, from Whom are all things and we unto Him; and one Lord Jesus Christ, through Whom are all things and we through Him.
ΙΑʹ. Ἰησοῦς δὲ Χριστὸς καλεῖται διωνύμως · Ἰησοῦς διὰ τὸ σώζειν, Χριστὸς διὰ τὸ ἱερατεύειν. Καὶ τοῦτο γινώσκων ὁ θεσπέσιος τῶν προφητῶν Μωϋσῆς, ἀνδράσι δυσὶ τοῖς πάντων ἐγκρίτοις τὰς δύο ταύτας προσηγορίας ἐχαρίσατο · τὸν μὲν οἰκεῖον τῆς ἀρχῆς διάδοχον Αὐσὴν, Ἰησοῦν μετονομάσας· τὸν δὲ οἰκεῖον ἀδελφὸν τὸν Ἀαρὼν ἐπονομάσας Χριστόν· ἵνα διὰ δύο ἀνθρώπων ἐγκρίτων, τὸ ἀρχιερατικὸν ἅμα καὶ βασιλικὸν τοῦ μέλλοντος ἑνὸς Ἰησοῦ Χριστοῦ παραστήσῃ. Ἀρχιερεὺς μὲν γάρ ἐστιν ὁ Χριστὸς κατὰ τὸν Ἀαρών· ἐπειδὴ οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τύπον δὲ ἔφερεν αὐτοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς κατὰ πολλά. Ἀρξάμενος γὰρ ἄρχειν τοῦ λαοῦ, ἤρξατο ἀπὸ τοῦ Ἰορδάνου · ὅθεν καὶ ὁ Χριστὸς βαπτισθεὶς ἤρξατο εὐαγγελίζεσθαι. Δώδεκα δὲ διαιροῦντας τὴν κληρονομίαν καθίστησιν ὁ τοῦ Ναυῆ υἱός· καὶ δώδεκα τοὺς ἀποστόλους, κήρυκας τῆς ἀληθείας εἰς πᾶσαν τὴν οἰκουμένην ἀποστέλλει ὁ Ἰησοῦς· Πιστεύσασαν Ῥαὰβ τὴν πόρνην ἔσωσεν ὁ τυπικός· ὁ δὲ ἀληθής φησιν· Ἰδοὺ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀλαλαγμῷ μόνον ἐπὶ τοῦ τυπικοῦ κατέπεσε τὰ τείχη τῆς Ἱεριχώ· καὶ διὰ τὸ εἰπεῖν τὸν Ἰησοῦν, Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, πέπτωκεν ὁ ἀντι-
Chapter XI. And Jesus Christ is called by a twofold name: Jesus on account of saving, Christ on account of serving as priest. And knowing this, the divinely inspired among the prophets, Moses, bestowed these two appellations upon two men, the most select of all: renaming indeed his own successor in the rule, Auses, Jesus; and surnaming his own brother Aaron, Christ; so that through two select men he might set forth at once the high-priestly and the royal dignity of the one Jesus Christ Who was to come. For Christ is indeed a high priest according to Aaron, since He did not glorify Himself to become a high priest, but He Who spoke unto Him: Thou art a priest for ever according to the order of Melchisedec. And Jesus the son of Nave bore a type of Him in many things. For having begun to rule over the people, he began from the Jordan, whence also the Christ, having been baptized, began to proclaim the good tidings. And the son of Nave appoints twelve men dividing the inheritance; and Jesus sends forth the twelve apostles, heralds of the truth, into all the world. The typical one saved Rahab the harlot when she believed; and the true One says: Behold, the tax-collectors and the harlots go before you into the kingdom of God. With a shout alone in the time of the typical one the walls of Jericho fell down; and because Jesus said, There shall not be left here a stone upon a stone, there has fallen down the op-
PG 33:677Read from the page
κρὺς ἡμῶν τῶν Ἰουδαίων ναὸς, οὐχ ὅτι ἡ ἀπόφασις τοῦ πεσεῖν αἰτία, ἀλλ' ὅτι ἡ ἁμαρτία τῶν παρανόμων γέγονε τοῦ πεσεῖν αἰτία.
posite temple of the Jews before us, not that the sentence was the cause of its falling, but that the sin of the lawless became the cause of its falling.
ΙΒʹ. Εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, ὄνομα θαυμαστὸν ὑπὸ τῶν προφητῶν πλαγίως προαναφωνούμενον · λέγει γὰρ Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ὁ Σωτήρ σοι παραγίνεται, ἔχων τὸν ἑαυτοῦ μισθόν. Σωτὴρ δὲ παρὰ Ἑβραίοις ὁ Ἰησοῦς ἑρμηνεύεται · τὸ γὰρ Κυριοκτόνον τῶν Ἰουδαίων προβλέπουσα ἡ προφητικὴ χάρις, ἐκάλυψε τὴν προσηγορίαν, ἵνα μὴ ἐκ τοῦ προειδέναι σαφῶς, ἑτοίμως ἐπιβουλεύσωσιν. Ἰησοῦς δὲ ἐκλήθη, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπὸ ἀγγέλου φανερῶς · οὐκ ἰδίᾳ ἐξουσίᾳ ἐλθόντος, ἀλλὰ δυνάμει Θεοῦ ἀποσταλέντος, τοῦ λέγοντος πρὸς τὸν Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστί. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καὶ τὴν αἰτίαν τῆς προσηγορίας ἀποδιδοὺς εὐθέως λέγει· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ μηδέπω γεννηθεὶς πῶς λαὸν ἔχει, νόησον, εἰ μὴ καὶ πρὸ τοῦ γεννηθῆναι ἦν. Καὶ τοῦτο ὁ προφήτης ἐκ προσώπου αὐτοῦ φησιν· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου· διὰ τὸ προλέγειν τὸν ἄγγελον, ὅτι Ἰησοῦς κληθήσεται. Καὶ πάλιν περὶ τῆς ὑπὸ Ἡρώδου ἐπιβουλῆς λέγει· Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με.
Chapter XII. One is the Lord Jesus Christ, a wondrous name proclaimed beforehand obliquely by the prophets; for Isaiah the prophet says: Behold, thy Saviour comes to thee, having His own reward. Now among the Hebrews Jesus is interpreted Saviour; for the prophetic grace, foreseeing the Lord-slaying disposition of the Jews, veiled the appellation, lest from knowing it clearly beforehand they should readily plot against Him. But He was called Jesus openly, not by men, but by an angel, who came not by his own authority, but was sent by the power of God, saying unto Joseph: Fear not to take unto thee Mary thy wife; for that which is begotten in her is of the Holy Spirit. And she shall bring forth a son, and thou shalt call His name Jesus. And rendering the cause of the appellation, he immediately says: For He Himself shall save His people from their sins. Consider how He Who is not yet born has a people, unless He was even before He was born. And this the prophet says from His person: From My mother's womb He called My name; because the angel foretold that He shall be called Jesus. And again concerning the plot by Herod He says: And under the shelter of His hand He hid Me.
ΙΓʹ. Ἰησοῦς τοίνυν ἐστὶ κατὰ μὲν Ἑβραίους Σωτὴρ, κατὰ δὲ τὴν Ἑλλάδα γλῶσσαν, ὁ ἰώμενος. Ἐπειδὴ ἰατρός ἐστι ψυχῶν καὶ σωμάτων, καὶ θεραπευτὴς πνευμάτων· τυφλῶν μὲν αἰσθητῶν θεραπευτὴς, φωταγωγῶν δὲ τὰς διανοίας· χωλῶν φαινομένων ἰατρὸς, καὶ ποδηγῶν τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν · λέγων τῷ παραλυτικῷ· Μηκέτι ἁμάρτανε · καὶ, Ἄρον τὸν κράββατον σὸν καὶ περιπάτει. Ἐπειδὴ γὰρ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν παρελύθη τὸ σῶμα, προεθεράπευσε τὴν ψυχὴν, ἵνα ἐπαγάγῃ καὶ τῷ σώματι τὴν ἴασιν. Εἴ τις τοίνυν πάσχει τὴν ψυχὴν ἐν ἁμαρτίαις, ἔχει τὸν ἰατρόν · καὶ εἴ τις ὀλιγόπιστος ἐνταῦθα, λεγέτω πρὸς αὐτόν· Βοήθει μου τῇ ἀπιστίᾳ. Εἴ τις καὶ σωματικοῖς περιβέβληται πάθεσι, μὴ ἀπιστείτω , ἀλλὰ προσερχέσθω
Chapter XIII. Jesus therefore is among the Hebrews Saviour, and according to the Greek tongue, the Healer. Since He is a physician of souls and bodies, and a healer of spirits; a healer of those who are sensibly blind, and leading minds into light; a physician of the visibly lame, and guiding the feet of sinners unto repentance; saying to the paralytic: Sin no more; and, Take up thy pallet and walk. For since on account of the sin of the soul the body had been paralysed, He first healed the soul, that He might bring healing to the body also. If anyone therefore suffers in soul among sins, he has the physician; and if anyone here is of little faith, let him say unto Him: Help my unbelief. If anyone is also encompassed with bodily passions, let him not be unbelieving, but let him draw near
Notes, col. 677

On the reading

Printed Ἄρον, for Ἆρον.

Printed σὸν, for σου.

PG 33:680Read from the page
(θεραπεύει γὰρ καὶ ταῦτα), καὶ γινωσκέτω, ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστός.
(for He heals these also), and let him know that Jesus is the Christ.
ΙΔʹ. Ἰουδαῖοι γὰρ καταδέχονται τὸ εἶναι αὐτὸν Ἰησοῦν · τὸ δὲ καὶ Χριστὸν εἶναι τοῦτον, οὐκέτι. Διὰ τοῦτο λέγει ὁ Ἀπόστολος · Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος, ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Χριστὸς δέ ἐστιν ἀρχιερεὺς, ἀπαράβατον ἔχων τὴν ἱερωσύνην · οὔτε ἀπὸ χρόνων ἀρξάμενος τῆς ἱερατείας, οὔτε διάδοχον ἕτερον ἔχων τῆς ἀρχιερατείας · καθὼς ἤκουσας ἐν τῇ Κυριακῇ διαλεγομένων ἡμῶν ἐπὶ τῆς συνάξεως, εἰς τὸ, Κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐκ ἐκ διαδοχῆς σωμάτων λαβὼν την αργιερωσύνην, οὐδὲ ἐλαίῳ σκευαστῷ χρισθεὶς, ἀλλὰ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Πατρός · καὶ τοσούτῳ διαφέρων τῶν ἄλλων, ὅσῳ μεθ' ὁρκωμοσίας ἐστὶν ἱερεύς. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς, ὁ δὲ μεθ' ὁρκωμοσίας διὰ τοῦ λέγοντος · Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Αὔταρκες μὲν ἦν εἰς ἀσφάλειαν καὶ τὸ βούλεσθαι μόνον Πατέρα · διπλασίων δὲ τῆς ἀσφαλείας ὁ τρόπος, τὸ μετὰ τῆς βουλήσεως καὶ ὅρκον παρακολουθῆσαι · Ἵνα διὰ δύο πραγμά-
14. For the Jews admit that He is Jesus; yet that this same One is also the Christ, they admit no longer. Wherefore the Apostle says: Who is the liar, save he who denies that Jesus is the Christ? (1 John 2:22). And Christ is a High Priest, having an unchangeable priesthood; having neither begun His priesthood in time, nor having another as successor to His high-priesthood; even as you heard on the Lord's Day whilst we were discoursing in the assembly upon the words, According to the order of Melchisedec (Ps. 109:4; Heb. 5:6). He did not receive the high-priesthood from a bodily succession, nor was He anointed with prepared oil, but before the ages by the Father; and He excels the others by so much as He is a priest with the swearing of an oath. For they indeed are priests without the swearing of an oath, but He with the swearing of an oath through Him Who says: The Lord has sworn, and will not repent (Ps. 109:4). Now the will alone of the Father was sufficient for certainty; yet the manner of the certainty is twofold, in that along with the will an oath also followed: So that by two
Notes, col. 680

On the reading

Printed την αργιερωσύνην, for τὴν ἀρχιερωσύνην.

PG 33:681Read from the page
των ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν τῆς πίστεως, οἱ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ καταδεχόμενοι.
immutable things, in which it is impossible for God to lie, we may have a strong consolation (Heb. 6:18) of the faith, we who receive Christ Jesus as the Son of God.
ΙΕʹ. Τοῦτον τὸν Χριστὸν παραγενόμενον ἠρνήσαντο μὲν οἱ Ἰουδαῖοι, δαίμονες δὲ ὡμολόγησαν. Ἀλλ' οὐκ ἠγνόει τοῦτον ὁ προπάτωρ Δαβὶδ, λέγων · Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Καὶ οἱ μὲν λύχνον εἶναι τὸ λαμπρὸν τῆς προφητείας ἡρμήνευσαν · οἱ δὲ τὸν λύχνον, τὴν ἀναληφθεῖσαν ἐκ Παρθένου σάρκα, κατὰ τὸ ἐν τῷ Ἀποστόλῳ · Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Οὐκ ἠγνόει τοῦτον ὁ προφήτης λέγων · Καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἤδει τοῦτον καὶ Μωσῆς, ᾔδει τοῦτον καὶ Ἠσαΐας, ᾔδει τοῦτον καὶ Ἱερεμίας · οὐδεὶς τῶν προφητῶν ἠγνόει τοῦτον. Ἐπέγνωσαν τοῦτον καὶ δαίμονες · Ἐπετίμα γὰρ αὐτοῖς · καί φησιν · ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Ἀρχιερεῖς ἠγνόησαν, καὶ δαίμονες ὡμολόγησαν · ἀρχιερεῖς ἠγνόησαν, καὶ γυνὴ Σαμαρεῖτις ἐκήρυσσε, λέγουσα · Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα · μήτι οὗτός ἐστιν ὁ Χριστός;
15. This Christ, when He came, the Jews indeed denied, whereas demons confessed Him. Yet our forefather David was not ignorant of Him, saying: I have prepared a lamp for My Christ (Ps. 131:17). And some have interpreted the lamp to be the brightness of prophecy; while others took the lamp to be the flesh assumed from the Virgin, according to that saying in the Apostle: But we have this treasure in earthen vessels (2 Cor. 4:7). The prophet was not ignorant of Him when he said: And declaring unto men His Christ (Amos 4:13). Moses also knew Him, Isaiah also knew Him, Jeremiah also knew Him; none of the prophets was ignorant of Him. Even demons recognized Him: For He rebuked them; and the Scripture says, because they knew that He was the Christ (Luke 4:41). The chief priests were ignorant, and demons confessed; the chief priests were ignorant, and a Samaritan woman proclaimed Him, saying: Come, see a man Who told me all things whatsoever I did: is not this the Christ? (John 4:29).
ΙϚʹ. Οὗτος Ἰησοῦς Χριστός ἐστιν, ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν · ὁ διὰ τὸ ἄφθονον τῆς θεότητος πᾶσιν ἡμῖν μεταδοὺς τῆς ἑαυτοῦ προσηγορίας. Βασιλεῖς μὲν γὰρ ἄνθρωποι, ἀκοινώνητον πρὸς ἀνθρώπους ἔχουσι τῆς βασιλείας τὴν προσηγορίαν · Ἰησοῦς δὲ Χριστὸς Θεοῦ Υἱὸς ὢν, Χριστιανοὺς καλεῖσθαι ἡμᾶς κατηξίωσεν. Ἀλλ' ἐρεῖ τις · Καινὸν τὸ ὄνομα τῶν Χριστιανῶν, καὶ πρὸ τούτου οὐκ ἐπολιτεύετο. Καὶ τὰ καινοποιούμενα πολλάκις ἀντιλέγεται διὰ τὸ ξένον. Προησφαλίσατο τοῦτο ὁ προφήτης λέγων · Τοῖς δὲ δουλεύουσί μοι ἐπικληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Ἐξετάσωμεν τοὺς Ἰουδαίους · Δουλεύετε τῷ Κυρίῳ ἢ οὔ; δείξατε οὖν τὸ ὄνομα ὑμῶν τὸ καινόν. Ἰουδαῖοι γὰρ καὶ Ἰσραηλῖται ἐπὶ Μωσέως καὶ τῶν ἄλλων προφητῶν ἐκαλεῖσθε, καὶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ μέχρι τοῦ παρόντος · ποῦ οὖν τὸ ὄνομα τὸ καινόν; Ἡμεῖς δὲ, ἐπειδὴ δουλεύομεν τῷ Κυρίῳ, ἔχομεν τὸ ὄνομα τὸ καινόν · καινὸν μὲν, ἀλλ' ὄνομα τὸ καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Περιεδράξατο τῆς οἰκουμένης τοῦτο τὸ ὄνομα. Ἰουδαῖοι μὲν γὰρ μέχρι χώρας τινὸς, Χριστιανοὶ δὲ μέ-
16. This is Jesus Christ, Who has come as High Priest of the good things to come (Heb. 9:11); Who through the ungrudging bounty of His Godhead has imparted to us all His own appellation. For kings who are men hold the appellation of their sovereignty as something incommunicable to other men; whereas Jesus Christ, being the Son of God, has vouchsafed that we should be called Christians. But someone will say: The name of Christians is new, and before this time it was not in current use. And things newly introduced are oftentimes spoken against on account of their strangeness. The prophet secured this beforehand, saying: Teaching those who serve Me, there shall be called upon them a new name, which shall be blessed upon the earth (Isa. 65:15-16). Let us question the Jews: Do you serve the Lord or not? Show us then your new name. For you were called Jews and Israelites in the time of Moses and the other prophets, and after the return from Babylon, and even until the present; where then is the new name? But we, seeing that we serve the Lord, have the new name: new indeed, yet the new name which shall be blessed upon the earth. This name has laid hold upon the whole world. For the Jews reach only as far as a certain country, whereas Christians reach
PG 33:684Read from the page
χρι περάτων τῆς οἰκουμένης · τὸ γὰρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καταγγέλλεται ὄνομα.
unto the ends of the world; for it is the name of the only-begotten Son of God that is proclaimed.
ΙΖʹ. Θέλεις δὲ γνῶναι, ὅτι τοῦ Χριστοῦ ὄνομα ᾔδεισαν οἱ ἀπόστολοι καὶ ἐκήρυξαν, μᾶλλον δὲ καὶ Χριστὸν αὐτὸν εἶχον ἐν ἑαυτοῖς; Παῦλός φησι πρὸς τοὺς ἀκούοντας · Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Παῦλος καταγγέλλει τὸν Χριστὸν, λέγων · Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Τίς ἄρα οὗτος; ὁ τὸ πρότερον διώξας. Ὢ μεγάλου θαύματος! ὁ πρότερον διώξας, αὐτὸς Χριστὸν καταγγέλλει. Διὰ τί; χρήμασιν ἄρα πεισθείς; ἀλλ' οὐδεὶς ἦν ὁ πείθων οὕτως. Ἀλλ' ἄρα βλέπων αὐτὸν παρόντα, καὶ δυσωπούμενος; ἤδη ἦν ἀναληφθεὶς εἰς οὐρανόν. Ἐξῆλθεν ἐπὶ τὸ διώκειν, καὶ μετὰ τρεῖς ἡμέρας ἐν Δαμασκῷ κῆρυξ ὁ διώκτης · ποίᾳ δυνάμει; Ἄλλοι μὲν οὖν οἰκείους ὑπὲρ οἰκείων καλοῦσι μάρτυρας · ἐγὼ δέ σοι μάρτυρα τὸν πρότερον ἐχθρὸν παρέστησα · ἔτι ἀμφιβάλλεις; Μεγάλη μὲν γὰρ Πέτρου καὶ Ἰωάννου μαρτυρία · ἀλλ' ὕποπτός τις ἦν · οἰκεῖοι γὰρ ἦσαν. Τοῦ δὲ πρότερον ἐχθροῦ, ὕστερον δὲ ὑπεραποθνήσκοντος, τίς ἔτι ἀμφιβάλλοι πρὸς τὴν ἀλήθειαν;
17. And do you wish to know that the apostles knew the name of Christ and preached it, or rather that they had Christ Himself within themselves? Paul says to his hearers: Or do you seek a proof of Christ Who speaks in me? (2 Cor. 13:3). Paul proclaims Christ, saying: For we preach not ourselves, but Christ Jesus as Lord, and ourselves as your servants for Jesus' sake (2 Cor. 4:5). Who then is this man? He who formerly persecuted Him. O mighty wonder! He who formerly persecuted Him himself proclaims Christ. Wherefore? Was he perchance persuaded by money? Nay, there was no one who thus persuaded him. Or was it perchance through seeing Him present, and being put to shame? He had already been taken up into heaven. He went forth in order to persecute, and after three days in Damascus the persecutor is a herald: by what power? Now others call friends as witnesses on behalf of friends; whereas I have produced for you as a witness him who was formerly an enemy: do you still doubt? For great indeed is the testimony of Peter and of John; yet it was in some way open to suspicion, for they were His close friends. But when he who was formerly an enemy afterwards dies on His behalf, who could any longer doubt concerning the truth?
ΙΗʹ. Ἐνταῦθα γενόμενος τοῦ λόγου, τεθαύμακα ἀληθῶς τὴν τοῦ αγίου Πνεύματος οἰκονομίαν · πῶς τὰς μὲν τῶν ἄλλων ἐπιστολὰς εἰς ὀλίγον περιέγραψεν ἀριθμὸν, Παύλῳ δὲ τῷ πρότερον διώκτῃ γράψαι δεκατέσσαρας ἐπιστολὰς ἐχαρίσατο. Οὐ γὰρ ὅτι ἥττων ἦν Πέτρος ἢ Ἰωάννης, ἐνέκοψε τὴν χάριν · μὴ γένοιτο! ἀλλ' ὑπὲρ τοῦ ἀναμφίβολον εἶναι τὴν διδασκαλίαν, τῷ πρότερον ὄντι ἐχθρῷ καὶ διώκτῃ πλεῖον ἐχαρίσατο γράφειν, ἵνα πάντες οὕτω πιστοποιηθῶμεν. Ἐξίσταντο δε πάντες περὶ τοῦ Παύλου, καὶ ἔλεγον · Οὐχ οὗτός ἐστιν ὁ πρότερον διώκων; οὐχ ὧδε ἦλθεν, ἵνα δεδεμένους ἡμᾶς ἀπαγάγῃ εις Ἱερουσαλήμ; Μὴ ἐξίστασθε, φησὶν ὁ Παῦλος · ἐγὼ οἶδα, ὅτι σκληρόν μοί ἐστι πρὸς κέντρα λακτίζειν · οἶδα, ὅτι οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ · ἀλλ' ἀγνοῶν. Ἐνόμιζον γὰρ κατάλυσιν εἶναι τοῦ νόμου τὸ περὶ Χριστοῦ κήρυγμα · οὐκ ᾔδειν δὲ, ὅτι αὐτὸς ἦλθε πληρῶσαι τὸν νόμον, καὶ οὐ καταλῦσαι. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Θεοῦ ἐν ἐμοί.
18. Having reached this point of the discourse, I have truly marvelled at the dispensation of the Holy Spirit: how He circumscribed the epistles of the rest within a small number, whereas to Paul, the former persecutor, He granted to write fourteen epistles. For it was not because Peter or John was inferior that He curtailed the grace—far from it!—but in order that the teaching might be beyond all doubt, He granted to him who was formerly an enemy and a persecutor to write more abundantly, so that we all might thus be fully assured. And all were amazed concerning Paul, and said: Is not this he who formerly persecuted us? And came he not hither for this purpose, that he might bring us bound unto Jerusalem? (Acts 9:21). Be not amazed, says Paul; I know that it is hard for me to kick against the pricks (Acts 9:5); I know that I am not meet to be called an apostle, because I persecuted the Church of God (1 Cor. 15:9), yet ignorantly (1 Tim. 1:13). For I supposed that the preaching concerning Christ was an abolishing of the law; and I knew not that He Himself came to fulfil the law, and not to abolish it (Matt. 5:17). And the grace of God abounded exceedingly in me (1 Tim. 1:14).
Notes, col. 684

On the reading

Printed αγίου, for ἁγίου.

Printed δε, for δὲ.

Printed εις, for εἰς.