Γραφήν· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα πῦρ καὶ θεῖον, παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὗτος ὁ Κύριος ὤφθη τῷ Μωϋσεῖ πάλιν ὡς ἠδύνατο ἰδεῖν. Φιλάνθρωπος γὰρ ὁ Κύριος, ἀεὶ συμπεριφερόμενος ἡμετέραις ἀσθενείαις.
Scripture which says: And the Lord rained upon Sodom and Gomorrah fire and brimstone from the Lord out of heaven. This Lord appeared to Moses again as he was able to see. For the Lord is a lover of mankind, ever accommodating Himself to our weaknesses.
Ζʹ. Καὶ ἵνα δὲ γνῷς, ὅτι οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ ὀφθεὶς, δέξαι μαρτυρίαν Παύλου, λέγοντος· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας · ἡ δὲ πέτρα ἦν ὁ Χριστός· καὶ πάλιν· Πίστει Μωϋσῆς κατέλιπεν Αἴγυπτον· καὶ μετ' ὀλίγα φησί· Κρείττονα πλοῦτον ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, τῶν ἐν Αἰγύπτῳ θησαυρῶν. Οὗτος ὁ Μωϋσῆς φησι πρὸς αὐτόν· Ἐμφάνισόν μοι σεαυτόν. Βλέπεις, ὅτι καὶ οἱ προφῆται τότε ἔβλεπον τὸν Χριστὸν, ἀλλὰ καθὸ ἐχώρουν ἕκαστος. Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Ὁ δέ φησι· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται, Διὰ τοῦτο τοίνυν, ἐπειδὴ τὸ τῆς θεότητος πρόσωπον οὐδεὶς ἠδύνατο ἰδεῖν ζῶν, ἀνέλαβε τὸ τῆς ἀνθρωπότητος πρόσωπον, ἵνα τοῦτο ἰδόντες ζήσωμεν· καὶ ὅτε δὲ ἠθέλησε καὶ αὐτὸ τοῦτο δεῖξαι μετ' ὀλίγης ἀξίας, ὅτε τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, οἱ μαθηταὶ πίπτουσι φοβηθέντες. Εἰ δὲ τὸ τοῦ σώματος πρόσωπον λάμψαν, οὐ καθὸ ἠδύνατο ὁ ἐνεργῶν, ἀλλὰ καθὸ ἐχώρουν οἱ μαθηταὶ, ἐφόβησεν αὐτοὺς, καὶ ὅμως ἐνέγκαι οὐκ ἠδυνήθησαν· πῶς εἰς τὸ τῆς θεότητος ἀξίωμα ἀτενίσαι τις ἠδύνατο. Μέγα, φησὶν ὁ Κύριος, ἐπιθυμεῖς, ὦ Μωϋσῆ· καὶ ἀποδέχομαί σου τὴν ἄπληστον ἐπιθυμίαν, καὶ τοῦτόν σοι τὸν λόγον ποιήσω· ἀλλὰ καθὸ χωρεῖς. Ἰδοὺ. τίθημί σε εἰς τὴν ὀπὴν τῆς πέτρας· ὡς γὰρ μικρὸς, μενεῖς ἐν μικρᾷ περιγραφῇ.
Chapter VII. And that thou mayest know that this is He Who appeared to Moses, receive the testimony of Paul, who says: For they drank of a spiritual following rock, and the rock was the Christ; and again: By faith Moses left Egypt; and after a few words he says: Esteeming the reproach of the Christ greater riches than the treasures in Egypt. This Moses says to Him: Manifest Thyself to me. Thou seest that the prophets also then saw the Christ, yet according as each had capacity. Manifest Thyself to me, that I may see Thee with knowledge. And He says: No one shall see My face, and live. On this account therefore, since no one living was able to see the face of the divinity, He took up the face of humanity, that seeing this we might live; and when He willed to show even this very thing with a little of His dignity, when His face shone as the sun, the disciples fall down terrified. Now if the face of the body shining, not according as He Who wrought it was able, but according as the disciples had capacity, terrified them, and yet they were not able to bear it, how could anyone gaze intently upon the dignity of the divinity? A great thing, says the Lord, dost thou desire, O Moses; and I approve thine insatiable desire, and I will do this word for thee, yet according as thou hast capacity. Behold, I place thee in the cleft of the rock; for as being small, thou shalt remain in a small compass.
Ηʹ. Ὧδέ μοι λοιπὸν ἀσφάλισον, διὰ τοὺς Ἰουδαίους, τὸ λεχθησόμενον· ὁ γὰρ σκοπὸς ἡμῖν ἀποδεῖξαι, ὅτι ἦν παρὰ τῷ Πατρὶ ὁ Κύριος Ἰησοῦς Χριστός.
Chapter VIII. Here, then, secure for me, on account of the Jews, that which is about to be said; for our aim is to demonstrate that the Lord Jesus Christ was with the Father.