βὼν φυσικῶς. Οὔτε γὰρ ὁ Υἱὸς ἥρπασεν, οὔτε Πατὴρ ἐφθόνησε τῆς μεταδόσεως. Αὐτός ἐστιν ὁ λέγων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· παρεδόθη μοι, οὐχ ὡς πρότερον μὴ ἔχοντι· καὶ τηρῶ καλῶς, οὐκ ἀποστερῶν τὸν δεδωκότα.
ceived it naturally. For neither did the Son seize it, nor did the Father begrudge the impartation. He Himself is the One Who says: All things were delivered to Me by My Father; they were delivered to Me, not as though previously not having them; and I keep them well, not depriving Him Who gave them.
Ιʹ. Κύριος τοίνυν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ · Κύριος ὁ τεχθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὸν εἰρηκότα τοῖς ποιμέσιν ἄγγελον· Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ὅτι ἐτέχθη ὑμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει Δαβίδ· περὶ οὗ φησιν ἀλλαχοῦ τῶν ἀποστόλων τις · Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ὅταν δὲ εἴπῃ τὸ, πάντων, μηδὲν ὑπεξέλῃς τῆς κυριότητος. Εἴτε γὰρ ἄγγελοι, εἴτε ἀρχάγγελοι · εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· εἴτε τι ὑπὸ τῶν ἀποστόλων ὀνομαζόμενον γενητὸν, πάντα ὑπὸ τὴν κυριότητα τοῦ Υἱοῦ τυγχάνει. Ἀγγέλων ἐστὶ Κύριος, καθὼς ἔχεις ἐν Εὐαγγελίοις, ὅτι Τότε ἀπέστη ὁ διάβολος ἀπ' αὐτοῦ, καὶ οἱ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· οὐ γὰρ εἶπεν, ὅτι ἐβοήθουν αὐτῷ, ἀλλὰ, διηκόνουν αὐτῷ· ὅπερ ἐστὶ δουλικῶς. Μέλλοντος αὐτοῦ γεννᾶσθαι ἐκ Παρθένου, ὑπηρέτει τότε ὁ Γαβριὴλ, οἰκεῖον ἀξίωμα λαβὼν τὴν ὑπηρεσίαν αὐτοῦ. Μέλλοντος αὐτοῦ πορεύεσθαι εἰς Αἴγυπτον, ἵνα καταλύσῃ τὰ χειροποίητα τῆς Αἰγύπτου, πάλιν ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Σταυρωθέντος αὐτοῦ καὶ ἀναστάντος, ὁ ἄγγελος εὐηγγελίσατο, καὶ λέγει ταῖς γυναιξὶν ὡς καλὸς οἰκέτης· Πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἀνέστη, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἰδοὺ εἶπον ὑμῖν· μονονουχὶ
Chapter X. The Son of God therefore is Lord; the Lord born in Bethlehem of Judaea, according to the angel who said to the shepherds: I bring you good tidings of great joy, that there has been born to you today Christ the Lord in the city of David; concerning Whom one of the apostles says elsewhere: The word which He sent to the sons of Israel, proclaiming the good tidings of peace through Jesus Christ: He is Lord of all. And when he says the word, of all, subtract nothing from the lordship. For whether angels, or archangels, or principalities, or authorities, or anything created that is named by the apostles, all things happen to be under the lordship of the Son. He is Lord of angels, just as thou hast in the Gospels, that Then the devil left Him, and the angels came near and ministered to Him; for he did not say that they helped Him, but, they ministered to Him, which is after the manner of servants. When He was about to be born of a Virgin, Gabriel then served, receiving His service as his own proper dignity. When He was about to journey into Egypt, that He might overthrow the things made with hands of Egypt, again an angel appears in a dream to Joseph. When He had been crucified and had risen again, the angel brought the good tidings, and says to the women as a good household servant: Having gone, tell His disciples that He has risen, and goes before you into Galilee; behold, I have told you; all but