Migne Reading Room

PG 33 · cols. 661–672 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:661Read from the page
Ἰησοῦς· οὐδεὶς εἰσέρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐὰν γὰρ ἀρνήσῃ τὴν θύραν, ἀποκέκλεισταί σοι ἡ πρὸς τὸν Πατέρα γνῶσις. Οὐδεὶς ἐπιγινώσκει Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ· ἐὰν γὰρ ἀρνήσῃ τὸν ἀποκαλύπτοντα, μένεις ἐν ἀγνωσίᾳ. Ἀπόφασίς ἐστιν ἐν Εὐαγγελίοις λέγουσα· Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται ζωήν· ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· ἀγανακτεῖ γὰρ Πατὴρ Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. Δεινὸν μὲν γὰρ βασιλεῖ καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι· ὅταν δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ, τότε προστίθεται μείζων ἡ ὀργή· ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονογενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ, τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ μονογενοῦς ἀγανακτοῦντα;
Jesus: No one comes to the Father, except through Me (John 14:6). For if you deny the door, the knowledge that leads to the Father is shut off from you. No one knows the Father, except the Son, and he to whom the Son wills to reveal Him (Matt. 11:27); for if you deny Him Who reveals, you remain in ignorance. There is a sentence in the Gospels which says: He who does not believe in the Son shall not see life, but the wrath of God abides upon him (John 3:36); for the Father is indignant when His only-begotten Son is set at naught. For it is a grave thing for a king even if a common soldier is dishonoured; and when one of his more illustrious bodyguards or friends is dishonoured, then greater wrath is added; but if someone insults the very only-begotten son of the king himself, who will appease a father indignant on behalf of his only-begotten son?
Βʹ. Εἴ τις οὖν εὐσεβεῖν εἰς Θεὸν βούλεται, προσκυνείτω τὸν Υἱὸν, ἐπεὶ οὐ παραδέχεται τὴν λατρείαν ὁ Πατήρ. Πατὴρ οὐρανόθεν ἐπεφώνησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ἐγὼ ηὐδόκησα. Εὐδόκησεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἐὰν μὴ καὶ σὺ εὐδοκήσῃς, ζωὴν οὐκ ἔχεις. Μὴ συμπαραφέρου τοῖς Ἰουδαίοις, πανούργως λέγουσι τὸ, Εἷς Θεὸς μόνος· ἀλλὰ μετὰ τοῦ εἰδέναι, ὅτι εἷς Θεὸς, γίνωσκε ὅτι καὶ Υἱός ἐστι Θεοῦ μονογενής. Ἐγὼ τοῦτο πρῶτος οὐκ εἶπον, ἀλλ' ὁ Ψαλμῳδὸς ἐκ προσώπου τοῦ Υἱοῦ λέγει· Κύριος εἶπε πρὸς μὲ, Υἱός μου εἶ σύ. Μὴ οὖν τί λέγουσιν οἱ Ἰουδαῖοι πρόσεχε, ἀλλὰ τί λέγουσιν οἱ προφῆται. Θαυμάζεις εἰ ἀθετοῦσι τῶν προφητῶν τὰ ῥήματα, οἱ τοὺς προφήτας λιθάσαντες καὶ ἀποκτείναντες;
2. If anyone therefore wishes to be pious towards God, let him worship the Son, since otherwise the Father does not accept his service. The Father cried aloud from heaven, saying: This is My beloved Son, in Whom I am well pleased (Matt. 3:17). The Father was well pleased in the Son; unless you also are well pleased in Him, you do not have life. Do not be carried away along with the Jews, who craftily say: One God alone; but together with knowing that God is one, know that there is also an only-begotten Son of God. I was not the first to say this, but the Psalmist in the person of the Son says: The Lord said unto Me, Thou art My Son (Ps. 2:7). Pay no heed therefore to what the Jews say, but to what the prophets say. Do you marvel if those men reject the words of the prophets, who stoned and killed the prophets?
Γʹ. Σὺ πίστευε εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· ἕνα δὲ λέγομεν Κύριον Ἰησοῦν Χριστὸν, ἵνα μονογενὴς ᾖ ἡ υἱότης· ἕνα λέγομεν, ἵνα μὴ ὑπονοήσῃς ἄλλον· ἕνα λέγομεν, ἵνα μὴ τὸ πολυώνυμον τῆς ἐνεργείας εἰς
3. Believe for your part in one Lord Jesus Christ, the only-begotten Son of God; and we say one Lord Jesus Christ, so that the sonship may be only-begotten; we say one, lest you should suppose another; we say one, lest the many names of His operation should lead you into
Notes, col. 661

On the reading

Printed πρὸς μὲ, for πρός με.

PG 33:664Read from the page
πολλοὺς υἱοὺς ἐκχέῃς δυσσεβῶς. Λέγεται γὰρ θύρα · ἀλλὰ μὴ ξυλίνην εἶναι νόμιζε τὴν προσηγορίαν, ἀλλὰ θύραν λογικὴν, ζῶσαν, διακριτικὴν τῶν εἰσερχομένων· ὁδὸς καλεῖται, οὐ ποσὶν πατουμένη, ἀλλ' ὁδηγοῦσα πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα · πρόβατον καλεῖται, οὐκ ἄλογον, ἀλλὰ τὸ διὰ τοῦ τιμίου αἵματος αὐτοῦ καθαρίζον τὴν οἰκουμένην τῶν ἁμαρτιῶν· τὸ ἀγόμενον ἐνώπιον τοῦ κείροντος, καὶ γινῶσκον πότε δεῖ σιωπᾷν. Τοῦτο τὸ πρόβατον πάλιν καλεῖται ποιμὴν, ὁ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· πρόβατον διὰ τὴν ἀνθρωπότητα, ποιμὴν διὰ τὴν φιλανθρωπίαν τῆς θεότητος. Καὶ θέλεις γνῶναι, ὅτι πρόβατά ἐστι λογικά; λέγει τοῖς ἀποστόλοις ὁ Σωτήρ· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Λέων πάλιν καλεῖται, οὐκ ἀνθρωποβόρος, ἀλλὰ τὸ βασιλικὸν καὶ στεῤῥὸν καὶ πεποιθὸς τῆς ὑποστάσεως διὰ τῆς προσηγορίας ὥσπερ ἐνδεικνύμενος· λέων δὲ καλεῖται ἀπεναντίας τῷ λέοντι τῷ ἀντιδίκῳ, τῷ ὠρυωμένῳ καὶ τοὺς ἠπατημένους καταπίνοντι· ἦλθε γὰρ ὁ Σωτὴρ, οὐ μεταβαλὼν τὸ πρᾶον τῆς φύσεως τῆς ἑαυτοῦ· ἀλλ' ὡς λέων δυνατὸς ἐκ φυλῆς Ἰούδα, σώζων μὲν τοὺς πιστεύοντας, καταπατῶν δὲ τὸν ἀντίδικον. Λίθος καλεῖται, οὐκ ἄψυχος ὑπὸ χειρῶν ἀνθρώπων λατομούμενος, ἀλλὰ λίθος ἀκρογωνιαῖος, εἰς ὃν ὁ πιστεύσας οὐ καταισχυνθήσεται.
pour out many sons impiously. For He is called a door; yet do not suppose the appellation to be a wooden one, but a rational, living door, discerning those who enter in; He is called a way, not trodden by feet, but leading to the Father in the heavens; He is called a sheep, not irrational, but the One cleansing the world from sins through His precious blood, Who is led before the shearer, and knows when it is necessary to keep silent. This sheep is again called a shepherd, Who says: I am the good shepherd; a sheep on account of His humanity, a shepherd on account of the loving-kindness of His divinity. And dost thou wish to know that there are rational sheep? The Saviour says to the apostles: Behold, I send you forth as sheep in the midst of wolves. Again He is called a lion, not man-devouring, but as it were demonstrating through the appellation the royal and steadfast and confident character of His hypostasis; and He is called a lion in opposition to the lion the adversary, who roars and devours those who have been deceived; for the Saviour came, not changing the gentleness of His own nature, but as a mighty lion from the tribe of Judah, saving indeed those who believe, and trampling down the adversary. He is called a stone, not an inanimate one hewn by the hands of men, but a chief corner-stone, in Whom he who believes shall not be put to shame.
Δʹ. Χριστὸς καλεῖται, οὐ χερσὶν ἀνθρωπίναις κεχρισμένος, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἀϊδίως εἰς τὴν ὑπὲρ ἄνθρωπον ἀρχιερωσύνην χρισθείς. Νεκρὸς καλεῖται· οὐκ ἀπομείνας ἐν νεκροῖς, ὡς πάντες ἐν ᾅδῃ· ἀλλὰ μόνος ἐν νεκροῖς ἐλεύθερος. Υἱὸς ἀνθρώπου καλεῖται, οὐχ ὡς ἕκαστος ἡμῶν ἐκ γῆς τὴν γέννησιν ἐσχηκὼς, ἀλλ' ἐρχόμενος ἐπὶ τῶν νεφελῶν κρῖναι ζῶντας καὶ νεκρούς. Κύριος καλεῖται, οὐ καταχρηστικῶς ὡς οἱ ἐν ἀνθρώποις, ἀλλὰ ὡς φυσικὴν καὶ
Chapter IV. He is called Christ, not anointed by human hands, but eternally anointed by the Father unto the high-priesthood that is above man. He is called dead, not having remained among the dead, as all in Hades, but alone free among the dead. He is called Son of man, not as each of us having had His birth from earth, but coming upon the clouds to judge the living and the dead. He is called Lord, not improperly as those among men, but as having a natural and
Notes, col. 664

On the reading

Printed ὠρυωμένῳ, for ὠρυομένῳ.

PG 33:665Read from the page
ἀΐδιον ἔχων κυριείαν. Ἰησοῦς καλεῖται φερωνύμως, ἐκ τῆς σωτηριώδους ἰάσεως ἔχων τὴν προσηγορίαν. Υἱὸς καλεῖται, οὐ θετικῶς προαχθεὶς, ἀλλὰ φυσικῶς γεννηθείς. Καὶ πολλαὶ τοῦ Σωτῆρος ἡμῶν εἰσιν αἱ προσηγορίαι. Ἵνα τοίνυν μὴ τὸ πολυώνυμον τῆς προσηγορίας πολλοὺς υἱοὺς ποιήσῃ σε νομίζειν · καὶ διὰ τὰς πλάνας τῶν αἱρετικῶν, τῶν λεγόντων ἄλλον μὲν εἶναι τὸν Χριστὸν, ἄλλον δὲ τὸν Ἰησοῦν, ἄλλον δὲ τὴν θύραν, καὶ τὰ λοιπά· προασφαλίζεταί σε ἡ πίστις, λέγουσα καλῶς· εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν· εἰ γὰρ καὶ πολλαὶ αἱ προσηγορίαι, ἀλλ' ἓν τὸ ὑποκείμενον.
eternal lordship. He is called Jesus fittingly by name, having the appellation from His saving healing. He is called Son, not brought forth by adoption, but naturally begotten. And many are the appellations of our Saviour. Lest, therefore, the many names of the appellation should make thee suppose many sons, and because of the errors of the heretics, who say that one is the Christ, and another Jesus, and another the door, and the rest, the faith fortifies thee beforehand, saying well: in one Lord Jesus Christ; for even though the appellations are many, yet the subject is one.
Εʹ. Ἑκάστῳ δὲ ποικίλος ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμφέρον. Τοῖς μὲν γὰρ εὐφροσύνης χρείαν ἔχουσιν, ἄμπελος γίνεται· τοῖς δὲ χρείαν ἔχουσιν εἰσελθεῖν, ἕστηκε θύρα · καὶ τοῖς χρείαν ἔχουσι προσενέγκαι τὰς εὐχὰς, ἕστηκε μεσίτης ἀρχιερεύς. Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ. Τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστί. Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷά τις ἰατρὸς καὶ διδάσκαλος συμπαθὴς, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις · Κύριος ὢν κατὰ ἀλήθειαν, οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λαβὼν, ἀλλ' ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίω-
Chapter V. And to each one the Saviour becomes manifold according to what is profitable. For to those who have need of gladness, He becomes a vine; and to those who have need to enter in, He stands as a door; and for those who have need to offer up prayers, He stands as a mediating high priest. Again, to those who have sins He becomes a sheep, that He may be slaughtered on their behalf. To all He becomes all things, remaining Himself according to nature that which He is. For remaining and holding the truly immutable dignity of sonship, as a most excellent physician and compassionate teacher, He accommodates Himself to our weaknesses, being Lord in truth, not having received lordship by advancement, but from nature holding the dig-
PG 33:668Read from the page
μα· καὶ οὐ καταχρηστικῶς ὡς ἡμεῖς Κύριος καλούμενος, ἀλλὰ τῇ ἀληθείᾳ κύριος ὤν· ἐπειδὴ νεύματι Πατρὸς κυριεύει τῶν οἰκείων δημιουργημάτων. Ἡμεῖς μὲν γὰρ ἔχομεν τὸ κυριεύειν ἀνθρώπων ἰσοτίμων καὶ ὁμοιοπαθῶν, πολλάκις δὲ καὶ προγενεστέρων· καὶ νέος παλλάκις δεσπότης οἰκετῶν ἄρχει πρεσβυτέρων. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ κυριεύειν οὐχ οὕτως, ἀλλὰ πρῶτον ποιητὴς, εἶτα Κύριος · πρῶτον ἐποίησε θελήματι Πατρὸς τὰ πάντα, εἶτα κυριεύει τῶν ὑπ' αὐτοῦ γενομένων.
nity of lordship; and not called Lord improperly as we are, but being Lord in truth, since by the nod of the Father He is Lord of His own creations. For we indeed have lordship over men of equal honour and of like passions, and oftentimes even older; and a young master oftentimes rules over older household servants. But in the case of our Lord Jesus Christ, the lordship is not thus, but first Creator, then Lord; first He made all things by the will of the Father, then He is Lord of the things that came into being by Him.
Ϛʹ. Χριστὸς ὁ Κύριός ἐστιν ὁ τεχθεὶς ἐν πόλει Δαβίδ. Καὶ θέλεις γνῶναι, ὅτι σὺν τῷ Πατρὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεώς ἐστι Χριστὸς Κύριος· ἵνα μὴ μόνον τῇ πίστει παραδέξῃ τὸ λεγόμενον, ἀλλὰ καὶ ἀπόδειξιν λάβῃς ἀπὸ τῆς Παλαιᾶς Γραφῆς; ἐλθὲ ἐπὶ τὴν πρώτην βίβλον τὴν Γένεσιν· λέγει ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, οὐ κατ' εἰκόνα ἐμὴν, ἀλλὰ, κατ' εἰκόνα ἡμετέραν · καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ, φησί· Καὶ ἐποίησε Κύριος τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ περιώρισεν εἰς τὸν Πατέρα μόνον τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ συμπεριέλαβε καὶ τὸν Υἱόν· ἵνα δειχθῇ, ὅτι ὁ ἄνθρωπος οὐ μόνον Θεοῦ ποίημα, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὄντος καὶ αὐτοῦ Θεοῦ ἀληθινοῦ. Οὗτος ὁ Κύριος ὁ τῷ Πατρὶ συνεργαζόμενος, συνήργησε καὶ ἐπὶ Σοδόμων, κατὰ τὴν λέγουσαν
Chapter VI. Christ the Lord is He Who was born in the city of David. And dost thou wish to know that together with the Father even before the incarnation Christ is Lord, so that thou mayest not only receive what is said by faith, but mayest also take proof from the Old Scripture? Come to the first book, Genesis; God says: Let Us make man, not according to My image, but, according to Our image; and after Adam came into being, it says: And the Lord made man; according to the image of God He made him. For He did not restrict the dignity of the divinity to the Father alone, but included the Son also, that it might be shown that man is not only the work of God, but also of our Lord Jesus Christ, Who is Himself also true God. This Lord, Who works together with the Father, worked together also in the case of Sodom, according to the
Notes, col. 668

On the reading

Printed παλλάκις, for πολλάκις.

PG 33:669Read from the page
Γραφήν· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα πῦρ καὶ θεῖον, παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὗτος ὁ Κύριος ὤφθη τῷ Μωϋσεῖ πάλιν ὡς ἠδύνατο ἰδεῖν. Φιλάνθρωπος γὰρ ὁ Κύριος, ἀεὶ συμπεριφερόμενος ἡμετέραις ἀσθενείαις.
Scripture which says: And the Lord rained upon Sodom and Gomorrah fire and brimstone from the Lord out of heaven. This Lord appeared to Moses again as he was able to see. For the Lord is a lover of mankind, ever accommodating Himself to our weaknesses.
Ζʹ. Καὶ ἵνα δὲ γνῷς, ὅτι οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ ὀφθεὶς, δέξαι μαρτυρίαν Παύλου, λέγοντος· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας · ἡ δὲ πέτρα ἦν ὁ Χριστός· καὶ πάλιν· Πίστει Μωϋσῆς κατέλιπεν Αἴγυπτον· καὶ μετ' ὀλίγα φησί· Κρείττονα πλοῦτον ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, τῶν ἐν Αἰγύπτῳ θησαυρῶν. Οὗτος ὁ Μωϋσῆς φησι πρὸς αὐτόν· Ἐμφάνισόν μοι σεαυτόν. Βλέπεις, ὅτι καὶ οἱ προφῆται τότε ἔβλεπον τὸν Χριστὸν, ἀλλὰ καθὸ ἐχώρουν ἕκαστος. Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Ὁ δέ φησι· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται, Διὰ τοῦτο τοίνυν, ἐπειδὴ τὸ τῆς θεότητος πρόσωπον οὐδεὶς ἠδύνατο ἰδεῖν ζῶν, ἀνέλαβε τὸ τῆς ἀνθρωπότητος πρόσωπον, ἵνα τοῦτο ἰδόντες ζήσωμεν· καὶ ὅτε δὲ ἠθέλησε καὶ αὐτὸ τοῦτο δεῖξαι μετ' ὀλίγης ἀξίας, ὅτε τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, οἱ μαθηταὶ πίπτουσι φοβηθέντες. Εἰ δὲ τὸ τοῦ σώματος πρόσωπον λάμψαν, οὐ καθὸ ἠδύνατο ὁ ἐνεργῶν, ἀλλὰ καθὸ ἐχώρουν οἱ μαθηταὶ, ἐφόβησεν αὐτοὺς, καὶ ὅμως ἐνέγκαι οὐκ ἠδυνήθησαν· πῶς εἰς τὸ τῆς θεότητος ἀξίωμα ἀτενίσαι τις ἠδύνατο. Μέγα, φησὶν ὁ Κύριος, ἐπιθυμεῖς, ὦ Μωϋσῆ· καὶ ἀποδέχομαί σου τὴν ἄπληστον ἐπιθυμίαν, καὶ τοῦτόν σοι τὸν λόγον ποιήσω· ἀλλὰ καθὸ χωρεῖς. Ἰδοὺ. τίθημί σε εἰς τὴν ὀπὴν τῆς πέτρας· ὡς γὰρ μικρὸς, μενεῖς ἐν μικρᾷ περιγραφῇ.
Chapter VII. And that thou mayest know that this is He Who appeared to Moses, receive the testimony of Paul, who says: For they drank of a spiritual following rock, and the rock was the Christ; and again: By faith Moses left Egypt; and after a few words he says: Esteeming the reproach of the Christ greater riches than the treasures in Egypt. This Moses says to Him: Manifest Thyself to me. Thou seest that the prophets also then saw the Christ, yet according as each had capacity. Manifest Thyself to me, that I may see Thee with knowledge. And He says: No one shall see My face, and live. On this account therefore, since no one living was able to see the face of the divinity, He took up the face of humanity, that seeing this we might live; and when He willed to show even this very thing with a little of His dignity, when His face shone as the sun, the disciples fall down terrified. Now if the face of the body shining, not according as He Who wrought it was able, but according as the disciples had capacity, terrified them, and yet they were not able to bear it, how could anyone gaze intently upon the dignity of the divinity? A great thing, says the Lord, dost thou desire, O Moses; and I approve thine insatiable desire, and I will do this word for thee, yet according as thou hast capacity. Behold, I place thee in the cleft of the rock; for as being small, thou shalt remain in a small compass.
Ηʹ. Ὧδέ μοι λοιπὸν ἀσφάλισον, διὰ τοὺς Ἰουδαίους, τὸ λεχθησόμενον· ὁ γὰρ σκοπὸς ἡμῖν ἀποδεῖξαι, ὅτι ἦν παρὰ τῷ Πατρὶ ὁ Κύριος Ἰησοῦς Χριστός.
Chapter VIII. Here, then, secure for me, on account of the Jews, that which is about to be said; for our aim is to demonstrate that the Lord Jesus Christ was with the Father.
PG 33:672Read from the page
Λέγει τοίνυν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου. Κύριος ὢν, ποῖον Κύριον καλεῖ; Καὶ βλέπεις, ὅπως ἐπικεκαλυμμένως ἐδίδασκε τὸ εὐσεβὲς περὶ Πατρὸς καὶ Υἱοῦ δίδαγμα. Καὶ πάλιν ἐν τοῖς ἑξῆς αὐτολεξεὶ γέγραπται· Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου· καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν · Κύριος, Κύριος οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας. Εἶτα ἑξῆς, κύψας Μωϋσῆς καὶ προσκυνήσας ἐνώπιον τοῦ Κυρίου τοῦ καλοῦντος τὸν Πατέρα, λέγει · Συμπορεύθητι δὴ, Κύριε, μεθ' ἡμῶν.
The Lord therefore says unto Moses: I will pass by before thee in My glory, and I will call in the name of the Lord before thee. Being Lord, upon what sort of Lord does He call? And thou seest how veiledly He taught the pious teaching concerning the Father and the Son. And again in what follows it is written word for word: And the Lord descended in a cloud, and stood beside him there, and called in the name of the Lord; and the Lord passed by before his face, and called: The Lord, the Lord compassionate and merciful, long-suffering and abundant in mercy and true, and keeping righteousness, and doing mercy unto thousands, taking away lawlessness and unrighteousness and sins. Then next, Moses having bowed down and worshipped before the Lord Who calls upon the Father, says: Do Thou journey together with us, O Lord.
Θʹ. Ἔχεις ταύτην πρώτην ἀπόδειξιν· δέξαι καὶ δευτέραν φανεράν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Κύριος Κυρίῳ ταῦτα λέγει, οὐ δούλῳ· ἀλλὰ Κυρίῳ μὲν τῶν πάντων, Υἱῷ δὲ αὐτοῦ, ᾧ πάντα ὑπέταξεν. Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, καὶ τὰ ἑξῆς · ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Κύριός ἐστι τῶν πάντων ὁ μονογενὴς Υἱός· Υἱὸς δὲ τοῦ Πατρὸς εὐπειθὴς, οὐχ ἁρπάσας τὸ κυριεύειν, ἀλλὰ παρ' αὐτοπροαιρέτου λα-
Chapter IX. Thou hast this first proof; receive also a second manifest one. The Lord said unto my Lord: Sit Thou at My right hand. The Lord says these things to the Lord, not to a servant; but to the Lord indeed of all things, and His own Son, to Whom He subjected all things. And when He says that all things have been subjected to Him, it is manifest that He is excepted Who subjected all things to Him, and what follows: that God may be all in all. The only-begotten Son is Lord of all things; and an obedient Son of the Father, not having seized the lordship by robbery, but from a self-determining One having re-