Ὢ τῆς ἀθεότητος! Χριστὸς γὰρ Θεοῦ σοφία, μονογενὴς Υἱός· κἀκεῖνος εἰς θῆλυ, καὶ τριακοστὸν στοιχεῖον, καὶ ἔσχατον κατασκεύασμα, κατήνεγκε τῷ λόγῳ τοῦ Θεοῦ τὴν σοφίαν. Καί φησιν, ὅτι ἐπεχείρησεν ἡ Σοφία τὸν πρῶτον Θεὸν ἰδεῖν· καὶ μὴ φέρουσα τὰς μαρμαρυγὰς, ἐξέπεσε τῶν οὐρανῶν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ· εἶτα στένουσα, ἐκ τῶν στεναγμάτων ἐγέννα τὸν διάβολον· καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλασσαν ὑπεστήσατο. Βλέπεις τὴν ἀσέβειαν; πῶς γὰρ ἐκ σοφίας διάβολος γεννᾶται, καὶ ἀπὸ συνέσεως ἡ κακία, ἢ ἀπὸ φωτὸς σκότος; Καί φησιν, ὅτι ὁ διάβολος ἐγέννησεν ἄλλους, ἐξ ὧν τινες κατεσκεύασαν τὸν κόσμον· καὶ ὅτι ὁ Χριστὸς κατῆλθεν, ἐπὶ τὸ ἀποστῆσαι τοὺς ἀνθρώπους τοῦ κοσμοποιοῦ.
O the ungodliness! For Christ is the wisdom of God (1 Cor. 1:24), the only-begotten Son; and that man in his discourse brought down the wisdom of God to a female, and a thirtieth element, and a last fabrication. And he says that Sophia attempted to behold the first God; and not enduring the flashings of light, she fell from the heavens, and was cast out of the thirtieth number; then groaning, out of her groanings she brought forth the devil; and that having wept over her fall, she formed the sea. Do you see the ungodliness? For how is the devil begotten out of wisdom, and wickedness from understanding, or darkness from light? And he says that the devil begot others, some of whom framed the world; and that Christ came down in order to draw men away from the maker of the world.
ΙΘʹ. Ἄκουε δὲ, τίνα λέγουσιν εἶναι τὸν Χριστὸν Ἰησοῦν, ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς. Διδά-
19. And hear whom they affirm Christ Jesus to be, that you may hate them yet more exceedingly. For they