Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· πηγὴ παντὸς ἀγαθοῦ μεγίστη καὶ ἀνελλιπὴς, ποταμὸς εὐεργεσιῶν, φῶς ἀΐδιον ἀνελλιπῶς ἀστράπτον, δύναμις ἀκαταγώνιστος ταῖς ἀσθενείαις ἡμῶν συμπεριφερομένη· οὗ μηδὲ τὸ ὄνομα φέρομεν ἀκοῦσαι· Ἦ ἴχνος Κυρίου εὑρήσεις, φησὶν ὁ Ἰὼβ, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ Παντοκράτωρ; Εἰ τὰ ἔσχατα τῶν ποιημάτων οὐ καταλαμβάνεται, ἄρα ὁ τὰ πάντα ποιήσας καταληφθήσεται; Ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἰ ἃ ἡτοίμασεν ὁ Θεὸς ἀπερίληπτα τυγχάνει ταῖς ἡμετέραις διανοίαις, αὐτὸν ἄρα τὸν ἑτοιμάσαντα τῷ νῷ περιλαμβάνειν δυνάμεθα; Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! φησὶν ὁ Ἀπόστολος. Εἰ τὰ κρίματα καὶ αἱ ὁδοὶ ἀκατάληπτα καθέστηκεν, αὐτὸς ἄρα καταληφθήσεται·
For all things were made through Him, and without Him was not even one thing made: a fountain of all good, greatest and unfailing, a river of benefits, an everlasting light unfailingly shining, an invincible power condescending to our weaknesses; Whose very name we cannot bear to hear: Wilt thou find out the footprint of the Lord, says Job, or hast thou attained unto the last things which the Almighty has made? If the last of His works are not comprehended, shall He Who made all things be comprehended? Eye has not seen, and ear has not heard, neither have entered into the heart of man, the things which God has prepared for them that love Him. If the things which God has prepared are incomprehensible to our minds, are we then able to encompass with our mind Him Who prepared them? O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and His ways past finding out! says the Apostle. If His judgements and His ways are incomprehensible, shall He Himself then be comprehended?
Ιʹ. Τοσούτου τοίνυν ὄντος τοῦ Θεοῦ, καὶ ἔτι μείζονος· οὐδὲ γὰρ ἐὰν ὅλην μου τὴν ὑπόστασιν εἰς γλῶσσαν μεταβάλω, δύναμαι τὸ κατ' ἀξίαν εἰπεῖν· μᾶλλον δὲ οὐδ' εἰ πάντες ἄγγελοι συνέλθοιεν, οὔπω τὸ κατ' ἀξίαν ἐροῦσι· τοσούτου τοίνυν ὄντος ἀγαθοῦ τοῦ Θεοῦ καὶ μεγάλου, ἄνθρωπος λίθον γλύψας, τῷ λίθῳ εἰπεῖν, Θεός μου εἶ σὺ, ἐτόλμησεν. Ὢ μεγάλης ἀβλεψίας, ἐκ τοσούτου μεγέθους εἰς τοσαύτην ταπεινότητα κατελθούσης! Τὸ ξύλον ὅπερ ὁ Θεὸς ἐφύτευσεν, καὶ ὑετὸς ἐμήκυνε, καὶ ὕστερον κατακαυθὲν, καὶ σποδὸς διὰ πυρὸς γινόμενον, τοῦτο μὲν Θεὸς ἀναγορεύεται· ὁ δὲ ἀληθὴς Θεὸς καταφρονεῖται. Ἐπεδαψιλεύσατο δὲ ἡ πονηρία τῆς εἰδωλολατρίας· καὶ αἴλουρος, καὶ κύων, καὶ λύκος, ἀντὶ Θεοῦ προσεκυνήθησαν· καὶ λέων ἀνθρωποβόρος ἀντὶ τοῦ Θεοῦ τοῦ φιλανθρωποτάτου προσεκυνήθη· ὄφις καὶ δράκων, ἀντίμιμοι τοῦ ἐκβαλόντος ἡμᾶς ἐκ παραδείσου, προσεκυνήθησαν· καὶ ὁ τὸν παράδεισον φυτεύσας κατεφρονήθη. Καὶ αἰσχύνομαι λέγειν, πλὴν λέγω· καὶ κρόμμυα γὰρ ἤδη παρά τισι προσεκυνήθη. Οἶνος
X. Since God therefore is so great, and yet greater (for not even if I should turn my whole substance into a tongue, am I able to speak worthily; nay rather, not even if all the angels should come together, will they yet speak worthily); since God therefore is so good and great, man, having carved a stone, has dared to say to the stone, Thou art my God. O great blindness, which has come down from so great majesty unto so great baseness! The wood which God planted, and the rain made to grow, and which afterwards is burnt up, and becomes ashes through fire, this indeed is proclaimed God; while the true God is despised. And the wickedness of idolatry lavished itself yet further: and a cat, and a dog, and a wolf, were worshipped instead of God; and a man-devouring lion was worshipped instead of the most man-loving God; a serpent and a dragon, counterfeits of him who cast us out of paradise, were worshipped; and He Who planted paradise was despised. And I am ashamed to say it, yet I say it: for even onions have before now been worshipped among some. Wine