οὐκ ἔστιν ἄλλος· οὗ μηδεὶς ἰσχυρότερος, ὃν οὐδεὶς διαδεξάμενος ἐκβάλλει τῆς βασιλείας· τὸν πολυώνυμον, καὶ παντοδύναμον, καὶ μονοειδῆ τὴν ὑπόστασιν. Οὐ γὰρ ὅτι καλεῖται ἀγαθὸς, καὶ δίκαιος, καὶ παντοκράτωρ, καὶ Σαβαὼθ, παρὰ τοῦτο διάφορός ἐστι καὶ ἀλλοῖος· ἀλλ' εἷς ὢν καὶ ὁ αὐτὸς, μυρίας ἐκπέμπει τὰς τῆς θεότητος ἐνεργείας· οὐκ ἐν μέρει πλέον ἔχων, καὶ ἐν μέρει ἐλαττούμενος, ἀλλ' ἐν πᾶσιν ὅμοιος ὢν αὐτὸς ἑαυτῷ· οὐ μέγας ἐν φιλανθρωπίᾳ μόνον, καὶ μικρὸς ἐν σοφίᾳ, ἀλλ' ἰσοδύναμον ἔχων τὴν σοφίαν καὶ τὴν φιλανθρωπίαν· οὐκ ἐν μέρει βλέπων, ἐν μέρει δὲ τοῦ βλέπειν ἀπεστερημένος· ἀλλ' ὅλος ὢν ὀφθαλμὸς, καὶ ὅλος ἀκοὴ, καὶ ὅλος νοῦς· οὐχ ὡς ἡμεῖς ἐν μέρει νοῶν, καὶ ἐν μέρει μὴ γινώσκων· βλάσφημος γὰρ ὁ λόγος, καὶ θείας ὑποστάσεως ἀνάξιος. Προγνώστης ἐστὶ τῶν ὄντων, καὶ ἅγιος, καὶ παντοκράτωρ, καὶ πάντων ἀγαθώτερος, καὶ πάντων μείζων, καὶ πάντων σοφώτερος· οὗ μήτε ἀρχὴν, μήτε μορφὴν, μήτε εἶδος ἐξειπεῖν δυνησόμεθα. Οὔτε γὰρ φωνῆς αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, φησὶν ἡ θεία Γραφή· διὸ καὶ πρὸς τοὺς Ἰσραηλίτας φησὶν ὁ Μωσῆς· Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε. Εἰ γὰρ ὅλως τὴν ὁμοιότητα ἀδύνατον φαντασθῆναι, ἐγγὺς ἔσται ἄρα ἡ διάνοια τῆς ὑποστάσεως;
there is none other; than Whom none is stronger, Whom no successor casts out of His kingdom; Who is of many names, and almighty, and uniform in substance. For not because He is called good, and just, and almighty, and Sabaoth, is He on that account diverse and different; but being one and the same, He sends forth ten thousand operations of the Godhead; not having more in one part, and being diminished in another part, but in all things being like unto Himself; not great in loving-kindness only, and small in wisdom, but having wisdom and loving-kindness of equal power; not seeing in part, and in part deprived of sight; but being wholly eye, and wholly hearing, and wholly mind; not like us understanding in part, and in part not knowing; for such a statement is blasphemous, and unworthy of the divine substance. He is foreknower of the things that are, and holy, and almighty, and better than all, and greater than all, and wiser than all; of Whom neither beginning, nor form, nor shape shall we be able to set forth. For ye have neither heard His voice at any time, nor seen His shape, says the divine Scripture; wherefore Moses also says unto the Israelites: And take ye good heed unto your souls, for ye saw no similitude. For if it is altogether impossible to imagine His likeness, will thought then come near unto His substance?