Migne Reading Room

PG 33 · cols. 397–408 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:397Read from the page
ἔλεγεν. Βασιλεὺς ὁ πορφυροφόρος οὐκ ἠγανάκτησεν· οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι. Οὐκ ἐτύφλωσεν αὐτὸν τὸ περιεστὼς τῶν στρατιωτῶν στῖφος· ἐνενόει γὰρ τὸν ἀγγελικὸν τοῦ Κυρίου στρατὸν, καὶ τὸν ἀόρατον ὡς ὁρῶν ἠγωνίασε· καί φησι τῷ ἐλθόντι, μᾶλλον δὲ δι' ἐκείνου τῷ ἀποστείλαντι, ἀποκρινάμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις τοῦ βασιλέως ταπεινοφροσύνην; βλέπεις ἐξομολόγησιν; Μὴ γὰρ ἦν ἐλεγχθεὶς ὑπό τινος; μὴ πολλοὶ συνῄδεισαν τῷ πράγματι; ὀξέως ἐπράχθη τὸ πρᾶγμα, καὶ ὁ προφήτης εὐθὺς παρῆν κατήγορος, καὶ ὁ πταίσας ὁμολογεῖ τὸ κακόν· καὶ ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Ὁ γὰρ ἀπειλήσας προφήτης Ναθὰν, φησὶν εὐθέως· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν. Πλὴν φησι· Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου. Πολλοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ' ἐφρούρει σε ἡ σωφροσύνη· προδοὺς δὲ τὸ μέγιστον ὅπλον, ἑτοίμους ἑστῶτας ἔχεις κατὰ σοῦ τοὺς ἐχθροὺς ἐπαναστάντας. Ὁ μὲν οὖν προφήτης οὕτως αὐτὸν παρεμυθήσατο.
spoke. The purple-clad king was not indignant; for he gave heed not to him who spoke, but to Him Who sent him. The surrounding troop of soldiers did not blind him; for he bethought himself of the angelic host of the Lord, and trembled in agony as seeing Him Who is invisible (Heb. 11:27); and he says in answer to him who came, or rather through him to Him Who sent him: I have sinned against the Lord (2 Sam. 12:13). Do you see the humility of the king? Do you see his confession? For had he been convicted by anyone? Were many privy to the deed? Swiftly was the deed done, and straightway the prophet was present as accuser, and he who had stumbled confesses the evil; and since he confessed candidly, he received most swift healing. For the prophet Nathan, who had uttered the threat, straightway says: The Lord also has put away your sin (2 Sam. 12:13). You see the most swift change of God Who loves mankind. Nevertheless, says he: By provoking you have provoked the enemies of the Lord (2 Sam. 12:14). Many enemies indeed you had on account of righteousness, yet chastity guarded you; but having betrayed your greatest weapon, you have your enemies standing ready, risen up against you. Thus, then, did the prophet comfort him.
ΙΒʹ. Ὁ δὲ μακάριος Δαβὶδ, εἰ καὶ τὰ μάλιστα ἤκουσεν, ὅτι Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς· ἀλλὰ περιεβάλλετο μὲν σάκκον ἀντὶ πορφύρας, ἀντὶ δὲ χρυσοκολλήτων θρόνων, ἐπὶ σποδοῦ καὶ γῆς ὁ βασιλεὺς ἐκαθέζετο· καὶ οὐκ ἐπὶ σποδοῦ μόνον ἐκάθητο, ἀλλὰ καὶ σποδὸν εἶχε τὴν βρῶσιν, καθὼς καὶ αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. Ἐξέτηξε δάκρυσι
Chapter XII. Yet blessed David, even though he heard above all, The Lord has put away your sin (2 Sam. 12:13), the king did not desist from repentance; rather, he clothed himself with sackcloth instead of purple, and instead of gold-inlaid thrones, the king sat upon ashes and earth (Jonah 3:6); and not only did he sit upon ashes, but he also had ashes for his food, even as he himself says: For I have eaten ashes like bread (Ps. 101:10). He wasted away with tears
Notes, col. 397

On the reading

Printed Πλὴν φησι, for Πλήν φησι.

PG 33:400Read from the page
τὸν ἐπιθυμητὴν ὀφθαλμὸν, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, λέγων· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀρχόντων παρακαλούντων φαγεῖν ἄρτον, οὐκ ἐπείθετο. Εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Εἰ βασιλεὺς οὕτως ἐξωμολογεῖτο, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογήσασθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν αὐτῷ τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγειν εἵλετο, μονονουχὶ τῇ διανοίᾳ τὸν ἀναβησόμενον εἰς τοὺς οὐρανοὺς ἐκεῖθεν Λυτρωτὴν ἐπικαλούμενος· καὶ καταρωμένου πικρῶς αὐτὸν τοῦ Σεμεῖ, λέγει· Καὶ ἄφετε αὐτόν· ᾔδει γὰρ, ὅτι τῷ ἀφιέντι ἀφεθήσεται.
the lustful eye, saying, Every night I shall wash my bed; with my tears I shall water my couch (Ps. 6:7). When the rulers entreated him to eat bread, he would not be persuaded. For seven whole days he prolonged his fast (2 Kings 12:17-20). If a king made confession thus, oughtest not thou, a private man, to make confession? Again, after the rebellion of Absalom, although many ways of flight lay open before him, he chose to flee by way of the Mount of Olives (2 Kings 15:23), all but invoking in thought the Redeemer Who was to ascend from thence into the heavens; and when Semei cursed him bitterly, he said, Let him alone also (2 Kings 16:11); for he knew that to him who forgiveth it shall be forgiven.
ΙΓʹ. Βλέπεις, ὅτι καλὸν τὸ ἐξομολογήσασθαι· βλέπεις, ὅτι τοῖς μετανοοῦσίν ἐστι σωτηρία. Καὶ Σολομῶν ἐκπέπτωκεν· ἀλλὰ τί φησιν; Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ ὁ τῆς Σαμαρείας βασιλεὺς γέγονε παρανομώτατος εἰδωλολάτρης, ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀγρῶν ἐπιθυμητὴς καὶ ἀμπελώνων ἀλλοτρίων· ἀλλ' ὅτε τὸν Ναβουθαὶ διὰ τῆς Ἰεσαβὲλ ἀπέκτεινεν, ἐλθόντος Ἠλίου τοῦ προφήτου καὶ μόνον ἐπαπειλήσαντος, διέῤῥηξε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον. Καὶ τί φησιν ὁ φιλάνθρωπος Θεὸς πρὸς τὸν Ἠλίαν; Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; μονονουχὶ πείθων τὸ διάπυρον τοῦ προφήτου, συγκαταβῆναι τῷ μετανοοῦντι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ ὅμως, μέλλοντος αὐτοῦ μετὰ τὴν συγχώρησιν οὐκ ἀφίστασθαι τῆς πονηρίας, συγχωρεῖ ὁ συγχωρῶν· οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλὰ τῷ παρόντι τῆς μετανοίας καιρῷ κατάλληλον τὴν συγχώρησιν δωρούμενος. Δικαίου γὰρ δικαστοῦ ἐστι, πρὸς ἕκαστον τῶν γεγεννημένων προσφόρως ἀποκρίνασθαι.
Chapter XIII. Thou seest that it is good to make confession; thou seest that for the penitent there is salvation. Solomon also fell away (3 Kings 11:4); yet what saith he? Afterwards I repented (Prov. 24:32). Achab too, the king of Samaria, became a most lawless idolater, an outrageous man, the slayer of prophets, a stranger to godliness, a coveter of the fields and vineyards of others (3 Kings 20-21); yet when through Jezabel he had slain Naboth, and Elias the prophet came and merely uttered threats, he rent his garments and put on sackcloth (3 Kings 21:17, 27). And what saith the merciful God unto Elias? Hast thou seen how Achab hath been pricked to the heart before My face? (3 Kings 21:29), all but persuading the fiery spirit of the prophet to condescend towards the penitent: For I will not bring on the evil, saith He, in his days (3 Kings 21:29). And yet, although after the pardon he was not going to depart from his wickedness, nevertheless He Who pardoneth doth pardon—not being ignorant of the future, but granting pardon suited to the present season of repentance. For it belongeth to a righteous judge to give a fitting answer unto each thing that hath taken place.
PG 33:401Read from the page
ΙΔʹ. Πάλιν Ἱεροβοὰμ εἰστήκει θύων τοῖς εἰδώλοις ἐπὶ τῷ βωμῷ· ξηρὰ γέγονεν αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσε συλληφθῆναι τὸν ἐλέγχοντα προφήτην· ἀλλὰ τῇ πείρᾳ γνοὺς τὴν ἐνέργειαν τοῦ παρόντος, λέγει· Δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου· καὶ διὰ τοῦτο τὸ ῥῆμα πάλιν ἀποκατέστη ἡ χεὶρ αὐτοῦ. Εἰ τὸν Ἱεροβοὰμ ἰάσατο ὁ προφήτης, σὲ Χριστὸς ἄρα οὐ δύναται τῶν ἁμαρτιῶν ἰασάμενος ἐλευθερῶσαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἠσαΐαν πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθεὶς, καὶ πλήσας αἱμάτων ἀθώων τὴν Ἱερουσαλήμ· ἀλλὰ αἰχμάλωτος ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας ἰατρείαν συνεχρήσατο· λέγει γὰρ ἡ Γραφὴ, ὅτι Ἐταπεινώθη Μανασσῆς ἐνώπιον Κυρίου, καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ. Εἰ ὁ τὸν προφήτην πρίσας, διὰ μετανοίας ἐσώθη· σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος, οὐ σωθήσῃ;
Chapter XIV. Again, Jeroboam stood sacrificing to the idols upon the altar: his hand became withered, because he commanded the prophet who rebuked him to be seized; but learning by experience the power of him who was present, he saith, Entreat the face of the Lord thy God; and because of this word his hand was restored again (3 Kings 13:4-6). If the prophet healed Jeroboam, cannot Christ then heal thee of thy sins and set thee free? Manasses also became most lawless, he who sawed Esaias asunder, and was defiled with all manner of idolatries, and filled Jerusalem with innocent blood (4 Kings 21:16); yet when he was led captive to Babylon, he used his experience of afflictions for the healing remedy of repentance; for the Scripture saith that Manasses was humbled before the Lord, and prayed, and the Lord hearkened unto him, and brought him back into his kingdom (2 Chron. 33:12-13). If he who sawed the prophet asunder was saved through repentance, shalt not thou, who hast wrought no such great evil, be saved?
ΙΕʹ. Βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπιστήσῃς. Βούλει γνῶναι πόσον ἰσχύει μετάνοια; θέλεις γνῶναι τὸ καρτερὸν τῆς σωτηρίας ὅπλον, καὶ μαθεῖν πόσον ἐξομολόγησις ἰσχύει; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐχθρῶν Ἐζεκίας δι' ἐξομολογήσεως ἐτρέψατο· μέγα μὲν ἀληθῶς καὶ τοῦτο, ἀλλὰ ἔτι μικρὸν πρὸς τὸ ῥηθησόμενον. Ἀπόφασιν θείαν ἐξενεχθεῖσαν ἀνεκαλέσατο διὰ μετανοίας ὁ αὐτός. Νοσήσαντι γὰρ αὐτῷ φησιν ὁ Ἠσαΐας· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Ποία λοιπὸν προσδοκία; ποία ἐλπὶς εἰς σωτηρίαν, τοῦ προφήτου λέγοντος, Ἀποθνήσκεις γὰρ σύ; Ἀλλ' οὐκ ἀπέστη τῆς μετανοίας Ἐζεκίας· μεμνημένος δὲ τοῦ γεγραμμένου, Ὅταν ἀποστραφεὶς στενάξης, τότε σωθήσῃ, ἀπεστράφη
Chapter XV. Take heed lest thou vainly disbelieve the power of repentance. Wouldst thou know how great strength repentance hath? Wouldst thou know the mighty weapon of salvation, and learn how much confession availeth? One hundred and eighty-five thousand enemies did Ezechias put to flight through confession (4 Kings 19:35); great indeed truly is this also, yet still small in comparison with what is about to be told. The very same man recalled by repentance a divine sentence that had already gone forth. For when he fell sick, Esaias saith unto him, Set thy house in order; for thou diest, and shalt not live (Isa. 38:1). What expectation then remained? What hope towards salvation, when the prophet said, For thou diest? Yet Ezechias desisted not from repentance; but remembering that which is written, When thou shalt turn back and groan, then shalt thou be saved (Isa. 30:15), he turned
Notes, col. 401

On the reading

Printed εἰστήκει, for εἱστήκει.

PG 33:404Read from the page
εἰς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς τὸν οὐρανὸν (οὐ γὰρ ἐμποδίζει παχύτης τῶν τοίχων προσευχαῖς μετ' εὐλαβείας ἀναπεμπομέναις), φησί· Κύριε μνήσθητί μου· αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ σὲ μνησθῆναί μου· οὐχ ὑποβέβλησαι χρόνοις, ἀλλ' αὐτὸς εἶ τῆς ζωῆς ὁ νομοθέτης. Οὐ γὰρ κατὰ γένεσιν, καὶ πλοκὴν ἄστρων, ὥς τινες ματαιολογοῦσιν, ζῶμεν· ἀλλ' αὐτὸς καὶ τοῦ ζῆν, καὶ ὅτε δεῖ ζῆν; ὡς βούλει νομοθέτης τυγχάνεις· καὶ ᾧ τὸ ζῆν ἀνέλπιστον διὰ τὴν προφητικὴν ἀπόφασιν, τούτῳ πεντεκαιδεκαετὴς προσετίθετο χρόνος, ἡλίου παλίνδρομον, διὰ τὸ σημεῖον, ποιησαμένου τὴν πορείαν. Εἶτα, διὰ μὲν τὸν Ἐζεκίαν ἥλιος ὑπέστρεψεν, διὰ δὲ τὸν Χριστὸν ἥλιος ἐξέλιπεν· οὐκ ἀναποδίσας ἀλλ' ἐκλείπων, καὶ διὰ τοῦτο δείξας τὴν διαφορὰν ἑκατέρων, Ἐζεκίου λέγω καὶ Ἰησοῦ. Καὶ ὁ μὲν ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; Ἀπόστρεψον, καὶ στέναξον σεαυτὸν, ἀπόκλεισον τὴν θύραν, καὶ πρόσευξαι ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς· ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας ἡμερῶσαι.
towards the wall, and stretching his mind from his couch unto heaven (for thickness of walls hindereth not prayers sent up with devotion), he saith, O Lord, remember me (Isa. 38:3); for it sufficeth for my healing that Thou remember me; Thou art not subject unto times, but art Thyself the Lawgiver of life. For not according to nativity and conjunction of stars, as some vainly babble, do we live; but both of living and of when one must live Thou art Thyself as Thou willest the Lawgiver; and unto him for whom life was past hope because of the prophetic sentence, a period of fifteen years was added, the sun making a backward course for the sign (Isa. 38:8; Sir. 48:26). Furthermore, on account of Ezechias the sun turned back, whereas on account of Christ the sun failed—not stepping back, but suffering eclipse, and thereby showing the difference between the two, I mean Ezechias and Jesus. And if the former prevailed to loose a sentence of God, doth not Jesus grant remission of sins? Turn back, and bewail thyself (Isa. 30:15), shut thy door (Matt. 6:6), and pray that thou mayest be forgiven, that He may remove from thee the scorching flames; for confession hath power to quench even fire (Dan. 3:50), and hath power to tame even lions (Dan. 6:22).
ΙϚʹ. Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη τοῖς περὶ τὸν Ἀνανίαν· ποίας ἐξέχεαν πηγάς; πόσοι ξέσται ὕδατος, τὴν ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι ἠδύναντο; Ἀλλ' ὅπου ὀλίγον ὑπερανέβη ἡ φλὸξ, ἐκεῖ ποταμηδὸν ἐξεχύθη ἡ πίστις, καὶ ἐκεῖ ἔλεγον τὸ ἀντιφάρμακον τῶν κακῶν· Δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν. Καὶ ἡ μετάνοια ἔλυσε τὰς φλόγας. Εἰ ἀπιστεῖς, ὅτι δύναται σβέσαι τὸ τῆς γεέννης πῦρ ἡ μετάνοια, ἐκ τῶν περὶ τὸν Ἀνανίαν γεγενημένων μάθε. Ἀλλ' ἐρεῖ τις
Chapter XVI. And if thou disbelievest, consider what befell those with Ananias: what fountains did they pour forth? How many pitchers of water could have quenched the flame that rose up forty-nine cubits high? Yet where the flame rose slightly above, there faith was poured out like a river, and there they spoke the antidote of evils: Righteous art Thou, O Lord, in all the things that Thou hast done unto us; for we have sinned and committed iniquity (Dan. 3:27-29). And repentance loosed the flames. If thou disbelievest that repentance is able to quench the fire of Gehenna, learn it from the things that befell those with Ananias. But someone will say
Notes, col. 404

On the reading

Printed ζῆν;, for ζῆν,.

PG 33:405Read from the page
τῶν ὀξέως ἀκροωμένων· Ἐκείνους ὁ Θεὸς δικαίως ἐῤῥύσατο τότε· διὰ τὸ μὴ θελῆσαι εἰδωλολατρῆσαι, ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὴν δύναμιν. Ἐπειδὴ δὲ τοῦτο παρέστη, ἔρχομαι λοιπὸν ἐφ' ἕτερον τύπον μετανοίας.
of those who listen keenly: God justly delivered those men at that time; because they refused to worship idols, God gave them the power. Since this hath been suggested, I come next to another example of repentance.
ΙΖʹ. Τίνα ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν Γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης, λεοντώδη τὴν προαίρεσιν ἔχων; οὐκ ἤκουσας ὅτι, τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; οὐκ ἤκουσας, ὅτι τὸν λαὸν ἐξῃχμαλώτευσεν; οὐκ ἤκουσας, ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα; οὐκ ἤκουσας, ὅτι τὰ χερουβὶμ συνέτριψεν; οὐ λέγω τὰ νοητὰ, ἄπαγε! μὴ τοῦτο ὑπολάβῃς, ἄνθρωπε, ἀλλὰ τὰ γλυπτὰ, ἀλλὰ τὸ ἱλαστήριον, οὗ ἀνὰ μέσον ἐλάλει ὁ Θεὸς φωνῇ. Τὸ καταπέτασμα τῆς ἁγιωσύνης κατεπάτησε· τὸ θυμιατήριον λαβὼν, ἐπὶ εἰδωλεῖον ἀπήνεγκε· πάντα τὰ προσφερόμενα περιεῖλε· τὸν ναὸν ἐκ θεμελίων ἐνεπύρισε. Πόσων τιμωριῶν ἄξιος ἦν, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ αἰχμαλωτίσαι τὸν λαὸν, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ἔνδον εἰδώλων θέσθαι; ἆρ' οὖν οὐκ ἦν θανάτων μυρίων ἄξιος;
Chapter XVII. What opinion hast thou concerning Nabuchodonosor? Hast thou not heard from the Scriptures that he was bloodthirsty, fierce, having a lion-like disposition? Hast thou not heard that he brought out the bones of the kings from their tombs into the light (Jer. 8:1; Bar. 2:24-25)? Hast thou not heard that he led the people into captivity? Hast thou not heard that he put out the eyes of the king, after he had first seen his children slain before him (4 Kings 25:7)? Hast thou not heard that he shattered the cherubim? I mean not the intellectual ones—away with the thought! suppose not this, O man—but the carved ones (Exod. 25:17-18), and the mercy-seat, from the midst whereof God spoke with a voice (Exod. 25:22). The veil of holiness he trampled underfoot; taking the censer, he carried it off to an idol-temple (Dan. 1:2); all the offerings he took away; the temple he burned down from its foundations. Of how many punishments was he worthy, for slaying kings, for burning the holy things, for leading the people into captivity, for placing the sacred vessels inside the temples of idols? Was he not therefore worthy of ten thousand deaths?
PG 33:408Read from the page
ΙΗʹ. Εἶδες τὸ μέγεθος τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἀπεθηριώθη, ἐν τῇ ἐρήμῳ διέτριβεν, ἐμαστιγοῦτο ἵνα σωθῇ. Εἶχεν ὄνυχας ὡς λέων· ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων. Εἶχε τρίχας λεόντων· λέων γὰρ ἦν ἁρπάζων καὶ ὠρυόμενος. Χόρτον ὡς βοῦς ἤσθε· κτῆνος γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν. Ἐβάφη τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς δρόσου· ἐπειδὴ προϊδὼν κατασβεσθὲν ὑπὸ τῆς δρόσου τὸ πῦρ, οὐκ ἐπίστευσε. Καὶ τί γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν Ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα, καὶ ἐδόξασα. Ὅτε τοίνυν ἐπέγνω τὸν Ὕψιστον, καὶ τὰς εὐχαριστηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ ἦλθεν εἰς μεταμέλειαν ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν· τότε ὁ Θεὸς ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας.
Chapter XVIII. Thou hast seen the magnitude of his evils; come now unto the loving-kindness of God. He was turned into a wild beast, he dwelt in the wilderness, he was scourged that he might be saved. He had claws like a lion; for he had been a spoiler of the holy things. He had the hair of lions; for he was a ravening and roaring lion. He ate grass like an ox; for he was a brute beast, not knowing Him Who had given him the kingdom. His body was bathed with the dew; because after seeing beforehand the fire quenched by the dew, he believed not. And what happeneth? After these things, saith he, I Nabuchodonosor lifted up mine eyes unto heaven, and blessed the Most High, and praised and glorified Him Who liveth for ever (Dan. 4:31). When therefore he acknowledged the Most High, and sent up voices of thanksgiving unto God, and came to remorse for the things that he had wrought, and recognized his own weakness, then God restoreth unto him the honour of the kingdom (Dan. 4:33).
ΙΘʹ. Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ τοιαῦτα διαπραξαμένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βασιλείαν· σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ; Φιλάνθρωπος ὁ Κύριος, καὶ ταχὺς εἰς συγχώρησιν, βραδὺς δὲ εἰς τιμωρίαν. Μηδεὶς οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέτρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παιδισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον· ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον παρίστησι· καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον.
Chapter XIX. What then? Unto Nabuchodonosor, after he had wrought such deeds and made confession, He gave pardon and the kingdom; and unto thee, when thou repentest, doth He not give the remission of thy sins, and the kingdom of heaven, if thou walkest worthily? Loving towards mankind is the Lord, and swift unto pardon, but slow unto punishment. Let no man therefore despair of his own salvation. Peter, the foremost and chief of the apostles, before a little maidservant thrice denied the Lord; but having repented, he wept bitterly (Matt. 26:69-75). And his weeping manifesteth repentance from the heart; and on this account he not only received forgiveness for his denial, but also retained his apostolic dignity unforfeited.
Κʹ. Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογήσασθε τῷ Κυρίῳ· ἵνα καὶ τὴν συγχώρησιν λάβητε τῶν προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου δωρεᾶς καταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ πάντων τῶν ἁγίων· ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Chapter XX. Having therefore, brethren, many examples of those who sinned, and repented, and were saved, do ye also eagerly make confession unto the Lord; that ye may both receive pardon of your former sins, and be counted worthy of the heavenly gift, and inherit the heavenly kingdom with all the saints, in Christ Jesus, to Whom is the glory for ever and ever. Amen.
Notes, col. 408

On the reading

Printed ἤσθε, for ἤσθιε.