γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία, καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη.
know Me. There is, therefore, both for men and for women alike, salvation procured through repentance.
Ιʹ. Κἂν ὁλόκληρος δὲ λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι τὸν Θεὸν, ἀλλ' ὁ Θεὸς ἑαυτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, εἰρήκασιν· καὶ πάλιν συνήθως ὁ Θεὸς τοῦ Ἰσραὴλ, σωτὴρ αὐτῶν ἐγένετο. Καὶ οὐ μόνος ὁ λαὸς ἥμαρτε, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς. Μωϋσῆς γάρ ἐστιν ὁ λέγων· Καὶ ἐπὶ Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου· καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν αὐτῷ ὁ Θεός. Εἶτα Μωϋσῆς μὲν, αἰτῶν ὑπὲρ ἀρχιερέως ἁμαρτάνοντος, ἐδυσώπει τὸν Κύριον· Ἰησοῦς δὲ ὁ μονογενὴς, αἰτῶν ὑπὲρ ἡμῶν, οὐ δυσωπεῖ τὸν Θεόν; κἀκεῖνον μὲν, διὰ τὸ πταισθὲν, οὐκ ἐκώλυσεν ἐλθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ, ἐξ ἐθνῶν ἐλθόντα, κωλύσει εἰσελθεῖν εἰς τὴν σωτηριαν; μετανόησον, ἄνθρωπε, λοιπὸν καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἀνεπίληπτόν σου παράστησον εἰς τὸ ἑξῆς τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δυνήσεται ὁ πᾶς ἄνθρωπος κατ' ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλανθρωπίαν· οὐδ' ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ἀνθρώπων ὁμοῦ, οὐδ' οὕτως μέρος τι τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς γὰρ λέγομεν μέρος τι τῶν γεγραμμένων περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ φιλανθρωπίας· ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοις συνεχώρησε·
Chapter X. Even if an entire people sin, it does not overcome God's love for mankind. The people made a calf, and yet God did not depart from His love for mankind; men denied God, but God did not deny Himself (2 Tim. 2:13). These are your gods, O Israel (Exod. 32:4), they said; and again, as was His wont, the God of Israel became their Saviour. And not only did the people sin, but Aaron the high priest also. For Moses it is who says: And against Aaron was the wrath of the Lord kindled; and I prayed, says he, on his behalf, and God forgave him (Deut. 9:20). If, then, Moses, entreating on behalf of a sinning high priest, prevailed upon the Lord, does not Jesus the Only-begotten, entreating on our behalf, prevail upon God? And He did not hinder Aaron, on account of his stumble, from entering upon the high priesthood; will He hinder you, who have come from the Gentiles, from entering into salvation? Repent, O man, henceforth yourself also in like manner, and grace is not withheld from you. Present your way of life blameless hereafter; for truly God is loving towards mankind, and all mankind will not be able worthily to tell forth His love for mankind; not even if all the tongues of men should come together at once, not even so will they be able to recount some part of God's love for mankind. For we tell some part of what is written concerning His love towards men; yet we do not know how much He forgave even to angels;