PG 33:1581Read from the pageΔιοδώρου. Ἡ τῶν Ἑβδομήκοντα ἑρμηνεία τὴν ταχυτῆτα δοκεῖ σημαίνειν τῶν Ἑβραίων γυναικῶν, τὴν κατὰ τὸ τίκτειν, φθάνουσαν τὴν παρουσίαν τῶν μαιῶν· ἡ δὲ τοῦ Συμμάχου καὶ Θεοδοτίωνος, ὅτι αἱ γυναῖκες τῶν Ἑβραίων ἴσασι τὴν μαιευτικὴν ἐπιστήμην, καὶ τῆς τῶν μαιῶν παρουσίας οὐ χρήζουσι. Διὸ δὴ αὐταῖς προχωρεῖ καὶ τὸ ζωογονεῖν τοὺς ἄῤῥενας.
Of Diodore. The translation of the Seventy seems to signify the swiftness of the Hebrew women in giving birth, anticipating the arrival of the midwives; whereas that of Symmachus and Theodotion signifies that the women of the Hebrews know the art of midwifery, and have no need of the presence of the midwives. Wherefore they also succeed in preserving the male children alive.
CAP. III, vers. 5. Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.
Chapter 3, verse 5. And He said: Draw not nigh hither; loose the sandal from off thy feet, for the place whereon thou standest is holy ground.
Διοδώρου. Τινὲς τὸ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, φασὶ πρὸς Μωσέα, ἵνα μὴ τὴν γυναῖκα λαβὼν, κατέλθῃ εἰς Αἴγυπτον, μέλλων τὸν λαὸν ἀνάγειν, τὸ ἑξῆς ἀναγινώσκοντες, τὸ, ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Ἀλλ' οὐκ ἐπειδὴ ὁ τόπος γῆ ἁγία ἦν, διὰ τοῦτο οὐκ ἐχρῆν λαβεῖν τὴν γυναῖκα σπεύδοντα εἰς τὴν Αἴγυπτον. Ἕτεροι δέ φασιν, ὅτι ἐπειδὴ τὸ ὑπόδημα ἐκ δερμάτων κατεσκεύασται, νομοθετεῖν δὲ τοῖς ἱερεῦσιν ἔμελλεν ὁ ἀρχιερεὺς Μωσῆς, μὴ μετὰ τοιούτων ὑποδημάτων λειτουργεῖν τῷ Θεῷ ἐν τῇ σκηνῇ, λαλῶν τότε τῷ Μωϋσῇ ὁ Θεὸς, ἤδη τὸν νόμον αὐτῷ δίδωσι προλαβών· οὐκ ἐνθυμηθέντες, ὅτι καὶ πολλὰ ἕτερα τοὺς ἱερεῖς δεῖ ποιεῖν, πολλῷ τούτου ἀναγκαιότερα, ἅπερ ἐχρῆν πρότερον Μωσέα προσταχθῆναι ποιεῖν. Καὶ τὸ μεῖζον, ὅτι τοῦτο αὐτὸ, τὸ λῦσαι τὸ ὑπόδημα, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῒ φησι Μιχαὴλ ὁ ἀρχιστράτηγος. Καὶ οὐκ ἂν εἴποι τις τοῦτο εἰρῆσθαι τῷ Ἰησοῦ, ἐπειδὴ γυναῖκα ἐπεφέρετο εἰς Αἴγυπτον· ὅθεν ἐχρῆν ἐξαγαγεῖν τὸν λαόν· ἢ ὅτι τοιαῦτα νομοθετεῖν ἔμελλεν. Ὑπόλοιπον ἡμῖν τὴν αἰτίαν εἰπεῖν. Εὐλογημένος εἶ, φησὶ, καὶ εὐλογεῖς καὶ ἁγιάζεις τὸν τόπον, οὗ ἐὰν ἐπιβαίνῃς, ἱερεὺς ὢν, καὶ πνευματοφόρος. Λῦσον οὖν τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ἵνα γυμνοῖς τοῖς ποσὶν ἁγιάσῃς τὴν γῆν, ἐν ᾗ ἕστηκας· καὶ ὥσπερ ἵνα χρίσῃς τὸν τόπον, ἐν ᾧ μετ' οὐ πολὺ λαλήσω τῷ λαῷ, οὗ ἱερεὺς ἔσῃ, ἐκ μέσου πυρός. Ταύτῃ τῇ διανοίᾳ καὶ τῷ Ἰησοῦ ὁ ἀρχιστράτηγος εἶπε, Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου (Ἰησ. V, 16). Ἀφ' οὗ γὰρ, φησὶν, ἐπέβης τῆς γῆς, ἣν ὁ Θεὸς ἐπηγγείλατο τῷ Ἰσραὴλ, πεπλήρωσαι πνεύματος. Γυμνοῖς τοῖς ποσὶν ἁγίασον τὴν γῆν.
Of Diodore. Some say that the command, loose the sandal from thy feet, was spoken unto Moses in order that he might not take his wife and go down into Egypt when about to lead up the people, reading the sequel, for the place whereon thou standest is holy ground. Yet it was not because the place was holy ground that on this account he ought not to take his wife when hastening into Egypt. And others say that, since a sandal is fashioned out of skins, and Moses the high priest was about to legislate to the priests not to minister unto God in the tabernacle with such sandals, God, speaking at that time to Moses, already gives him the law in advance—not considering that the priests must also do many other things much more necessary than this, which Moses ought first to have been commanded to do. And what is greater, Michael the chief captain says this very thing, to loose his sandal, unto Joshua the son of Nun as well. And no one would say that this was spoken unto Joshua because he was bringing a wife into Egypt, whence he had to lead out the people, or because he was about to legislate such things. It remains for us to state the reason. Blessed art thou, He says, and thou blessest and sanctifiest the place whereon soever thou treadest, being a priest and Spirit-bearing. Loose therefore the sandal from off thy feet, in order that with bare feet thou mayest sanctify the ground whereon thou standest, and as it were anoint the place wherein after no long time I shall speak out of the midst of fire unto the people whose priest thou shalt be. With this meaning the chief captain also said unto Joshua, Loose the sandal from off thy feet (Josh. 5:16). For from the time, he says, that thou didst set foot upon the land which God promised unto Israel, thou hast been filled with the Spirit; with bare feet sanctify the ground.
CAP. IV, vers. 21. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
Chapter 4, verse 21. And the Lord said unto Moses: As thou goest and returnest into Egypt, see all the wonders which I have put in thy hands; thou shalt do them before Pharaoh; and I will harden the heart of Pharaoh, and he shall certainly not send away the people.
Διοδώρου. Πῶς νοητέον, ὅτι ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ; Ἀπὸ παραινέσεως ἤρξατο ὁ Θεός· εἶτα ὡς ἠπείθει ὁ Φαραὼ, μετρίας αὐτῷ ἐπῆγε πληγάς. Οὕτως οὖν, καὶ οὐχ ἑτέρως σκληρύνει, τῷ φείδεσθαι, καὶ Μωσέως εὐχομένου, τὰς πληγὰς ἀποστρέφειν. Ἔδει γὰρ καὶ Μωσέα παρακαλοῦντα, τὸν Φαραὼ πείθεσθαι· καὶ τὸν Θεὸν ἀκούειν Μωσέως, καὶ δεικνύναι ὅτι μέγιστός ἐστι Προφήτης ὑπὸ Θεοῦ ἀπ-
Of Diodore. How is it to be understood that I will harden the heart of Pharaoh? God began from admonition; then, when Pharaoh disobeyed, He brought moderate plagues upon him. Thus therefore, and not otherwise, does He harden him: by sparing him, and, when Moses prayed, turning away the plagues. For it behoved Pharaoh to be persuaded when Moses entreated, and God to hearken unto Moses and show that he was a very great Prophet sent-
PG 33:1582Read from the pageεσταλμένος. Ὅ μάλιστα τὸν Φαραὼ σκληρότερον ἐποίει. Οἱ γὰρ ἀπειθεῖς παιδευόμενοι μὲν, ἐνδιδόασιν· ἀπαλλαττόμενοι δὲ, σκληροὶ μένουσι, καὶ τῆς σκληρότητος αἴτιος ὁ ἐνδιδούς. Κακίᾳ τοίνυν καὶ σκληρότητι ἐσκλήρυνε τὴν καρδίαν Φαραὼ ὁ Θεός· ἀλλὰ καὶ τὸ λέγειν τὸν Θεὸν, Ἀπόλυσον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ (Ἐξόδ. V, 1), σκληρὸν ἐποίει τὸν Φαραὼ, καὶ ὀργιλώτερον, καὶ πολὺ πλέον τὸ τῶν πληγῶν μὴ συναπολαύειν τοὺς Ἰσραηλίτας. Ἀλλ' οὐ διὰ τοῦτο τὸν Θεὸν ἐχρῆν ἀπὸ μεγίστων ἄρξασθαι πληγῶν, ἵνα μὴ σκληρὸς αὐτὸς νομισθῇ. Κρεῖττον γὰρ διὰ χρηστότητα τοῦ Θεοῦ, τὸ ἀπειθὲς δειχθῆναι τοῦ Φαραὼ, ἢ δι' ἀποτομίαν, ἐλεεῖσθαι μὲν τὸν Φαραὼ, διαβάλλεσθαι δὲ τὸν Θεὸν, ὅτι μὴ ἀπὸ χρηστότητος ἤρξατο.
by God. Which most of all made Pharaoh harder. For the disobedient, while being chastised, give way; but when delivered, they remain hard, and he who gives way to them is the cause of their hardness. By his own wickedness and hardness, therefore, did God harden the heart of Pharaoh; moreover, God's saying, Let My people go, that they may serve Me (Exod. 5:1), made Pharaoh hard and more irascible, and much more so the fact that the Israelites did not share in the plagues. Yet not on this account ought God to have begun from the greatest plagues, lest He Himself should be deemed harsh. For it was better that through the kindness of God the disobedience of Pharaoh should be shown, than that through severity Pharaoh should be pitied and God traduced for not having begun from kindness.
Vers. 24. Ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος· καὶ ἐζήτει ἀποκτεῖναι αὐτόν.
Verse 24. And it came to pass on the way, at the lodging-place, that an angel met him, and sought to slay him.
Διοδώρου. Οὐχ ὁρῶ πῶς ὁ Ἄγγελος ἀνελεῖν ἐβούλετο τὸν Μωσέα, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὁ Κύριος, προειδὼς ὅσα δι' αὐτοῦ ποιήσει θαύματα κατ' Αἴγυπτον, καὶ κατὰ τὴν ἔρημον πᾶσαν· πλὴν εἰ μή τις, ὅπερ ἀληθές ἐστιν εἴποι· ὅτι ὁ μὲν Μωσῆς ἐνόμισε τὸν Θεὸν ὠργίσθαι αὐτῷ, ἐπειδὴ τὸν λαὸν ἀμελητὶ προσταχθεὶς ἀναγαγεῖν, καὶ γυναῖκα καὶ τέκνα ἀπεφέρετο εἰς Αἴγυπτον. Διὸ δὴ καὶ ἀπέπεμψεν αὖθις τὰ φίλτατα πρὸς τὸν πενθερόν. Ἡ δὲ Σεπφώρα, ἐπειδὴ τὰ παιδία Μωϋσέως ἀπερίτμητα ἦν, ᾠήθη τὸν Θεὸν αὐτῷ διὰ τοῦτο ὀργισθῆναι. Ἐβεβαίωσε δὲ αὐτὴν τὴν ὑποψίαν, τὸ τὸν ἄγγελον ἀκούσαντα, ὅτι Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου τοῦ περιτμηθέντος, ἀναχωρῆσαι. Ἐγὼ δὲ, εἰ τοῦτο ἦν ἀληθὲς, λέγω δὴ ὅπερ ὑπετόπασεν ἡ γυνὴ, ἀπορῶ τί δή ποτε ὁ Ἄγγελος ἀνεχώρησε, μὴ καὶ τοῦ ἑτέρου παιδίου περιτμηθέντος; διὰ τί δὲ Μωσῆς, εἰ διὰ τὸ ἀπερίτμητα εἶναι τὰ παιδία περὶ τὸ ζῆν ἐκινδύνευσε, τοὺς ἐν τῇ ἐρήμῳ τεχθέντας ἀπεριτμήτους κατέλιπεν; ὥστε εἰ καὶ ἡ Σεπφώρα, διὰ τὸ ἀπερίτμητα αὐτῶν μεμενηκέναι τὰ παιδία, ᾠήθη τὸν Θεὸν αὐτοῖς ὠργίσθαι· καὶ ὁ Μωϋσῆς ἐπειδὴ τὴν γυναῖκα ἔχων καὶ τὰ παιδία κάτεισιν εἰς Αἴγυπτον, καὶ διὰ τοῦτο ἀπέπεμψε τὴν γυναῖκα. Ἀλλὰ φανερὸν, ὅτι τὸν Μωσέα δεδοικότα τὸν Φαραὼ, ὡς καὶ ἀντιπεῖν τῷ Θεῷ πέμποντι αὐτόν· τὸ τελευταῖον δὲ ἥξαντα φοβεῖ ὁ Ἄγγελος, ὡς καὶ αὐτίκα ἀναιρήσων, ἵνα ἔχων ἐν νῷ τὸν ἀπὸ τῆς ἀοράτου δυνάμεως κίνδυνον, κραταιοτέρῳ φόβῳ καὶ μείζονι τὸν ἀπὸ τοῦ Φαραὼ φόβον ἐξώσηται. Οὐ θαυμαστὸν δὲ, εἰ ταύτην μὲν τὴν αἰτίαν ἐσιώπησεν ὁ Ἄγγελος, τοῦ δῆθεν ἀνελεῖν ἐθέλειν τὸν Προφήτην, πρόφασιν δὲ τῆς ἀναχωρήσεως εἴληφε τὸ ῥῆμα τῆς Σεπφώρας. Τοιοῦτον γάρ τοι καὶ τῷ Βαλαὰμ ἄγγελος ποιεῖ. Τὸ μὲν πρῶτον, κωλύων αὐτὸν ἀπελθεῖν καλούμενον ὑπὸ τοῦ Βαλάκ· ὡς δὲ ἐπέμεινεν ἐπειγόμενος ἐξορμῆσαι, τοῦτο μὲν συγχωρήσας, κατὰ δὲ τὴν ὁδὸν φοβῶν αὐτὸν, ξίφος ἄμφηκες ἔδειξεν εἰς ἀναίρεσιν τοῦ μάν-
Of Diodore. I do not see how the Angel—or according to the other translators, the Lord—wished to slay Moses, foreknowing all the wonders that He would work through him across Egypt and across all the wilderness; unless someone should say, what is true, that Moses indeed supposed God to be wroth with him because, having been commanded to lead up the people without delay, he was taking both wife and children along into Egypt. Wherefore indeed he sent his dearest ones back again to his father-in-law. And Zipporah, since the children of Moses were uncircumcised, supposed that God was wroth with him on this account. And the fact that the angel, upon hearing that the blood of the circumcision of the circumcised child stood, withdrew, confirmed this suspicion. Yet if this were true—I mean what the woman suspected—I am at a loss why ever the Angel withdrew when the other child had not been circumcised as well; and why Moses, if he was in peril of his life because the children were uncircumcised, left those born in the wilderness uncircumcised. So that both Zipporah, because their children had remained uncircumcised, supposed God to be wroth with them, and Moses supposed so because he was going down into Egypt having his wife and children, and on this account sent away his wife. But it is manifest that the Angel terrifies Moses—who feared Pharaoh so much as even to speak against God when He sent him, and had at last set out—as though about to slay him straightway, in order that, having in mind the danger from the invisible power, he might drive out the fear of Pharaoh by a stronger and greater fear. And it is no marvel if the Angel kept silent this reason for ostensibly wishing to slay the Prophet, and took the word of Zipporah as a pretext for his withdrawal. For just such a thing does an angel do unto Balaam also: at first hindering him from departing when called by Balak; and when he persisted, hastening to set out, permitting this indeed, yet terrifying him along the way, he showed a two-edged sword for the slaying of the divin-
PG 33:1583Read from the pageτεως· οὐχ ἵνα ἀνέλῃ, ἀλλ' ἵνα φοβήσῃ, καὶ τῶν τοῦ Βαλὰκ τιμῶν καταφρονῆσαι παρασκευάσῃ, καὶ τὸ δοκοῦν τῷ Θεῷ προτιμήσῃ. Καὶ τοῦτο μὲν οἰκονομεῖ, φησὶ δὲ τῷ Βαλαὰμ, Ὅτι εἰ μὴ ἐξέκλινεν ἡ ὄνος, σὲ μὲν ἂν ἐξεκέντησα (Ἀριθ. XXII, 23), τὴν δὲ ὄνον περιεποιησάμην. Ὥσπερ τοίνυν ἐνταῦθα τῆς ὄνου τὴν ἔκκλισιν, πρόφασιν εἴρηκε τοῦ μηκέτι ἀνῃρηκέναι δοκεῖν, τὸ δὲ ἀληθὲς ἀπειλὴ ἦν τὸ γινόμενον καὶ κατάπληξις, δι' ἣν αἰτίαν εἰρήκαμεν· οὕτω καὶ τὸν Μωσέα παραγεγονὼς ὁ Κύριος φοβῆσαι, ὡς ἱκανῶς εἶχεν αὐτῷ τὰ τῆς οἰκονομίας, τῆς ἀναχωρήσεως εἴληφε πρόφασιν, τὴν φωνὴν τῆς Σεπφώρας, εἰπούσης, ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου.
er: not in order to slay him, but in order to terrify him, and prepare him to despise the honours of Balak, and prefer what seemed good unto God. And this indeed he dispenses, yet says unto Balaam, Unless the ass had turned aside, thee indeed I would have pierced through (Num. 22:23), whereas the ass I would have preserved alive. Just as here, therefore, he has stated the turning aside of the ass as a pretext for appearing no longer to have slain him, whereas in truth what took place was a threat and a dismaying for the reason we have stated; so also the Lord, having come to terrify Moses, when the matters of His dispensation were sufficient for Him, took as a pretext for His withdrawal the voice of Zipporah saying, The blood of the circumcision of the child stood.
CAP. VI, vers. 5. Καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς.
Chapter 6, verse 5. And I appeared unto Abraham and Isaac and Jacob, being their God; and My name Lord I did not manifest unto them.
Διοδώρου. Ἔστι τὰ τέσσαρα τοῦ ὀνόματος γράμματα ταῦτα, Ἰῶθ, Ἀλῆρ, Οῦ, Ἄνε. Τοῦ δὲ ἀεὶ ζῆν, καὶ ἀΐδιον εἶναι Θεὸν, σημαντικὸν ὄνομα τοῦτο. Τοίνυν φησὶ, τὸ ὄνομα τοῦτο, οὐδὲ τοῖς περὶ τὸν Ἀβραὰμ ἀπεκάλυψα, ἀλλὰ σοὶ πάντως που. Ἐπειδὴ μὴ ἦν καιρὸς εἰπεῖν τοῖς πατριάρχαις τὸ ὄνομα, ὃ ἐχώριζε τὸν Θεὸν τῶν εἰδώλων. Ἐπειδὴ γὰρ καὶ δαίμονες θεοὶ καὶ κύριοι ὠνομάσθησαν ὑπὸ τῶν θεραπευόντων αὐτοὺς, τὸ τετράγραμμον ὄνομα ἔδωκεν ὁ Θεὸς τὸ τότε ἀνέκφραστον τοῖς πιστοῖς.
Of Diodore. The four letters of the name are these: Ioth, Aler, Ou, Ane. And this name is significative of living everlastingly and of God's being eternal. Therefore He says, This name I did not reveal even to those around Abraham, but unto thee assuredly. Since it was not yet the season to tell the patriarchs the name which separated God from idols; for since demons also were named gods and lords by those who worshipped them, God gave unto the faithful the four-lettered name which was then unutterable.
CAP. XX, vers. 5. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.
Chapter 20, verse 5. For I am the Lord thy God, a jealous God, recompensing the sins of fathers upon children, unto the third and fourth generation to those who hate Me.
Διοδώρου. Πῶς τοῦτο τὸ ζήτημα λύσωμεν; Ὁ Ἰσραὴλ τετάρτῃ γενεᾷ ἐξῆλθεν ἐξ Αἰγύπτου· τὴν δὲ εἰδωλολατρείαν ἀπὸ τρίτης γενεᾶς ἤρξαντο νοσεῖν. Ἐπειδὴ δὲ ἔμελλον μοσχοποιεῖν ἐν τῇ ἐρήμῳ, προαπειλεῖ καὶ μαρτύρεται, μονονουχὶ λέγων· Εἰδωλολατρήσατε ἐν Αἰγύπτῳ, τῆς μὲν ἐπιμιξίας ὑμᾶς ἀπαιτούσης, τῆς δὲ ἀντισπώσης ὑμᾶς ὠφελείας οὐκ οὔσης. Νῦν ἐχωρίσθητε τῶν πλανώντων, ἐθεάσασθε θαύματα κατ' Αἰγυπτίων. Εἰ οὖν καὶ μετὰ ταῦτα εἰδωλολατρήσετε, τὰς τῶν πατέρων ὑμῶν ἁμαρτίας ὑμῖν ἐπαγάγω, οὐ τὰς τιμωρίας. Οὐδὲ γὰρ ὧν ἥμαρτον ἐκεῖνοι δίκας ἐκτίσατε· ἀλλὰ μετὰ τοσαύτην εὐεργεσίαν τοῖς αὐτοῖς ἐπιμένοντες, δικαίαν ὑφέξετε δίκην· ἐπεὶ μηδὲ χρὴ συγγνῶναι ὑμῖν, ὡς ἐκείνοις. Οὐκοῦν τὸ, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, οὐ γενικῆς ἐστι νομοθεσίας, ἀλλὰ μερικῆς, τοῖς ἐξελθοῦσιν ἐκ τῆς Αἰγύπτου ῥηθείσης τε καὶ ἐπαχθείσης. Τὸ δὲ, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, γενικῆς τε καὶ διηνεκοῦς ἐστι τοῖς ἀγαπῶσιν, οὐ τοῖς μισοῦσιν, ὃν ἠγάπησαν οἱ πατέρες. Ὥστε καὶ ἡ ἁμαρτία τῶν πατέρων ἀποδίδοται τοῖς τέκνοις τοῖς διαδεξαμένοις αὐτὴν, καὶ τὸ παρὰ Θεοῦ
Of Diodore. How shall we resolve this question? Israel went forth out of Egypt in the fourth generation, and from the third generation they began to be diseased with idolatry. And since they were about to make the calf in the wilderness, He threatens beforehand and solemnly testifies, all but saying: Ye practised idolatry in Egypt, when your intermingling demanded it of you, and there was no benefit drawing you back. Now ye have been separated from those who led you astray, ye have beheld wonders against the Egyptians. If therefore even after these things ye practise idolatry, I shall bring upon you the sins of your fathers, not their punishments. For ye did not pay the penalties for the things wherein they sinned; but if after so great a benefaction ye persist in the same things, ye shall undergo a righteous penalty, since it is not right even to pardon you as them. Therefore the saying, recompensing the sins of fathers upon children, belongs not to a general legislation, but to a particular one, both spoken and brought upon those who came forth out of Egypt. Whereas the saying, showing mercy unto thousands to those who love Me, is both general and perpetual for those who love, not for those who hate, Him Whom their fathers loved. So that both the sin of the fathers is recompensed unto the children who have succeeded to it, and the
Notes, col. 1583
PG 33:1584Read from the pageἔλεος τοῖς υἱοῖς τῶν ἠγαπηκότων αὐτὸν, ὡς καὶ οἱ πατέρες αὐτῶν.
mercy from God unto the sons of those who have loved Him, even as their fathers did.
CAP. XXI, vers. 22. Ἐὰν δὲ μάχωνται δύω ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός· καὶ δώσει μετὰ ἀξιώματος. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.
Chapter 21, verse 22. And if two men strive, and smite a woman with child, and her child come forth not fully formed, he shall be fined a fine; according as the husband of the woman shall lay upon him, he shall give with a valuation. But if it be fully formed, he shall give life for life.
Διοδώρου. Ἐὰν γὰρ, φησὶν, ἐξαμβλώσῃ ἡ γυνὴ, καὶ μὴ ἀποθάνῃ, ἕως ζημίας ἵσταται ὁ κίνδυνος τῷ αἰτίῳ· ἐὰν δὲ τελευτήσῃ, ἕως θανάτου· ἐὰν δὲ ὀφθαλμὸν ἀποβάλῃ, καὶ συνόλως εἰπεῖν, ὅπερ ἂν ἀπὸ τῆς μάχης ἡ ἐξάμβλωσις πάθῃ, τὸ αὐτὸ καὶ ὁ αἴτιος. Ἐὰν δὲ περὶ τοῦ βρέφους ὁ λόγος ᾖ, καὶ τοῦ τὸν αἴτιον τῆς ἐξαμβλώσεως ὑφίστασθαι ἃ καὶ τὸ βρέφος, οὐχ ὁρῶ πῶς τραῦμα ἕξει τὸ ἀμβλωθρίδιον. Μή ποτε οὖν καὶ ὑπὲρ ὧν πάσχει τὸ βρέφος, καὶ ὑπὲρ ὧν ἡ μήτηρ ὑφίσταται, κελεύει ὁ Θεὸς τὸν πλήξαντα κολασθῆναι εκεῖνα, ἃ τὸ βρέφος πέπονθεν, ἢ ἡ κύουσα; Διὰ τί δὲ ἂν ᾖ ἐξεικονισμένον, δώσει ψυχὴν ἀντὶ ψυχῆς; ἢ πάντως ὡς τοῦ βρέφους τότε δεχομένου ψυχὴν, ὅταν ἐξεικονισθῇ.
Of Diodore. For if, he says, the woman miscarries and does not die, the liability for the culprit stops at a fine; but if she dies, it extends unto death; and if she loses an eye, and in short to say, whatever the woman who miscarries suffers from the fight, the culprit also suffers the same. Yet if the statement is concerning the infant, and that the culprit of the miscarriage undergoes what the infant also undergoes, I do not see how the aborted foetus will have a wound. Does God not perhaps, therefore, both for what the infant suffers and for what the mother undergoes, command that he who struck her be punished with those things which the infant, or the pregnant woman, has suffered? And why, if it be fully formed, shall he give life for life? Assuredly because the infant receives a soul at that time when it is fully formed.
CAP. XXXI, vers. 16. Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν αἰώνιον· ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο, καὶ κατέπαυσε.
Chapter 31, verse 16. And the sons of Israel shall keep the sabbaths, to observe them throughout their generations. It is an everlasting covenant between Me and the sons of Israel, it is an everlasting sign; because in six days the Lord made the heaven and the earth, and on the seventh day He ceased, and rested.
Διοδώρου. Ταῦτα καὶ ἀνωτέρω ἐκ μέσου τοῦ πυρὸς ἔφη πρὸς τὸν λαὸν ὁ Θεός. Ἐν δὲ τῷ Δευτερονομίῳ, Διὰ τοῦτο, φησὶ, φυλάξῃ τὸ σάββατον, ἵνα ἀναπαύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου (Δευτ. V, 14). Πῶς οὖν οἱ ἐθνικοὶ Κρονικοὺς ὀνομάζουσι τοὺς Ἰουδαίους, τὰ τοῦ Κρόνου μυστήρια τὸν Μωσέα φάσκοντες αὐτοῖς παραδεδωκέναι, τήν τε περιτομὴν καὶ τὸ σάββατον; οὐ γὰρ διὰ τὸ ἐν ἓξ ἡμέραις πεποιῆσθαι τόδε τὸ πᾶν, καὶ τῇ ἑβδόμῃ τὸν Θεὸν παύσασθαι τοῦ δημιουργεῖν, χαίρει τὸ σάββατον ὁ Κρόνος κατ' αὐτοὺς, οὐδ' ἵνα τῶν μόχθων ἀνάπαυλαν λαμβάνωσιν οἱ οἰκέται, καὶ τὰ ὑποζύγια. Τί δήποτε οὖν, φησὶ, τὸ Σάββατον δέδωκε, καὶ οὐ τὴν Κυριακήν; ἀλλ' εἰ καὶ ταύτην ἀπονενεμήκει ὁ Θεὸς, πάντως ἂν εἶπον, ἡλίῳ χαίροντα τὸν Μωσέα, δεδωκέναι τὴν Κυριακήν. Ἡλίου γὰρ αὐτήν φασιν εἶναι Ἕλληνες. Καὶ ὅλως τῆς ἑβδομάδος ἑκάστην ἡμέραν ἀφορίζουσί τινι τῶν παρ' αὐτοῖς λεγομένων θεῶν. Καὶ πάντως ἂν ἐκείνῳ τῷ λεγομένῳ θεῷ τὸν Μωσέα προσκεῖσθαι ἐνόμισαν, οὗ τὴν ἡμέραν οἰκείαν εἶναι νομίζουσι. Τί οὖν; οὐκ ἔδει τοὺς τῷ Θεῷ δουλεύοντας ἑορτῆς ἡμέραν ἔχειν, διὰ τὴν τῶν ἀσεβῶν ἀγνωμοσύνην; καὶ πῶς οὐκ
Of Diodore. These things God spoke above also out of the midst of the fire unto the people. And in Deuteronomy He says, On this account thou shalt keep the sabbath, that thy manservant may rest, and thy maidservant, thine ox, and thy beast of burden (Deut. 5:14). How then do the heathens name the Jews Cronians, asserting that Moses handed down to them the mysteries of Cronus, both circumcision and the sabbath? For according to them Cronus does not rejoice in the sabbath because this universe was made in six days and on the seventh God ceased from creating, nor in order that domestic servants and beasts of burden might receive rest from their toils. Why ever then, one says, did He give the Sabbath, and not the Lord's day? Yet if God had assigned this day too, they would assuredly have said that Moses, rejoicing in the sun, had given the Lord's day; for the Greeks say that it belongs to the Sun. And in general they set apart each day of the week for one of those called gods amongst them; and they would assuredly have supposed Moses to be devoted to that so-called god whose day they deem to be his own. What then? Ought those who serve God not to have a day of festival on account of the perversity of the ungodly? And how would it not
Notes, col. 1584
On the reading
Printed εκεῖνα, for ἐκεῖνα.
PG 33:1585Read from the pageἄτοπον τοῦτο; φασὶ δὲ, ἀλλὰ καὶ περιτομὴν ἔχουσιν οἱ Ἰουδαῖοι. Καὶ αὕτη δὲ τῷ Κρόνῳ προσήκει. Πρῶτον μὲν οὐ συνορῶσιν, ὅτι ἐκτέμνει ὁ Κρόνος· οὐ γὰρ περιτέμνει, ἀλλ' ἀνακόπτει, ἀτεκνίαν μὲν προξενῶν ὑπεναντίως τῷ Θεῷ, λέγοντι, Αὐξάνεσθε καὶ πληθύνεσθε (Γεν. I, 28), ὃ πληροῦται διὰ τῶν παιδογόνων ὀργάνων· εἰς δὲ ἀῤῥενομιξίας ἄγων αὐτοὺς, ἀποστερεῖ τοῦ κατὰ φύσιν· ἔπειτα δὲ ἀγνοοῦσιν, ὅτι οὐ Μωϋσῆς νομοθετεῖ τὴν περιτομὴν, ἀλλὰ τῷ Ἀβραὰμ ὁ Θεὸς δίδωσι πρὸ τεττάρων ἢ πέντε γενεῶν τῆς Μωϋσέως νομοθεσίας· Ἀβραὰμ τῷ ἀπὸ Περσίδος ἥκοντι, ἔνθα Κρόνου οὐδεμία μνήμη τυγχάνει. Ἔδει δὲ αὐτοὺς συνιέναι, ὅτι εἰ περιτομὴν καὶ σάββατον τιμᾷ Μωϋσῆς διὰ τὸν Κρόνον, πολλῷ μᾶλλον ἔδει κηρύσσειν αὐτὸν ἐκεῖνον, καὶ τοὺς ἐξ αὐτοῦ μυθευομένους γεγεννῆσθαι θεούς. Εἰ δὲ τὸ ἐναντίον, καὶ ἀναιρεῖ βοῶν· Κύριος ὁ Θεός σου εἷς ἐστί (Δευτ. VI, 4)· καὶ, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· καὶ, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον· καὶ πάλιν, Οὐ ποιήσεις παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω (Ἐξόδ. XX, 3, 4)· καὶ μαχόμενος τῷ θυμῷ τοῦ πολυτέχνου καὶ πολυβόρου Κρόνου, πῶς τὸ σάββατον καὶ τὴν περιτομὴν τιμᾷ δι' ἐκεῖνον, ὃν οὔτε εἶναί φησι, πάσαις ταῖς τῶν ἐθνικῶν δόξαις ἐναντιούμενος;
this absurd thing? Yet they say, The Jews also have circumcision, and this too belongs to Cronus. First, they do not perceive that Cronus castrates; for he does not circumcise, but cuts off, procuring childlessness in opposition to God, Who says, Increase and multiply (Gen. 1:28), which is fulfilled through the generative organs; and leading them into male couplings, he deprives them of what is according to nature. Next, they are ignorant that it is not Moses who legislates circumcision, but God gives it to Abraham four or five generations before the legislation of Moses—to Abraham who came from Persia, where there is no remembrance of Cronus at all. And they ought to understand that if Moses honours circumcision and the Sabbath on account of Cronus, much more ought he to proclaim that very one, and the gods fabled to have been begotten from him. But if on the contrary he even abolishes him, crying aloud, The Lord thy God is one (Deut. 6:4); and, There shall not be to thee other gods; and, Thou shalt not make to thyself an idol; and again, Thou shalt not make any likeness of all things that are in heaven above, and upon the earth beneath (Exod. 20:3, 4); and fighting against the wrath of the crafty and all-devouring Cronus, how does he honour the Sabbath and circumcision on account of him whom he says does not even exist, opposing all the opinions of the Gentiles?
CAP. XXXII, vers. 4. Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὸ ἐν γραφίδι· καὶ ἐποίησεν αὐτὸ μόσχον χωνευτόν.
Chapter 32, verse 4. And he received them from their hands, and fashioned it with a graving tool; and he made it a molten calf.
Διοδώρου. Τί δήποτε τῷ λαῷ κοινωνήσας Ἀαρὼν τῆς μοσχοποιΐας, οὐ μείζονα κόλασιν ὑπέσχε μᾶλλον, ὡς καὶ ἀδελφὸς ὢν Μωϋσέως, καὶ τῶν θαυμάτων τῶν διὰ Μωϋσέως ὑπηρέτης; Ἢ δῆλον ὅτι τῆς μὲν ἀσεβείας τὸν λαὸν οὐκ ἀπεδέξατο, πολλὴν δὲ καὶ ἄλογον ἰδὼν τὴν ὁρμὴν, ἐπιμένων αὐτῶν καὶ παρακελευομένων χωνεῦσαι καὶ ποιῆσαι θεοὺς, δείσας μή ποτε αὐτὸς παραιτήσεται, ἐφ' ἕτερον ἔλθοιεν ἄρχοντα, καὶ ὁδηγὸν αὐτοῖς τῆς ἀσεβείας, οὕτω τε τὰ πάντα συγχύσεως πληρωθείη· δοκεῖ μὲν αὐτοῖς συντεθεῖσθαι, μελλήσεις δὲ καὶ ὑπερθέσεις ἐπινοεῖν, καὶ τὸ τελευταῖον τῶν γυναικῶν τὰ ἐνώτια σοφῶς ἀπαιτεῖ. Φιλόκοσμον γὰρ τὸ γυναικῶν γένος, οὐκ εὐκόλως τῶν εἰς τοῦτο συντελούντων ἀποστερούμενον. Ὡς δὲ καὶ τούτων προετιμᾶτο ἡ ἀσέβεια, καὶ τὰ ἐνώτια ἐν χερσὶν εἶχεν ὁ Ἀαρὼν, χωνεύει μὲν τὸν μόσχον, καὶ γλύφει γραφίδι, καὶ τέως ἃ βούλονται ποιεῖ, τρίβων τὸν χρόνον, ἕως παραγένηται Μωϋσῆς, καὶ πάντα διορθωθείη. Τῇ δὲ ἑξῆς θυσιαστήριον οἰκοδομεῖ τῷ Θεῷ, καὶ θυσίαν προσάγει, ὅτι τὸν μόσχον βιασθεὶς ἐποίησε. Σαφέστερον γοῦν Μωϋσῆς μετὰ ταῦτα λέγει τοῖς Ἰσραηλίταις, ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ, καθ' ὃν ἐμοσχοποιήσατο, ηὐξάμην ὑπὲρ Ἀαρὼν τοῦ ἀδελφοῦ μου, ἵνα μὴ ἀποθάνῃ (Δευτ. IX, 20). Πρὸ δὲ τούτου τὸ μέγιστον, προορῶν ὁ Θεὸς τοὺς ἐξ αὐτοῦ ἁγίους, τὸν Σαμουὴλ, τὸν Ἠλίαν, τὸν Ἰησοῦν, τὸν Ἰωσεδὲκ, Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἄλλους μυρίους, ἐτήρησε τὸν Ἀαρὼν τῇ ἱερωσύνῃ διὰ τοὺς ἐξ αὐτοῦ.
Of Diodorus. Why ever did Aaron, after sharing with the people in the making of the calf, not rather undergo a greater punishment, being both the brother of Moses and the minister of the wonders wrought through Moses? Or is it plain that he did not approve the people for their impiety, but seeing their great and irrational impulse, as they persisted and urged him to cast metal and make gods, fearing lest if he himself should refuse they might go to another ruler and leader for themselves in impiety, and thus all things be filled with confusion, he seems indeed to agree with them, while devising delays and postponements, and finally wisely demands the earrings of the women. For the race of women is fond of ornament, not easily deprived of the things that contribute thereto. But when impiety was preferred even to these, and Aaron had the earrings in his hands, he casts the calf indeed, and shapes it with a graving tool, and for the time being does what they wish, wearing away the time until Moses should arrive and all things be set right. And on the next day he builds an altar to God and offers sacrifice, because he made the calf under compulsion. More clearly, therefore, Moses afterwards says to the Israelites that at that time, when they made the calf, I prayed for Aaron my brother, that he might not die (Deut. 9:20). And before this, what is greatest, God, foreseeing the saints who would come from him—Samuel, Elijah, Joshua, Josedech, John the Baptist, and ten thousand others—preserved Aaron in the priesthood on account of those descending from him.
FRAGMENTA IN DEUTERONOMIUM
FRAGMENTS ON DEUTERONOMY
(Ex eadem Catena Nicephori.)
(From the same Catena of Nicephorus.)
CAP. I, vers. 1. Οὗτοι οἱ λόγοι οὓς ἐλάλησε Μωϋσῆς, κ. τ. λ.
Chapter 1, verse 1. These are the words which Moses spoke, and so forth.
Διοδώρου. Τὸ προοίμιον διδάσκει τὸν τόπον, ἐν ᾧ ἐλέχθη· πέραν γὰρ, φησὶ, τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης· Ἀκύλας δὲ καὶ Σύμμαχος, ἐν τῇ ὁμαλῇ τῆς Ἐρυθρᾶς θαλάσσης· οὕτω γὰρ καλεῖται τὰ μεταξὺ πεδία τῶν τῆς Ἀραβίας καὶ Ἰουδαίας ὀρέων· ἐπισημαίνεται δὲ καὶ τὸν χρόνον.
Of Diodorus. The preface teaches the place in which it was spoken: for beyond the Jordan, he says, in the wilderness towards the west near the Red Sea; and Aquila and Symmachus say, in the plain of the Red Sea; for so the plains between the mountains of Arabia and Judaea are called; and it also indicates the time.
Vers. 5. Ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωὰβ, ἤρξατο Μωϋσῆς διασαφῆσαι τὸν νόμον τοῦτον, λέγων.
Verse 5. Beyond the Jordan in the land of Moab, Moses began to expound this law, saying.
Διοδώρου. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν, ὁ δὲ Προφήτης τῇ ἑαυτοῦ γλώττῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων, διασάφησιν λέγει τὴν προφητικὴν φωνὴν, οἵα παριστῶσαν τὰ ὑπὸ τοῦ Θεοῦ εἰρημένα.
Of Diodorus. Since God revealed the meaning, whilst the Prophet used his own tongue for the setting forth of the things declared, he calls the prophetic voice an exposition, as presenting the things spoken by God.
CAP. XXXIII, vers. 6. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω, καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
Chapter 33, verse 6. Let Reuben live, and not die, and let him be many in number.
Διοδώρου. Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ, λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς, ζήσεις (Γεν. XLIX, 4)· ὁ Μωϋσῆς εὐλογῶν, φησί· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα δὲ καλῶς. Ὅτε γὰρ πατὴρ καταρᾶται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τοὺς ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα, ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἄλλοι ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν, κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.
Of Diodorus. Since Jacob when dying cursed Reuben, saying, Like water boil thou not over, thou shalt live (Gen. 49:4), Moses in blessing says, Let Reuben live, and not die. And both are well said. For whereas his father curses him as having gone in to his concubine, instructing and putting in fear those who come after, Moses also justly blesses him afterwards, because he alone spared Joseph when his other brothers wished to slay him. And it would have been absurd for a curse to proceed against one who had sinned, yet for a blessing not to be given to one who had acted uprightly.
Notes, col. 1585
PG 33:1587Read from the pageFRAGMENTA IN LIBRUM JUDICUM
FRAGMENTS ON THE BOOK OF JUDGES
(Ex eadem Catena, tom. II.)
(From the same Catena, vol. II.)
CAP. XV, vers. 14. Καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν, καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ. Καὶ ἥλατο Πνεῦμα Κυρίου· καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στίππυον ὃ ἐξεκαύθη ἐν πυρί· καὶ ἐτάκησαν οἱ δεσμοὶ αὐτοῦ ἀπὸ τῶν χειρῶν αὐτοῦ.
Chapter 15, verse 14. And they came as far as Lehi; and the Philistines shouted, and ran to meet him. And the Spirit of the Lord leaped upon him; and the cords that were upon his arms became as tow that was burnt with fire, and his bonds melted from off his hands.
Διοδώρου. Σημειωτέον, ὅτι οὐκ ἔτι ἡ θεία Γραφὴ μετὰ τὴν πορνείαν ἐν τοῖς παρ' αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου. Οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα περὶ τὸ σῶμα, ὡς περὶ Θεοῦ ναὸν ἁμαρτάνηται, κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ μετ' ὀλίγα. Εἰ δὲ μετὰ τὸ πορνεῦσαι τὸν Σαμψὼν, τότε κατεύθυνεν ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, ἢ ὅτε τὴν τρίτην ἠγάγετο γυναῖκα, ἣ καὶ προδέδωκεν αὐτὸν εἰς θάνατον, τοῦτο καὶ ἐξ αὐτῆς τῆς θείας Γραφῆς δεικνύντων τῶν αἱρετικῶν· τὸ Πνεῦμα τὸ ἅγιον οὐ συνοικεῖ καθάπερ ἡ ψυχὴ τοῖς σώμασιν· ἀλλὰ πάρεστι μὲν ὡς ἀπερίγραφον, ἐνεργεῖ δὲ ὅσα βούλεται. Τοῦτο προγινώσκων τοῦ Σαμψὼν τὴν ἀγριότητα, καὶ οἴνου καὶ σταφίδος αὐτὸν ἀπέχεσθαι προστάττει· μήποτε τῇ μανίᾳ τῆς ψυχῆς συγκραθῇ ὁ οἶνος, καὶ κατὰ τῶν ὁμοφύλων αὐτὸν ἐγείρῃ.
Of Diodorus. It must be noted that after his fornication the divine Scripture no longer uttered in the feats achieved by him the phrase, The Spirit of the Lord leaped upon him. For thus the sin of fornication is sinned against the body as against the temple of God, according to the divine Apostle. And a little further on: And if after Samson committed fornication the Spirit of the Lord then directed Himself upon him, or when he took the third wife, who also betrayed him unto death—the heretics showing this too from the divine Scripture itself—the Holy Spirit does not dwell together with bodies just as the soul does; but He is present as uncircumscribed, and works whatsoever He wills. Foreknowing this fierceness of Samson, He commands him also to abstain from wine and strong drink, lest the wine be mingled with the madness of his soul and stir him up against his own countrymen.
FRAGMENTA IN REGUM PRIMUM
FRAGMENTS ON THE FIRST BOOK OF KINGS
(Ex eadem Catena, tom. II.)
(From the same Catena, vol. II.)
CAP. III, vers. 4, 5. Καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ, Σαμουήλ. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ ἔδραμε πρὸς Ἠλὶ, καὶ εἶπεν· Ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με. Καὶ εἶπεν· Οὐ κέκληκά σε, ἀνάστρεφε, καὶ κάθευδε. Καὶ ἀνέστρεψε, καὶ ἐκάθευδε.
Chapter 3, verses 4, 5. And the Lord called, Samuel, Samuel. And he said, Behold, here am I. And he ran to Eli, and said, Behold, here am I, for thou hast called me. And he said, I have not called thee; return, and sleep. And he returned, and slept.
Διοδώρου. Τίνος δὲ χάριν ὑπὸ Θεοῦ καλούμενος Σαμουὴλ, ἀπῄει πρὸς Ἠλὶ, οἰόμενος ὑπ' αὐτοῦ καλεῖσθαι; Ἐπειδὴ ἔμελλεν ὁ Θεὸς τῷ Ἠλὶ κακὰ προλέγειν διὰ τοῦ Σαμουὴλ, ἵνα μὴ νομισθῇ πλάσαι ὁ Σαμουὴλ τὴν ἀποκάλυψιν, ᾠκονόμει ὁ Θεὸς, ἐκεῖνον οἰηθέντα ὑπὸ Ἠλὶ καλεῖσθαι πρὸς αὐτὸν ἀπιέναι· ἵνα ὅταν ὁ μὲν Ἠλὶ νοήσῃ, ὅτι ὁ Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ Θεοῦ διαγγέλλει, μὴ ὑποπτευθῇ ὡς πλασάμενος τὴν ἀποκάλυψιν· ἀλλὰ πιστευθῇ, ὅτι ἀληθῶς ὁ Θεὸς ἀποκάλυψιν ἀνήγγειλε.
Of Diodorus. And for what reason did Samuel, when called by God, go away to Eli, supposing that he was called by him? Because God was about to foretell evils to Eli through Samuel, in order that Samuel might not be thought to have fabricated the revelation, God arranged that he, supposing he was called by Eli, should go away to him; so that when Eli perceived that it was God Who was calling Samuel, and the latter afterwards declared the things spoken by God, he might not be suspected of having fabricated the revelation, but might be believed that God truly announced a revelation.
CAP. IX, vers. 9. Καὶ ἔμπροσθεν Ἰσραὴλ τάδε ἔλεγον ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν Θεόν· Δεῦρο πορευθῶμεν πρὸς τὸν Βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν, ὁ Βλέπων.
Chapter 9, verse 9. And formerly in Israel thus said each man in going to enquire of God: Come, let us go to the Seer; because the people formerly called a prophet, the Seer.
Διοδώρου. Ἐκ τούτων δείκνυται, ὅτι ἅπερ τῶν προφητῶν ἕκαστος τὰ ἐν τοῖς κατ' αὐτῶν χρόνοις ἔγραψαν, ταῦτα οἱ μετὰ ταῦτα συναγαγόντες προσέθηκαν, τὸ ὅτι οἱ ἔμπροσθεν, Βλέποντα τὸν Προφήτην ἐκάλουν.
Of Diodorus. From these things it is shown that the things which each of the prophets wrote in their own times, those who collected them afterwards added to, namely that those of former times called the Prophet the Seer.
FRAGMENTA IN PSALMOS
FRAGMENTS ON THE PSALMS
A PSAL. LI AD LXXIV.
FROM PSALM 51 TO 74.
(MAI, Bibliotheca nova Patrum, tom. VI, p. 248.)
(Mai, New Library of the Fathers, vol. 6, p. 248.)
PSAL. LI, vers. 1, in titulo. Διοδώρου. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Τίνα δὲ ἔδει τὴν εἰς τοσαύτης τραγῳδίας πρόφασιν παρασχεῖν, ἢ τὸν νομέα τῶν ἀλόγων,
Psalm 51, verse 1, in the title. Of Diodorus. And the meaning of the words contained herein also needs understanding from God. And whom did it behove to furnish the occasion for so great a tragedy, other than the herdsman of irrational beasts,
Notes, col. 1587
On the reading
Printed ἐπερωτᾷν, for ἐπερωτᾶν.