PG 33:1589Read from the pageζώων, ἀγελάρχης γὰρ ἦν ἡμιόνων. Ὁ γοῦν Δαβὶδ, συνεὶς τὴν πολλὴν αὐτοῦ κακίαν, ἢ τὸν κινήσαντα ἐν αὐτῷ τὸν φθόνον διάβολον, ὡς πρὸς παρόντα τὰς λέξεις ἐφθέγξατο τοῦ ψαλμοῦ.
of beasts, for he was chief herdsman of mules. David, therefore, having perceived his great wickedness, or the devil who stirred up envy within him, uttered the words of the psalm as though unto one present.
Vers. 4. Τὸ ὄνομα τὸ ἡμέρα ἐνταῦθα φανέρωσιν δηλοῖ· ἢ ὅλον τὸν χρόνον καθ' ὃν ἀνομεῖ.
Verse 4. The noun day here signifies manifestation, or the whole time during which he acts lawlessly.
Vers. 6. Καταποντισμοῦ δὲ ῥήματά ἐστι τὰ τιμωρίαν φέροντα· τοῦ καταποντισμοῦ σημαίνοντος κόλασιν· ὡς καὶ τοῦ ἄφρονος δὲ χείλη καταποντιοῦσιν αὐτόν. Καὶ Δωὴκ οὖν ὁ Ἰδουμαῖος, ἀληθῶς γήϊνος ἑρμηνευόμενος, ἀεὶ κλονούμενος, τῷ ἀβέβαιος εἶναι· εἰς σάλον γὰρ ὁ Δωὴκ ἐκλαμβάνεται, διαβολὴν ἐργασάμενος κατὰ θεραπευτῶν Θεοῦ· ἠγάπησε γλῶσσαν δολίαν, καὶ σὺν αὐτῇ ῥήματα καταποντίζοντα αὐτόν. Δηλοῖ δὲ τὸ Εὐαγγέλιον καταποντισμὸν εἶναι τὴν κόλασιν, λέγον· Τῷ σκανδαλίζοντι ἕνα τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ συμφέρει καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης περικεισόμενον μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ (Matth. XVIII, 6).
Verse 6. Now words of engulfing are those that bring punishment, engulfing signifying chastisement, just as the lips of the fool also shall engulf him. Doeg the Idumaean also, therefore—truly interpreted as earthly—is ever tossed about because he is unstable; for Doeg is taken to mean tossing, having wrought slander against the servants of God: he loved a deceitful tongue, and with it words that engulf him. And the Gospel shows that engulfing is punishment, saying: For him who causes one of the little ones that are in the Church to stumble, it is profitable that he be engulfed in the depth of the sea with a millstone turned by an ass hung about his neck (Matt. 18:6).
Vers. 7. Διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος, τουτέστι παντελῶς, καθελεῖ σε· οὐ καλῶς οἰκοδομηθέντα, ἀλλὰ κακῶς φυτευθέντα ἐκτεῖλαι ὁ φάσκων· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται (Matth. XV, 13). Ἀλλὰ καὶ τοῦ ἱεροῦ σκηνώματος μεταναστεῦσαι ποιήσει, ἐκβάλλων καὶ φυγαδεύων ἐκ τῆς σκηνῆς, ἧς τοὺς ἱερεῖς διαβέβληκας, καὶ εἰς θάνατον ἤγαγες· ἔτι μὴν καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων· εἰ γὰρ καὶ Ἰδουμαῖος ἦς, ἀλλὰ προσηλύτευσας τῷ Ἰσραὴλ διὰ τῆς τοῦ νόμου κατηχήσεως· ἐν τῷ σκηνώματι καὶ τῇ τῶν ζώντων γῇ πεφύτευτο· εἰ γὰρ μὴ εἶχε σέβας πρὸς τὸν τοῦ Ἰσραὴλ Θεὸν, οὐδ' ἂν ἐν τῷ ἱερῷ ἐνοχλούμενος ἤρχετο. Τὰ δὲ πρὸς τοῦτον λεγόμενα, ἁρμόσει πρὸς πάντας τοὺς ἀπὸ τῆς εὐσεβείας μεταπίπτοντας.
Verse 7. Because thou hast loved harmful things unto the end, that is to say utterly, He shall pull thee down—even He Who says to pluck up what has not been well built, but ill planted: Every plant which My heavenly Father hath not planted shall be rooted up (Matt. 15:13). Moreover, He shall cause thee to remove from the holy tabernacle, casting thee out and banishing thee from the tabernacle whose priests thou hast slandered and led unto death, and furthermore thy root also out of the land of the living; for even though thou wast an Idumaean, yet thou didst become a proselyte unto Israel through the instruction of the law: he had been planted in the tabernacle and the land of the living; for had he not had reverence towards the God of Israel, he would not even have come into the temple when detained. And the things spoken unto this man will apply unto all who fall away from piety.
Vers. 8. Ὅτ' ἂν μεταπίπτοντας τῆς ἀρετῆς εἰς κακίαν ἴδωσί τινας, φόβον λαμβάνουσι, μὴ τὰ αὐτὰ πάθοιεν. Οὗτοι δὲ καὶ ἐπικερτομήσαιεν κατὰ τοῦ ἁλόντος, ὡς ἐπ' αὐτῷ γελᾷν ἐροῦντες· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ· εἰ γὰρ ἂν, οὐ διέβαλε τοὺς δούλους καὶ θεράποντας αὐτοῦ· συμβαλεῖς τούτοις τὸ, Ὁ ὑμᾶς ἀθετῶν, ἐμὲ ἀθετεῖ.
Verse 8. Whenever men see some falling away from virtue into wickedness, they conceive fear, lest they should suffer the same things. And these might also jeer against him who has been caught, so as to laugh at him, saying: This man did not make God his helper; for had he done so, he would not have slandered His servants and ministers; thou wilt compare with these words the saying, He that rejecteth you rejecteth Me.
Vers. 9. Δέον τὸν Θεὸν βοηθὸν ἐπικαλεῖσθαι, ἧττον τούτου φροντίσας, ἤλπισεν ἐπὶ τῷ πλήθει οὗ εἶχεν προσκαίρου πλούτου· ἦν γὰρ τῶν ἐπιτεταγμένων βασιλικὴν ὑπηρεσίαν· ἐνεδυναμοῦτο γοῦν ἐν τῇ ματαιότητι αὐτοῦ ᾗ εἶχεν, ἀγόνων καὶ στείρων ζώων τυγχάνων ἡγούμενος. Καὶ τάχα πᾶς πλουτῶν ἐν κακίᾳ ψευδωνύμῳ γνώσει, ἐν τῷ μεγαλοφρονεῖν ἐπὶ τούτοις, ἐπελπίζει ἐπὶ τῷ πλήθει τοῦ τυφλοῦ πλούτου· ἀλλὰ καὶ ἐνδυναμοῦσθαι νομίζει ἄρχων ἀγόνοις, καὶ στείρωσιν πρὸς πᾶν ἀγαθὸν ἐχουσῶν ψυχῶν· καὶ αἱ τῆς ψυχῆς δὲ αὐτοῦ δυνάμεις, στερωθεῖσαι πρὸς τὴν ἀρετὴν καὶ τὴν ἀλήθειαν, ἡμίονοι εἶεν, ὧν ἐφειστή-
Verse 9. Whereas he ought to have called upon God as helper, caring less for this, he hoped in the abundance of the temporal wealth which he possessed—for he was one of those appointed over the royal service—and he strengthened himself, therefore, in his vanity which he had, happening to be a leader of barren and sterile beasts. And perhaps everyone who is rich in wickedness and falsely-named knowledge, in boasting over these things, puts his hope in the abundance of blind wealth; moreover, he supposes that he is strengthened when ruling over barren souls that have sterility towards every good thing; and the faculties of his own soul also, having been made sterile towards virtue and truth, would be mules, over which stood-
PG 33:1590Read from the pageκει τοῦ Σαοὺλ τοῦ πονηροῦ βασιλέως· ὁ γὰρ Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει· ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος, Οὐκ ἔχομεν βασιλέα· καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουθενώσας τὸν Θεὸν βασιλεύοντα αὐτοῦ, ᾔτησε τὸν Σαοὺλ ἄρχοντα αὐτῷ δοθῆναι.
the officer of Saul the wicked king; for Saul bears a type of the evil spirit, who ruled over Israel when they then said, We have no king; for indeed the people of old, having set at naught God Who reigned over them, asked that Saul be given unto them as ruler.
Vers. 10. Μετὰ τὸ κατειπεῖν τοῦ ἐν κακίᾳ καυχωμένου, περὶ τῆς ἰδίας διαθέσεως ἐρεῖ· Ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ καρπὸν φέρουσα, λυτήριον πόνων, ἀλεξιητικὸν νόσων, θρεπτικὸν καὶ αὐξητικὸν φωτός· ὁ γὰρ ἐν τῷ οἴκῳ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διὰ πίστεως φυτευθεὶς, ἀρετὴν φέρει ἀλέξουσαν τὰς ἐκ παθῶν καὶ ἁμαρτημάτων νόσους, καὶ τοὺς ἐπ' αὐταῖς λύουσαν πόνους, καὶ τρέφουσαν τὸ φῶς τῆς γνώσεως· ὅτι οὗτος ἐλεημοσύνας καρποφορήσας, ἐλπίζει ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, εἰδὼς ὅτι οἱ ἐλεήμονες ἐλεηθήσονται· ἔχει δὲ τὴν ἐλπίδα οὐκ ἐφ' ἕνα αἰῶνα, ἀλλ' εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, παραβαλλόμενος ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ.
Verse 10. After speaking against him who boasts in wickedness, he will speak concerning his own disposition: Like a fruitful olive tree in the house of God bearing fruit that loosens pains, wards off diseases, and nourishes and increases light; for he who through faith is planted in the house of the Church of God bears virtue that wards off the diseases arising from passions and sins, loosens the pains attendant upon them, and nourishes the light of knowledge; because this man, having borne the fruit of almsdeeds, hopes in the mercy of God, knowing that the merciful shall obtain mercy; and he has his hope not for one age, but unto the age of the age, being compared to an evergreen and fruitful plant planted in the house of God.
Vers. 11. Εὐχαριστίαν διὰ τοῦ ἐξομολογεῖσθαι τῷ Θεῷ δηλοῖ ἐπὶ τῷ πεποιηκέναι αὐτὸν ἴσως ἃ ἠτήσατο, ἢ ἃ προτέθειτο· προθέμενος γὰρ ἦν φυγεῖν τὸν Σαούλ· Ἀλλὰ καὶ ἔτι ὑπομενῶ, φησὶ, τὸ ὄνομά σου ἔστ' ἂν αὐτοῦ τύχω· ὅτι χρηστὸν, καὶ ἀγαθότητός ἐστι πλῆρες τῶν ὁσίων σου· οἱ γὰρ ὁσιότητα κατορθώσαντες, τῆς χρηστότητος τοῦ ὀνόματός σου αἰσθήσονται.
Verse 11. He signifies thanksgiving through confessing unto God because He had perhaps done what he had asked, or what he had purposed—for he had purposed to flee from Saul: And I will yet wait, he says, upon Thy name until I obtain it; because it is good, and full of goodness for Thy holy ones; for those who have achieved holiness shall perceive the goodness of Thy name.
PSAL. LII, vers. 2. Ἄφρονα ἡγητέον λέγεσθαι τὸν φρονήσεως θείας στερούμενον· φαίνεται γὰρ οὗτος περὶ οὗ ὁ λόγος, μὴ σώζων κοινὴν φρένα· εἰδὼς γὰρ πάσῇ ψυχῇ ἔννοιαν Θεοῦ βεβλημένην, ἀθεότητα ἀσπαζόμενος, οὐδενὶ ἄλλῳ εἰ μὴ τῇ ἑαυτοῦ καρδίᾳ εἶπεν μὴ εἶναι Θεόν· καὶ οὕτως ὁ ἄφρων διάβολος οὐ τῇ ἀλλοτρίᾳ ἑαυτοῦ καρδίᾳ, αὕτη δ' ἔστιν ἡ ἀνακειμένη Θεῷ, ἀλλὰ τῇ ἐξ αὐτοῦ διὰ τὸ ἁμαρτάνειν γεγενημένῃ εἶπεν μὴ εἶναι Θεόν. — Πάντων ἁμαρτανόντων, ἢ καὶ αὐτῶν δοκούντων τὸ ἀγαθὸν ποιεῖν, οὐ κυρίως καὶ ἀληθῶς ποιούντων· ἀλλ' ἵνα κἂν τύπον αὐτοῦ λάβωσιν δι' ἐσόπτρου καὶ αἰνίγματος αὐτὸ ποιούντων.
Psalm 52, verse 2. One must consider him who is deprived of divine prudence to be called a fool; for this one of whom the discourse speaks appears not to preserve common sense; for knowing that a conception of God has been implanted in every soul, while embracing atheism, he said to none other save to his own heart that there is no God; and thus the foolish devil said that there is no God, not to the heart alien to himself—and this is the one dedicated to God—but to the one that has become his own through sinning. — When all sin, or even when those who seem to do good do not do it properly and truly, but do it so that they may at least receive a type of it through a mirror and a riddle.
Vers. 3. Ὁ παρὼν στίχος προνοητὴν εἰσάγει τὸν Θεὸν οὐ τῶν κατ' οὐρανὸν μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς· ἐξ οὐρανοῦ γοῦν ἐφορᾷν προνοητικῶς τοὺς υἱοὺς τῶν ἀνθρώπων εἴρηται, οὐκ ἔξωθεν κατὰ τὸ σῶμα μόνον ἐπιβλέπων αὐτοὺς, ἀλλὰ καὶ κατὰ τὸ κρυπτὸν τῆς καρδίας· ἐπιβλέπει γοῦν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅπως ἴδοι εἰ ἔστιν ὁ διὰ τοῦ τὸ καλὸν ποιεῖν συνιὼν, καὶ διὰ τοῦ ἐξετάζειν τὴν ἀλήθειαν, ἐκζητῶν τὸν Θεόν· ἀνθρωπίνως δὲ καὶ ἀφ' ὧν ἴσμεν, εἴρηται τὸ διακύπτειν αὐτὸν ἐξ οὐρανοῦ, καὶ τοῦ ἰδεῖν εἰ ἔστιν συνιών· μεγάλη γὰρ, ἵν' οὕτως εἴπω, προβολὴ βλέψεως τοῦ πάντων κρυπτοῦ γνῶσιν ἔχειν.
Verse 3. The present verse introduces God as provident not over the things in heaven only, but also over the things upon earth; from heaven, therefore, He is said to look providentially upon the sons of men, looking upon them not outwardly according to the body alone, but also according to the hidden part of the heart; He looks, therefore, upon the sons of men, to see if there is any who understands through doing what is good, and who seeks out God through examining the truth; and after a human manner and from the things we know, He has been said to stoop down from heaven and see if there is any who understands; for it is a great projection of vision, so to speak, to have knowledge of what is hidden from all.
Vers. 4. Καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν κατὰ παράβασιν νόμου τὴν ἁμαρτίαν συνίστασθαι· ᾧ ἀκολουθῇ μὴ εἶναί τινα φύσει πονηρόν·
Verse 4. And from the wording before us we learn that sin consists in the transgression of law; wherefore it follows that no one is evil by nature;
Notes, col. 1590
PG 33:1591Read from the pageπαντες γὰρ ἐξέκλιναν· αὕτη δὲ ἡ ἔκκλισις, ἁμαρτία ἐστὶν, ἀποτυχία οὖσα τῆς εὐθείας ὁδοῦ· ἅμα δὲ καὶ ἠχρειώθησαν οἱ ἐκκλίνοντες, ἀχρεῖον λέγων ἢ τὴν ἐπικράτησιν τῶν παθῶν, ἢ τὴν ἄγνοιαν τοῦ μὴ νοοῦντος συγχεομένου τῷ μετιέναι ἐξ ἑτέρων εἰς ἕτερα πράγματα· τῷ μὴ κεκρατηκέναι ἑνὸς οὗ τὴν ἐπιστήμην ἔχει· πάντων οὖν ἐκκλινόντων, εἰκότως εἴρηται τὸ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, καθ' ἑκάτερον τῶν προειρημένων· τὸ, ἕως ἑνὸς προκείμενον δηλοῖ ἤτοι μηδὲ ἕνα εἶναι τὸ ἀγαθὸν ποιοῦντα, ἢ τὸν μηδὲ ἓν ἀγαθὸν ποιοῦντα.
for all have turned aside; and this turning aside is sin, being a missing of the straight way; and at the same time those who turned aside became unprofitable, calling unprofitable either the dominance of the passions, or the ignorance of him who lacks understanding when confounded by passing from one thing to another, through not having held fast to one thing whereof he has knowledge; since all therefore turned aside, reasonably has it been said, There is none that doeth good, according to either of the aforesaid meanings: the phrase added, no, not so much as one, signifies either that there is not even one man who does what is good, or that there is no one who does even one good thing.
Vers. 5. Ἐπεὶ εἰς κακότεχνον ψυχην οὐκ εἰσελεύσεται σοφία, οὺ γνώσονται ἃ δεῖ εἰδέναι κατὰ θείαν γνῶσιν· οὐ γὰρ κατὰ πεῦσιν, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον.
Verse 5. Since wisdom will not enter into a malicious soul, they will not know the things that one must know according to divine knowledge; for it must be read not as a question, but as a negation.
Vers. 7. Ἡ γὰρ ἁμαρτία ἐστὶν ἡ αἰχμαλωτίζουσα τοὺς ποιοῦντας αὐτήν· ἀφέσεως δὲ ἁμαρτημάτων δωρουμένης, εὐφραίνεται ὁ Ἰσραὴλ, καὶ ἀγαλλιᾶται ὁ Ἰακὼβ, τοῖς χαίρουσιν ἐν οὐρανοῖς παραπλησίως ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Verse 7. For sin is that which leads captive those who commit it; but when remission of sins is granted, Israel rejoices and Jacob exults, in like manner as those in the heavens who rejoice over one sinner that repents.
PSAL. LIII, vers. 3. Παρακαλεῖ δὲ μὴ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει τοῦ ἀγαθοῦ Θεοῦ εἰς ἐξέτασιν παραδοθῆναι· οἶδεν γὰρ συγγνώμης τευξόμενος ἐφ' οἷς παρεῖδεν· ἐκδικίαν δὲ γενησομένην κατὰ τῶν αὐτὸν πορθούντων ματαίως.
Psalm 53, verse 3. And he entreats that he be delivered up for examination not unto other judges, but unto the power of the good God; for he knows that he will obtain pardon for the things wherein he overlooked his duty, and that vengeance will take place against those who harry him in vain.
Vers. 4. Δέεται ὅπως (μὴ) ἀπρόσδεκτος ἡ προσευχὴ αὐτοῦ γενήσεται, καὶ ἵνα λάβοι τὰ περὶ ὧν ηὔξατο· ἀλλὰ καὶ ὡς ἐγγὺς Θεοῦ διὰ καλῶν ἔργων γεγενημένος, Ἐνώτισε, ἔφη, τὰ ῥήματα τοῦ στόματός μου· οὐδεὶς ἀργὸν προφερόμενος ῥῆμα, ἢ αἰσχρὸν, ἢ ἕτερόν τι κακὸν φθεγγόμενος, θέλει τὸν Θεὸν ἐνωτίσασθαι αὐτοῦ τὰ ῥήματα, ἀλλὰ μόνος καὶ πᾶς ὁ ἀληθῆ καὶ εὐσεβῆ λαλῶν.
Verse 4. He prays that his prayer may (not) become unacceptable, and that he may receive the things wherefore he prayed; moreover, as having come near unto God through good works, he said, Give ear unto the words of my mouth; no one uttering an idle word, or a shameful one, or speaking any other evil thing, wishes God to give ear unto his words, but only and everyone who speaks things true and pious.
Vers. 5. Ἀλλοτρίους φησὶ τοὺς ἐναντίαν προαίρεσιν τοῖς σπουδαίοις ἔχοντας, κραταιοὺς δὲ τοὺς πονηροὺς δαίμονας· καὶ φησίν· Ἐπεὶ οὐ προέθεντο τὸν Θεὸν ἐναντίον αὐτῶν, ἀποστραφέντες αὐτὸν, καὶ νῶτα αὐτῷ δεδωκότες, ἐπανέστησαν τῷ δικαίῳ, καὶ ἐζήτησαν τὴν ψυχὴν αὐτοῦ.
Verse 5. Strangers he calls those who have a moral choice contrary to earnest men, and mighty ones the wicked demons; and he says: Since they did not set God before them, having turned away from Him and given their backs unto Him, they rose up against the righteous man, and sought his soul.
Vers. 6. Θεὸν βοηθὸν ἔχειν ὁμολογεῖ· τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν υἱόν· Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἃ γὰρ ἐπαγαγεῖν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀποστρέφει, τοῦ Κυρίου κρίναντος οὕτω. Συνᾴδει τούτῳ τὸ, Ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον. Καὶ τοὺς δὲ ψεύστας ὄντας διελέγχουσα ἡ τοῦ Θεοῦ ἀλήθεια ὀλοθρεύει, εἰ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἀναιρεθῆναι καθάπαξ αὐτοὺς, ἀλλ' εἰ τοιοῦτοί εἰσιν, ὁ ἅγιος εὔχεται.
Verse 6. He confesses that he has God as helper—perhaps the Father—and the Lord upholding his soul, so as to mean the Son: He shall turn back the evils upon mine enemies; for the harmful things that they have counselled to bring upon me, these He turns back upon them, the Lord having judged thus. With this agrees the saying, Do ye unto him even as he wickedly purposed to do unto his neighbour. And the truth of God, convicting those who are liars, destroys them, if they are such; for the holy man prays not that they be destroyed altogether, but if they are such.
PSAL. LIV, vers. 2. Προσευχὴν ἀναφέρων Θεῷ, παρακαλεῖ αὐτὸν ἐγγίσαι αὐτῷ, ὅπως εἰς τὰ ἴδια ὦτα δέξηται ἣν προσηγγίασεν προσευχήν· ἐνωτίζεται γὰρ ὁ ἐγγὺς ὢν τοῦ λέγοντος, εἰς τὰ ὦτα δεχόμενος τὸν λόγον, καὶ ἐπεὶ δέομαι ὧν οὐκ ἄλλοθεν θαῤῥῶ τὰ λείποντά μοι ἀναπληρωθῆναι· ἢ ἐκ σοῦ μὴ ὑπερίδῃς τὴν ὑπὲρ ὧν δέομαι παράκλησιν· πρόσχες δέ μοι ἐπαίροντι ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ
Psalm 54, verse 2. Offering up prayer unto God, he entreats Him to draw nigh unto him, so that into His own ears He may receive the prayer which he has brought near; for he who is near the speaker gives ear, receiving the word into his ears: And since I ask for things whereof I am confident that what is lacking to me cannot be supplied from elsewhere save from Thee, do not overlook my supplication for the things whereof I ask; and attend unto me as I lift up holy hands without wrath and disputing
Notes, col. 1591
On the reading
Printed παντες, for πάντες.
Printed ψυχην, for ψυχὴν.
PG 33:1592Read from the pageκοσμίως, καὶ εἰσάκουσον τῶν λόγων ὧν ἐκ καθαρᾶς συνειδήσεως ἀναπέμπω.
in an orderly manner, and hearken unto the words which I send up out of a pure conscience.
Vers. 4. Δύναται ὁ ἐχθρὸς ὁ αὐτὸς εἶναι τῷ ἁμαρτωλῷ σχέσει μόνῃ τῆς διαφορᾶς οὔσης. Θλίβοντος οὖν τοῦ ἁμαρτωλοῦ, δι' ὧν πράττει κακῶς, καὶ ἄθεα φθεγγομένου τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην. Ἡ ἀδολεσχία ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν τῆς Ἄννας λεγούσης· Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν (I Reg. I, 16)· περὶ γὰρ τῆς προσευχῆς ἑαυτῆς τοῦτο λέγει. Ὁ ἅγιος οὖν φησὶ, τὸν ἐχθρὸν ὑπερήφανα φθεγγόμενον καὶ θλίβοντα τὸν ἁμαρτωλὸν ὁρῶν, πρὸς τὸν Θεὸν δι' εὐχῆς ἀδολεσχῶν· Ἐλυπήθην, τοὺς ὁμοουσίους καὶ ὁμογενεῖς μοι ὁρῶν εἰς βάθος κακίας πεσόντας· ὡς καὶ ταραχθῆναι ἐπὶ τῷ τρεπτῷ τῆς φύσεως· μή πως ἄρα κἀγὼ ταύτην τὴν τροπὴν ὑποστῶ. Τάχα δὲ καὶ κηδεμονικώτατα λυπεῖται καὶ ταράττεται, ὁρῶν τοὺς φαύλους παραπταίοντας, ὡς εἴ τις πατὴρ λυποῖτο ἐπὶ μανέντι υἱῷ· καὶ γὰρ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπινον ἀπαγγέλλουσί τινες εἰρῆσθαι, ᾧ καὶ ἁρμόζει περὶ τῶν βλαπτομένων λυπεῖσθαι.
Verse 4. The enemy can be the same as the sinner, the difference existing in relation only. When the sinner, therefore, afflicts through the things wherein he acts wickedly, and the enemy of the truth utters ungodly things, I was grieved in my meditation, and was troubled. Meditation here signifies prayer, just as in the First Book of Kingdoms also, when Hannah says: Out of the abundance of my meditation have I extended my prayer until now (1 Sam. 1:16); for she says this concerning her own prayer. The holy man therefore says, beholding the enemy uttering arrogant things and the sinner afflicting, while meditating unto God through prayer: I was grieved, beholding those consubstantial and of like race with me fallen into a depth of wickedness, so as even to be troubled at the mutability of nature, lest perchance I also should undergo this change. Or perhaps he is also most solicitously grieved and troubled on beholding the wicked stumbling, as if a father should be grieved over a frenzied son; for indeed some declare that this psalm was spoken in the person of Christ according to His humanity, to Whom also it is fitting to be grieved over those who are harmed.
Vers. 6. Τῆς φύσεως τῆς ἀνθρωπίνης ἐνυπάρχον ἐχούσης τὸ παθητικόν· ὃ θυμικὸν ἐπιθυμητικόν τινες καλοῦσι· κἂν κατ' ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ προπαθείᾳ γενέσθαι· ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον πορθούμενον ὑπὸ φωνῶν ἐχθροῦ καὶ θλίψεως ἁμαρτωλοῦ ἀναῤῥιπιζόμενον, ἔσχεν τὸ ἐνυπάρχον παθητικὸν, ὡς φοβηθῆναι καὶ τρόμῳ ὑποπεσεῖν καὶ καλυφθῆναι ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν ἐνταῦθα σημαίνει, ἡ σκότος φωνή· πολλῶν δὲ τῶν περιεστηκότων αὐτὸν θλιβερῶν τυγχανόντων, εὔχεται δοθῆναι αὐτῷ τὰς τοῦ πνεύματος νοήσεις μετεωριζούσας καὶ ἐπαιρούσας, πτέρυγας περιστερᾶς ἀλληγορικότερον ὀνομαζομένας· αὗται δὲ αἱ πτέρυγες πετασθῆναι ποιοῦσιν εἰς ὕψος, ὡς καταπαύσαντα ἐκεῖ τὸν ἀναπτάντα ἀμερίμνως τοῦ λοιποῦ διάγειν, σαββατίζοντα τὰ τρυφερὰ καὶ εὐλογημένα σάββατα τοῦ Θεοῦ.
Verse 6. Since human nature has the passible element inherent in it—which some call the irascible and appetitive part—even if one advances in virtue, because the passible element is not obliterated, he happens to fall into what is called pre-passion; doubtless, therefore, the person before us also, being harried by the voices of the enemy and fanned into flame by the affliction of the sinner, experienced the inherent passible element, so as to be afraid and fall under trembling and be covered by the darkness of perplexity—for the word darkness here signifies dizziness; and since the grievous things surrounding him are many, he prays that there be given unto him the contemplations of the Spirit that lift on high and elevate, called more allegorically the wings of a dove; and these wings cause him to fly aloft, so that he who has flown up, having rested there, passes his life henceforth free from care, keeping the delightful and blessed sabbaths of God.
Vers. 10. Ἡ ἐπὶ κακῷ συμφωνία δεινὸν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις· καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ πυργοποιΐᾳ τῷ ἔχειν φωνὴν μίαν καὶ χεῖλος ἓν πάντας, ἐνεποδίσθησαν μεγίστῃ δυσσεβείᾳ συσχεθέντες, ὡς μηκέτι ὁμοφωνίαν ἔχειν· ὃ γὰρ ἐκ συμφωνίας ποιοῦντες ἀσεβεῖν ἔμελλον, τοῦτο οὐκ ἐποίησαν τῶν γλωσσῶν αὐτῶν καταδιαιρεθεισῶν· καὶ ἐνταῦθα γοῦν ὁ εὐχόμενος βούλεται καταδιαιρεθῆναι τὰς γλώσσας τῶν ὁμοφωνησάντων κατ' αὐτοῦ· καταποντιζομένων τῶν γλωσσῶν, τουτέστιν ἀφανῶν γινομένων· καὶ πρὸ τούτου δὲ εἴρηται κόλασιν σημαίνειν τὸ καταποντίζεσθαι. Καὶ Παῦλος γοῦν εἰδὼς συμφέρειν ποτὲ τὴν πρὸς ἑαυτοὺς τῶν φαύλων διαφωνίαν, ἐπὶ τῶν ἀναβαθμῶν ἀπολογούμενος συνέκρουσε Φαρισαίους καὶ Σαδδουκαίους. — Τοῦτο ἀναφέρεσθαι δύναται ἐπὶ τὸ, Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ· διὰ μέσου εἰρημένων τῶν
Verse 10. Agreement for evil is a dreadful thing, and on the contrary the dissolution of those who have agreed for evil is a great good; and those at any rate who were of one mind at the building of the tower, because all had one voice and one lip, were hindered when held fast by the greatest impiety, so that they no longer had sameness of speech; for what they were about to do impiously out of agreement, this they did not do when their tongues were divided; and here too, therefore, he who prays wishes the tongues of those who have agreed together against him to be divided—their tongues being engulfed, that is to say, made to vanish; and before this also it has been stated that to be engulfed signifies punishment. And Paul too, knowing that the disagreement of the wicked amongst themselves is sometimes profitable, when making his defence upon the steps dashed the Pharisees and Sadducees against one another. — This can be referred unto the verse, Behold, I have fled afar off, and lodged in the wilderness, the intervening words having been spoken
PG 33:1593Read from the pageδύο στίχων, ἀπὸ τοῦ, Προσεδεχόμην τὸν Θεὸν τὸν σώζοντά με, ἕως τοῦ, Καταδίελε τὰς γλώσσας αὐτῶν· ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· Ἐπεὶ ἐν τῇ νομιζομένῃ Θεοῦ πόλει τῇ Ἱερουσαλὴμ εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἀνομούντων καὶ ἀντιλεγόντων τῇ ἀληθείᾳ, ἐμάκρυνα φυγαδεύων ἀπ' αὐτῆς· ὥστε γενόμενον ἐν τῇ ἀπὸ ἐθνῶν Ἐκκλησίᾳ, ἐρήμῳ καλουμένῃ, αὐλισθῆναι ἐν αὐτῇ διαναπαυόμενον, καὶ διανυκτερεύοντα ἐν τοῖς πιστεύουσι.
of the two verses, from the words, I waited for God Who saveth me, unto the words, Divide their tongues; so that what is said may be such as this: Since in Jerusalem, which was supposed to be the city of God, I saw iniquity and contradiction of those acting lawlessly and contradicting the truth, I went far off, fleeing as an exile from her; so that, having come to be in the Church from the Gentiles, which is called a wilderness, I lodged in her, resting fully and passing the night among those who believe.
Vers. 14. Τὸ, γνωστέ μου. Γινωσκόμενε ὑπ' ἐμοῦ, ὃς ἐπὶ τὸ αὐτῷ ἐγλύκανάς μοι ἐδέσματα, ἅμα τοῖς λοιποῖς μαθηταῖς τρέφων με τοῖς καλοῖς ἔργοις.
Verse 14. The phrase, my acquaintance. Thou who art known by me, who together didst sweeten meats for me, nourishing me along with the rest of the disciples by good works.
Vers. 16. Ἔλεγέ τις τῶν παλαιῶν, ζῶντας εἰς ᾅδου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντας· ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων, νεκρός· οἱ οὕτω ζῶντες, εἰς ᾅδου κατέρχονται· οὐ γὰρ οἷόν τε ζῶντας τὸ κοινὸν ζῆν εἰς ᾅδην κατέρχεσθαι, τῷ μὴ πεφυκέναι γίνεσθαι σῶμα ἐκεῖ, μεθ' οὗ τις τὴν κοινὴν ζωὴν ἔχει. Ἐπεὶ οὖν ὁ Ἰούδας καὶ πᾶς ὁ τῶν Ἰουδαίων λαὸς κατήχησιν εἶχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ' αὐτοὺς ἐρχομένου, τῇ ἁμαρτίᾳ ζῶντες εἰς ᾅδην κατέρχονται· ἀκολούθως δὲ καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος· Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Εἰ γὰρ καὶ πεῖραν ἔσχον τῶν ζωοποιῶν Γραφῶν, οὐ κατῴκησαν, ἀλλὰ παρῴκησαν ἐν αὐταῖς, τῷ πονηρίας ἔχειν ἐν μέσῳ ἑαυτῶν, τουτέστι τῷ ἡγεμονικῷ· ἐν μέσῳ γὰρ εἶναι λέγεται τοῦ ὅλου ζώου.
Verse 16. One of the ancients used to say that those alone go down alive into Hades who possess instruction in the divine teachings; for he who has not tasted the words of life is dead; those who live thus go down into Hades; for it is not possible for those living the common life to go down into Hades, because a body, with which one possesses the common life, is not by nature able to be there. Since therefore Judas and all the people of the Jews had instruction in the law and the prophets, when death comes upon them, living unto sin they go down into Hades; and accordingly the verse that follows is also spoken: For wickedness is in their sojournings, in the midst of them. For even though they had experience of the life-giving Scriptures, they did not dwell permanently, but sojourned in them, by having wickedness in the midst of themselves, that is, in the governing faculty; for it is said to be in the midst of the whole living creature.
Vers. 17. Τῶν κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ἔσχον εἰσακουομένην ὑπὸ Κυρίου τὴν φωνήν μου. Μόνος γὰρ εἰσακούεται ὑπὸ Κυρίου ὁ πρὸς τὸν Θεὸν κεκραγώς· οὐ γὰρ πᾶς κράζων, πρὸς Θεὸν βοᾷ. Περὶ Σοδομιτῶν γέγραπται, Φωνὴ Σοδόμων καὶ Γομόρῥας πεπλήθυνται (Gen. XVIII, 20), οὐ πρὸς Θεὸν κεκραγότων.
Verse 17. Since the things that were to be dared against the Saviour were such, I cried unto God, and had my voice hearkened to by the Lord. For he alone is hearkened to by the Lord who has cried unto God; for not everyone who cries calls out unto God. Concerning the Sodomites it is written, The cry of Sodom and Gomorrah has been multiplied (Gen. 18:20), though they did not cry unto God.
Vers. 18. Ἑσπέρας ὅτ' ἂν δύνει μοι τὰ τῆς σκιᾶς, καὶ τὸ σεμνυνόμενον φῶς τῶν εὐσεβῶν, ἀνατέλλει δέ μοι ὁ τῆς δικαιοσύνης ἥλιος, ὡς ἐν πρωΐᾳ με ποιῆσαι· οὗ ἀκμάσαντος ἐν τῷ μεσημβρινῷ γενόμενος, διηγήσομαι τὰ τῆς προειρημένης ἑσπέρας, καὶ προαπηγγελμένου πρωῒ καὶ τῆς προειρημένης μεσημβρίας· ἀπαγγέλλοντος δέ μου ταῦτα, εἰσακούσεται ὁ Θεὸς τῆς φωνῆς μου, καὶ θορυβεῖν αὐτὴν ἐθελόντων.
Verse 18. In the evening, whenever the things of the shadow set for me, and the revered light of the pious, the Sun of righteousness rises for me, so as to put me in the morning; and when He has reached His height, having come to be at midday, I shall declare the things of the aforesaid evening, and of the previously announced morning, and of the aforesaid midday; and as I announce these things, God will hearken to my voice, even when they wish to trouble it.
Vers. 19. Ὅτι πολλοὶ ἐγένοντο πρὸς ἐμέ· οὐ γὰρ βραχεῖς τινες ἦσαν οὗτοι οἱ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν· ὡς ὁ Θεὸς ταπεινώσει τῆς ἐμῆς κραυγῆς ἐπακούσας. Ταῦτα μὲν οὖν ὡς τοῦ προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δ' ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο· ἐπειδήπερ καὶ ἐξ αὐτοῦ ἐλάβετο, Εἰ ἐχθρὸς ὠνείδησέν με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ὁ Σωτήρ.
Verse 19. For many were against me; for these who wished to trouble my soul were not a few; whom God will humble, having hearkened to my cry. Now these things are said as with the prophet having uttered the present words from his own person. But if these things should be said from the Saviour Himself—seeing that from Him also was taken the verse, If an enemy had reproached me, I would have borne it, and what follows—the Saviour would consequently say these things also.
Vers. 23. Τῷ δικαίῳ οὐ διδοὺς σάλον ὁ Θεὸς, τοὺς βεβηλώσαντας τὴν διαθήκην αὐτοῦ κατάξει εἰς φρέαρ διαφθορᾶς, ἐναντίως ἔχον τοῖς φρέασιν, ἀφ' ὧν πίνειν ζωὴν καὶ ἀφθαρσίαν προστάττει ὁ λόγος.
Verse 23. God, Who does not give fluctuation to the righteous man, will bring down those who have profaned His covenant into a pit of corruption, which is contrary to the wells from which the word commands us to drink life and incorruption.
Vers. 24. Ἐπεὶ ἐν τῷ βίῳ οἱ ἀσεβεῖς διαμένοντες ἀμετανοήτῳ προαιρέσει πολλὰ κακὰ δρῶσι, φειδόμε-
Verse 24. Since the ungodly, remaining in life with an unrepentant purpose, do many evils, spar-
Notes, col. 1593
On the reading
Printed ὠνείδησέν, for ὠνείδισέν.
PG 33:1594Read from the pageνος αὐτῶν, ὅπως μεσούσης τῆς ἀνθρωπίνης ζωῆς ἁρπαγῶσι τοῦ βίου, ἵνα ὑπὲρ ὀλίγων ἁμαρτημάτων καὶ μὴ πολλῶν τιμωρηθῶσιν· Τούτων δὲ, φησὶν, οὕτω διακειμένων, ἐγὼ τὴν προσδοκίαν καὶ ἐλπίδα ἐπὶ σὲ ἔχω, Κύριε.
ing them, that in the middle of human life they may be snatched away from life, so that they may be punished for few sins and not many; While these things, he says, are thus disposed, I have my expectation and hope upon Thee, O Lord.
PSAL. LV, vers. 3. Ἐπειδὴ δὲ καὶ ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὁ τούτων σπορεὺς πονηρὸς ἄνθρωπος ὁ διάβολος ἑρμηνεύεται, ἐπίστησον εἰ καὶ περὶ αὐτοῦ ῥηθείη τὰ προκείμενα· τινὲς τὸ, ἀπὸ ὕψους ἡμέρας, συνάπτουσιν, καὶ οὕτως ἐξηγοῦνται.
Psalm 55, verse 3. And since in the parable of the tares the sower of them, an evil man, is interpreted as the devil, consider whether the present words might also be spoken concerning him; some join together the phrase, from the height of the day, and thus expound it.
Vers. 8. Τοὺς εἰς κακίαν πεσόντας σώζει Θεὸς δωρεὰν, οὐδὲν παρ' αὐτῶν δεχόμενος· Ἰδοὺ γὰρ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε (Isa. LII, 3)· οὐκ ἐξ ἔργων, ἀλλὰ χάριτι σώζων· τὸ γοῦν, ὑπὲρ τοῦ μηδ' ἑνὸς, σημαίνει μὴ ὑπέρ τινος διδομένου αὐτῷ τὴν σωτηρίαν αὐτοῖς παρέχειν.
Verse 8. Those who have fallen into wickedness God saves freely, receiving nothing from them: For behold, for your sins were ye sold, and not with silver shall ye be redeemed (Isa. 52:3); saving not of works, but by grace; the phrase, therefore, for nothing at all, signifies that not in return for anything given to Him does He grant salvation to them.
Vers. 9. Παρῥησιαζομένου πρὸς Θεὸν ἡ φωνή. Ὁ γὰρ ζῶν μὴ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῷ Θεῷ, δι' αὐτῶν τῶν ἔργων φανερὰν τῷ Θεῷ ποιεῖ τὴν ζωὴν ἑαυτοῦ, ἐξαγγέλλων αὐτὴν διαθέσει καὶ πράξει.
Verse 9. The voice is that of one speaking boldly unto God. For he who lives not unto sin, but unto God, through his very works makes his own life manifest to God, declaring it by disposition and action.
Vers. 11. Τὸ ἐπὶ τῷ Θεῷ καὶ διὰ Θεὸν προφερόμενον ῥῆμα αἰνετόν ἐστιν· ὡσαύτως καὶ ὁ λόγος· ἤτοι δὲ ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ τὸ ῥῆμα καὶ τὸν λόγον κατηγορεῖ· ἢ ἐπ' ἄλλου καὶ ἄλλου τίθεται τὰς τοιαύτας κατηγορίας.
Verse 11. The word uttered upon God and for God's sake is praiseworthy; and likewise the speech; and either he predicates word and speech in parallel of the same thing, or he places such predications upon one thing and another.
Vers. 13. Ἐρῥύσατο δὲ τοὺς πόδας ἀπὸ ὀλισθήματος, ὑποδήσας αὐτοὺς ὑπόδημα, μετεωρίζων καὶ ἄνω τῆς γῆς ποιῶν· Ἐγὼ γὰρ, φησὶν ὁ Θεὸς, ὑπέδησά σε ὑάκινθον. Ὁ δὲ ὑάκινθος μιμούμενος τὸ σῶμα τοῦ οὐρανοῦ, δηλοῖ τὴν ψυχὴν οὐρανίῳ χρωμένην ὑποδήματι, οὐκ ἄλλῳ τυγχάνοντι τῆς τοῦ ὑποδεδεμένου. Ἀκολουθεῖ τὸ, ἐξ ὀλισθήματος, τοῦ περὶ τὴν ὕλην ἐῤῥύσθαι τοὺς πόδας αὐτοῦ. — Ῥύεταί τις ἀπὸ τῶν προειρημένων ἐπιβλαβῶν ἐπὶ τῷ εὐαρεστῆσαι τῷ Θεῷ, ζῶντα καὶ πεφωτισμένον· ὁ γὰρ εὐαρεστῶν Θεῷ ἐν φωτὶ ζώντων, τοῦτο ποιεῖ· ζῇ δὲ καὶ πεφώτισται πᾶς μετέχων Θεοῦ· αὐτὸς γὰρ ζωὴ ὢν, φῶς ἐστι τῶν ἀνθρώπων· κατὰ τὸ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων (Joan. I, 4).
Verse 13. And He delivered the feet from slipping, having shod them with a sandal, raising them aloft and putting them above the earth: For I, saith God, shod thee with hyacinth. And hyacinth, imitating the body of heaven, shows the soul using a heavenly sandal, which happens to be none other than that of Him Who is shod. There follows the phrase, from slipping, meaning that his feet have been delivered from that which concerns matter. — One is delivered from the aforesaid harmful things in order to be well-pleasing to God, living and enlightened; for he who is well-pleasing to God in the light of the living does this; and everyone who partakes of God lives and is enlightened; for He Himself, being life, is the light of men; according to the saying, And the life was the light of men (John 1:4).
PSAL. LVI, vers. 3. Οὐ μάτην δὲ τὸν Ὕψιστον εἶπεν· ἐπεὶ γὰρ ἡ ἀνομία ἑρπηστικὴ καὶ χαμαιπετής ἐστιν, ὁ ταύτης ἀπαλλακτιῶν, πρὸς τὸν Ὕψιστον βοᾷ, ἵν' εἰς ὕψος αἰρόμενος τῇ βοῇ, μακρὰν ἀπὸ τοῦ βλαβεροῦ θηρὸς γένηται.
Psalm 56, verse 3. Not in vain did he say the Most High; for since iniquity is creeping and grovelling on the ground, he who desires to be released from it cries unto the Most High, so that, being lifted up on high by his cry, he may be far from the harmful beast.
Vers. 4. Ὁ ἀποσταλεὶς ἐξ ουρανοῦ ἐπὶ τὸ σῶσαι, ὁ Κύριός ἐστιν φάσκων, Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ (Joan. VI, 38)· τοῦτον γὰρ, ὄντα Λόγον αὐτοῦ ἐξαπέστειλεν ὁ Θεὸς, καὶ ἰάσατο τοὺς τετρωμένους ἤγουν ἐκ τῶν διαφθορῶν αὐτῶν, ὥς φησιν ἑτέρωθι αὐτοῦ ὁ Δαβίδ. — Οἱ πρὸ τούτου διὰ τοῦ ἐξευτελίζειν καταπατοῦντές με, εἰς ὄνειδος ἐδόθησαν, Θεοῦ ἀποστείλαντος ἐξ οὐρανοῦ ὅπως σωθῶ· ἑωρακότες γὰρ τὸν τοῦ Θεοῦ Υἱὸν φροντίσαντα τῆς σωτηρίας μου, ἀσχημονοῦντας αὐτοὺς καὶ ὀνειδιζομένους εἶδον, καταπατήσαντας ὃν ὁ Θεὸς ἔσωσεν. — Ἐν τῷ προάγοντι στίχῳ εἰπὼν, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, οὐκ εἰρηκώς τι τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ, νῦν ἑρμηνεύει τι τὸ καὶ ἀλήθειά ἐστιν τοῦτο ῥυόμενον τὴν ψυχὴν αὐ-
Verse 4. He Who was sent from heaven in order to save is the Lord, Who says, I am come down from heaven (John 6:38); for God sent forth Him, being His Word, and healed those who were wounded, that is to say, from their corruptions, as David himself says elsewhere. — Those who before this were trampling me down through disparaging me were given over to reproach, when God sent from heaven that I might be saved; for having seen that the Son of God cared for my salvation, they saw themselves put to shame and reproached, having trampled down him whom God saved. — Having said in the preceding verse, He sent forth from heaven, without having stated what that was which was sent from heaven, he now explains what this thing is, which is also truth, delivering his
Notes, col. 1594
On the reading
Printed ουρανοῦ, for οὐρανοῦ.