Migne Reading Room

PG 33 · cols. 1440–1449 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1440Read from the page
Εἰρήνη δ' ἐφίλησε δικαιοσύνην ἐρατεινήν. Γαίης ἐξανέτειλεν ἀληθείη χαρίεσσα, Οὐρανόθεν δ' ἐρόεσσα δικαιοσύνη διέκυψε Καὶ γὰρ μειλιχίην Βασιλεὺς ζωαρκέα δοίη, Καὶ χθὼν καρποτόκος γε φυσίζοον εἶδαρ ὀπάσσοι. Εὐδικίη κατέναντι Θεοῦ βασιλῆος ὁδεύσει, Ἴχνιά οἱ τροχαλοῖσιν ἐπιθύνουσα κελεύθοις
And peace hath kissed lovely righteousness. Gracious truth hath sprung up out of the earth, and lovely righteousness hath looked down from heaven. For the King shall give life-sustaining kindness, and the fruit-bearing earth shall bestow life-giving food. Righteous judgement shall walk before God the King, directing His footsteps in swift paths.
ΨΑΛΜΟΣ ΠΕʹ.
Psalm LXXXV.
Πέμπτον ἐπ' ὀγδοάτῃ δεκάδι μέλος ἐσθλὸν ἀείδων,
Singing a goodly song, the fifth upon the eighth decade,
Εὐχωλὴν Βασιλῆι μέγας Δαυΐδος ἀνῆκε.
great David sent up a prayer unto the King.
Κλῖνον, Ἄναξ, τεὸν οὖας, ἐμῆς δ' ἐπικέκλυθι φωνῆς, Οὕνεκεν ἀκτέανός τις ἐγὼ καὶ πτωχὸς ἐτύχθην. Ἦτορ ἐμὸν φρούρησον, Ἄναξ, ὅσιός νύ τοί εἰμι. Σὸν θεράποντα σάωσον, ἐπεὶ σύ μοι ἄφθιτος ἐλπίς Ἴλαθί μοι βοόωντι πανημαδὸν εἰς σὲ λιτῇσιν. Ἦτορ δ' εὐφρήνειας ἐελδομένου θεράποντος (Σεῖο γὰρ ἐζήτησα βίην), καὶ θυμὸν ἐμεῖο. Αὐτὸς μείλιχός ἐστι λίην ἐπιεικέα ῥέζων, Εὖ δ' ἐπιδευομένοισι τεὴν ἐλεητὺν ἀέξων. Κλῦθί μευ εὐχωλῆς, καὶ ἐμῆς ἴδη γήρυος αὐδήν. Τειρόμενος βοάασκον, ὑπήκουσας δὲ λιτάων. Οὔτις ἐν ἀθανάτοισι Θεῷ πανομοίιος ἄλλος· Οὐδὲ γὰρ ἔργα τεοῖσι πανείκελα φαίνεται ἔργοις. Ἀνδρῶν ἔθνεα πάντα τάπερ τεκτήναο χειρὶ, Ἄντα σέθεν προμολόντα, Μακάρτατε, λιτάσσονται, Οὔνομα κυδαίνοντα τεὸν καὶ ἀγήραον ἀλκὴν, Αὐτὸς ἐπεὶ μέγας ἐσσὶ, καὶ ἄφθιτα θαύματα ῥέζεις. Αὐτὸς μοῦνος Ἄναξ πανυπέρτατος αἰὲν ἐτύχθης· Σῇ μ' ὁδῷ ἰθύνειας, ἀληθείην δὲ κιχείω· Θυμὸν ἰαινοίμην, τρομέων σέθεν οὔνομα θεῖον. Ἀλήκτῳ κραδίῃ σε, Μάκαρ πανυπέρτατε, μέλψω· Σεῖο διηνεκέως κλυτὸν οὔνομα κυδαίνοιμι, Οὕνεκα δή μ' ἐλεητὺς, Ἄναξ, σέθεν ἀμφικαλύπτει, Ἡμέτερον δ' ἀΐδαο βαρύφρονα ῥύσαο θυμόν. Ἄντα με, ὦ Βασιλεῦ, ἀθεμίστιοι ἀντεφέροντο, Καὶ σθεναρῶν ἐμὸν ἦτορ ὁμήγυρις ἰχνεύεσκεν, Οὐδὲ βίην προὔθεντο τεὴν κατεναντίον ὄσσων. Καὶ σὺ μάλ' οἰκτίρμων πέλεαι, Μάκαρ, ἠδ' ἐλεήμων, Καὶ δωτὴρ ἐλέου πολέος, καὶ μοῦνος ἀληθής. Οὐρανόθεν σκοπίαζε, Μακάρτατε, καί μ' ἐλέαιρας. Παιδὶ τεῷ σέο κάρτος ὑπέρτατον ἐγγυαλίξοις, Καὶ σέθεν ἀμφιπόλου ἀγαπήνορα παῖδα σαώσοις. Τεύχοις ἄμμι, Μάκαρ, σημήιον εἰς ἀγαθόν περ, Ὄφρα μευ αἰσχυνθεῖεν ἀνάρσιοι εἰσορόωντες, Ὥς ῥα σὺ παρφασίη τελέθεις καὶ ἀρωγὸς ἐμεῖο.
Bow down Thine ear, O Lord, and hearken unto my voice, because I am a possessionless man and needy. Guard my heart, O Lord, for indeed I am holy unto Thee. Save Thy servant, since Thou art mine unfailing hope; be gracious unto me as I cry aloud all the day long unto Thee in prayers. And gladden the heart of Thy yearning servant (for I have sought Thy strength), and my spirit. He Himself is gentle, doing things most mild, and kindly increasing Thy mercy for those in need. Hear my prayer, and behold the utterance of my voice. Being afflicted I cried aloud, and Thou didst hearken unto my supplications. There is none other among immortals altogether like unto God; for no works appear at all like unto Thy works. All the nations of men which Thou hast fashioned with Thy hand, coming forth before Thee, O Most Blessed One, shall make supplication, glorifying Thy name and Thine ageless might, since Thou Thyself art great, and workest imperishable wonders. Thou Thyself alone art ever the Sovereign Lord Most High; guide me in Thy way, and may I attain unto truth; may I be gladdened in spirit, trembling at Thy divine name. With unceasing heart I will sing of Thee, O Blessed One Most High; continually may I glorify Thy renowned name, because Thy mercy, O Lord, doth wrap me round, and Thou hast delivered our heavy-hearted soul from Hades. Lawless men set themselves against me, O King, and an assembly of mighty men tracked down my heart, nor did they set Thy strength before their eyes. Yet Thou art most compassionate, O Blessed One, and merciful, and a giver of plenteous mercy, and alone true. Look forth from heaven, O Most Blessed One, and have mercy upon me. Grant unto Thy servant Thy supreme strength, and save the manly son of Thy handmaid. Work for us, O Blessed One, a sign for good, that my foes may see it and be put to shame, because Thou art indeed my comfort and my helper.
ΨΑΛΜΟΣ ΠϚʹ.
Psalm LXXXVI.
Υἱάσιν ἀντιθέοισιν ὑπερθύμοιο Κοραίου Ἕκτον ἐπ' ὀγδοάτῃ ἡδὺ μέλος δεκάδι.
For the godlike sons of high-spirited Korah, a sweet song, the sixth upon the eighth decade.
Οὔρεσιν ἀχράντοισι θεμείλια καλὰ Θεοῖο. Οἶδε πύλας Σιῶνος ἀεὶ Θεὸς ἀμφαγαπάζειν, Πασάων πολὺ μᾶλλον Ἰακώβου κλισιάων. Πευθόμεθ' ἀμφὶ σέθεν, πόλις ἄφθιτε, κυδήεντα. Μνήσομαι ἄντα φίλων Ῥαάβης ἅμα καὶ Βαβυλῶνος. Ἀλλοδαποὶ Τύριοί τε καὶ Αἰθιόπων κλυτὰ φῦλα,
Upon the undefiled mountains are the fair foundations of God. God ever knoweth how to love dearly the gates of Sion, far more than all the tabernacles of Jacob. Glorious things we hear concerning thee, O imperishable city. I will make mention before friends of Rahab and Babylon together. Foreigners, both Tyrians and the renowned tribes of the Ethiopians,
Notes, col. 1440

On the reading

Printed ἴδη, for ἴδε.

Printed ἐλέαιρας, for ἐλέαιρε.

PG 33:1441Read from the page
Κεῖσ' ἅμα πάντες ἰόντες, ὁμέστιον αὖλιν ἔθεντο.
going thither all together, have established a common dwelling-place.
Μητέρα τιμήεσσαν ἀνὴρ Σιῶνα καλέσσει· Καὶ γὰρ ἀρίζηλον καὶ ἀληθέα γείνατο φῶτα· Καί μιν Ἄναξ γραφίδεσσι περιφραδέως ἀγορεύσει, Λαῶν καὶ κρατερῶν ὧνπερ τέκεν ἡγεμονήων. Οἵ τέ μιν οἰκήσουσι βόων κεχαρηότες αἰεί.
A man shall call Sion an honoured mother; for indeed she hath borne an illustrious and true man; and the Lord shall prudently declare it in writings, of the peoples and of the mighty leaders whom she hath borne. And they who shall dwell in her cried aloud, rejoicing evermore.
ΨΑΛΜΟΣ ΠΖʹ.
Psalm LXXXVII.
Καὶ τόδ' ὑπὲρ Μαελὲθ πινυτοῖς παίδεσσι Κοραίου, Ἕβδομον ὀγδοάτῃ ἀμφὶ μέλος δεκάδι.
This also concerning Maeleth for the wise sons of Korah, the seventh song around the eighth decade.
Νωιτέροιο βίη, πανυπέρτατε φέγγεος Ἐσσὴν, Ἠμάτιος βοόω καὶ πάννυχος εἰς σὲ λιτῇσιν· Εἴθε μοι εὐχωλὴ σῶν ἀντίον ἵξεται ὄσσων· Εἴθε μοι ἱκεσίῃσιν, Ἄναξ, τεὸν οὖας ἐρείδοις· Οὕνεκά μοι βέβριθεν ἀμήχανος ἄλγεσι θυμὸς, Νερτερίου τ' ἀΐδαο φίλη πέλας ἦλθε βιώνη. Ὠίσθην ἔμεν ἶσος ἐπεσσυμένοις μετὰ βόθρον· Θνητὸς ὅπως γενόμην, ᾧ μὴ καταφαίνετ' ἀρωγὸς, Καίπερ ἀεὶ νεκύεσσιν ἐλεύθερος αὐτὸς ἐών περ, Οἷάπερ οὐτηθέντες ἀκήδεστοι περὶ τύμβους Εὕδουσιν, τῶν οὔτι μετατρέπῃ, οὐδ' ἀλεγίζεις. Καὶ γὰρ σῆς παλάμης ἐρικυδέος ἐκτὸς ἔλασθεν. Νερτέριόν μ' ἀπέθεντο μετὰ φθισήνορα βόθρον, Ὀρφναίην θανάτοιο παρὰ σκιοειδέα χώρην. Ἀμφ' ἐμὲ σεῖο κότος βαρυώδυνος ἐστήρικται, Καί με μεταχρόνιον κλονέει τεὰ μέρμερα πάντα. Τῆλε παρηγορίην νοσφίσαο πᾶσαν ἑταίρων· Οἱ δέ με λευγαλέῳ τῳ ἀποστυγέουσιν ὁμοῖον. Ἄ! τότε πῶς βιόωντο καὶ οὐκ ἐθέλοντα μ' ἕπεσθαι!
O Strength of our life, Supreme King of light, by day and all the night long I cry aloud unto Thee in prayers; O that my prayer may come before Thine eyes; O that Thou mayest incline Thine ear unto my supplications, O Lord; because my helpless spirit is weighed down with sorrows, and my dear life hath drawn nigh unto nether Hades. I was reckoned to be equal unto those who rush down into the pit; I became as a mortal man unto whom no helper appeareth, though being himself free among the dead, even as the wounded who sleep uncared for around the tombs, whom Thou regardest not at all, nor heedest. For indeed they were driven outside Thy most glorious hand. They have laid me away into the nether man-destroying pit, beside the dark, shadowy land of death. Around me Thy grievous wrath hath been fixed fast, and all Thy brooding cares buffet me hereafter. Far away hast Thou removed all consolation of comrades; and they loathe me as one like unto some wretched creature. Ah! how did they then force me even unwilling to follow!
Ἐκ δ' ὀλιγηπελίης ἀμαθύνετο καὶ φάος ὄσσων.
And out of faintness even the light of mine eyes was dimmed.
Αὐτὰρ ἐγὼ κάλεόν σε τόσης ἐπίκουρον ἀνάγκης,
Yet I called upon Thee as a helper in so great necessity,
Εἰς δὲ σὲ χεῖρες ἐμεῖο πανημαδὸν ἠώρηντο Μὴ τεὰ πὰρ νεκύεσσιν ἀκηδέσι θαύματα ῥέξεις; Ἦ ῥά τοι ἰητῆρες ἀναστήσουσιν ἀοιδούς; Μή τις σὴν παρὰ τύμβον, Ἄναξ, ἐλεητὺν ἀείσει,
and unto Thee were my hands lifted up all the day long. Wilt Thou work Thy wonders beside the uncared-for dead? Or shall physicians indeed raise up singers unto Thee? Shall anyone beside the tomb, O Lord, sing of Thy mercy,
Καί σευ ἀληθείην ἐρατὴν ἐπ' ὀλωλότι χώρῳ; Μὴ κνέφαϊ θηητὰ τεὰ προφανήσεται ἔργα, Ἢ σέθεν εὐδικίην προλελασμένη εἴσετ' ἄρουρα; Τοὔνεκά σε ζώων μεθέπω καὶ λίσσομ' ἀρωγὸν, Ἠῶθεν δὲ λιτῇσι μετεγρόμενός σε καλέσσω. Τίπτε μοι εὐχωλὴν ἀγανόφρονα τηλόθι πέμπεις, Ἐκ δὲ τεὴν ἱκέταο τρέπεις παλίνορσον ὀπωπήν; Ἐξ ἥβης πτωχός τε καὶ ἐν καμάτοισι μεμηλὼς, Ὑψόθεν αὖ χθαμαλὸς γενόμην καὶ ἀμήχανος ἔργοις.
and Thy lovely truth in a perished land? Shall Thy wondrous works be manifested in the darkness, or shall a forgotten land know Thy righteous judgement? Wherefore while living I seek after Thee and implore Thee as helper, and at dawn rising up with prayers I will call upon Thee. Why dost Thou send my gentle-minded prayer far away, and turn Thy countenance back away from Thy suppliant? Poor from my youth and exercised in toils, after being lifted on high I have become lowly again and helpless in works.
Ἀμφ' ἐμὲ σεῖο, Μάκαρ, πυκιναὶ διαμήνιες ἦλθον, Καὶ σῆς ἠνορέης ῥιγηλά με δείματ' ἀτύζει. Ἀμφί με κυκλώουσι βαθύῤῥοον οἷά περ ὕδωρ, Πάντοθεν ἀμφιβαλόντα πανημαδὸν ἔνθα καὶ ἔνθα. Γείτονά μευ νόσφισσας, ἐμόν θ' ἅμα πιστὸν ἑταῖρον,
Around me, O Blessed One, Thy thick bursts of wrath have come, and the shuddering terrors of Thy might confound me. They encircle me like deep-flowing water, encompassing me on all sides all the day long hither and thither. Thou hast put far from me my neighbour, and my faithful comrade together,
Οὐδέ τις ἀσχάλλοντι παρήγορος ἦλθε θυραῖος.
nor hath any stranger come as a comforter unto me in my distress.
Notes, col. 1441

On the reading

Printed Ἄ!, for Ἆ!.

PG 33:1444Read from the page
ΨΑΛΜΟΣ ΠΗʹ.
Psalm LXXXVIII.
Ἄξιον οὐρανίης πινυτῆς χαρίεντος Ἐτάνου Ὄγδοον ὀγδοάτῃ ἀμφὶ μέλος δεκάδι.
Worthy of the heavenly wisdom of gracious Ethan is the eighth song around the eighth decade.
Νωλεμέως ἔλεον, Βασιλεῦ, τεον υμνοπολεύσω, Ἐκ γενεῆς γενεήνδε, Μάκαρ, νημερτέα μέλψω. Φῇς ἐλεημοσύνην τεκταινέμεν ἤματα πάντα, Σεῖό τ' ἀληθείην ὑπὲρ αἰθέρα θέσθαι ἑτοίμην. Συνθεσίην ποιησάμεθ' ἡμετέροισιν ἀρίστοις· Ὤμοσα Δαυΐδῳ, θεράπων δ' ἐμὸς αἰὲν ἐτύχθη· Νωλεμέως σέο φῦλον ἐπεντύναιμι θοώκοις, Καὶ πολυκυδήεντα θρόνον σέο πάντοτε τεύξω. Οὐρανοὶ ὑμνήσουσι, Μάκαρ, τεὰ θέσκελα ἔργα, Καί σευ ἀληθείη ὁσίων κλισίῃσι μελέσθω. Τίς ναέτης νεφέων πανομοίιος ἔσσετ' Ἄνακτι; Ἢ τίς τοί ποθ' ὁμοῖος ἐν υἱάσιν Ἀθανάτοιο;
Unceasingly, O King, I will hymn Thy mercy; from generation to generation, O Blessed One, I will sing true things. Thou sayest that mercy shall be built up for all days, and that Thy truth shall be set ready above the ether: We have made a covenant with Our chosen ones; I have sworn unto David, and he hath ever been My servant; unceasingly will I prepare thy race upon thrones, and I will build up thy most glorious throne for ever. The heavens shall hymn Thy wondrous works, O Blessed One, and let Thy truth be a care in the tabernacles of the holy ones. What dweller of the clouds shall be altogether like unto the Lord? Or who shall ever be like unto Thee among the sons of the Immortal One?
Κύδιμος ἐν βουλῇς ἁγίων Θεὸς αἰὲν ἐτύχθη, Ὡς μέγας, ὡς φοβερὸς, περὶ δὲ τρόμος εἷλεν ἅπαντας.
Glorious in the counsels of the holy ones hath God ever been, how great, how terrible, and trembling hath seized upon all round about.
Ἡγητὴρ σθενέων, τίς τοι μένος ἰσοφαρίζοι; Αὐτὸς ἀληθείῃ κεκορυθμένος ἄλκιμα ῥέζεις· Αὐτὸς ἐρισμαράγοιο βίην κτεατίσσαο πόντου· Κύματα μειλίσσων ἀνέλοις, ὅτε κυρτὰ κορύσσει.
O Leader of hosts, who could match Thy might? Thou Thyself, armed with truth, workest mighty deeds; Thou Thyself hast acquired power over the loud-roaring sea; soothing the waves, Thou dost still them when it rears its curving crests.
Οἷά περ οὐτηθέντα ὑπέρβιον ἄνδρα καθεῖλες· Κάρτεϊ δὲ βρίθων στυγεροὺς ἐκέδασσας ἀλείτας.
Thou hast brought down the overweening man as one wounded; and prevailing in strength Thou hast scattered the hateful sinners.
Οὐρανοὶ ἠδέ κε γαῖα τεῆς κτέρας εἰσὶν ἀνωγῆς· Εὐκύκλου παλάμῃσι θεμείλια θήκαο κόσμου, Καὶ βορέην καὶ πόντον ἀθέσφατον αὐτὸς ἔτευξας. Σοὶ περὶ Θαβῶρός θ' Ἑρμωνόϊμός τε χαρεῖεν, Ἀστυφέλικτες ἀεὶ περὶ κάρτεϊ σῷ βραχίωνι. Σὴ μεγαλιζέσθω πρὸς θάρσεϊ δεξιτερὴ χείρ· Εὐδικίη καὶ κρῖμα τεὴν περιίσταται ἕδρην. Ἄντα σέθεν προθέουσιν ἀληθείη τ' ἔλεός τε. Ὄλβιος ἔπλετο λαὸς ἐπισταμένως ἀλαλάζων· Τῶν ἤτοι σέο φέγγος ἀγήραον ἡγεμονεύσει, Πάντοτε τερπομένων οἷσιν τεὸν οὔνομα τέρψις, Καὶ κλέος ἀμφιβόητον ὑπ' εὐδικίῃσι τεῇσιν· Οὕνεκα σύ σφισιν εὖχος ἔφυς περιώσιον ἀλκῆς· Σοί τ' ἔτι θαρσαλέοι σφέτερον κέρας ὑψώσειαν. Ἀθανάτου κατὰ γαῖαν ἀεὶ πέλει ἕρκος ἀρωγῆς,
The heavens and the earth are the possession of Thy command; with Thy hands Thou hast laid the foundations of the well-rounded world, and the north wind and the boundless sea Thou Thyself hast fashioned. In Thee may both Tabor and Hermon rejoice exceedingly, unshaken evermore by Thy strength and Thine arm. Let Thy right hand be magnified in boldness; righteous judgement and justice surround Thy seat. Before Thee run forth both truth and mercy. Blessed is the people that raise the joyful shout with understanding; them verily shall Thine ageless light guide, rejoicing evermore, unto whom Thy name is a delight, and a far-famed glory under Thy righteous judgements; because Thou art unto them a surpassing boast of strength; and emboldened in Thee may they yet exalt their horn. Throughout the earth there is ever the bulwark of the help of the Immortal One,
Ἀχράντου Βασιλῆος, ἀγακλέος Ἰσραήλου. Δὴ τότε παισὶ τεοῖσι τάδε προσλέξαο βάζων· Κάρτος ἐπὶ κρατερῷ καὶ ἐπ' εὐρυβίῃ πόρον ἀλκήν.
of the Undefiled King, the most glorious One of Israel. Then indeed didst Thou speak and address these words unto Thy sons: I have bestowed strength upon a mighty one, and help upon one of wide power.
Ἐκ λαοῦ πανάριστον ἑλὼν κόσμησα θοώκοις. Δαυΐδον θεράποντα φίλον καὶ ἔριθον ἐφεῦρον, Εὐαγέϊ δ' ἤλειψα δέμας περικαλλὲς ἐλαίῳ. Καὶ γὰρ νωιτέρην παλάμην ἐπιτάῤῥοθον ἕξει, Ἡμέτερος δέ μιν αἰὲν ἐποτρύνειε βραχίων. Οὔποτε δυσμενέεσσι γενήσεται ἦδος ἐπ' αὐτῷ, Οὐδέ ἑ δυσνομίης ἐπὶ πήμασι υἱὸς ἐλέγξει.
Choosing out the best of all from the people, I have adorned him with thrones. I have found David My dear servant and labourer, and with holy oil have I anointed his most comely form. For indeed he shall have Our hand as a helper, and Our arm shall ever urge him on. Never shall there be joy for enemies over him, nor shall the son of lawlessness overpower him with calamities.
Δερκομένου παλάμῃσιν ἑοὺς δηίους ἐναρίξω,
Before his eyes I will slay his foes with My hands,
Notes, col. 1444

On the reading

Printed τεον, for τεὸν.

Printed υμνοπολεύσω, for ὑμνοπολεύσω.

Printed Ἀστυφέλικτες, for Ἀστυφέλικτοι.

Printed βραχίωνι, for βραχίονι.

PG 33:1445Read from the page
Καί μιν ἀπεχθαίροντας ἐλεγχέας ἐξαναφήνω, Καί οἱ ἀληθείη, ἔλεός θ' ἅμα σύνδρομος εἴη, Ἀμφὶ δέ μοι μεγαλαυχὲς ἀειρόμενον κέρας ἕξει. Χεῖρα μέν οἱ θήσαιμι δι' ἀτρυγέτοιο θαλάσσης, Καί οἱ δεξιτερὴ ποταμῶν καθύπερθεν ἀνάξει. Αὐτὸς ἀρίζηλον ποθέων καλέσει με τοκῆα, Ἀλκτῆρα σφετέρου φάεός θ' ἅμα καὶ Θεὸν ἴσχων. Πρωτότοκον δέ μιν αὐτὸς ἐμὸν φίλον υἱέα θήσω,
and those who hate him I will show forth disgraced, and truth and mercy together shall run beside him, and in Me shall he have a horn lifted high in glory. I will set his hand across the unharvested sea, and his right hand shall rule over the rivers. Yearning for Me, he himself shall call Me his illustrious Father, holding Me at once the Defender of his light and his God. And I Myself will make him My dear firstborn son,
Ὑψηλὸν μετὰ πᾶσιν ἀριστοπόνοις βασιλεῦσι. Νωλεμέως ἐλεητὺν ἐνηέα τῷδε φυλάξω, Καί οἱ συνθεσίης ἐρικυδέα πίστιν ἐρείσω. Ἐκ γενεῆς γενεήνδε φίλος σπόρος ἔμπεδος εἴη, Καὶ θρόνος αἰγλήεις, ὅσον οὐρανοῦ ἤματα μίμνει. Εἰ δέ κε κείνου παῖδες ἐμῶν λησαίατο θεσμῶν. Μηδὲ μετ' εὐδικίῃσιν ὁμαρτήσουσιν ἐμῇσιν· Αἴκε δικαιοσύνην ἐμέθεν τεύξωσι βέβηλον, Ἡμετέρων δὲ γένωνται ἀμνήμονες ἐννεσιάων· Ἱέμενος σκήπτρῳ στυγερά σφεων ὄψομαι ἔργα, Σφωιτέρας μάστιξιν ἀτασθαλίας ἐρεείνων. Τῶν δ' ἐλεημοσύνην προτέρην οὐ πάγχυ κεδάσσω,
high among all the nobly-toiling kings. Unceasingly will I keep gentle mercy for him, and establish firmly for him the glorious pledge of My covenant. From generation to generation may his dear seed be steadfast, and his radiant throne, so long as the days of heaven abide. Yet if his children should forget My statutes, and not walk along with My righteous judgements; if they should profane My righteousness, and become unmindful of Our commandments; hastening with a rod I will visit their hateful works, examining their reckless sins with scourges. Yet My former mercy I will not utterly scatter from them,
Οὐδ' ἐπ' ἀληθείῃ ἄδικόν τι πρόσθε τελέσσω, Οὐδ' ἐπὶ συνθεσίῃσιν ἐμῆς ῥέξαιμι βέβηλα, Οὐδὲ μεταστρέψαιμι τάπερ χείλεσσιν ἔειπον. Ὤμοσα Δαυΐδῳ, σταθεροὺς οὐ ψεύδομαι ὅρκους· Ὄλβιόν οἱ μετὰ πᾶσι διηνεκέως γένος ἔσται, Καὶ θρόνος ἠελίῳ πανομοίιος αἰγλήεντι, Τοῖος ἐὼν οἵηπερ ἔφυ πλήθουσα σελήνη, Καί οἱ ναιετάων πιστὸς μέγαν οὐρανὸν ἵστωρ. Ἀλλὰ σὺ παντοδαποῖσιν, Ἄναξ, μεθέηκας ἐλέγχοις·
nor will I do anything unjust against My prior truth, nor commit profanation against My covenants, nor alter the things that I have spoken with My lips. I have sworn unto David, I do not belie steadfast oaths: blessed among all continually shall his race be, and his throne altogether like unto the radiant sun, being such as is the full moon, and a faithful witness dwelling in the great heaven for him. Yet Thou, O Lord, hast cast him off with reproaches of every kind;
Ἀμβολίῃ χρισθέντα τεῷ παρέλασας ἐλαίῳ. Συνθεσίην ἔστρεψας ἐρισθενέος θεράποντος, Καί οἱ πᾶσι βέβηλον ἐπὶ χθονὶ θήκαο νηόν.
in delay Thou hast rejected him who was anointed with Thine oil. Thou hast overturned the covenant of Thy mighty servant, and hast made his sanctuary profane upon the earth unto all.
Ἕρκεά οἱ σύμπαντα μεγακληίεντα καθεῖλες, Οἷσι πάρος φρουρεῖτο· τὰ δ' οἱ ῥίγιστα τέτυκτο.
Thou hast pulled down all his renowned ramparts, wherewith aforetime he was guarded; and those things have become most dreadful unto him.
Καί ἑ παραστείχοντες ἀφαρπάζεσκον ὁδῖται· Λωβητὸς γεγένητο παρὰ σφετέροισι θυραίοις. Δεξιτερὴν ἀνάειρας ἐπειγομένων μιν ὀλέσσαι· Σφωιτέρους κύδηνας ἀναιδέας ἁρπακτῆρας. Μαρναμένου ξίφεος κρατερὴν ἔστρεψας ἐρωήν, Οὐδ' ἐπιδευομένῳ κατὰ φύλοπιν ἦλθες ἀρωγὸς, Ἀλλ' ἔμεν οὐλομένοισι μάχης πεπαλαγμένος ἔργοις.
And wayfarers passing by plundered him; he hath become an object of outrage among his neighbours. Thou hast exalted the right hand of those who hasten to destroy him; Thou hast glorified his shameless spoilers. Thou hast turned back the strong onset of his fighting sword, nor didst Thou come as a helper unto him when in need in the battle-din, but he remained befouled in the destructive works of war.
Ἆ! πῶς οἱ στονόεσσα κατέῤῥιπεν ὑψόθεν ἕδρη! Ἆ! πῶς τόσσον ὄλεσσε μινυνθαδίῳ θρόνος ὥρῃ!
Ah! how hath his mournful seat been hurled down from on high! Ah! how hath his throne lost so much in a brief hour!
Ἀντὶ δέ μιν στεφάνων κατερήτυε πάντοθεν αἶσχος. Εἰπὲ, Μάκαρ· Τέο μέχρι κοτεσσάμενος χαλεπαίνοις, Πυρσὸν ἀναπτόμενον σθεναρόν σεο θυμὸν ἀέξων; Μνῆσαι, Παμβασιλεῦ, βρότεος βίος ὅσσος ἐτύχθη. Μὴ γὰρ μαψιδίως μερόπων τεκτήναο φῦλον; Τίς βροτὸς, ὃς θανάτοιο βίην καὶ δεσμὸν ἀλύξει,
And instead of crowns shame hath held him fast on every side. Speak, O Blessed One: how long wilt Thou be wroth and deal harshly, increasing Thy mighty anger like a kindled torch? Remember, O All-King, how great mortal life is. For hast Thou fashioned in vain the race of mortal men? What mortal is there who shall escape the force and bond of death,
PG 33:1448Read from the page
Ἐξ ἀΐδαο φίλον καλέων παλινάγρετον ἦτορ; Ποῦ μοι σῆς προτέρης ἐλεητύος ἄσπετος ἀλκὴ, Ἣν Δαυΐδῳ πρόσθεν ὑποσχόμενος κατένευσας; Μηδὲ τεῶν δμώων ἐπιλήθεο μωμηθέντων, Ὧν πάρος ἡμετέρῳ φερόμην κακὰ νείκεα κόλπῳ, Ὥς σε πάρος δήιοι κακοεργέσιν ἔψεγον ἔργοις,
calling back his dear heart from Hades? Where for me is the boundless might of Thy former mercy, which aforetime Thou didst promise and nod in assent unto David? And forget not Thy reviled servants, whose evil reproaches I aforetime bore in our bosom, even as foes aforetime reviled Thee with evil-working deeds,
Οἵ ῥα τεοῦ Χριστοῖο καὶ εἰκόνα λωβήσαντο.
who indeed outraged even the image of Thine Anointed.
Αἰνετὸς ἔσσετ' Ἄναξ, Θεὸς ἔσσεται Ἰσραήλου.
Praised shall be the Lord, He shall be the God of Israel.
ΨΑΛΜΟΣ ΠΘʹ.
Psalm LXXXIX.
Εἰ θέμις οὐράνιον φάσθαι βροτὸν, αἰὲν ἐτύχθη Μωσῆς Ἀθανάτου πιστότατος θεράπων· Ὃς πάρος εὐχωλὴν τήνδ' ἴαχεν· ἡ δὲ τέτυκται Ὀγδοάτης δεκάδος ἀμφ' ἐνάτῳ τε μέλει.
If it is lawful to call a mortal heavenly, Moses was ever the most faithful servant of the Immortal One; who aforetime uttered this prayer; and it is set around the eighth decade and the ninth song.
Ἄμμι, Μάκαρ, γενοῦ ἕρκος ἐπ' ἀλήκτοισι γενέθλαις. Πρὶν ἕδρας ὀρέων, πρὶν καὶ χθονὸς ἕρμα γενέσθαι,
Unto us, O Blessed One, become a bulwark throughout unceasing generations. Before the seats of the mountains, before even the foundation of the earth came to be,
Ἐκ παλαχῆς Βασιλῆα καὶ εἰς αἰῶνά σε μέλψω. Μή μοι ἀποστρέψας χθαμαλὸν πάλιν ἀνέρα τεύξῃς, Κεκλόμενος μερόπεσσι βίον παλίνορσον ἑλέσθαι. Χθιζὸν ὅπως ἐτέων σέο χιλιὰς ἦμαρ ἐν ὄσσοις,
from of old and for evermore I will sing of Thee as King. Turn not away and make man lowly again, bidding mortals take up a life that turneth back. For a thousand years in Thine eyes are as yesterday,
Ὅ πρὶν ἀποφθίμενον φυλακὴν ἕο νυκτὶ παρέσχε. Μωμητά σφισιν ἔργα γενήσεται εἰς ἐνιαυτούς. Ἠὼς ἠριγενὴς παρελεύσεται οἷαπερ ἄνθος· Ἠὼς ἀνθήσειε, καὶ ἀνθήσασα παρέλθοι. Ἑσπέρη αὖθι πέσοι, καρφοιτό τε πετρωθεῖσα Σεῖο γὰρ ἀδρανέες γεγενήμεθα μηνίσαντος, Αἰνὰ κοτεσσαμένοιο ταρασσόμενοι Βασιλῆος. Δυσνομίας προὔθηκας ἐπ' ὄμμασι σοῖσιν ἑτοίμους· Ζωὴ νωιτέρη τελέθει σέο φέγγος ὀπωπῆς. Ἐξ ὀλιγηπελίης ἴκελοι γεγενήμεθα καπνῷ, Καί σευ ὀδυσσαμένοιο φίλην κατατηκόμεθ' ἀλκήν Ἡμετέροις ἐτέεσσι πανείκελός ἐστιν ἀράχνης. Ζωῆς ἀνδρομέης δεκάδες χρόνου ἑπτὰ πέλονται· Ἢν δ' ἔτεα ζήσαιμεν ἐπὶ πλέον ὀγδώκοντα, Τῶνδε κόπος καὶ μόχθος ἀεὶ βίου ἐστὶ περισσὸν, Οὕνεκα μειλιχίης βροτέην δαμάσειε γενέθλην.
which having passed away before, furnished its watch in the night. Their works shall become things of reproach throughout the years. Early-born dawn shall pass by like a flower; at dawn may it bloom, and having bloomed pass away; at evening may it fall straightway, and wither away hardened like stone. For we have become feeble when Thou wast wroth, being troubled when the King was dreadfully angered. Thou hast set our lawless deeds ready before Thine eyes; our life is in the light of Thy countenance. Out of faintness we have become like unto smoke, and when Thou art wroth we waste away in our dear strength; the spider is altogether like unto our years. The decades of the time of human life are seven; and if we should live for more years, even eighty, the travail and toil of these are ever the surplus of life, because in gentleness He subdueth the mortal race.
Τίς σεο χωομένοιο μέγα φρεσὶ κάρτος ἀνέγνω; Τίς σευ ἀριθμήσειεν ἀμειδέα δείματα θυμοῦ; Δεξιτερὴν ἐρίτιμον, Ἄναξ, σφίσιν ὧδ' ἀναφαίνοις, Ὅσσοις ἀθανάτη σοφίη πραπίδεσσι μέμηλε. Παύεο χωόμενος· τί νόον βαρύμηνιν ἀέξεις; Σεῖο, Μάκαρ, δμώεσσι λιταζομένοις ὑποείκοις. Ἐξ ἠοῦς ἐλέῳ βεβρίθαμεν, Ἄφθιτε, σεῖο.
Who hath known in mind the great might of Thine anger? Who could recount the joyless terrors of Thy wrath? Manifest thus Thy deeply honoured right hand, O Lord, unto those in whose hearts immortal wisdom is a care. Cease from being wroth; why dost Thou increase a heavy-wrathful mind? Yield, O Blessed One, unto Thy supplicating servants. From the dawn we have been filled with Thy mercy, O Immortal One,
Τερπωλῇ καὶ εὐφροσύνῃ φρένας ἤματα πάντα· Ὧν χάριν ἡμερέων παρὰ σοὶ δεδμήμεθα μόχθοις,
in delight and gladness of heart all our days; for the sake of the days wherein we were subdued by toils before Thee,
Ἀντ' ἐτέων ὧν πρόσθεν ἐλεύσαμεν ἄλγεα τόσσα, Δέρκεο σοὺς θεράποντας, Ἀκήρατε, καὶ σέθεν ἔργα· Τῶν δ' ἄρα παισὶ φίλοισι παλίσσυτος ἡγεμονεύοις. Ἀγλαΐη Βασιλῆος ἀοίδιμος ἄμμι φανείη, Ἔργα δὲ νωιτέρων εὐθύνειας παλαμάων.
in exchange for the years wherein aforetime we saw so great sorrows, look upon Thy servants, O Undefiled One, and Thy works; and returning, guide their dear children. May the renowned splendour of the King appear unto us, and do Thou direct the works of our hands.
Notes, col. 1448

On the reading

Printed καρφοιτό, for κάρφοιτό.

PG 33:1449Read from the page
ΨΑΛΜΟΣ ϟʹ.
Psalm XC.
Αἶνον ἀγακλήεντα μέγας Δαυΐδος ἔμελψε Καλλιχόρων μελέων εἰς ἐνάτην δεκάδα.
Great David sang a most glorious praise unto the ninth decade of fair-dancing songs.
Ἄφθιτε, ναιετάων ὑψαύχενος ἄλκαρ ἀρωγῆς, Ἐν σκέπαϊ Βασιλῆος ἐπουρανίοιο διάξει. Ἐξερέει Βασιλῆι· Βίη καὶ πύργος ἐτύχθης, Καὶ Θεὸς ἄμμι πέλεις, καὶ ἀοίδιμος ἐλπὶς ἀρωγῆς· Αὐτὸς ἐπεὶ ῥύσαιτο λίνοιό με θηρητήρων, Μύθου τ' ἀσταθέος ταραχῆς περιπεπτηῶτος. Αὐτὸς Ἄναξ σκιερῷ σε μεταφρένῳ ἀμφικαλύψει. Ἐλπίδα σὴν πτερύγεσσιν ὑπ' ἀθανάτοισι δοκεύοις· Ἀμφὶ δ' ἀληθείῃ θωρήξειεν οἷά περ ὅπλῳ. Οὔποτέ μοι νυχίῳ περὶ δείματι δειμήνειας, Οὐδὲ μεθημέριον πταμένου ῥοιζηδὸν ὀΐστου, Οὐδ' ὑπονισσομένου σκοτίους περὶ πυθμένας ἔργου, Οὐδ' ὑπὸ δαιμονίου τε μεσημβρινοῦ ἀντιόωντος. Ἐκ σέο μὲν λαιῆς παλάμης κατὰ χιλιὰς ἔῤῥοι, Ἐκ δ' ἄρα δεξιτερῆς μάλα μυριὰς αὖθι πεσεῖται. Ἀλλ' οὔτις ποτὲ σεῖο δυνήσεται ἆσσον ἱκέσθαι. Ἔμπα γε μὴν καθαροῖσιν ἐν ὀφθαλμοῖσι δεδορκὼς, Ἄξιον ἀμπλακίης κακοεργέος ὄψεαι αἶνον. Αὐτὸς ἐπεὶ ῥ' ἐμέθεν φυσίζοος ἐλπὶς ἐτύχθης, Ἦ ῥα παρ' Ὑψίστῳ φορέεις τεὸν, Ἄλκιμε, θάρσος. Μήποτε δείδιθι πάγχυ κακῶν ξυνιοῦσαν ἀνάγκην,
O Immortal One, he who dwelleth in the defence of high-necked help shall abide under the shelter of the heavenly King. He shall say unto the King: Thou art my strength and tower, and Thou art God unto us, and a renowned hope of help; since He Himself shall deliver me from the net of the hunters, and from the tumult of an unstable word that hath fallen around me. The Lord Himself shall cover thee round with His shadowy back. Mayest thou watch for thy hope beneath His immortal wings; and with truth shall He arm thee round about as with a shield. Never shalt thou be afraid before a nightly terror, nor of an arrow flying whizzingly by day, nor of a deed creeping secretly about the dark depths, nor of a midday demon meeting thee. At thy left hand indeed a thousand may perish, and at thy right hand full ten thousand shall fall straightway. Yet none shall ever be able to come near unto thee. Nevertheless, beholding with pure eyes, thou shalt see the fitting recompense of evil-working sin. Since Thou Thyself art indeed my life-giving hope, truly beside the Most High thou bearest thy confidence, O Mighty One. Never fear at all the gathering constraint of evils,
Μηδ' ἀλύῃς ὅτι σεῖο δέμας μάστιγι δαμείη·
nor be distressed lest thy body be subdued by a scourge;
Ἀμφὶ σέθεν στρατιῇσιν ἐπουρανίῃσι κελεύσει, Ὄφρα κεν ἐν πάσῃσι περιστιχόωσιν ὁδοῖσι· Καί σε, Μάκαρ, παλάμῃσιν ἀειράμενοι φορέοιεν, Μήποτε τιμήεντα τεὸν πόδα λᾶϊ καθάψῃς. Ἀσπίδα θαρσαλέως ἐπιβήσῃ καὶ βασιλίσκον, Ἰοβόλον δὲ δράκοντα ποσὶν καὶ θῆρα πατήσεις.
concerning thee He shall give command unto the heavenly hosts, that they may range themselves around thee in all thy ways; and lifting thee up with their hands, O blessed man, they shall bear thee, lest ever thou dash thy honoured foot against a stone. Upon the asp and the basilisk shalt thou boldly tread, and the venom-darting dragon and the wild beast shalt thou trample under foot.
Ῥυσαίμην μιν ἐμῇ μεμελημένον ἐλπίδι θύμῷ, Εὖ δέ μιν ἀμφιέσω· μάλα γὰρ μάθεν οὔνομ' ἐμεῖο.
I will deliver him because he hath cared for My hope in his heart, and I will shelter him well; for right well hath he learned My name.
Τοῖο λιταζομένοιο θοώτερον αὐτὸς ἀκούσω, Καὶ οἰκτειρομένῳ πέλας ἔσσομαι ἤματα πάντα· Ῥυσάμενος δέ σε, κῦδος ἀεὶ μεγαλαυχὲς ὀπάσσω, Καί μιν ἐνιπλήσαιμι ἀτερμάντοισι γενέθλαις· Νωλεμέως οἱ φέγγος ἀγήραον ἐξαναφήνω.
When he maketh supplication I Myself will hear him right swiftly, and unto him receiving compassion I will be near for all days; and having delivered thee, I will ever bestow glorious renown, and fill him with unending generations; unceasingly will I show forth unto him ageless light.
ΨΑΛΜΟΣ ϟΑʹ.
Psalm XCI.
Πρῶτος ἐνενηκοστός τε τῶν σοφῶν μελῶν Ὁ ψαλμὸς οὗτος ἡμέραν εἰς Σαββάτου.
Both first and ninetieth of the wise songs is this psalm for the Sabbath day.
Ὡς ἀγαθὸν Βασιλῆα μεγακλήεντα λιγαίνειν, Καὶ πολυκύδιστον κιθάρᾳ τεὸν οὔνομα μέλπειν! Ἐξ ἠοῦς ἐρέοντι περιφραδέως ἐλεητὺν, Καί σεο τιμήεσσαν ἀληθείαν διὰ νυκτὸς, Νεύρων πλεξαμένῳ δεκάδα φόρμιγγι λιγείῃ, Ὡς γάνυμαι! Μάλα γάρ με τεοῖς, Μάκαρ, ἔργμασι θέλγοις.
How good it is to sing aloud unto the most glorious King, and to hymn with the cithara Thy most renowned name! Declaring prudently Thy mercy from the dawn, and Thy honoured truth through the night, weaving a decade of strings upon the clear-toned lyre, how I rejoice! For greatly dost Thou charm me with Thy deeds, O Blessed One,
Καί σεο θεσπεσίοισι νόον κεχαρήσομαι ἔργοις. Τίς κεν ἀνυμνήσειε τεὴν μεγαλαυχέα τέχνην; Τίς πινυτὴν μέλψειε περὶ πραπίδεσσι βαθεῖαν; Οὔτις τοι τάδε νῆις ἐνὶ φρεσὶν εἴσεται ἀνήρ, Οὐδ' ἀεσιφροσύνῃ μεμελημένος αὐτὰ νοήσει· Εὖτ' ἀδίκους θαλέθοντας ἐπόψεται ἠΰτε χόρτον,
and in Thy divine works I shall rejoice in mind. Who could hymn Thy glorious art? Who could sing of the deep wisdom within Thy heart? No ignorant man shall know these things in his mind, nor shall one who careth for folly understand them; when he shall look upon the unrighteous flourishing like grass,
Notes, col. 1449

On the reading

Printed θύμῷ, for θυμῷ.