Ἐργατίναι χάζεσθε ἀτασθαλίης ἀλεγεινῆς· Οὕνεκα μεῦ κλαυθμοῖο βοῆς ἐμὸς ἔκλυεν Ἐσσήν· Αὐδῆς ἡμετέρων Θεὸς ἔκλυεν εὐχωλάων, Νωϊτέρην ὑπέδεκτο Θεὸς πανυπέρτατος εὐχήν. Αἶσχος δυσμενέεσσιν ἐμοῖς τάραχός τε τετύχθω· Ὦκα μάλ' αἰσχύνοιντο μεταστρεφθέντες ὀπίσσω.
Depart, you workers of grievous recklessness; because my King has heard the cry of my weeping; God has heard the voice of our prayers, the Supreme God has received our supplication. Let shame and confusion be wrought for mine enemies; very swiftly may they be put to shame, turned back again.
Θάρσυνος ἐλπωρῇ, Βασιλεῦ, σέο πάντοτ' ἐτύχθην· Ἐκ πάντων, λίτομαί σε, διωκόντων με σαώσοις· Μήποτ' ἐφαρπάξειε λέων ἐμὸν οἷά τις ἦτορ, Πάμπαν ἀλάλκοντος καὶ ἀμύντορος οὐ παρεόντος. Ἀλλ' εἰ τοῖον ἔρεξα τόπερ σέο μῆνιν ἐγείρει, Ἔργμασιν εἰ στυγεροῖσι φέρω κάτα χεῖρας ἀθέσμους, Εἴ γε κακῶν ῥεκτῆρα κακῶς ἔπρηξα καὶ αὐτός· Δυσμενέων ἄπρηκτος ἐμῶν ἄπο πάγχυ πέσοιμι, Καί μευ ἕλοι ψυχὴν ἑλόων μέτα δήϊος ἀνὴρ, Καί μευ ἐπιστείβοι βίοτον χθονὶ ποσσὶν ἑοῖσι, Καὶ κλέος ἀμφιβόητον ἐμὸν κονίῃσι μιήνοι. Ἀλλὰ κοτεσσάμενος βριαρῶν ἀνεγείρεο θώκων, Καί μευ οὐλομένων ἐπαείραο πείρασιν ἐχθρῶν. Σῇσιν ἐφημοσύνῃσιν ἀνέγρεο κάρτος ὀπάζων, Πᾶσα δὲ κυκλώσειεν ὁμήγυρις ἀμφὶ σὲ λαῶν· Ἧς, Μάκαρ, ἡγήσαιο μετήορος ὑψόσ' ἀερθείς. Αὐτὸς, Ἄναξ, λαοῖσι δικασπόλος ἔσσεαι αἰεί. Εὐδικίης κατὰ θεσμὸν ἐμῆς, Βασιλεῦ, μὲ δικάζοις, Καὶ φρενὸς ἡμετέρης ἀγαθῆς ἐπιείκελα τεύχοις. Ἀμπλακίης τέλος ἔσται, ἐπιθύνοις δὲ δίκαιον. Νεφροὺς καὶ κρύφια κραδίης μυχὰ μοῦνος ἐλέγχοις, Ὡς ὁσίην μοι, Ἄναξ, ἐπαρηγόνα χεῖρα φυλάσσῃς, Πάντοτε ῥυόμενος μερόπων ἰθύφρονα φῦλα. Αἰὲν Ἄναξ ὅσιός τε θεμιστοπόλος τε περίφρων, Καὶ σθένει κρατερὸς καὶ ἀνεξίκακον λάχε θυμὸν, Οὐ δεδαὼς τρηχεῖαν ἑκάστοτε μῆνιν ἐγείρειν. Παύσασθε, πρὶν ἄορ ταναὸν θήγοιτο φαεινὸν, Καὶ τόξον τανύσειεν· ἑτοιμότατον γὰρ ἐτύχθη· Ὅπλα γὰρ οὐλομένου θανάτου τέκτηνεν ἐπ' αὐτῷ· Τοῖσι δὲ καρφομένοις εἰργάσατο πικρὰ βέλεμνα. Δέρκεο νῦν ὠδῖνος ἑῆς ἀθεμίστιον ἔργον· Κύσατο μὲν μόχθον, τέκε δ' ἀμπλακίην ἀλεγεινήν. Χάσμα μέγ' ἐξώρυξε, κακῇ δ' ἔσκαψε μενοινῇ· Ἀλλ' εἰς ὅνπερ ἔτευξε πέσοι κακοεργέα βόθρον· Κακκεφαλῆς οἱ ἄλγος ἐπιστρέψειεν ἑτοῖμον, Καὶ οἱ ὑπὲρ κορυφῆς ἐπιβήσεται ὕβρις ἀεικής. Εὐδικίης Βασιλῆος ἐπάξιον αἶνον ἀείσω· Οὔνομα δ' Ὑψίστου λιγυρῇ φόρμιγγι βοήσω.
Confident in hope of Thee, O King, have I ever been; save me, I entreat Thee, from all that persecute me, lest ever someone like a lion snatch away my heart, when there is none at all present to ward off and defend. But if I have wrought such a thing as stirs up Thy wrath, if I lay lawless hands upon hateful deeds, if indeed I myself also have treated ill the doer of evils, may I fall utterly empty away from mine enemies, and may a hostile man pursuing overtake and take my soul, and may he trample my life to the earth with his feet, and befoul my far-famed glory in the dust. But in wrath arise Thou from Thy mighty thrones, and lift Thyself up at the borders of my destructive enemies. Awake with Thy commandments, bestowing strength, and let the whole assembly of peoples encompass Thee round about; over which, O Blessed One, mayest Thou lead, lifted up on high in the air. Thou Thyself, O Lord, shalt ever be judge unto the peoples. Judge me, O King, according to the law of my righteous dealing, and do Thou fashion things answerable to our good mind. There shall be an end of transgression, and mayest Thou direct the righteous man. Thou alone dost prove the reins and the secret recesses of the heart, so that Thou mayest keep for me, O Lord, Thy holy helping hand, ever delivering the upright-minded tribes of mortals. Ever is the Lord holy and a wise dispenser of laws, and mighty in strength, and He has obtained a long-suffering spirit, not wont to stir up rough wrath on every occasion. Cease, ere He whet His long, shining sword, and bend His bow; for it is made most ready; for He has fashioned therein instruments of destructive death, and has wrought bitter shafts for those who are to be parched with fire. Behold now the lawless work of his travail: he conceived toil, and brought forth grievous transgression. He dug out a great chasm, and hollowed it with evil intent; yet let him fall into the mischievous pit which he wrought; upon his head may ready sorrow return for him, and over his crown shall unseemly violence mount. I will sing praise worthy of the righteous dealing of the King, and I will proclaim the name of the Most High with a clear-toned lyre.
Ἄφθιτε, νωϊτέρης βιοτῆς οἴηκα φυλάσσων, Ὡς ἄρα τοι θηητὸν ἐπὶ χθονὸς οὔνομ' ἐτύχθη! Καί τοι ἀριπρεπὲς εὖχος ὑπέδραμεν οὐρανὸν αὐτόν. Ἐκ στόματος βρεφέων ὅθεν ἤνυσας αἶνον ἑτοῖμον, Πευκεδανῶν, ἄχραντε Πάτερ, σέθεν ἕνεκεν ἐχθρῶν· Ὄφρα κεν ἐχθρὸν ὁμοῦ καθέλοις, καὶ ἀμύντορ' ὀλέσσῃ.
O Immortal One, keeping the helm of our life, how wondrous indeed is Thy name wrought upon the earth! And Thy pre-eminent glory has mounted up above heaven itself. Whence out of the mouth of babes Thou hast perfected ready praise, because of Thy bitter enemies, O Immaculate Father, that Thou mightest cast down the enemy together and destroy the avenger.